Migne Reading Room

PG 45 · cols. 176–185 · Read from the page

Against the Greeks

Against the Greeks

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:176Read from the page
Ει τὸ Θεὸς ὄνομα προσώπων δηλωτικὸν ὑπῆρχε, τρία πρόσωπα λέγοντες, ἐξ ἀνάγκης ἂν τρεῖς ἐλέγομεν θεούς· εἰ δὲ Θεὸς ὄνομα οὐσίας σημαντικόν ἐστι, μίαν οὐσίαν ὁμολογοῦντες τῆς ἁγίας Τριάδος, ἕνα Θεὸν εἰκότως δοξάζομεν· ἐπεὶ μιᾶς οὐσίας ἓν ὄνομα τὸ Θεός ἐστι. Διὸ καὶ ἀκολούθως τῇ τε οὐσίᾳ καὶ τῷ ὀνόματι, εἷς ἐστι Θεός, οὐ τρεῖς. Οὔτε γὰρ Θεὸν καὶ Θεὸν καὶ Θεόν φαμεν, ὥσπερ λέγομεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐπὶ τοῖς ὀνόμασι τοῖς τῶν προσώπων σημαντικοῖς συμπλέκοντες τὸν καὶ σύνδεσμον. Διὰ τὸ μὴ ταυτὰ εἶναι τὰ πρόσωπα, ἑτεροῖα δὲ μᾶλλον, καὶ διαφέροντα ἀλλήλων κατὰ τὴν τῶν ὀνομάτων σημασίαν. Τῷ δὲ Θεὸς ὀνόματι δηλωτικῷ τῆς οὐσίας ὄντι ἔκ τινος ἰδιώματος προσόντος αὐτῆς, οὐ συνάπτομεν τὸν καὶ σύνδεσμον, ὥστε λέγειν ἡμᾶς, Θεὸν καὶ Θεὸν καὶ Θεόν· ἐπείπερ ἡ αὐτὴ ἐπ'· οὐσία ἥ ἐστι τὰ πρόσωπα, καὶ ἣν σημαίνει τὸ Θεὸς ὄνομα· διὸ καὶ ὁ αὐτὸς ὁ Θεός. Ὁ δὲ αὐτὸς καὶ ἐπιδηλώσει τοῦ αὐτοῦ οὐ συμπλέκεταί ποτε. Εἰ δὲ λέγομεν Πατέρα Θεὸν, καὶ Υἱὸν Θεὸν, καὶ Πνεῦμα ἅγιον Θεὸν, ἢ Θεὸν Πατέρα, καὶ Θεὸν Υἱὸν, καὶ Θεὸν Πνεῦμα ἅγιον, τὸν καὶ σύνδεσμον κατ' ἔννοιαν τοῖς τῶν προσώπων ὀνόμασι συνάπτομεν. Οἷον, Πατέρι, Υἱῷ, ἁγίῳ Πνεύματι, ἵνα ᾖ Πατήρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα, τουτέστι πρόσωπυν, καὶ πρόσωπον, καὶ πρόσωπον. Διὸ καὶ τρία πρόσωπα. Τὸ δὲ Θεὸς ὄνομα, ἀπολύτως καὶ ὡσαύτως κατηγορεῖται ἑκάστου τῶν προσώπων ἄνευ τοῦ καὶ συνδέσμου, ὥστε μὴ δύνασθαι ἡμᾶς λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεόν· ἀλλὰ νοεῖν τὸ ὄνομα τρίτον μὲν λεγόμενον τῇ φωνῇ, διὰ τὰ ὑποκείμενα πρόσωπα, προβαλλόμενον δὲ τῇ δευτερώσει καὶ τῇ τριτώσει, ἄνευ τοῦ καὶ συνδέσμου, διὰ τὸ μὴ ἕτερον καὶ ἕτερον εἶναι Θεόν. Οὐ γὰρ καθὸ τὴν ἑτερότητα σώζει Πατὴρ πρὸς Υἱὸν, κατὰ τοῦτο Θεὸς ὁ Πατήρ. Οὕτω γὰρ οὐκ ἂν Θεὸς ὁ Υἱός· ει γὰρ ἐπεὶ Πατὴρ ὁ Πατὴρ, διὰ τοῦτο καὶ Θεὸς ὁ Πατήρ· ἐπεὶ μὴ Πατὴρ ὁ Υἱὸς, οὐ Θεὸς ὁ Υἱός· ει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἐπεὶ Υἱός. Ὁμοίως καὶ ὁ Πατὴρ, οὐκ ἐπεὶ Πατὴρ, Θεός· ἀλλ' ἐπεὶ οὐσία τοιάδε, εἷς ἐστι Πατὴρ, καὶ ὁ Υἱὸς
If the name God were indicative of persons, when we say three persons we would of necessity say three gods; but if God is a name significative of essence, when we confess one essence of the Holy Trinity we rightly glorify one God, since of one essence one name is God. Wherefore also, conformably both to the essence and to the name, God is one, not three. For neither do we say God and God and God, just as we say Father and Son and Holy Spirit, weaving in the conjunction 'and' with the names that are significative of the persons. Because the persons are not the same, but rather diverse, and differing from one another according to the signification of the names. Yet with the name God, since it is indicative of the essence from a certain property belonging to it, we do not attach the conjunction 'and', so as for us to say God and God and God; inasmuch as it is the same essence which the persons are, and which the name God signifies; wherefore also God is the same. And the same is never conjoined even by an added indication of the same. But if we say Father God, and Son God, and Holy Spirit God, or God Father, and God Son, and God Holy Spirit, we attach the conjunction 'and' in thought to the names of the persons. For instance, to Father, to Son, to Holy Spirit, so that there may be Father, Son, and Holy Spirit, that is, person, and person, and person. Wherefore also there are three persons. Now the name God is predicated absolutely and in like manner of each of the persons without the conjunction 'and', so that we cannot say God, and God, and God; but understand the name as uttered thrice indeed in voice, on account of the underlying persons, yet put forward in the second and in the third repetition without the conjunction 'and', because God is not another and another. For it is not inasmuch as the Father preserves His distinctness towards the Son that in this respect the Father is God. For thus the Son would not be God; for if, since the Father is Father, on this account also the Father is God, then since the Son is not Father, the Son is not God; and if the Son is God, it is not since He is Son. Likewise also the Father, not since He is Father, is God; but since there is such an essence, one is the Father, and the Son
Notes, col. 176

