Migne Reading Room

PG 45 · cols. 1105–1116 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1105Read from the page
ἡ ὑπερκειμένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως. Τὸ ὑπεράνω τῶν αἰώνων, προαιώνιον λέγοντες, καὶ τὸ ὑπὲρ ἀρχὴν, ἄναρχον, καὶ τὸ μὴ τελειούμενον, ἀτελεύτητον, ἀσώματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον, καὶ τὸ τροπῆς ἢ πάθους, ἢ ἀλλοιώσεως ἀνεπίδεκτον, ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον. Τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων, τεχνολογούντων μὲν ὅπως ἂν ᾖ φίλον αὐτῶν οἱ βουλόμενοι, καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων στερητικὰ, ἢ ἀφαιρετικὰ, ἢ ὅ τι φίλον αὐτοῖς ὀνομάζοντες.
the transcendent nature might seem to have, we have used for the divine nature concepts and expressions that separate It from such things: calling what is above the ages pre-eternal, and what is beyond beginning unoriginated, and what does not come to an end endless, and what has its subsistence apart from body incorporeal, and what does not decay incorruptible, and what is insusceptible of turning or passion or alteration impassible and unturning and unalterable. Such names let those of them who wish treat technically however they please, applying other names to these names, calling them privative, or abstractive, or whatever they like.
Ἡμεῖς δὲ τοῦ διδάσκειν ἢ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχωρήσαντες, μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν, ἢ κεχώρισται. Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ Θεὸς ἢ οὐκ ἔσται ποτὲ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος, οὔτε ἄναρχος λέγοιτο. Ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος, οὔτε ἀσώματος, οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν, ἢ σῶμα, ἢ φθορὰ, ἢ ἀλλοίωσις, ἤ τι τοιοῦτον. Εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, ἀσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ' αὐτοῦ κεχρῆσθαι, καὶ λέγειν ταῦτα ἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον, καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστὶ, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφάσεως, μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατανόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαινόντων κεχωρισμένην ἑρμηνευούσης. Τί γὰρ οὐκ ἔστι τὸ Θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ὃ ταῦτα οὐκ ἔστιν, ἐν ἀδήλῳ μένει. Ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρουμένων τὴν ἔνδειξιν ἔχει· νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων, τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτόματόν τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ ὅ τί περ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξῆπται, κἀκεῖθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τό τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ Θεῖον λαμβάνοντες, ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν ἀκολουθοῦντες τῇ συμβουλῇ τῆς Σοφίας, ἥ φησιν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τῶν πάντων γενεσιουργὸν θεωρεῖσθαι. Δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περικρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. Τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες,
We, however, ceding to the ambitious the teaching or learning of such things, let us examine only the meaning, whether it falls within a pious and God-befitting conception or is sundered from it. If, then, God either was not previously or will at some time not be, He could not properly be called either endless or unoriginated. Likewise neither unalterable, nor incorporeal, nor incorruptible, if indeed body, or decay, or alteration, or anything of the sort were conceived regarding Him. Yet if it is pious to think none of these things regarding Him, it would surely be impious to use for Him expressions that separate what is incongruous, and to speak those terms we have already often mentioned—incorruptible and endless and unbegotten, and all that belong to that kind—since the force inherent in each of these names teaches only the separation of things readily known to us, and does not expound the nature itself that is sundered from things incongruous. For while the signification of these names shows beforehand what the Divine is not, what That Which is not these things is by nature remains obscure. Yet even the rest of the names, whose signification indicates some positive state and existence, afford an indication not of the divine nature itself, but of what is piously contemplated around It; for upon reflecting that none of beings, whether visible or intelligible, has a spontaneous and fortuitous constitution, but whatever is apprehended among existent things depends on the nature transcending all beings and thence has the cause of its existence, and upon observing the beauty and grandeur of the wonders in creation, from all these and their like we derive other concepts regarding the Divine, and we interpret each of the concepts formed in us by distinct names, following the counsel of Wisdom, who says that from the grandeur and beauty of created things their Originator must analogously be contemplated. We address the Maker of mortal things as Fashioner, and Him Who holds sway over so great a creation as Mighty—Him for Whom power sufficed to make His will substance. And upon reflecting on the good of our life,
