Migne Reading Room

PG 45 · cols. 188–197 · Read from the page

On the Soul

On the Soul

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:188Read from the page
ΛΟΓΟΣ Αʹ.
Discourse I.
Διαφωνεῖται σχεδὸν ἅπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς ψυχῆς λόγος. Δημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος, καὶ πᾶν τὸ τῶν στωϊκῶν φιλοσόφων σύστημα, σῶμα τὴν ψυχὴν ἀποφαίνονται· καὶ αὐτοὶ δὲ οὗτοι οἱ σῶμα τὴν ψυχὴν ἀποφαινόμενοι, διαφέρονται περὶ τῆς οὐσίας αὐτῆς. Οἱ μὲν γὰρ Στωϊκοὶ, πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον· Κριτίας δὲ αἷμα· Ἵππων δὲ ὁ φιλόσοφος ὕδωρ· Δημόκριτος δὲ πῦρ· τὰ γὰρ σφαιροειδῆ σχήματα τῶν ἀτόμων συγκρινόμενα, πῦρ τε καὶ ἀὴρ, ψυχὴν ἀποτελεῖν. Ἡράκλειτος δὲ τὴν μὲν τοῦ παντὸς ψυχὴν, ἀναθυμίασιν ἐκ τῶν ὑγρῶν· τὴν δὲ ἐν τοῖς ζώοις, ἀπό τε τῶν ἐκτὸς καὶ τῆς ἐν αὐτῇ ἀναθυμιάσεως, ὁμογενῆ πεφυκέναι. Πάλιν δὲ καὶ τῶν λεγόντων ἀσώματον εἶναι τὴν ψυχὴν, ἄπειρος γέγονεν ἡ διαφωνία· τῶν μὲν οὐσίαν αὐτὴν καὶ ἀθάνατον λεγόντων· τῶν δὲ ἀσώματον μὲν, οὐ μὴν οὐσίαν, οὐδὲ ἀθάνατον. Θαλῆς μὲν γὰρ πρῶτος τὴν ψυχὴν ἔφησεν ἀκίνητον καὶ αὐτοκίνητον. Πυθαγόρας δὲ ἀριθμὸν ἑαυτὸν κινοῦντα. Πλάτων δὲ οὐσίαν νοητὴν, ἐξ αὐτῆς κινουμένην, κατὰ ἀριθμὸν ἐναρμόνιον. Ἀριστοτέλης δὲ ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος. Δείναρχος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων· οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνισταμένην, ἀλλὰ τὴν τῶν ἐν τῷ σώματι θερμῶν καὶ ὑγρῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. Δῆλον δὲ ὅτι καὶ τούτων, οἱ μὲν ἄλλοι τὴν ψυχὴν εἶναι λέγουσιν οὐσίαν· Ἀριστοτέλης δὲ καὶ Δείναρχος ἐνούσιον. Ἔτι δὲ πρὸς τούτοις, οι μὲν μίαν εἶναι καὶ τὴν αὐτὴν τῶν πάντων ψυχὴν νενομίκασι, κατακερματιζομένην εἰς τὰ καθέκαστα, καὶ πάλιν εἰς ἑαυτὴν συνιοῦσαν, ὡς οἱ Μανιχαῖοι καὶ ἄλλοι τινές. Οἱ δὲ πολλὰς καὶ διαφόρους κατ' εἶδος· οἱ δὲ μίαν καὶ πολλάς. Πᾶσα τοίνυν ἀνάγκη μηκῦναι τὸν λόγον, τοσαύταις δόξαις ἀντιλέγοντα. Κοινῇ μὲν οὖν πρὸς πάντας τοὺς λέγοντας σῶμα τὴν ψυχὴν, ἀρκέσει τὰ παρὰ Ἀμμωνίου τοῦ διδασκάλου Πλωτίνου, καὶ Νουμηνίου τοῦ Πυθαγορικοῦ εἰρημένα· εισὶ δὲ ταῦτα·
Nearly all the ancients are at variance in their account concerning the soul. For Democritus and Epicurus, and the whole school of the Stoic philosophers, declare the soul to be a body; and even these very men who declare the soul to be a body differ concerning its essence. For the Stoics say that it is a warm and fiery breath; Critias, blood; Hippon the philosopher, water; Democritus, fire—for the spherical figures of the atoms, when compounded as fire and air, produce soul. Heraclitus holds that the soul of the universe is an exhalation from moist things, whereas that in living creatures, arising both from the exhalation outside and from that within them, is of the same kind by nature. Again, among those also who say that the soul is incorporeal, the disagreement has proved boundless: some saying that it is an essence and immortal, others that it is incorporeal indeed, yet neither an essence nor immortal. For Thales first declared the soul to be unmoved and self-moved; Pythagoras, a number moving itself; Plato, an intelligible essence moved of itself according to harmonic number; Aristotle, the first entelechy of a natural, organic body potentially possessing life; Dinarchus, a harmony of the four elements—for he means to say not the harmony composed of musical notes, but the harmonious blending and concord of the hot and moist and cold and dry elements within the body. And it is plain that of these men also, the others say that the soul is an essence, whereas Aristotle and Dinarchus say that it is substantial. Furthermore, in addition to these, some have supposed that the soul of all things is one and the same, parcelled out into individual beings and again coming back together into itself, like the Manichaeans and certain others; others, that there are many souls differing in species; others, that soul is both one and many. There is therefore every necessity to lengthen our discourse in refuting so many opinions. In common, then, against all who say that the soul is a body, the arguments spoken by Ammonius the teacher of Plotinus and by Numenius the Pythagorean will suffice; and they are these:
Notes, col. 188

On the reading

Printed οι, for οἱ.

Printed εισὶ, for εἰσὶ.