On the reading

Printed Ει, for Εἰ.

Printed ταυτὰ, for ταὐτὰ.

Printed πρόσωπυν, for πρόσωπον.

Printed ει, for εἰ.

PG 45:177Read from the page
Θεός. Καὶ δι' ἣν αἰτίαν Πατὴρ Θεὸς, καὶ Υἱὸς Θεὸς, καὶ Πνεῦμα ἅγιον Θεός· μὴ διαιρουμένης δὲ τῆς οὐσίας ἐν ἑκάστῳ τῶν προσώπων, ὥστε καὶ τρεῖς εἶναι οὐσίας κατὰ τὰ πρόσωπα, δῆλον ὅτι οὔτε τὸ ὄνομα διαιρεθήσεται ὅπερ σημαίνει τὴν οὐσίαν, οὔτε τὸ Θεὸς εἰς τὸ εἶναι τρεῖς θεούς· ἀλλ' ὥσπερ οὐσία ὁ Πατὴρ, οὐσία ὁ Υἱὸς, οὐσία τὸ ἅγιον Πνεῦμα· καὶ οὐ τρεῖς οὐσίαι· οὕτω καὶ Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί. Εἷς γὰρ Θεὸς καὶ ὁ αὐτός· ἐπεὶ καὶ μία οὐσία ἡ αὐτή· εἰ καὶ ἕκαστον τῶν προσώπων λέγεται, καὶ ἐνούσιον καὶ Θεός· καὶ γὰρ ἀνάγκη τρεῖς λέγειν οὐσίας Πατέρος καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ἐπεὶ οὐσία τῶν προσώπων ἕκαστον· ὅπερ ἐστὶν ἀλόγιστον· οὐδὲ γὰρ Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν, τρεῖς οὐσίας φαμέν· ἀλλὰ μίαν καὶ μίαν λέγοντες οὐσίαν, ἧς ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἕνα ἀκολούθως φαμὲν Θεόν· εἰ καὶ τῶν προσώπων καὶ ἐνούσιον καὶ Θεὸν εἶναι πιστεύομεν. Ὥσπερ γὰρ τῷ διαφέρειν τὴν Πατέρα τοῦ τε Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τρία φαμὲν πρόσωπα· οὕτως ἐπεὶ μὴ διαφέρουσι κατὰ τὴν οὐσίαν, ἀλλ' ἔστι κατ' αὐτὴν τῶν προσώπων ταυτότης, ἔσται πάντως καὶ κατὰ τὸ Θεὸς ὄνομα. Δηλωτικὸν γὰρ τοῦτο τῆς οὐσίας, οὐ τὸ τί αὐτῆς παριστῶν, ἐπεὶ ἀκατάληπτον, ἀλλ' ἀπό τινος ἰδιωμάτων προσόντος αὐτῇ λαμβανόμενον, παραδηλοῦν αὐτήν. Ἔστι γὰρ ἰδίωμα τῆς ἀϊδίου οὐσίας, ἧς Πατὴρ, Υἱὸς καὶ ἅγιον Πνεῦμα, τὸ πάντα ἐποπτεύειν καὶ θεωρεῖν καὶ γινώσκειν καὶ αὐτὰ τὰ κρύφια. Ἐντεῦθεν εἰλημμένον τὸ Θεὸς ὄνομα κυρίως λεγόμενον σημαίνει τὴν οὐσίαν ἐκείνην. Μιᾶς τοιγαροῦν ὑπαρχούσης τῆς τοιαύτης οὐσίας, καὶ ἑνὸς τοῦ παραδηλοῦντος αὐτὴν ὀνόματος (φημὶ δὴ τοῦ Θεός)· εἷς κυρίως ἔσται Θεὸς τῷ λόγῳ τῆς οὐσίας ἀκολούθως· ἐπεὶ μὴ πρόσωπον δηλοῖ τὸ Θεὸς, ἀλλὰ τὴν οὐσίαν. Εἰ γὰρ πρόσωπον ἐδήλου τὸ Θεὸς, ἓν καὶ μόνον τῶν προσώπων ἐλέγετο Θεὸς, ὅπερ ἐσημαίνετο τῷ τοιῷδε ὀνόματι· ὥσπερ οὖν καὶ Πατὴρ, μόνος ὁ Πατὴρ λέγεται, διὰ τὸ προσώπου δηλωτικὸν εἶναι τοῦτο τὸ ὄνομα.
God. And for the same cause the Father is God, and the Son is God, and the Holy Spirit is God; and since the essence is not divided in each of the persons, so that there should also be three essences according to the persons, it is plain that neither will the name which signifies the essence be divided, nor the name God so as for there to be three gods; rather, just as the Father is essence, the Son is essence, the Holy Spirit is essence, and there are not three essences, so too the Father is God, the Son is God, the Holy Spirit is God, and there are not three gods. For God is one and the same, since also the essence is one and the same, even though each of the persons is called both substantial and God; for otherwise it would be necessary to affirm three essences of the Father and of the Son and of the Holy Spirit, since each of the persons is essence—which is unreasonable; for neither do we call Peter and Paul and Barnabas three essences, but in affirming one and the selfsame essence, of which are the Father and the Son and the Holy Spirit, we conformably