PG 45:1108Read from the page
ἀκολούθως τὸν ταύτης καθηγησάμενον, τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν. Τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες Γραφῆς, κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν. Καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα, εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι φύσεως. Ἀλλὰ καὶ τὴν θεὸς φωνὴν, ἐκ τῆς ἐποπτικῆς ἐνεργείας κεκρατηκέναι κατελαβόμεθα. Πᾶσι γὰρ παρεῖναι τὸ Θεῖον, καὶ πάντα θεᾶσθαι, καὶ διὰ πάντων ἥκειν πεπιστευκότες, τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ διασημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. Ὁ γὰρ εἰπὼν, ὅτι Ὁ Θεός μου, πρόσχες μοι, καὶ, Ἴδε ὁ Θεὸς, καὶ τὸ, Ὁ Θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ θεᾶσθαι, Θεὸς ὀνομάζεται. Διαφέρει γὰρ οὐδὲν, πρόσχες εἰπεῖν, καὶ ἴδε, καὶ θέασαι. Ἐπεὶ οὖν καὶ θεατὸν ὁ θεώμενος βλέπει, Θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέγεται. Ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύσεως ἐνέργειαν διδαχθέντες, τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα, οὐ μὴν ἐπειδὴ ὀνόματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ Θεῖον εἰς δόξαν ὑπολαμβάνομεν. Ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφωνήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας, μείζονα τῆς τοῦ Θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει, διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι μόνον ἐστὶ Θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πιστεύειν ὄνομα. Τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν, καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνομαστικῆς περιλήψεως, τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀνθρώποις καθίσταται.
we consequently designate its Author by the appellation of the Good. And having been taught by divine Scripture the incorruptibility of the future judgement, through these things we address Him as Judge and Righteous. And to sum up all, we cast into the form of names the concepts formed in us regarding the divine nature, so that no designation is predicated of the divine nature apart from some particular notion. Nay, we have also apprehended that the word God has prevailed from the activity of overseeing. For believing that the Divine is present to all things, and beholds all things, and pervades all things, we signify such a thought by this name, guided to this by the holy voice. For he who said, My God, attend unto me, and, God saw, and, God knows the secrets of the heart, clearly interprets the thought inherent in this word: that He is named God from beholding. For it makes no difference to say attend, and see, and behold. Since, then, he who beholds looks upon what can be beheld, He Who beholds what is seen is fittingly called God. Hence, though taught through this as well some partial activity of the divine nature, we did not come to a comprehension of Its essence through this word; yet we do not suppose that, because we lack a fitting name, the Divine suffers any loss in glory. For our inability to utter things unutterable, while betraying the poverty of our nature, affords a greater proof of the glory of God, teaching us, as the Apostle says, that the sole fitting name of God is to believe that He is above every name. For that He transcends every movement of thought and is found outside nominal comprehension is established for mankind as a token of His ineffable majesty.
Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ Θεοῦ καθ' ὁνδήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν, ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. Τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι τύπον τῶν ὀνομάτων κυριώτερον ἡμᾶς ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δωρουμένους προνομίαν, καὶ τοῖς ἀνίσοις ἰσοτιμίαν; Ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. Κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε ὑπάρχον, μήτε νοούμενον.
Concerning the names uttered of God after whatever pattern, such is our knowledge, the unadorned and simple exposition of which we have set before the more fair-minded of our hearers, judging it at once shameful and unbecoming for ourselves to oppose vehemently the feeble battles of Eunomius over these matters. For what could one say to a man who claims that we make the form of names more authoritative than the dignity of the things named, granting to names pre-eminence over realities and equal honour to unequals? Such are the words spoken by his voice. Let him who is practised in judging judge whether the sycophant's fierce accusation against us has anything pertinent worth defending ourselves against—that we grant to names pre-eminence over realities—when it is manifest to all that none of the names has substantial subsistence in itself, but every name becomes a token and sign of some essence and thought, neither existing nor conceived on its own.
