Migne Reading Room

PG 45 · cols. 224–233 · Read from the page

Canonical Epistle

Canonical Epistle

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:224Read from the page
Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς εἷς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνοντα· τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον· κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀῤῥωστημάτων καταλλήλως καὶ ἡ θεραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγεται· οὕτω πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὡς δ' ἂν γένοιτό τις τεχνικὴ μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα.
For just as in bodily treatment as well, the aim of medical art is one, namely to heal the sufferer, yet the form of care is diverse—for in accordance with the variety of ailments the therapeutic method too is suitably applied to each of the diseases—so also in sickness of the soul, since there is great variety of passions, therapeutic care will necessarily become manifold, working the cure in proportion to the passion. And how a methodical art might be framed concerning the problem set before us, thus we shall take up the account.
Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν· τό τε λογικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμοειδές. Ἐν τούτοις ἐστὶ καὶ τὰ κατορθώματα τῶν κατ' ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων. Διὸ προσήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσάγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος· εἶθ' οὕτω πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν· ὥστε μὴ δι' ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δεχόμενον· ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους προσεπιτρίβοντας τὴν νόσον δι' ὧν θεραπεύουσι. Τῆς γὰρ ἀῤῥωστίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμένοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ, τὸ τούτοις κατὰ λόγον συνενεγκὸν, ἀπερισκέπτως τὸ αὐτὸ τοῖς ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπαγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοίνυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόησις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύσιν διατεθέντος ἡ ἐπανόρθωσις· οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεωρίαν. Οὐκοῦν τριχῆ, καθὼς ἔφαμεν, διῃρημένης τῆς ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων, εἰς τὸ λογιστικόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές· κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν, ἡ εὐσεβὴς περὶ τὸ Θεῖον ὑπόληψις, καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη, καὶ ἡ τρανήν τε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμένων τὴν δόξαν· τί μέν ἐστιν αἱρετὸν ἐν τοῖς οὖσι· τί δὲ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναντίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθήσεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ Θεῖον, ἀκρισία δὲ περὶ τὸ ὄντως καλόν· ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, καθώς φησιν ἡ Γραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μερους ἡ μὲν ἐνάρετός ἐστι κίνησις τὸ πρὸς τὸ ὄντως ἐπιθυμητικὸν, καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον· καὶ εἴ τις ἐν ἡμῖν ἐρωτικὴ δύναμίς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν
Three are the faculties observed concerning our soul according to the primary division: the rational, the appetitive, and the spirited. In these lie both the right achievements of those who live according to virtue and the falls of those who slip away into vice. Wherefore it befits one who intends to apply the appropriate treatment to the diseased part of the soul first to examine wherein the passion has arisen, and then accordingly to apply the treatment fittingly to the affected part, lest through inexperience of the therapeutic method the part that has fallen sick should be one thing and that which receives the treatment another—just as indeed we see many physicians, in ignorance of the primarily affected part, further aggravating the disease by the very means wherewith they treat it. For since ailment often consists in a predominance of heat, whereas what warms and cherishes is useful to those harmed through an excess of cold, by inconsiderately applying that very thing which reasonably benefited the latter to those burning with an immoderate degree of heat, they have rendered the affliction hard to cure. Just as, therefore, comprehension of the proper quality of the elements was deemed most necessary for physicians, so that in each of those well or ill disposed the restoration of what had been conditioned contrary to nature might come about, so let us also, recurring to this division of the faculties observed in the soul, make general contemplation the starting-point and foundation of the appropriate treatment of the passions. Since, then, as we said, the proper quality of the soul's movements is divided threefold, into the rational, the appetitive, and the spirited, the right achievement of the rational part of the soul is pious conception concerning the Divine, and the science that discriminates between good and evil, and the holding of a clear and unconfused opinion concerning the nature of existing things—what among beings is worthy of choice, and what is abominable and to be rejected. And again, on the contrary, vice in this part will assuredly be observed whenever there is impiety concerning the Divine and want of judgement concerning what is truly good, and the conception concerning the nature of things is inverted and mistaken, so as to put light for darkness and darkness for light, as Scripture says. And of the appetitive part, the virtuous movement is that longing be led upwards towards what is truly desirable and genuinely noble, and that whatever loving power and disposition is in us should all be occupied there, in being persuaded that nothing
Notes, col. 224

On the reading

Printed μερους, for μέρους.