PG 45:189Read from the page
Τὰ σώματα τῇ οἰκείᾳ φύσει τρεπτά τε ὄντα καὶ σκεδαστὰ δι' ὅλου, καὶ εἰς ἄπειρον τμητὰ, ἐν αὐτοῖς μηδενὸς ἀμεταβλήτου ὑπολειπομένου, δεῖται τοῦ συνέχοντος καὶ συνάγοντος, καὶ ὥσπερ συσφίγγοντος καὶ συγκρατοῦντος αὐτὰ, ὅπερ ψυχὴν λέγομεν. Εἰ τοίνυν σῶμά ἐστιν ἡ ψυχὴ, οἷον δή ποτε, εἰ καὶ λεπτομερέστατον, τί δὲ πάλιν ἐστὶ τὸ συμφέρον ἐκείνην; Ἐδείχθη γὰρ πᾶν σῶμα δεῖσθαι τοῦ συνέχοντος· καὶ οὕτως εις ἄπειρον, ἕως ἂν καταντήσωμεν εις ἀσώματον. Εἰ δὲ λέγοιεν, ὥσπερ οἱ Στωϊκοὶ, τονικήν τινα εἶναι κίνησιν περὶ τὰ σώματα, εις τὸ εἴσω ἅμα κινοῦμεν, καὶ εις τὰ ἔξω, καὶ τὴν μὲν εις τὸ ἔξω, μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δὲ εις τὸ εἴσω, ἑνώσεως καὶ οὐσίας· ἐρωτητέον αὐτούς· Ἐπειδὴ πᾶσα κίνησις ἀπό τινός ἐστι δυνάμεως, τίς ἡ δυνάμις αὐτὴ, καὶ τίνι οὐσίωται; Εἰ μὲν οὖν καὶ ἡ δύναμις αὕτη ὕλη τίς ἐστι, τοῖς αὐτοῖς πάλιν χρησόμεθα λόγοις. Εἰ δὲ οὐχ ὕλη, ἀλλ' ἔνυλον, ἕτερόν ἐστι τὸ ἔνυλον, παρὰ τὴν ὕλην. Τὸ γὰρ μετέχον ὕλης, ἔνυλον λέγεται· τί ποτε ἄρα ἐστὶ τὸ μετέχον τῆς ὕλης, πότερον ὕλη καὶ αὐτὸ, ἢ ἄϋλον; Εἰ μὲν οὖν ὕλη, πῶς ἔνυλον καὶ οὐχ ὕλη; Εἰ δὲ οὐχ ὕλη, ἄϋλον ἄρα. Εἰ δὲ ἄϋλον, οὐ σῶμα· τὸ γὰρ σῶμα ἔνυλον. Εἰ δὲ λέγοιεν ὅτι τὰ σώματα τριχῆ διαστατά ἐστι, καὶ ἡ ψυχὴ δὲ δι' ὅλου διήκουσα τοῦ σώματος, τριχῆ διαστατή ἐστι· καὶ διὰ τοῦτο πάντως καὶ σῶμα ἐροῦμεν, ὅτι πᾶν μὲν σῶμα τριχῆ διαστατόν ἐστιν· οὐ πᾶν δὲ τὸ τριχῆ διαστατὸν σῶμα. Καὶ γὰρ ὁ τὸ ποσὸν, καὶ τὸ ποιὸν, ἀσώματα ὄντα καθ' ἑαυτὰ, κατὰ συμβεβηκὸς, ἐν ὄγκῳ ποσοῦται. Οὕτως οὖν καὶ τῇ ψυχῇ καθ' ἑαυτὴν μὲν πρόσεστι τὸ ἀδιάστατον, κατὰ συμβεβηκὸς δὲ τῷ ἐν ᾧ ἐστι, τριχῆ διαστατὸν ὄντι, συνθεωρεῖται καὶ αὐτὴ τριχῆ διαστατή. Ἔτι πᾶν ἢ ἔξωθεν κινεῖται ἢ ἔνδοθεν· ἀλλ' εἰ μὲν ἔξωθεν, ἀναγκαίως ἄψυχον ἔσται. Εἰ δὲ ἔνδοθεν, ἔμψυχον. Εἰ δὲ σῶμα ἡ ψυχή· εἰ μὲν ἔξωθεν κινεῖται, ἄψυχός ἐστιν· εἰ ἔνδοθεν, ἔμψυχος· ἄτοπον δὲ καὶ τὸ ἔμψυχον, καὶ τὸ ἄψυχον λέγειν τὴν ψυχήν. Οὐκ ἄρα σῶμα ἡ ψυχή. Ἔτι ἡ ψυχὴ, εἰ μὲν τρέφεται, ὑπὸ ἀσωμάτου τρέφεται. Τὰ γὰρ μαθήματα τρέφει αὐτήν· οὐδὲν δὲ σῶμα ὑπὸ ἀσωμάτου τρέφεται· οὐκ ἄρα σῶμα ἡ ψυχή.
Bodies, being by their own nature changeable and dispersible throughout, and divisible to infinity, with nothing unchangeable remaining in them, stand in need of that which holds them together and gathers them, and as it were binds fast and controls them together—which is what we call soul. If, therefore, the soul is a body of whatever sort, even if composed of the finest particles, what in turn is that which sustains it? For every body was shown to stand in need of that which holds it together; and so on to infinity, until we arrive at something incorporeal. And if they should say, like the Stoics, that there is a certain tensional motion about bodies, moving at once inwards and towards things outside, and that the outward motion is productive of magnitudes and qualities, while the inward motion is productive of union and essence, one must ask them: Since every motion is from some power, what is that power, and wherein does its essence consist? Now if this power too is a kind of matter, we shall again make use of the selfsame arguments. Yet if it is not matter, but enmattered, what is enmattered is distinct from matter; for that which partakes of matter is called enmattered. What then is that which partakes of matter: is it too matter itself, or immaterial? Now if it is matter, how is it enmattered and not matter? And if it is not matter, it is therefore immaterial; and if immaterial, not a body, for body is enmattered. Again, if they should say that bodies are extended in three dimensions, and that the soul too, pervading the body throughout, is extended in three dimensions, and on this account we shall altogether call it a body as well: we shall say that every body indeed is extended in three dimensions, yet not everything extended in three dimensions is a body. For quantity and quality also, being incorporeal in themselves, are quantified accidentally in bulk. Thus too in the case of the soul: in itself non-extension belongs to it, whereas accidentally, along with that wherein it is, which is extended in three dimensions, it too is contemplated together with it as extended in three dimensions. Furthermore, everything is moved either from without or from within: now if from without, it will necessarily be inanimate; if from within, animate. If then the soul is a body, if it is moved from without, it is inanimate; if from within, animate; yet it is absurd to call the soul either animate or inanimate. Therefore the soul is not a body. Furthermore, if the soul is nourished, it is nourished by what is incorporeal; for sciences nourish it, whereas no body is nourished by what is incorporeal; therefore the soul is not a body.
Ξενοκράτης οὕτω συνῆγεν· εἰ δὲ μὴ τρέφεται, οὐ σῶμα ἡ ψυχή· καὶ ταῦτα μὲν κοινῇ πρὸς πάντας τοὺς λέγοντας σῶμα εἶναι τὴν ψυχήν· ἰδίᾳ δὲ πρὸς τοὺς δοξάζοντας αἷμα ἢ πνεῦμα εἶναι τὴν ψυχήν· ἐπειδὴ τοῦ πνεύματος ἢ τοῦ αἵματος χωριζομένου, νεκροῦται τὸ ζῶον. Οὐκ ἐκεῖνο ῥητέον, ὅπερ τινὲς τῶν οἰομένων εἶναί τι μέρος, γεγραφήκασι λέγοντες, Οὐκοῦν ὅταν ἀποῤῥυῇ τοῦ αἵματος, μέρος ἀπεῤῥύη τῆς ψυχῆς. Κουφολογία γὰρ τὸ τοιοῦτον· ἐπὶ γὰρ τῶν ὁμοιομερῶν, καὶ τὸ ὑπολειπόμενον μέρος, ταυτόν ἐστι τῷ παντί. Ὕδωρ γοῦν καὶ τὸ πολὺ καὶ τὸ βραχύτατον, ὁμοίως καὶ ἄργυρος καὶ χρυσὸς, καὶ πάντα ὧν τὰ μέρη οὐ διαλλάττει ἀλλήλων κατ' οὐσίαν. Οὕτως οὖν καὶ τὸ
Xenocrates argued thus: and if it is not nourished, the soul is not a body. Now these arguments apply in common against all who say that the soul is a body; and specifically against those who opine that the soul is blood or breath, since when the breath or the blood is separated, the living creature is put to death: one must not say what certain of those who suppose it to be a part have written, saying, Whenever, then, some of the blood flows away, a part of the soul has flowed away. For such talk is idle frivolity; for in the case of homoeomerous things, even the part left behind is the same as the whole. Thus water, both in great quantity and in the smallest drop, is the same, and likewise both silver and gold, and all things whose parts do not differ from one another according to essence. Thus, therefore, also the
Notes, col. 189