PG 45:1109Read from the page
Τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεὰς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν, καὶ τοῖς ῥήμασιν. Τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι. Καὶ ὅσα τῆς θεοπνεύστου Γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, διαφορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων, καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω. Τὸ γὰρ ἀθάνατυν ἕως ἀθάνατον ᾖ, τὸ μᾶλλον καὶ ἧττον συγκριτικῶς οὐ προσδέχεται. Εἰ γὰρ ὑποστολήν τινα κατὰ σύγκρισιν τὸ ἕτερον τῶν παρατιθεμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ· ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι. Πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον, οὗ τὸ θνητὸν ἡ διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε; καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν τὸ μὴ κελεύειν ἀδιάφθορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν, στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν, μὴ δεῖν τῷ ὀνόματι τούτῳ διασημαίνειν; Ὡς εἰ ταῦτα κρατήσειε, μηκέτι κατ' αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, ἥ φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν, καὶ τοῖς ἄλλοις παρέχειν. Τί γὰρ ἔχει κοινὸν ἡ ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν, οὔτε ἄλλοις τισὶ τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι. Καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, ἀνεπιστήμονας ὀνομάζει, καὶ τῆς τῶν πραγμάτων κρίσεως, καὶ τῆς τῶν ὀνομάτων χρήσεως, οὑτωσὶ τοῖς ῥήμασι γράφων, καὶ πάντα τὰ τοιαῦτα, ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν, παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων, τῆς μὲν, τὸ ἀδιάστατον, ᾧ ἡ τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις· τῆς δὲ, τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης. Καὶ τὸ λέγειν αὐτὸν, οὑτωσὶ τοῖς ῥήμασιν, ὅτι οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον, εἰς ἀναρμόστους ἐκπεσεῖν ἐννοίας. Καὶ τοῦ μὴ εἶναι ἢ μὴ προσεῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ' αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια, καὶ βαθείας λήθης εἶναι κρίνας, παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ' ἑαυτῶν φωρᾶσθαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν.
How one can bestow gifts on what does not subsist, let him who claims to have used names and expressions fittingly teach the disciples of deceit. Of these things I would have made no mention at all, had it not been necessary through them to establish the proof of the speech-writer's feebleness in both thought and diction. And all that he drags in from God-inspired Scripture inappropriately and beside the mark, spun out technically on a difference in the immortality of angels and of men—looking to I know not what, nor what he constructs thereby—these things too I shall pass by. For the immortal, so long as it is immortal, does not admit of more and less by way of comparison. For should one of the two sides compared suffer some diminution by comparison in the principle of immortality, there is every necessity that such a thing not even be named immortal. For how could that still properly be called immortal, against which contrast by comparison has charged mortality? And what of that subtle precision of bidding the notion of privation not to be unbiased and neutral, while calling separation from better things privation, yet holding that removal from worse things must not be signified by this name? So that if these claims prevailed, according to him the apostolic voice would no longer speak truly, which says that He alone has immortality and grants it to others. For what the adduced text has in common for him with the preceding argument, neither we nor any other men of sense can conceive. And because we could not discern these wise and subtle points, he names us ignorant both of the judgement of realities and of the usage of names, writing in those very words; and all such things, as having no force against the truth, I shall pass over unexamined: both his slandering the meaning of incorruptible and incorporeal set forth by us—that of these two appellations, the one signifies the unextended, wherein the threefold dimension of bodies is not beheld, and the other signifies what is insusceptible of decay—and his saying in those very words that, because we do not rightly treat the form of names, we have fallen into incongruous notions; and his supposing each of these to signify not non-being or non-presence, but being itself; judging these things also worthy of silence and deep oblivion, I shall leave it to readers to detect for themselves the impiety mingled with folly.