PG 45:225Read from the page
ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρετῆς, καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστὶν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπόστατον κενοδοξίαν· ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος· ὅθεν γίνεται ἡ φιλοχρηματία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλεμος, καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχὴν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζόμενα, ἀλλὰ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαθίστασθαι· καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς, καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων διαζεύξεως, καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς τε πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαὶ, αἱ ἐμφιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρατείνουσαι τὴν μνησικακίαν, καὶ πολλοὺς εἰς φόνους καὶ αἵματα καταθήγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαίδευτος λογισμὸς ὅπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ, ἐφ' ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμήν· καὶ γίνεται τὸ ἐκ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κακῶς κεχρημένῳ ὀλέθριον.
else is desirable by its own nature save virtue, and the nature that pours forth virtue. And the aberration and sin of such a part is whenever someone diverts desire towards unsubstantial vainglory, or towards the bloom painted upon bodies; whence arise love of money, and love of glory, and love of pleasure, and all such things as hang upon that kind of vice. Again, of the spirited disposition, the right achievement is hatred towards evil, and war against the passions, and that the soul be steeled unto courage in not cowering before the things reckoned fearful by the many, but resisting sin unto blood; and despising the threat of death, and painful instruments of punishment, and severance from the dearest things, and becoming superior once for all to everything that through some custom and preconception holds the many fast in pleasure, fighting in defence of both faith and virtue. Whereas the lapses of such a part are manifest to all: envy, hatred, wrath, revilings, brawls, contentious and vengeful dispositions, which prolong resentment for a long time and whet many unto murders and bloodshed. For when undisciplined reason does not find where it may profitably use its weapon, it turns the edge of the iron against itself; and the defensive weapon given to us by God becomes destructive to him who uses it ill.
Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διακρινηθέντων τρόπον, ὅσα μὲν ἁμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυχῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονωτέρας τῆς ἐπιστροφῆς ἄξια· οἷον εἴ τις ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμὸν, ἢ πρὸς εἰδωλολατρείαν, ἢ πρὸς Μανιχαϊσμὸν, ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αὐτομολήσας ἐφάνη, ὁ μὲν ἑκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακὸν, εἶτα καταγνοὺς ἑαυτοῦ, χρόνον τὸν τῆς μετανοίας ἔχει, ὅλον τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτελουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ καταμόνας μὲν εὔξεται· τῆς δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ ἁγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη παρ' ἐλπίδας ζῆσαι αὐτὸν, πάλιν ἐν τῷ αὐτῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τιμωρίαις χαλεπαῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπετιμήθησαν, οὕτω τῶν ἁγίων Πατέρων φιλανθρωπίᾳ ἐπ' αὐτῶν χρησαμένων, ὡς οὐχὶ ψυχῆς γεγενημένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης. Διὸ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη.
These faculties, therefore, having been distinguished in the aforesaid manner, such sins as touch the rational part of the soul were judged graver by the Fathers, and deserving of a greater, more lasting, and more laborious return; as, for instance, if someone has denied the faith in Christ, or has clearly deserted towards Judaism, or towards idolatry, or towards Manichaeism, or towards some other such form of godlessness: he who voluntarily rushed upon such an evil, and afterwards condemned himself, has as the time of his repentance the whole time of his life. For never, when the mystical prayer is being celebrated, is he deemed worthy to worship God together with the people, but he shall pray alone, and from the communion of the sanctities he shall be wholly estranged; yet in the hour of his departure, then shall he be counted worthy of a share in the sanctity. Should it happen contrary to expectation that he lives, he shall again pass his life under the same sentence, remaining without part in the mystical sanctities until his departure. Those, however, who were racked by tortures and harsh punishments were placed under penance for an appointed period, the holy Fathers having shown clemency towards them in this way, on the ground that it was not a soul that had fallen, but bodily weakness that had not held out against the torments. Wherefore the forced and painful transgression was also measured in conversion by the same measure as those who have offended in fornication.
Οἱ δὲ πρὸς γόητας ἀπιόντες, ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμούς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι' ἀκριβείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς
Those, again, who resort to sorcerers, or diviners, or those who promise to work certain purifications and averting rites through demons, are questioned strictly and examined whether, while abiding in the
PG 45:228Read from the page
Χριστὸν πίστει, ὑπ' ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος, ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμποιησάσης· ἢ καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ' ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσέδραμον. Εἰ μὲν γὰρ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν Χριστιανῶν προσκυνούμενον, ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρίματι τῶν παραβάντων ὑπαχθήσονται. Εἰ δέ τις ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν, εἰς τοῦτο προσήγαγε διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ' αὐτῶν ἡ φιλανθρωπία, καθ' ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων.
Faith in Christ, they were carried away into that sin under some necessity, some affliction or unbearable loss having engendered this impulse in them, or whether, wholly despising the testimony believed among us, they ran to the alliance of demons. For if they did that through rejection of the faith and unto disbelieving that He Whom Christians worship is God, manifestly they shall be subjected to the sentence of apostates. But if some unbearable necessity, overpowering their faint-heartedness, led them on to this after being misled through some deluded hope, clemency shall likewise be shown towards them also, after the likeness of those who were unable to withstand the tortures at the time of confession.
Τῶν δὲ δι' ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα, μοιχείαν εἶναι νομίζειν. Διότι μία ἐστὶν ἡ νόμιμος συζυγία, καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλότριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθὸς, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. Οὐκοῦν εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος Ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν. Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Οὔκουν πόῤῥω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος, καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λόγον ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς· ὅτι Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν· πλὴν ἀλλ' ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμπεριφορὰ, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι, τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τισὶ τῆς ἐπιθυμίας ἐκπλήρωσιν· μοιχείαν δὲ, τὴν ἐπιβουλήν τε καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται· διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία. Εἰς γὰρ τὸ ἀλλότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης τοίνυν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης, τῆς περὶ τὰς τοιαύτας ἡδονὰς, καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον· ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται· διὰ τοῦτο διπλάσιον ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοὺς ἄῤῥενας λύσσῃ· διπλασιάζεται γὰρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας, καὶ ἐπὶ τῶν κατὰ ἡδονὴν πλημμελούντων
As for the sins that come about through desire and pleasure, such is their division: the one is called adultery, and the other fornication. To some of the stricter sort, indeed, it seemed good to reckon even the offence of fornication to be adultery, inasmuch as lawful wedlock is one, both for a woman with a man and for a man with a woman. Everything, therefore, that is not lawful is assuredly contrary to law, and he who does not possess what is his own manifestly holds what belongs to another; for to the man one helper has been given by God, and to the woman one head has been fitted. Accordingly, if someone acquires for himself his own vessel, as the divine Apostle calls it, the law of nature permits its righteous use. But if someone turns aside outside what is his own, he will assuredly be in what belongs to another; and everything that is not one's own belongs to another for each person, even if it has no acknowledged master. Not far, therefore, from the offence of adultery was fornication also shown to be by those who examine the matter more strictly, since divine Scripture also says: Be not much with another's wife; nevertheless, because a certain condescension was shown by the Fathers towards the weaker, the offence was distinguished by this general division, so that fornication both is and is called the fulfilment of desire committed by some without injustice towards another, whereas adultery is the plotting against and wronging of what belongs to another. Under this head they reckon bestiality and pederasty also to stand, because these too are an adultery against nature; for the injustice is committed against what is alien and contrary to nature. Since this division, therefore, has been made in this species of sin also, the general cure is that through repentance a person become pure from the passionate madness for such pleasures; yet because in the case of those defiled in fornication no injustice is mingled with this sin, on this account double the time of conversion was appointed for those polluted in adultery and in the other forbidden evils, bestiality and madness after males; for in such cases, as I said, the sin is doubled: the one consisting in the injustice against what belongs to another. And there is a certain difference in the rule of repentance also in the case of those who offend through pleasure,