On the reading

Printed εις, for εἰς.

Printed δυνάμις, for δύναμις.

PG 45:192Read from the page
ὐπολειπόμενον αἷμα, ὅσον ἂν εἴη, ψυχή ἐστιν, εἴπερ ψυχὴ τὸ αἷμα. Ἐκεῖνο οὖν μᾶλλον λεκτέον, ὅτι εἰ τοῦτό ἐστι ψυχή, οὗ ἐξαιρουμένου θνήσκει τὸ ζῶον· πάντως καὶ τὸ φλέγμα ψυχή ἐστι, καὶ αἱ χολαὶ ἀμφότεραι· ὁποῖον γὰρ τούτων ἂν λείπῃ, τέλος ἐπάγει τῷ ζώῳ· ἔτι δὲ καὶ τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος, καὶ ἡ καρδία, καὶ ὁ στόμαχος, καὶ οἱ νεφροὶ, καὶ τὰ ἔντερα, καὶ ἄλλα πολλά. Τίνος γὰρ τούτων ἐξαιρεθέντος, οὐ τεθνήξεται τὸ ζῶον; Ἄλλως τε πολλά ἐστιν, ἄναιμα μὲν, ἔμψυχα δὲ, ὡς τὰ σμύραινα καὶ μαλάκια, οἷον σηπίας καὶ τευθίδες, καὶ σμύλοι, καὶ πάντα τὰ ὀστρακόδερμα, καὶ ἀπαλόστρακα, ὡς οἱ κάραβοι, καὶ οἱ καρκῖνοι καὶ ἀστακοί. Εἰ τοίνυν ἐστὶν ἔμψυχα μὲν, ἄναιμα δὲ, δῆλον ὡς οὐκ ἔστιν αἷμα ἡ ψυχή. Πρὸς δὲ τοὺς λέγοντας ὕδωρ εἶναι τὴν ψυχὴν, ὅτι τὸ ὕδωρ φαίνεται ζωογονοῦν πάντα, καὶ χωρὶς ὕδατος βιοτεύειν ἀδύνατον, ποτὲ πολλὰ τὰ ἀντιπίπτοντα. Οὐδὲ γὰρ τροφῆς χωρὶς οἷόν τε ζῆν· ψυχὴν ἄρα, καὶ τὰς τροφὰς πάσας καθ' ἑκάστην ῥητέον κατ' αὐτάς· ἔπειτα πολλὰ τῶν ζώων ἐστὶ μὴ πίνοντα, ὡς ἐπί τινων ἀετῶν ἱστόρηται· καὶ πέρδιξ δὲ δύναται ζῆν χωρὶς τοῦ πίνειν. Διὰ τί δὲ μᾶλλον τὸ ὕδωρ καὶ οὐχ ὁ ἀήρ; Ὕδατος μὲν γὰρ καὶ ἐπὶ πολὺ δυνατὸν ἀπέχεσθαι· τοῦ δὲ ἀναπνεῖν τὸν ἀέρα, οὐδὲ τὸ βραχύτατον· ἀλλ' οὐδὲ ὁ ἀὴρ ψυχή. Πολλὰ γάρ ἐστι ζῶντα μὲν, μὴ ἀναπνέοντα δὲ τὸν ἀέρα, ὡς τὰ ἔντομα πάντα, οἷον μέλιτται, καὶ σφῆκες, καὶ μύρμηκες, καὶ τὰ ἄναιμα, καὶ τῶν θαλαττίων τὰ πολλὰ, καὶ πάντα ὅσα οὐκ ἔχει πνεύμονα. Οὐδὲν γὰρ μὴ ἔχον πνεύμονα ἀναπνεῖ τὸν ἀέρα· καὶ ἀντιστρέφει, οὐδὲν μὴ ἀναπνέον τὸν ἀέρα, πνεύμονα ἔχει. Ἐπειδὴ καὶ Κλεάνθους τοῦ Στωϊκοῦ, καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκρητέον καὶ τούτων τὰς λύσεις, ὡς ἀπέλυσαν οἱ ἀπὸ Πλάτωνος. Ὁ Κλεάνθης τοιόνδε πλέκει συλλογισμόν· Οὐ μόνον, φησὶν, ὅμοιοι τοῖς γονεῦσι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλὰ καὶ κατὰ τὴν ψυχὴν, τοῖς πάθεσι, τοῖς ἤθεσι, ταῖς διαθέσεσι. Σώματος δὲ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, οὐχὶ δὲ ἀσωμάτου· σῶμα ἄρα ἡ ψυχή. Ἀλλὰ πρῶτον μὲν ἐκ τῶν ἐπὶ μέρους τὰ καθόλου συγκατασκευάζεται· πρὸς τούτῳ δὲ, καὶ τὸ οὐχὶ δι' ἀσωμάτου, ψεῦδός ἐστι. Λέγομεν γὰρ ἀριθμοὺς ὁμοίους εἶναι, ὧν αἱ πλευραὶ ἀνάλογοί εἰσιν· ὡς τὸν ἓξ καὶ τὸν εικοσιτέσσαρα. Πλευραὶ γὰρ τοῦ ἓξ καὶ ὁ δύο καὶ ὁ τρεῖς· τοῦ δὲ εἰκοσιτέσσαρα, ὁ τέσσαρα, καὶ ὁ ἕξ· ἀναλογίαν δὲ ἔχει ὁ δύο πρὸς τὰ τέσσαρα, καὶ ὁ τρία πρὸς τὸν ἕξ. Ἐν διπλασίονι γὰρ λόγῳ θεωρεῖται. Τὰ γὰρ τέσσαρα τῶν δύο διπλασίονα, καὶ τὰ ἓξ τῶν τριῶν· ἀσώματον δὲ οἱ ἀριθμοί· τὰ σχήματα δὲ σχήμασιν ὅμοιά ἐστιν, ὅσα τάς τε γωνίας ἶσας ἔχει, καὶ τὰς περὶ τὰς ἶσας γωνίας πλευρὰς ἀνάλογον· τὸ δὲ σχῆμα καὶ αὐτὸ ἀσώματον καὶ αὐτοὶ ὁμολογοῦσιν εἶναι. Ἔτι ὡς τοῦ ποσοῦ ἴδιόν ἐστι τὸ ἶσον καὶ ἄνισον, οὕτω καὶ τοῦ ποιοῦ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον· ἀσώματον δὲ ἡ ποιότης ἐστίν· ἄρα, καὶ ἀσώματον ἀσωμάτῳ ὅμοιον. Ἔτι δὲ, φησὶν ὁ Κλεάνθης, οὐδὲν ἀσώματον συμπάσχει σώματι, οὐδὲ ἀσωμάτῳ συμπάσχει σῶμα, ἀλλὰ σῶμα σώματι· συμπάσχει δὲ ἡ ψυχὴ τῷ σώματι νοσοῦντι, καὶ τεμνομένῳ, καὶ τὸ