Ὅς ἀξιοῖ, μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ' αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι. Εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος ἐνδείξεται τοῦ ὀνόματος τύπος. Εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἡ ἀφθαρσία, συγκατάθεσις ἔσται πάντως τοῦ ἀπεμφαίνοντος· α⟨ὕ⟩τη μὲν γὰρ τῶν ἀντιθέτων ἡ φύσις, ὡς
Who maintains that the corruptible is not contrasted with the incorruptible, nor does the abstractive signification signify removal of the worse, but being itself is signified through the subject. If, then, the signification of incorruptible is not supposed by him who vainly spins out these technicalities to be abstractive of decay, such a form of the name will by every necessity altogether indicate the opposite. For if incorruptibility is not alienation from decay, it will surely be an affirmation of what is incongruous; for such is the nature of opposites, that
Notes, col. 1109

On the reading

Printed 1106, for 1109.

Printed ἀθάνατυν, for ἀθάνατον.

Printed Ὅς, for Ὃς.

PG 45:1112Read from the page
τῇ τοῦ ἑνὸς ἀφαιρέσει, τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι. Ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν Θεὸν ἀνεπίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν. Ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα, ἢ τὸ δὲ λέγειν τι εἶναι, ἢ τὸ ἐναντίον μὴ εἶναι, οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν Θεὸν εἶναι, ἀπαγορεύομεν τῇ δυνάμει διὰ τῆς ὁμολογίας ταύτης τὸν θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν. Καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωήν αὐτὸν εἶναι κατεσκευάσαμεν. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχῃ τῶν αὐτῶν ποιημάτων ὁ Θεός. Καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι, μετὰ ἀσεβείας ἠλίθιον ὀνομάζει τὸν μέγαν Βασίλειον, τὸν τοῖς τοιούτοις ἐπιτολμήσαντα λόγοις, πρὸς ὃν εἴποιμι ἂν, μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πη καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων. Τάχα γὰρ οὐδ' ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχουσα δείκνυται. Εἰ γὰρ ἕν τι τούτων εἴη, οὐδ' ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. Εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα, τῶν ἐχόντων ὑπερανέστηκε· καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρτίαις ὄντων εἶναι τὸν ἀναμάρτητον. Τὸ γὰρ τοῦ κακοῦ κεχωρίσθαι, τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. Ἀλλ' ὁ μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρόν τι παρασημανάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων, πρὸς τὰ προκείμενα τὸν λόγον μετάξομεν.
by the removal of the one, the affirmation of its opposite enters in stead. Yet let us also bid farewell to that pungent argument that God is by nature insusceptible of death, as though anyone held the contrary opinion regarding these things. For we hold that in opposites it makes no difference either to say that something is, or that its contrary is not; just as in the present case, having said that God is life, we virtually forbid through this confession conceiving death in regard to Him, even if we do not declare it in speech. And when we confess Him insusceptible of death, by the very same statement we have established that He is life. Yet I do not see, says he, how God could surpass the same works of His hands by things not present in Him. And upon this clever argument he impiously calls the great Basil a simpleton for having ventured upon such statements—to whom I would say not to use insults too unsparingly against those who say these things, lest unawares he heap the very same insults upon himself. For perhaps not even he would gainsay that in this the majesty of the divine nature is recognized: in having no communion with these things wherein the lower nature is shown to share. For were It any one of these things, It would have no superiority, but would altogether be the same as each of those that share the property. Yet if It is above these things, it is plainly by not having these things that It rises above those that have them—just as we say the sinless one is better than those in sins. For to be separated from evil becomes a proof of abounding in what is best. Yet let the insulter indulge his nature; we, having noted briefly what was said in this part, shall shift our discourse to the matters before us.