affirm one God, even though we believe each of the persons to be both substantial and God. For just as, by the differing of the Father from both the Son and the Holy Spirit, we affirm three persons, so too, since they do not differ according to essence, but there is according to it an identity of the persons, there will altogether be such according to the name God as well. For this name is indicative of the essence, not presenting what it is in itself—since that is incomprehensible—but taken from one of the properties belonging to it, indicating it obliquely. For it is a property of the eternal essence, of which are the Father, the Son, and the Holy Spirit, to oversee and behold and know all things, even the hidden things themselves. Taken hence, the name God, properly spoken, signifies that essence. Since, therefore, such an essence is one, and the name indicating it is one (I mean that of God), God will properly be one, conformably to the principle of essence, since God indicates not a person, but the essence. For if God indicated a person, one and one alone of the persons would be called God, namely that which was signified by such a name; just as indeed Father also—the Father alone is called Father, because this name is indicative of a person.
Εἰ δὲ φαίη τις ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν φαμὲν τρεῖς οὐσίας, μερικὰς δηλονότι, τουτέστιν ἰδικὰς (τοῦτο γὰρ κυριώτατον εἰπεῖν), ὅτι μερικὴν οὐσίαν, τουτέστιν ἰδικὴν λέγοντες, οὐδὲν ἕτερον σημᾶναι βουλόμεθα, ἢ ἄτομον, ὅπερ ἐστὶ πρόσωπον. Προσώποις δὲ οὐχ ἕπεται τὸ Θεὸς, καθὼς δέδεικται. Τί οὖν λεκτέον πρὸς ἐκεῖνο, ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν, τρεῖς φαμεν ἀνθρώπους; Οὐχ ὡς ταῦτα πρόσωπα, πρόσωπα δὲ τῷ σημαντικῷ ὀνόματι τῆς κοινῆς οὐσίας οὐ σημαίνεται. Οὐδὲ ἡ μερικὴ λεγομένη ἤτοι ἰδικὴ οὐσία, ταὐτὸν αὐτὴ τῷ προσώπῳ, τίνος χάριν τρεῖς ἀνθρώπους φαμὲν, αὐτοὺς μιᾶς οὐσίας ὑπάρχοντας, ἧς ἐστι τὸ ἄνθρωπος δηλωτικόν; Εἰ μήτε διὰ τὰ πρόσωπα, μήτε διὰ τὸ λέγεσθαι μερικὴν οὐσίαν, ἤτοι ἰδικὴν, ἐκφωνοῦμεν, τοῦτό φαμεν ὅτι καταχρηστικῶς καὶ οὐ κυρίως τοῦτο λέγομεν, διά τινα συνήθειαν ἐξ ἀναγκαίων αἰτιῶν κρατήσα-
But if someone should say that we call Peter and Paul and Barnabas three essences—particular ones, clearly, that is, peculiar ones (for this is the most proper way to speak)—because in speaking of a particular, that is, a peculiar essence, we mean to signify nothing other than an individual, which is a person; yet the name God does not follow upon persons, as has been shown. What then is to be said to this, that we call Peter and Paul and Barnabas three men? Not as though these are persons, while persons are not signified by the name significative of the common essence. Nor is what is called the particular or peculiar essence itself the same as the person: for what reason do we call them three men, when they are of one essence, of which the name man is indicative? If we utter this neither on account of the persons, nor on account of its being called a particular or peculiar essence, we say this: that we speak thus by catachresis and not properly, on account of a certain custom that has prevailed from necessary causes
Notes, col. 177

