ἐπὶ νοῦν λάβοι. Ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀποτέλεσμα τοῦ φόνου, εἰς ἔργον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα· ὅταν τις πρὸς ἕτερόν τι τὴν σπουδὴν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ.
admit into his mind. So that the outcome of murder arising from a brawl is also referred to a deed of deliberate choice, and not to mishap. Involuntary acts, on the other hand, have manifest tokens: whenever someone, directing his effort towards something else, commits by mishap some irremediable deed.
Ἐπὶ τούτων τοίνυν ὁ μὲν φόνος, εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι' ἐπιστροφῆς θεραπευομένοις τὸ ἑκούσιον ἄγος. Τρισεννέα γάρ εἰσιν ἐνιαυτοὶ, καθ' ἕκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν ὁρισθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ, ἐνναετῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας· ἄλλα δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως, καὶ μετὰ τῆς τοῦ λαοῦ συστάσεως ἀξιούμενον, ἐν δὲ τρίτῃ ἐννάδι, μετὰ τῶν ὑποπιπτόντων ἐν τῇ ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος· δηλαδὴ καὶ ἐπὶ τοῦ τοιούτου, ἡ αὐτὴ προστήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν, ἐφ' ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἓξ, ἢ καὶ πέντε μόνα γενέσθαι· εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικοίη τὸν χρόνον, καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥᾳθυμότερόν πως ἑαυτοὺς ἀπὸ τῆς κηλίδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μὲν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι, ὅτι κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσμασι, ὡς ἤδη βέβηλον αὐτὸν ἀπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλὸν ἔχειν, δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ μετανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφὴ, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν, καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου· κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης κοινωνίας.
In these cases, therefore, murder is extended over a threefold period for those who are being cured through conversion of the voluntary pollution. For there are thrice nine years, the period of nine years being appointed in each grade, so that in complete excommunication a person passes a nine-year space shut out from the Church; and for as many years again he abides in the hearing, being deemed worthy solely of the hearing of the teachers and of the Scriptures and of standing with the people; and in the third nine-year period, praying together with those who kneel in conversion, he thus comes to participation in the sanctity; manifestly, in the case of such a person also, the same observation shall be kept by him who administers the Church, and in proportion to his conversion the duration of his penance also shall be shortened for him, so that instead of nine years there come to be in each grade eight, or seven, or six, or even five only, if indeed the greatness of his conversion surpasses the time and he excels by his zeal for amendment those who over the long appointed term cleanse themselves somewhat more sluggishly from the stain. What is involuntary, however, was judged pardonable indeed, yet by no means praiseworthy. And I have said this in order that it may be clear that even if someone comes involuntarily into the defilement of murder, the canon has pronounced him cast out from priestly grace, as having already become profane through the pollution; whereas whatever is the time of purification in the case of simple fornication, just so much was approved as fitting in the case of those who have committed involuntary homicide also, the disposition of the penitent manifestly being tested in this case too, so that if his conversion proves trustworthy, the number of years is not strictly maintained, but through abridgement one brings him to restoration in the Church and to participation in the good. And if someone, without having completed the time marked out by the canons, should be departing from life, the clemency of the Fathers bids that, having partaken of the sanctities, he be sent forth not empty of provision for that final and long journey. Yet if, after partaking of the sanctity, he should return again to life, he is to await the appointed time, taking his place in that grade wherein he stood before the communion granted to him out of necessity.
Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος· οὐκ οἶδα ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Καί τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤῥέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμ-
As for the species of idolatry—for so the divine Apostle names covetousness—I know not how it was overlooked untreated by our Fathers. And yet such an evil seems to be a passion of the third state in the soul. For reason, erring in its judgement of the good, imagines the good to reside in matter, not looking upwards towards immaterial beauty, and desire flows downwards, slipping away from what is truly desirable. And the contentious and spirited disposition, too, many occasions from such a sin