PG 45:229Read from the page
τοιαύτη. Ὁ μὲν γὰρ ἀφ' ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτῷ τῷ καταδέξασθαι δι' οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος· ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος, καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑπαψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ· ὥστε καθαρισθέντα δι' ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ κανὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι· ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσι μετὰ τῶν ἐν τῇ ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγιασμάτων. Ἐπὶ δὲ τῶν σπουδαιότερον κεχρημένων τῇ ἐπιστροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τὴν ἐκκλησιαστικὴν οἰκονομίαν, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν, καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐκκρίνῃ τὴν τοῦ θεραπευομένου κατάστασιν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς καθωρότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ μοιχείαν ἤτοι καὶ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθήσεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος· τῷ δὲ χρόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ' αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν.
of this sort. For he who of his own accord has hastened to the confession of his sin, by the very fact of having consented through his own impulse to become the accuser of his secret deeds, as having already begun the cure of the passion and displayed a token of his change towards the better, comes under milder penances. Whereas he who is caught in the evil, or is involuntarily convicted through some suspicion or accusation, is placed under an extended conversion, so that after being strictly purified he may thus be received into the communion of the sanctities. The canon, therefore, is such that those defiled in fornication are for three years wholly cast out from prayer, for three years partake of the hearing alone, and for another three years pray together with those who kneel in conversion, and then partake of the sanctities. Yet in the case of those who apply themselves more earnestly to conversion and show by their life their return towards the good, it is permissible for him who administers ecclesiastical dispensation with a view to what is profitable to shorten the time of hearing and bring them more quickly into conversion, and again to shorten this time also and restore communion more quickly, according as by his own testing he may judge the condition of the person undergoing treatment. For just as casting the pearl before swine is forbidden, so to deprive of the precious pearl one who through purity and passionlessness has already become a man is absurd. And the transgression committed in adultery or in the remaining forms of uncleanness, as has been said beforehand, shall in every respect be treated under the same sentence wherein the pollution of fornication is treated, save that it is doubled in length of time. Yet in this case also the disposition of the person undergoing treatment shall be observed, in the same manner as with those carried away in the defilement of fornication, so that participation in the good may come about for them either sooner or later.
Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προθεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν τε ὄντων κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων, καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς, τὸ θεραπεύειν πάντα τὰ ἐκ θυμοῦ παραπτώματα· καί τοί γε τῆς Γραφῆς, οὐ μόνον τὴν ψυχὴν ἀπαγορευούσης πληγήν· ἀλλὰ καὶ πᾶσαν λοιδορίαν, ἢ βλασφημίαν, καὶ εἴ τι ἄλλο τοιοῦτον ὁ θυμὸς ἀπεργάζεται· μόνον δὲ τοῦ κατὰ τὸν φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο, διὰ τῶν ἐπιτιμίων. Διῄρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου, ἐν οἷς ἑκούσιος μέν ἐστι φόνος. Πρῶτον μὲν, ὁ ἐκ παρασκευῆς τετολμημένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται. Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίου τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων
It remains in addition to these things to set forth the spirited part of the soul for examination, whenever, slipping aside from the good use of anger, it falls out into sin. And whereas there are many things wrought into sin through anger, and all of them evils, it seemed good somehow to our Fathers in the rest not to reckon overly strictly, nor to deem it worthy of great earnestness to treat all the lapses arising from anger—even though Scripture forbids not only the blow against the soul, but also every reviling or blasphemy, and whatever else of the sort anger works—and they established safeguard by means of penances against the pollution of murder alone. Now such an evil is divided by the distinction between the voluntary and the involuntary, wherein murder is voluntary first when it is dared from premeditation by one who has made himself ready for this very purpose, that he may perpetrate the pollution; and next, that case also was reckoned among voluntary acts whenever someone in a brawl and fight, striking and being struck, deals a blow with his hand against some vital part. For he who has once been mastered by wrath and gratifies the impulse of anger would, during the season of the passion, nothing of the things able to check the evil
Notes, col. 229