remaining blood, however much it might be, is soul, if indeed blood is soul. This, therefore, must rather be said: that if that is soul upon whose removal the living creature dies, surely phlegm too is soul, and both kinds of bile; for whichever of these may be lacking brings an end upon the living creature; and furthermore the liver as well, and the brain, and the heart, and the stomach, and the kidneys, and the intestines, and many other parts. For if which of these be removed will the living creature not die? Besides, there are many creatures that are bloodless, yet ensouled, such as the muraena-like fishes and soft-bodied cephalopods, for instance cuttlefishes and squids, and smyloi, and all the hard-shelled creatures, and soft-shelled crustaceans, such as spiny lobsters, and crabs and lobsters. If, then, there are creatures that are ensouled yet bloodless, it is plain that the soul is not blood. And against those who say that the soul is water, because water appears to vivify all things and it is impossible to live without water, at times the objections telling against them are many. For neither is it possible to live without nourishment; one must therefore call every single kind of nourishment in itself soul as well; moreover, there are many living creatures that do not drink, as has been recorded in the case of certain eagles, and a partridge too is able to live without drinking. And why water rather than air? For from water one can abstain even for a long while, whereas from breathing the air, not even for the briefest moment; yet neither is the air soul. For there are many creatures that live, yet do not breathe the air, such as all the insects—for instance bees, and wasps, and ants—and the bloodless creatures, and the majority of marine animals, and all those that have no lung. For nothing lacking a lung breathes the air; and conversely, nothing that does not breathe the air has a lung. Since certain arguments not to be despised are also handed down from Cleanthes the Stoic and Chrysippus, we must set forth the solutions of these as well, as the followers of Plato resolved them. Cleanthes weaves a syllogism of the following sort: Not only, says he, do we turn out like our parents in body, but also in soul, in passions, in habits, in dispositions. Now the like and the unlike belong to body, and not to the incorporeal; therefore the soul is a body. Yet first, universal propositions are jointly established out of particular instances; and in addition to this, the statement that it does not belong to what is incorporeal is false. For we say that numbers are similar whose sides are proportional, such as six and twenty-four. For the sides of six are both two and three, while those of twenty-four are four and six; and two holds a proportion towards four, and three towards six. For they are contemplated in a double ratio, since four is double of two, and six of three; yet numbers are something incorporeal; and figures are similar to figures, namely as many as have both their angles equal and the sides about the equal angles proportional; yet they themselves also acknowledge that figure too is itself incorporeal. Furthermore, just as the equal and unequal are proper to quantity, so also the like and the unlike belong to quality; yet quality is something incorporeal; therefore even an incorporeal thing is like an incorporeal thing. Moreover, says Cleanthes, nothing incorporeal suffers jointly with a body, nor does a body suffer jointly with an incorporeal thing, but a body with a body; now the soul suffers jointly with the body when it is diseased and when it is cut, and the
Notes, col. 192

On the reading

Printed ὐπολειπόμενον, for ὑπολειπόμενον.

Printed ἀπαλόστρακα, for ἁπαλόστρακα.

Printed εικοσιτέσσαρα, for εἰκοσιτέσσαρα.