Ὁμοίως φησὶν, αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον. Ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευὴ, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; Τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερεχόμενα, ἴσα πάντως ἀλλήλοις ἐστίν; Εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ Θεοῦ τὸ φθαρτὸν καὶ γεννητὸν, γεννητὸς δὲ καὶ ὁ Κύριος· Εὐνόμιος συμπερανάτω τὸ ἐκ τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. Δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις ἐν τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. Εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν, καὶ ὁμοίως λέγει τὸν Θεὸν ἀφεστάναι τῶν δύο· γεννητὸς δὲ ὁ Κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προστεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας· εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ Θεοῦ φύσις ἀφέστηκεν. Ἀλλ' οὐκ ἔστι, φησὶν, ἀπουσίᾳ θανάτου καὶ φθορᾶς, λέγειν ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον. Πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι, καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι, καὶ λεγέτωσαν παρεῖναι τῷ Θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον ἵνα
Likewise, says he, He surpasses mortal things as immortal, and corruptible things as incorruptible, and begotten things as unbegotten. Is the God-fighter's construction of impiety manifest to all, or is it fitting to lay bare its wickedness by argument? Who does not know that things surpassed by the same measure are altogether equal to one another? If, then, the corruptible and the begotten are likewise surpassed by God, and the Lord also is begotten, let Eunomius draw the impious conclusion emerging from his premises. For it is clear that he counts begetting the same as decay and death, just as in his preceding arguments he pronounced the unbegotten the same in the incorruptible. If, then, he views decay and begetting on a par, and says that God stands likewise aloof from the two, and the Lord is begotten, let no one demand of us that the consequence of the argument be supplied, but let him deduce the outcome for himself, if indeed the nature of God stands equally and by the same principle aloof from the begotten and the corruptible. Yet it is not, says he, by the absence of death and decay that we may call Him incorruptible and immortal. Let those who are led by the nose and whirled about to whatever pleases each believe what was said, and let them say that decay and death are present in God so that
Notes, col. 1112

On the reading

Printed ζωήν, for ζωὴν.

PG 45:1113Read from the page
ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. Εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαίνουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλλότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται. Ἕκαστον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸ⟨ς⟩, ἢ οὐκ ἄπεστιν, οἷον, φῶς, σκότος, ζωὴ, θάνατος, ὑγεία, νόσος καὶ ὅσα τοιαῦτα· ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατασκευάσει. Εἰ οὖν φησι μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν Θεὸν ἀθάνατον λέγεσθαι, δῆλος ἂν εἴη παρουσίαν αὐτῷ θανάτου κατασκευάζων, καὶ διὰ τούτου τὴν ἀθανασίαν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ἀρνούμενος. Πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; Ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα, ὡς κατασκευάσαι τὸν Θεὸν μὴ εἶναι ἀθάνατον, ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων, οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων ὁ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. Οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν.
both immortal and incorruptible He may be called. For if the abstractive appellations of these things do not, as Eunomius says, signify the absence of death and decay, it is altogether established through this technicality that things contrary and alien are present in Him. For each thing conceived either is altogether absent from something or is not absent—such as light, darkness, life, death, health, sickness, and all the like—wherein should one say that one of the two things conceived is absent, he will altogether establish the presence of the other. If, then, he says that God is not called immortal by the absence of death, he would plainly be establishing the presence of death in Him, and thereby denying immortality in the God of the universe. For how could He still truly be immortal and incorruptible, from Whom he says decay and death are not absent? Yet perhaps someone will say that we fasten upon his statement too spitefully; for no one could go so mad as to establish that God is not immortal; yet no human being has knowledge of what certain men think in secret, whereas our conjecture of what is hidden arises from what is said. Let us therefore take up again what was spoken.
