Οὐκοῦν σκοπήσωμεν τὴν τῶν ειρημένων διάνοιαν· Τὰ ἀσθενέστατα, φησὶ, ψιλῆς ἀξιοῦνται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται. Καὶ τοῦτο ἔργον εἶναι λέγει Θεοῦ, τὸ διαψεύδεσθαι τῇ τιμιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν, καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν Θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύσεως. Ὡς δ' ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ' αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. Εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον, ἀκόλαστον λέγοι· ἢ ἀναστρέψας, τὸν ἴσῃ κακίᾳ διαβεβλημένον, ἀγαθὸν εἴποι καὶ κόσμιον· ἆρα σωφρονεῖν ὁ τοιοῦτος, ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐνηλλαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; Ἐγὼ μὲν οὐκ οἶμαι. Ταῦτα τοίνυν περὶ τοῦ Θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν, οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. Ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ, μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ, τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα, καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆσθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτως ἔχῃ, τὸν ἄνθρωπον· κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσηγορίαν. Ἡ δὲ θεία Γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Οὐαὶ ὁ λέγων, φησὶ, τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ Θεῷ; Εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ' αὐτῷ τὰ ἀπόῤῥητα, τί τῶν περὶ γῆν ἀσθενέστατον κρίνουσιν, ὃ ταῖς τιμιωτάταις τῶν ἐπωνυμιῶν παρὰ τοῦ Θεοῦ σεμνύνεται. Ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζώων ἐστὶν, οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει. Τιμιώτατα δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης, καὶ εἴ τι φίλον τῷ Θεῷ. Ἆρ' οὖν μυῖαι, καὶ κνίπες, καὶ βάτραχοι, καὶ οἷς ἐκ κόπρου ἡ γένεσις, ταῦτα τῇ τοῦ ἁγίου, καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχειν δὲ τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καθώς φησιν ὁ Εὐνόμιος. Ἀλλ' οὔπω τὸ τοιοῦτον ἠκούσαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται, ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον, τῇ ἑνὸς τούτων καθυβρίσθαι προσηγορίᾳ. Δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ Γραφή, πιστὸς Ἀβραὰμ, καὶ πραῢς Μωϋσῆς, καὶ σοφὸς Δανιὴλ, καὶ σώφρων ὁ Ἰωσὴφ, καὶ ἄμεμπτος Ἰὼβ, καὶ μακροθυμίαν κατωρθωκὼς ὁ Δαβίδ. Εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρτυρουμένων, οἷον Νάβαλ ὁ Καρμήλιος, καὶ Φαραὼ ὁ Αἰγύπτιος, καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος, καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν
Let us therefore examine the meaning of the things that have been stated: The weakest things, he says, are deemed worthy of the bare appellation of honourable things, though not being by nature what they are named. And he says that this is a work of God: to belie the inferior nature by a more honourable title, and conversely he says that God applies less honourable terms to things that excel by nature, the nature not being altered along with the title. So that what is said may become most manifest to us, the absurdity will be shown upon the actual facts themselves. If someone should call a man renowned through every virtue licentious, or conversely should pronounce one decried for equal wickedness good and orderly, will such a man be thought among those who possess sense to be of sound mind or to have any regard for truth, exchanging the appellations to the opposite while the nature does not bear witness to the signification of the names? For my part I think not. These things, then, this man asserts to take place in regard to God, things which accord neither with common notions nor with scriptural testimonies. For in the customary usage of our life, it belongs only to those deranged by drunkenness or phrensy to go astray over names and not to employ terms for things according to what is signified, but to call a man, as the case may be, a dog, and in turn to apply to a dog the appellation of a man. And divine Scripture is so far from concurring in this confusion that one may even plainly hear prophecy lamenting over these things: Woe to him who calls, it says, light darkness, and darkness light, who puts bitter for sweet, and sweet for bitter. Looking to what, then, does he suppose that he ought to attribute this absurdity to his own God? Let those initiated into unutterable secrets under him declare what thing among those upon earth they judge to be weakest, which is dignified by God with the most honourable surnames. Weakest among beings are such kinds of creatures whose generation has its constitution from the putrefaction of moistures. And most honourable among beings are virtue and holiness, and whatever is dear to God. Have flies, then, and gnats, and frogs, and things whose origin is from dung—have these been honoured with the title of the holy and that of virtue, so as to be dignified with the honourable among names, yet not to partake of an equal portion of dignities, just as Eunomius says? Yet we have never heard such a thing, that these weak things have been named with the nobler appellations, or that what is great and honourable by nature has been insulted with the appellation of one of these. Noah was righteous, says Scripture, Abraham faithful, and Moses meek, and Daniel wise, and Joseph chaste, and Job blameless, and David one who perfected long-suffering. Let them say, then, whether anywhere each of these received his surnames from his opposites, or whether even in the case of those attested for the worse—such as Nabal the Carmelite, and Pharaoh the Egyptian, and Abimelech the Philistine, and all those recorded for wickedness—whether with the more favourable of surnames