PG 45:193Read from the page
σῶμα τῇ ψυχῇ. Αἰσχυνομένης γὰρ ἐρυθρὸν γίνεται, καὶ φοβουμένης ὠχρόν· σῶμα ἄρα ἡ ψυχή.
body jointly with the soul. For when it is ashamed, the body becomes red, and when it is afraid, pale; therefore the soul is a body.
Ἔστι δὲ τὸ ἕτερον τῶν λημμάτων ψεῦδος, κατὰ πρόσληψιν συγκείμενον, τὸ λέγον, Οὐδὲν ἀσώματον σώματι συμπάσχει. Τί γὰρ εἰ μόνῃ τῇ ψυχῇ τοῦτο πρόσεστιν; Ὥσπερ εἴ τις λέγοι, Οὐδὲν ζῶον τὴν ἄνω γένυν κινεῖ· ὁ δὲ κροκόδειλος τὴν ἄνω γένυν κινεῖ. Ἰδοὺ γὰρ ὁ κροκόδειλος καὶ ζῶον, καὶ τὴν ἄνω γένυν κινεῖ· τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν λέγῃ μηδὲν ἀσώματον σώματι συμπάσχειν· προσλαμβάνει γὰρ τὸ ζητούμενον τῇ ἀποφάσει· εἰ δέ τις ὑπόθοιτο ἀληθὲς εἶναι τὸ μηδὲν ἀσώματον σώματι συμπάσχειν· ἀλλὰ τὸ ἐπαγόμενον οὐκ ἔστιν ὁμολογούμενον, ὅτι συμπάσχει ἡ ψυχὴ νοσοῦντι καὶ τεμνομένῳ τῷ σώματι. Ἀμφιβάλλεται γὰρ εἴτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλγοῦν, λαβὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν, αὕτη δὲ μένει ἀπαθής· εἴτε καὶ συναλγεῖ τῷ σώματι. Καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον· οὐδεὶς δὲ ἐκ τῶν ἀμφιβαλλομένων συνάγει τοὺς συλλογισμοὺς, ἀλλ' ἐκ τῶν ὁμολογουμένων· ἐκ περιουσίας δὲ δείκνυται καί τινα ἀσώματα συμπάσχοντα τοῖς σώμασιν. Αἱ ποιότητες γοῦν ἀσώματοι οὖσαι πασχόντων τῶν σωμάτων καὶ αὗται συμπάσχουσιν, ἔν τε τῇ φθορᾷ καὶ τῇ γεννήσει συναλλοιούμεναι τῷ σώματι. Χρύσιππος δέ φησιν, ὅτι ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται. Οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος· οὐκ ἄρα ἀσώματος ἡ ψυχή. Τούτων τὸ μὲν τὸν θάνατον χωρισμὸν εἶναι ψυχῆς ἀπὸ σώματος, ἀληθές ἐστι· τὸ δὲ μὴ ἐφάπτεσθαι ἀσώματον σώματος, ψευδὲς μέν ἐστι καθόλου λεγόμενον· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· ψεῦδος μὲν, ἐπειδὴ καὶ ἡ γραμμὴ ἀσώματος οὖσα, ἐφάπτεται σώματος καὶ χωρίζεται, ὁμοίως καὶ ἡ λευκότης· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές. Οὐ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή. Εἰ γὰρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ· εἰ δὲ τοῦτο, οὐχ ὅλῳ παράκειται. Ἀδύνατον γὰρ σῶμα σώματι ὅλον ὅλῳ παρακεῖσθαι· καὶ οὕτως οὐκ ἔσται ὅλον ἔμψυχον τὸ ζῶον. Ὥστε εἰ μὲν ἐφάπτεται, σῶμα μὲν ἔσται ἡ ψυχή· ὅλον δὲ οὐκ ἔσται ἔμψυχον τὸ ζῶον. Εἰ δὲ ὅλον ἐστὶν ἔμψυχον, οὔτε ἐφάπτεται, οὔτε σῶμά ἐστιν ἡ ψυχή· τὸ δὲ ζῶον ὅλον ἔμψυχόν ἐστιν· οὔτε ἄρα ἐφάπτεται, οὔτε σῶμά ἐστι, καὶ χωρίζεται ἀσώματος οὖσα. Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ σῶμα, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἀνούσιος, ἐξῆς ῥητέον.
The other of the premisses is also false, put together by begging the question, namely the one that says, Nothing incorporeal suffers jointly with a body. For what if this belongs to the soul alone? Just as if someone were to say, No living creature moves its upper jaw; yet the crocodile moves its upper jaw. For behold, the crocodile is both a living creature and moves its upper jaw; and in the very same way also when he says that nothing incorporeal suffers jointly with a body, for he assumes the point at issue in his assertion; and even if someone were to suppose it true that nothing incorporeal suffers jointly with a body, still what is adduced next is not agreed upon, namely that the soul suffers jointly with the body when it is diseased and when it is cut. For it is disputed whether it is the body alone that feels pain, having received sensation from the soul while the soul itself remains impassible, or whether it also feels pain together with the body. And the former view rather prevails among the more illustrious thinkers; now no one draws syllogisms from disputed premisses, but from agreed ones; and superfluously it is even shown that certain incorporeal things do suffer jointly with bodies. Qualities, at any rate, though incorporeal, when bodies are affected also suffer jointly themselves, being altered together with the body both in corruption and in generation. And Chrysippus says that death is the separation of soul from body, and nothing incorporeal is separated from a body. For neither does an incorporeal thing touch a body; yet the soul both touches and is separated from the body; therefore the soul is not incorporeal. Of these statements, that death is the separation of soul from body is true; whereas that an incorporeal thing does not touch a body is false when stated universally, though true in the case of the soul: false, since even a line, though incorporeal, touches a body and is separated from it, and likewise whiteness too; yet true in the case of the soul. For the soul does not touch the body. For if it touches it, plainly it lies alongside it; and if so, it does not lie alongside the whole of it. For it is impossible for a body to lie whole alongside a whole body; and thus the living creature will not be wholly ensouled. Consequently, if it touches it, the soul will indeed be a body, yet the living creature will not be wholly ensouled. Whereas if it is wholly ensouled, the soul neither touches it nor is a body; now the living creature is wholly ensouled; therefore it neither touches it nor is a body, and it is separated while being incorporeal. That the soul, then, is not a body is plain from what has been said; and that neither is it unsubstantial must be stated next.
Ἐπεὶ δὲ καὶ Δείναρχος ἀρμονίαν ὡρίσατο τὴν ψυχὴν, καὶ Σιμίας ἀντιλέγων τῷ Σωκράτει τὴν ψυχὴν ἁρμονίαν ἔφασκεν εἶναι, λέγων ἐοικέναι τὴν μὲν ψυχὴν ἁρμονίᾳ, τὸ δὲ σῶμα λύρᾳ· ἐκθετέον τὰς λύσεις τούτων τὰς ἐν τῷ Φαίδωνι Πλάτωνος κειμένας.
And since Deinarchus also defined the soul as a harmony, and Simmias in arguing against Socrates alleged that the soul is a harmony, saying that the soul resembles a harmony and the body a lyre, we must set forth the refutations of these views that stand in Plato's Phaedo.
Notes, col. 193

On the reading

Printed ἐξῆς, for ἑξῆς.