Θὐκ ἀπουσίᾳ θανάτου, φησὶν, ὁ Θεὸς ἀθάνατος λέγεται. Πῶς δεξόμεθα τὸ λεγόμενον; ὅτι οὐκ ἄπεστι τοῦ Θεοῦ ὁ θάνατος, κἂν ἀθάνατος λέγηται; Οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ Εὐνομίου Θεὸς, καὶ φθορᾷ ὑποκείμενος. Οὗ γὰρ οὐκ ἄπεστι θάνατος ἀθάνατον εἶναι φύσιν οὐκ ἔχει· ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων θεῷ, ἢ ἕτερόν τινα νοῦν ἐν αὐταῖς περιέχουσι. Τίς οὖν οὗτος ἑρμηνευσάτω ὁ τεχνολόγος. Ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως, καὶ τῆς τῶν ὀνομάτων χρήσεως, ἄνοσον λέγειν μεμαθήκαμεν, οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ ἡ νόσος κεχώρισται· καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν, ἀνδρεῖον, ἄνανδρον, ὑπνώδη, ἄϋπνον, καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης. Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως· ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι, καὶ πρὸς ἀλήθειαν βλέποντι, οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία, τὸ τὰ γελοῖά τε καὶ ἄσπονδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. Διὸ παρήσω κἀκεῖνα, καὶ τὰ ἑξῆς ἐκείνοις προσκείμενα. Ἔστι δὲ ταῦτα· Μηδεμίαν, φησὶ, τῆς ἀληθείας, μήτε τῷ Θεῷ συμφυῖαν προσμαρτυρούσης. Εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν Θεὸν εἶναι λέγων, πλὴν σοῦ, τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ Πατρὸς οὐσίᾳ συμφύοντος, καὶ μηδὲν ἔξω προσεῖναι λέγοντος, ἀλλ' ἕκαστον τῶν περὶ τὸ Θεῖον ὀνομάτων, τῇ οὐσίᾳ τοῦ Θεοῦ ἐγκεντρίζοντος; Εἶτα, φησὶ, μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοιαύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης. Ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι
Not by the absence of death, says he, is God called immortal. How shall we understand what is said? That death is not absent from God, even though He be called immortal? If, then, he bids us think this, Eunomius's God will altogether be mortal and subject to decay. For He from Whom death is not absent does not have a nature to be immortal; yet if the appellations signify the absence neither of death nor of decay, either they are predicated in vain of the God over all, or they contain some other meaning within them. What this is, then, let our technician expound. Yet we—who, as Eunomius says, are ignorant both of the judgement of realities and of the usage of names—have learned to call free of sickness not him from whom strength, but him from whom sickness is separated; and unmaimed not him who is outside banquets, but him who has no maiming in himself; and likewise all other things we designate either from what is present or from what is not present: manly, unmanly, drowsy, sleepless, and all that belongs to this usage. Yet I know not what gain it brings to deem these trifles worthy of examination; for to a man living in grey hairs and looking towards truth, it is no small ground for condemnation to carry on one's lips the ludicrous and truculent words of our opponent's contentiousness. Wherefore I shall pass over those things also, and what follows next attached to them. They are these: With truth, says he, attesting neither any connatural union with God—for had this not been said, who was it that called God two-natured save you, who fuse every notion of a name with the essence of the Father and say that nothing accrues from outside, but centre each of the names regarding the Divine in the essence of God?—Then, says he, nor yet enrolling in the laws of piety such a notion fashioned from outside and by us. Yet I shall beg off again regarding what was said, lest by playing the buffoon to our readers
Notes, col. 1113

On the reading

Printed Θὐκ, for Οὐκ.