On the reading

Printed ὑπαψίας, for ὑποψίας.

Printed καθωρότητός, for καθαρότητός.

PG 45:232Read from the page
ἐπὶ νοῦν λάβοι. Ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀποτέλεσμα τοῦ φόνου, εἰς ἔργον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα· ὅταν τις πρὸς ἕτερόν τι τὴν σπουδὴν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ.
admit into his mind. So that the outcome of murder arising from a brawl is also referred to a deed of deliberate choice, and not to mishap. Involuntary acts, on the other hand, have manifest tokens: whenever someone, directing his effort towards something else, commits by mishap some irremediable deed.
Ἐπὶ τούτων τοίνυν ὁ μὲν φόνος, εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι' ἐπιστροφῆς θεραπευομένοις τὸ ἑκούσιον ἄγος. Τρισεννέα γάρ εἰσιν ἐνιαυτοὶ, καθ' ἕκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν ὁρισθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ, ἐνναετῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας· ἄλλα δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως, καὶ μετὰ τῆς τοῦ λαοῦ συστάσεως ἀξιούμενον, ἐν δὲ τρίτῃ ἐννάδι, μετὰ τῶν ὑποπιπτόντων ἐν τῇ ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος· δηλαδὴ καὶ ἐπὶ τοῦ τοιούτου, ἡ αὐτὴ προστήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν, ἐφ' ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἓξ, ἢ καὶ πέντε μόνα γενέσθαι· εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικοίη τὸν χρόνον, καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥᾳθυμότερόν πως ἑαυτοὺς ἀπὸ τῆς κηλίδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μὲν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι, ὅτι κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσμασι, ὡς ἤδη βέβηλον αὐτὸν ἀπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλὸν ἔχειν, δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ μετανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφὴ, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν, καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου· κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκείνῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγκην αὐτῷ δοθείσης κοινωνίας.
In these cases, therefore, murder is extended over a threefold period for those who are being cured through conversion of the voluntary pollution. For there are thrice nine years, the period of nine years being appointed in each grade, so that in complete excommunication a person passes a nine-year space shut out from the Church; and for as many years again he abides in the hearing, being deemed worthy solely of the hearing of the teachers and of the Scriptures and of standing with the people; and in the third nine-year period, praying together with those who kneel in conversion, he thus comes to participation in the sanctity; manifestly, in the case of such a person also, the same observation shall be kept by him who administers the Church, and in proportion to his conversion the duration of his penance also shall be shortened for him, so that instead of nine years there come to be in each grade eight, or seven, or six, or even five only, if indeed the greatness of his conversion surpasses the time and he excels by his zeal for amendment those who over the long appointed term cleanse themselves somewhat more sluggishly from the stain. What is involuntary, however, was judged pardonable indeed, yet by no means praiseworthy. And I have said this in order that it may be clear that even if someone comes involuntarily into the defilement of murder, the canon has pronounced him cast out from priestly grace, as having already become profane through the pollution; whereas whatever is the time of purification in the case of simple fornication, just so much was approved as fitting in the case of those who have committed involuntary homicide also, the disposition of the penitent manifestly being tested in this case too, so that if his conversion proves trustworthy, the number of years is not strictly maintained, but through abridgement one brings him to restoration in the Church and to participation in the good. And if someone, without having completed the time marked out by the canons, should be departing from life, the clemency of the Fathers bids that, having partaken of the sanctities, he be sent forth not empty of provision for that final and long journey. Yet if, after partaking of the sanctity, he should return again to life, he is to await the appointed time, taking his place in that grade wherein he stood before the communion granted to him out of necessity.
Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος· οὐκ οἶδα ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Καί τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤῥέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμ-
As for the species of idolatry—for so the divine Apostle names covetousness—I know not how it was overlooked untreated by our Fathers. And yet such an evil seems to be a passion of the third state in the soul. For reason, erring in its judgement of the good, imagines the good to reside in matter, not looking upwards towards immaterial beauty, and desire flows downwards, slipping away from what is truly desirable. And the contentious and spirited disposition, too, many occasions from such a sin
Notes, col. 232

On the reading

Printed μιάσμασι, for μιάσματι.