Printed ἀρμονίαν, for ἁρμονίαν.

PG 45:196Read from the page
Μία μὲν οὖν ἐστιν ἐκ τῶν προαποδεδειγμένων αὐτῷ· προαποδέδεικται γὰρ, ὅτι αἱ μαθήσεις ἀναμνήσεις εισί. Τοῦτο οὖν λαβὼν ὡς ὁμολογούμενον, κατασκευάζει τὸν λόγον οὕτως· Εἰ αἱ μαθήσεις ἀναμνήσεις εἰσὶν, ἦν ἡμῶν ἡ ψυχὴ, πρὶν ἐν τῷ ἀνθρωπίνῳ εἴδει γενέσθαι· εἰ δὲ ἁρμονία ἐστὶ, πρότερον μὲν οὐκ ἦν, ὕστερον δὲ ἐγένετο, ἁρμοσθέντος τοῦ σώματος· πᾶσα γὰρ σύνθεσις οὐκ ἄλλως ἔχει, ἢ ὡς ἔχει ἐκεῖνα τὰ ἐξ ὧν σύγκειται. Κοινωνία γάρ τίς ἐστι τῶν συντεθειμένων ἡ σύνθεσις ἁρμονία οὖσα, καὶ οὐ κωλύει τὸ μὴ ἡγεῖσθαι αὐτὴν ἐκείνων ἀφ' ὧν συνετέθη, ἀλλὰ ἕπεσθαι αὐτοῖς. Μάχεται τοίνυν τῷ ἁρμονίαν εἶναι τὴν ψυχὴν, τὸ τὰς μαθήσεις ἀναμνήσεις εἶναι· τὸ δὲ τῶν ἀναμνήσεων ἀληθές ἐστι· ψεῦδος ἄρα τὸ τὴν ψυχὴν ἁρμονίαν εἶναι. Ἔτι ἡ μὲν ψυχὴ ἐναντιοῦται τῷ σώματι, καὶ τὸν ἀρχικὸν ἐπέχει λόγον, ἅτε ἄρχουσα αὐτοῦ· ἡ δὲ ἁρμονία οὔτε ἡγεῖται, οὔτε ἐναντιοῦται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία· ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττόν ἐστιν· ἁρμονίας δὲ τὸ χαλᾶσθαι καὶ ἐπιτείνεσθαι· ἐν τῷ λόγῳ δὲ τῆς ἀρμονίας οὔ· ἀδύνατον γὰρ λόγον τὸ μᾶλλον καὶ ἧττον ἔχειν, ἀλλ' ἐν τῇ ἁρμονίᾳ· ἐὰν γὰρ κεκραμένος ὀξὺς φθόγγος καὶ βαρύς· ἔπειτα ἀνεθῶσι, τὸν λόγον μὲν τὸν αὐτὸν σώζουσιν ἐν τοῖς μεγέθεσι τῶν φθόγγων· παραλλαγὴν δὲ λαμβάνει κατὰ τὴν ἁρμογὴν, μᾶλλον καὶ ἧττον ἐπιτεινομένη· ψυχὴ δὲ ψυχῆς οὐκ ἔστι μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή. Ἔτι ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται· ἡ δὲ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή. Ἔτι ἡ ψυχὴ ἐν τῷ ἐπιδέχεσθαι τὰ ἐναντία, παρὰ μέρος, οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης καὶ ἐν ὑποκειμένῳ· ἡ δὲ οὐσία ποιότητος ἕτερον, καὶ ἡ ψυχὴ ἄρα ἁρμονίας ἕτερον. Ἀρμονίας μέν τοι μετέχειν τὴν ψυχὴν οὐδὲν ἄτοπον· ἀλλ' οὐ παρὰ τοῦτο ἁρμονία ἐστίν· οὐ γὰρ διότι ἀρετῆς μετέχει, ἀρετή ἐστιν ἡ ψυχή. Γαληνὸς δὲ ἀποφαίνεται μὲν οὐδὲν, ἀλλὰ διαμαρτύρεται ἐν τῷ ἀποδεικτικῷ λόγῳ, ὡς οὐδὲν εἴη περὶ ψυχῆς ἀποφαινόμενος· ἔοικε δὲ ἐξ ὧν λέγει δοκιμάζειν μᾶλλον τὴν κρᾶσιν εἶναι τὴν ψυχήν· ταύτῃ γὰρ ἐπακολουθεῖν τὴν τῶν ἠθῶν διαφορὰν, ἐκ τῶν Ἱπποκράτους κατασκευάζων τὸν λόγον· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ θνητὴν αὐτὴν οἴεται εἶναι· οὐ πᾶσαν δὲ, ἀλλὰ τὴν ἄλογον μόνην ψυχὴν τοῦ ἀνθρώπου· περὶ δὲ τῆς λογικῆς ἀμφιβάλλει λέγων οὕτως· Ὅτι δὲ οὐ δύναται τοῦ σώματος ἡ κρᾶσις εἶναι ψυχὴ, δῆλον ἐντεῦθεν· Πᾶν σῶμα ἔμψυχόν τε καὶ ἄψυχον, ἐκ τῶν τεσσάρων στοιχείων κεκράτηται. Ἡ γὰρ τούτων κρᾶσις τὰ σώματα ἀπεργάζεται. Εἰ τοίνυν ἡ τοῦ σώματος κρᾶσίς ἐστιν ἡ ψυχὴ, οὐδὲν ἄψυχον ἔσται, ὡς ὁ λόγος ἀπέδειξεν. Οὕτω γὰρ ἡ κρᾶσις τοῦ σώματος ψυχὴ ἔσται. Πάλιν εἰ τὸ σῶμα κρᾶσιν ἔχει, καὶ πᾶν σῶμα ψυχὴν ἔχει· εἰ δὲ πᾶν σῶμα ψυχὴ, οὐδὲν σῶμά ἐστιν ἄψυχον· οὔτε λίθος ἄρα, οὔτε ξύλα, οὔτε σίδηρος, οὔτε ἄλλο τι ἄψυχον ἔσται· εἰ δὲ μὴ καθόλου πᾶσαν κρᾶσιν σώματος λέγει ψυχὴν εἶναι, ἀλλὰ τὴν τοιάνδε· ἐρωτητέον, ποία κρᾶσίς ἐστιν, ἡ ζῶον ποιοῦσα, καὶ ψυχῆς λόγον ἐπέχουσα. Ὁποίαν γὰρ ἂν εἴποι τὴν κρᾶσιν, τοιαύ-