PG 45:1116Read from the page
τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος, ὁ τὸν ἡμέτερον ἰδιωτισμὸν διαπλύνων, ἔπειτα τῆς ἀληθείας καταθρασύνεται. Τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος, ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομπεύων, οἳ τὰς στομφώδεις αὐτοῦ ταύτας ξηροστομίας κακοσυνθέτως διαπεραίνοντες, ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν, ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν, τὴν δὲ τοῦ Μονογενοῦς οὐσίαν; Τί φής; πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν, ἢ οὐχί; Ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης οὐδεμίαν, καθὼς φής, συμφυΐαν προσίεται. Εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ Υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. Τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ, οὐ λίαν ἐστὶ λεπτῆς κατανοῆσαι φρενός. Ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκολουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι, καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον· οὕτω καὶ θνητὸν πάντως, τὸ μὴ ἀθάνατον. Τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής; Τί περὶ τῆς τοῦ Μονογενοῦς οὐσίας ἡμῖν κυριολογήσει; Πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. Δώσει καὶ ταύτην ἀθανασίαν εἶναι, ἢ οὐ συνθήσεται. Εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ Υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον αὐτὴν εἶναι κατασκευάζων. Εἰ δὲ φεύγων τὸ ἄτοπον, ἀθανασίαν καὶ τοῦ Μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδεμίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. Εἰ γὰρ ἐπίσης ἥ τε τοῦ Πατρὸς καὶ Υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἆρα καὶ παρ' αὐτῶν τῶν ἐχθρῶν ὁμολογεῖται, τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι;
set forth these ridiculous utterances, but so that I might convince the hearer from what sort of verbal equipment this man sets out—he who ridicules our plainness of speech—and then grows audacious against the truth. Who is he in discourse and what sort of things does he utter, he who revels and parades among the thick-skinned among his hearers—who, awkwardly rehearsing these bombastic dry phrases of his, proclaim him as having prevailed over all by the power of his words—yet says that the essence itself is immortality, while what of the essence of the Only-begotten? What do you say?—I would say to him—immortality, or not? Since in this case too simplicity admits of no connatural union, as you say. If, therefore, he denies that the Son's essence is immortality, it is clear what he looks towards. For what is contrasted with the immortal does not require a very subtle mind to grasp. For just as the sequence of opposing division shows what is not incorruptible to be corruptible, and what is not immutable to be mutable, so too what is not immortal is altogether mortal. What, then, will the expounder of novel doctrines say? What proper term will he give us concerning the essence of the Only-begotten? For again I shall put the same question to the prose-writer. He will either grant that this too is immortality, or he will not concur. Now if he should not admit that the Son's essence is immortality, he will necessarily concur with the opposite, establishing it to be death by the removal of the better. But if, fleeing the absurdity, he should name the essence of the Only-begotten immortality as well, he will of necessity concur on that account that there is no difference according to essence. For if the nature both of the Father and of the Son is equally immortality, and immortality is rent asunder against itself by no principle of difference, is it not then confessed even by the enemies themselves that no principle of difference according to essence is found in the case of the Father and the Son?
Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς ἐκ τοῦ πάντη μὴ ὄντος τὸν Πατέρα λέγειν· κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως, καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας, κνίζειν ἐπιχειρεῖ τοῖς ἐκπλήκτοις ὀδοῦσι κατασπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. Λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν· εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς εἰσφθειρόμενος. Προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν, τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέθετο, δεικνὺς πόῤῥω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. Τοῦ Εὐαγγελιστοῦ, φησὶ, τῆς κατὰ σάρκα τοῦ Κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρεσβύτερον, καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρίσαντος,
But it would be time to set forth his grievous accusation against us, which he has made at the end of his discourse, saying that we say the Father is from what altogether is not; having stolen a certain expression from the context, and wrenched it away bare and disconnected from the rest of the body, he attempts to carp at it, tearing the discourse to pieces with his frenzied teeth, or rather beslavering it. I shall state first the meaning of what has been elucidated for us by the teacher concerning this; and then in turn I shall set side by side the passage itself word for word, so that the one who worms his way to the ruin of the truth into the pursuits of the devout may become manifest to all. For in leading us to the signification of the ungenerate through his own discourses, our teacher laid down for us such a method of approach towards the knowledge of the matter sought, showing that what is signified by the ungenerate is far removed from the concept according to essence. When the Evangelist, he says, made a beginning from Joseph of the genealogy of the Lord according to the flesh, and then proceeded to the one ever older in time, and fixed the limit of the genealogy in Adam,