PG 45:233Read from the page
βάνει. Καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος Ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ ῥίζαν πάντων τῶν κακῶν ἀπεφήνατο· καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον· διὸ καὶ πλεονάζει κατὰ τὰς Ἐκκλησίας, τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. Ἀλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ, τὰς πλεονεκτικὰς ἀῤῥωστίας διὰ τοῦ λόγου καθαίροντας. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμβωρυχίαν, καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παράδοσιν ἡμῖν περὶ τούτου γενέσθαι. Καί τοί γε παρὰ τῇ θείᾳ Γραφῇ, καὶ ὁ πλεονασμὸς, καὶ ὁ τόκος, τῶν ἀπειρημένων ἐστὶ, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπειδὴ τοίνυν τὸ καθ' ἡμᾶς, εἰς ἐξουσίαν κανὼν ἀξιόπιστος, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κανονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διῄρηται οὖν ἡ κλοπὴ εἴς τε ληστείαν καὶ εἰς τοιχωρυχίαν· καὶ εἷς μὲν ἐπ' ἀμφοτέρων σκοπὸς, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις· πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ ληστὴς, καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παραλαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρίᾳ, καὶ τοῖς ἐπικαίροις τῶν τόπων· ὥστε τὸν τοιοῦτον, τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐπανάγοι. Ὁ δὲ δι' ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι' ἐξαγορεύσεως τὸ πλημμέλημα αὐτοῦ τῷ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀῤῥωστίαν· λέγω δὲ διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι ἃ ἔχει, φανερὸς γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ Ἀπόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιλάσασθαι πάθος. Ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
takes. And to state the whole, such a disease accords with the apostolic definition of covetousness. For the divine Apostle pronounced it not only idolatry, but also the root of all evils; and yet such a form of disease was overlooked unexamined and neglected; wherefore such an ailment abounds throughout the Churches, and no one inquires closely into those who are being brought forward to the clergy, lest perchance they have been defiled with such a form of idolatry. Concerning these things, however, because they have been passed over by our Fathers, we deem it sufficient by the public word of teaching to cure them as far as may be possible, purging away covetous ailments through the word as though they were certain plethoric affections. Only theft, grave-robbing, and sacrilege do we reckon as passions, because the tradition concerning this has thus come down to us from the sequence of the Fathers. And yet in divine Scripture both excess of gain and usury are among things forbidden, and the bringing of others' goods into one's own possession through some exercise of power, even if such a thing happens to take place under the guise of a business transaction. Since, therefore, what pertains to us is a trustworthy canon unto authority, we shall now add to what has been said the canonical sentence upon things admittedly forbidden. Theft, then, is divided into brigandage and housebreaking; and the aim in both is one, namely the taking away of others' goods, yet according to their intent the difference between them is great. For the brigand takes bloodshed also as an ally in what he pursues, preparing himself for this very purpose with weapons, a multitude of hands, and opportune places, so that such a man is subjected to the sentence of murderers, if through repentance he brings himself back to the Church of God. Whereas he who appropriates what belongs to another by stealthy pilfering, and afterwards makes his offence manifest to the priest through confession, shall cure the ailment by zeal for the opposite of the passion—I mean by bestowing his possessions upon the poor, so that by giving away what he holds he may become manifestly pure from the disease of covetousness. And if he possesses nothing, and has only his body, the Apostle bids him expiate such a passion through bodily toil. And the wording runs thus: Let him who steals steal no more; rather let him labour, working what is good, that he may have something to share with him who is in need.
Ἡ δὲ τυμβωρυχία, καὶ αὐτὴ διῄρηται εἰς τὸ συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς οὐσίας φειδόμενος, καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν ἐν τῷ τάφῳ προβεβλημένων συγχρήσαιτο εἰς ἔργου τινὸς κατασκευὴν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι· πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γίνηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς, καὶ ἀνακινεῖν τὰ ὀστᾶ, ἐλπίδι τὸν κόσμον τινὰ τῶν συγκατ-
As for grave-robbing, it too is divided into what is pardonable and what is unpardonable. For if someone, sparing the burial goods and leaving untouched the hidden body so that the unseemliness of nature is not exposed to the sun, should make use of certain stones cast in front at the tomb for the construction of some work, neither is this praiseworthy; nevertheless custom has rendered it pardonable whenever the transfer of the material takes place for something of higher worth and greater common benefit. Whereas sifting through the dust from flesh turned to earth and disturbing the bones, in the hope of some ornament among the things buried
Notes, col. 233

On the reading

Printed τὸν κόσμον, for τοῦ κόσμον.