One argument, then, is drawn from what had previously been demonstrated by him; for it has previously been demonstrated that acts of learning are recollections. Taking this, therefore, as agreed upon, he constructs the argument thus: If acts of learning are recollections, our soul existed before coming to be in human form; whereas if it is a harmony, it did not exist beforehand, but came to be afterwards, once the body had been fitted together; for no composition is otherwise disposed than as those things are disposed out of which it is composed. For composition, being a harmony, is a certain communion of the things put together, and nothing prevents its not preceding those things out of which it was put together, but rather following upon them. Accordingly, that acts of learning are recollections conflicts with the soul's being a harmony; now the doctrine of recollections is true; therefore it is false that the soul is a harmony. Furthermore, the soul opposes the body and holds the ruling principle, inasmuch as it rules over it; whereas harmony neither leads nor opposes; therefore the soul is not a harmony; furthermore, one harmony is more and less than another harmony, and slackening and tightening belong to harmony, yet not in the ratio itself of the harmony—for it is impossible for a ratio to admit of the more and the less—but in the tuning; for if a high note and a low note have been blended and are afterwards slackened, they preserve the selfsame ratio in the magnitudes of the notes, while it undergoes alteration according to the fitting together, as it is tightened more and less; yet one soul is not more and less than another soul; therefore the soul is not a harmony. Furthermore, the soul admits virtue and vice, whereas harmony does not admit harmony and disharmony; therefore the soul is not a harmony. Furthermore, in admitting contraries in turn, the soul is a substance and a substrate; whereas harmony is a quality and in a substrate; now substance is something other than quality, and therefore the soul too is something other than harmony. Yet there is nothing absurd in the soul's partaking of harmony; still it is not on that account a harmony; for neither is the soul virtue because it partakes of virtue. Galen, for his part, makes no positive assertion, but protests earnestly in his demonstrative treatise that he was making no pronouncement concerning the soul; yet from what he says he seems rather to approve the view that the soul is the blend, since the difference of characters follows upon this, constructing his argument out of the writings of Hippocrates; and if so, it is plain that he considers it mortal as well—not all of it, however, but only the irrational soul of man; whereas concerning the rational soul he expresses doubt, speaking thus. Now that the blend of the body cannot be soul is plain from the following: Every body, both ensouled and inanimate, has been blended out of the four elements. For the blend of these produces bodies. If, then, the blend of the body is the soul, nothing will be inanimate, as the argument has demonstrated. For in that way the blend of the body will be soul. Again, if the body has a blend, every body also has a soul; and if every body is soul, no body is inanimate; neither stone, therefore, nor timber, nor iron, nor anything else will be inanimate; and if he does not say universally that every blend of a body is soul, but a blend of such and such a sort, one must ask what sort of blend it is that makes a living creature and holds the principle of soul. For of whatever sort he might say the blend is, of such
Notes, col. 196

On the reading

Printed εισί, for εἰσί.

Printed ἀρμονίας, for ἁρμονίας.

Printed Ἀρμονίας, for Ἁρμονίας.

PG 45:197Read from the page
την εὑρήσομεν εἶναι καὶ ἐν τοῖς ἀψύχοις· ἐννέα γὰρ οὐσῶν κράσεων, ὡς αὐτὸς ἐν τῷ περὶ κράσεως ἔδειξεν· ὀκτὼ μὲν τῶν δυσκράτων, μιᾶς δὲ τῆς εὐκράτου· κατὰ μὲν τὴν εὔκρατον λέγει κεκρᾶσθαι τὸν ἄνθρωπον, οὐ πάντα δὲ, ἀλλὰ τὸν τῆς μέσης κράσεως· κατὰ δὲ τὰς ἄλλας δυσκρασίας τὰ ἄλλα ζῶα κατ' εἶδος μετὰ τῆς ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀνέσεώς τε καὶ ἐπιτάσεως εὑρίσκονται, καὶ ἐν τοῖς ἀψύχοις κράσεις μετὰ τοῦ μᾶλλον καὶ ἧττον· ὡς αὐτὸς πάλιν ἐν τοῖς ἀπλοῖς ἀπέδειξεν. Ἔτι ἡ ψυχὴ κρᾶσίς ἐστιν· αἱ δὲ κράσεις κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας, καὶ τὰς διαίτας· ἡ ψυχὴ ἐναλλάσσεται· εἰ δὲ ἐναλλάσσεται, οὐ τὴν αὐτὴν ἔχομεν ψυχὴν, ἀλλὰ κατὰ τὴν κρᾶσιν, ποτὲ μὲν λέοντος, ποτὲ δὲ προβάτου, ποτὲ δὲ ἄλλου τινὸς, ὅπερ ἄτοπον. Ἔτι ἡ κρᾶσις οὐκ ἐναντιοῦται ταῖς ἐπιθυμίαις τοῦ σώματος, ἀλλὰ καὶ συνεργεῖ. Αὔτη γάρ ἐστιν ἡ κινοῦσα· ἡ δὲ ψυχὴ ἐναντιοῦται. Οὐκ ἄρα κρᾶσίς ἐστιν ἡ ψυχή· ἔτι εἰ κρᾶσίς ἐστι ψυχὴ, ἡ δὲ κρᾶσις ποιότης· ποιότης δὲ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· καὶ ἡ ψυχὴ ἄρα χωρισθήσεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τοῦτο δὲ οὐκ ἀληθές· οὐκ ἄρα κρᾶσις, οὐδὲ ποιότης ἐστὶν ἡ ψυχή. Οὐ γὰρ δή που τῶν ἀντικειμένων τὸ ἕτερον φυσικῶς προσεῖναι φήσουσι τῷ ζώῳ, ὡς ἐπὶ τοῦ πυρὸς τὸ θερμόν· ἀμετάθετον γὰρ τοῦτο· φαίνεται δὲ μετατιθεμένη ἡ κρᾶσις. Μᾶλλον δὲ καὶ αὐτοί εισιν οἱ διὰ τῆς ιατρικῆς τέχνης τὰς κράσεις μεταβάλλοντες· ἔτι παντὸς σώματος αἱ ποιότητες αἰσθηταί εισιν· ἡ δὲ ψυχὴ οὐκ αισθητὴ, ἀλλὰ νοητή· οὐκ ἄρα ποιότης ἀσώματός ἐστιν ἡ ψυχή.
a sort we shall find it to be even in inanimate things; for since there are nine blends, as he himself showed in his treatise On Temperaments—eight ill-blended ones, and one well-blended—he says that man has been blended according to the well-blended one, not every man, however, but the man of the middle blend; while according to the other distempers the remaining animals according to species are found with slackening and tightening towards the more and the less, and in inanimate things too blends are found with the more and the less, as he himself again demonstrated in his books On Simple Medicines. Furthermore, if the soul is a blend, and blends vary according to ages and seasons and regimens, the soul is exchanged; and if it is exchanged, we do not possess the same soul, but according to the blend at one time that of a lion, at another that of a sheep, and at another that of something else, which is absurd. Furthermore, the blend does not oppose the desires of the body, but even cooperates with them. For it is itself that which stirs them up, whereas the soul opposes them. Therefore the soul is not a blend; furthermore, if the soul is a blend, and a blend is a quality, and a quality both comes to be and passes away without the destruction of its substrate, then the soul too will be separated without the destruction of its substrate; yet this is untrue; therefore the soul is neither a blend nor a quality. For surely they will not say that one of the contraries naturally belongs to the living creature, as heat does in the case of fire; for that is unchangeable, whereas the blend manifestly undergoes change. Nay rather, it is they themselves who alter the blends through the medical art; furthermore, the qualities of every body are perceptible to sense, whereas the soul is not perceptible to sense, but intelligible; therefore the soul is not an incorporeal quality.
Ἔτι ἡ τοῦ σώματος καὶ πνεύματος μετὰ παραθέσεως σαρκῶν καὶ νεύρων καὶ τῶν ἄλλων εὐκρασία ισχύς ἐστιν· καὶ ἡ τῶν θερμῶν δὲ καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν εὐκρασία, ὑγίειά ἐστιν· ἡ δὲ συμμετρία τῶν μελῶν μετὰ τῆς εὐχρόας, τὸ κάλλος ποιεῖ τοῦ σώματος. Εἰ τοίνυν ἡ ἀρμονία τῆς ὑγιείας καὶ τῆς ισχύος καὶ τοῦ κάλλους ψυχή ἐστιν, ἀνάγκη ᾖ τὸν ἄνθρωπον ζῶντα μήτε νοσεῖν, μήτε ἀσθενεῖν, μήτε ἄμορφον εἶναι· συμβαίνει δὲ πολλάκις, οὐ μίαν μόνον, ἀλλ' ὁμοῦ πάσας τὰς τρεῖς ταύτας εὐκρασίας ἀπόλλυσθαι, καὶ ζῆν τὸν ἄνθρωπον· συμβαίνει γὰρ τὸν αὐτὸν ὁμοῦ καὶ ἄμορφον εἶναι καὶ ἀσθενεῖν καὶ νοσεῖν. Οὐκ ἄρα ἡ εὐκρασία τοῦ σώματός ἐστιν ἡ ψυχή. Πῶς οὖν φυσικαί τινες κακίαι καὶ ἀρεταὶ τοῖς ἀνθρώποις ἕπονται; Τοῦτο ἐκ τῆς τοῦ σώματος ἀληθῶς κράσεως γίνεται. Ὡς γὰρ φυσικῶς οἱ ὑγιεινοὶ καὶ νοσώδεις εἰσὶν ἐκ τῆς κράσεως, οὕτω τινὲς φυσικῶς πικρόχολοι ὄντες, ὀργίλοι εἰσὶν, ἄλλοι δειλοὶ, ἄλλοι κατωφερεῖς· ἀλλ' ἔνιοι κρατοῦσι καὶ περιγίνονται· δῆλον δὲ ὅτι τῆς κράσεως κρατοῦσιν· ἄλλο δέ ἐστι τὸ κρατοῦν, καὶ ἄλλο τὸ κρατούμενον· ἄλλο ἄρα
Furthermore, the good blend of body and breath along with the juxtaposition of flesh and sinews and the remaining parts is strength; and the good blend of the hot and cold and dry and moist elements is health; while the symmetry of the limbs together with good complexion produces the beauty of the body. If, then, the harmony of health and strength and beauty is the soul, it would be necessary that a man, so long as he lives, should neither fall sick, nor be weak, nor be misshapen; yet it often happens that not merely one, but all three of these good blends perish together, and the man still lives; for it happens that the selfsame man is at once misshapen and weak and sick. Therefore the good blend of the body is not the soul. How, then, do certain natural vices and virtues attend upon human beings? This truly arises out of the blend of the body. For just as men are naturally healthy and sickly from their blend, so certain men, being naturally bitter-biled, are irascible, others cowardly, others prone to base appetites; yet some master these and prevail over them; and it is plain that they master the blend; now that which masters is one thing, and that which is mastered is another; therefore one thing is
Notes, col. 197

On the reading

Printed αὐτοί εισιν, for αὐτοί εἰσιν.

Printed ιατρικῆς, for ἰατρικῆς.

Printed αἰσθηταί εισιν, for αἰσθηταί εἰσιν.

Printed ἀπλοῖς, for ἁπλοῖς.

Printed Αὔτη, for Αὕτη.

Printed αισθητὴ, for αἰσθητὴ.

Printed ισχύς, for ἰσχύς.

Printed ἀρμονία, for ἁρμονία.

Printed ισχύος, for ἰσχύος.