On the reading

Printed τὴν, for τὸν.

PG 45:180Read from the page
σαν τῶν μὴ ἐπὶ τῆς ἁγίας Τριάδος θεωρουμένων. Εἰσὶ δὲ αὗται· ὅρος τοῦ ἀνθρώπου οὐκ ἀεὶ ἐν τοῖς αὐτοῖς ἀτόμοις ἤτοι προσώποις θεωρεῖται. Τῶν μὲν γὰρ προτέρων τελευτώντων, ἕτερα ἀντ' αὐτῶν συνίσταται· καὶ πάλιν τῶν αὐτῶν πολλάκις μενόντων ἄλλα τινὰ ἐπιγίνεται· ὡς ποτὲ μὲν ἐν τούτοις, ποτὲ δὲ ἐν ἐκείνοις, καὶ ποτὲ μὲν ἐν πλείοσι, ποτὲ δὲ ἐν ἐλάττοσι θεωρεῖσθαι· καὶ ἐπὶ τῆς ἀφαιρέσεως, τῆς τε ἀποβιώσεως καὶ γεννήσεως τῶν ἀτόμων, ἐν οἷς θεωρεῖται ὁ τοῦ ἀνθρώπου ὅρος, ἀναγκαζόμεθα καὶ πολλοὺς λέγειν ἀνθρώπους καὶ ὀλίγους, τῇ τροπῇ καὶ ἀλλοιώσει τῶν προσώπων ἐκκρουσθείσης τῆς κοινῆς συνηθείας, καὶ παρὰ αὐτὸν τὸν τῆς οὐσίας λόγον· ὥστε συναριθμεῖν τοῖς προσώποις τινὰ τρόπον καὶ οὐσίας. Ἐπὶ δὲ τῆς ἁγίας Τριάδος οὐδὲν τοιοῦτον συμβαίνει ποτὲ, διὰ τὸ τὰ αὐτὰ πρόσωπα, καὶ οὐχ ἕτερα καὶ ἕτερα λέγεσθαι, κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχοντα· μήτε προσθήκην τινὰ δέχεσθαι αὐτὴν εἰς τετράδα· μήτε μείωσιν, τὴν εἰς δυάδα· οὔτε γὰρ γεννᾶται ἢ ἐκπορεύεται ἐκ τοῦ Πατέρος ἢ ἐξ ἑνὸς τῶν προσώπων, ὥστε καὶ τετράδα εἶναί ποτε τὴν Τριάδα· οὔτε τελευτᾷ ποτε ἓν τῶν τριῶν τούτων προσώπων, ὥστε δυάδα τὴν Τριάδα γίνεσθαι. Προσθήκης δὲ καὶ μειώσεως, τροπῆς τε καὶ ἀλλοιώσεως μηδεμιᾶς ποτε γινομένης τοῖς τρισὶ προσώποις, ἄτοπον πρὸς τοῖς τρισὶ προσώποις καὶ τρεῖς λέγειν θεούς. Πάλιν τὰ τοῦ ἀνθρώπου πρόσωπα πάντα, οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι· ἀλλὰ τὰ μὲν ἐκ τούτου· τὰ δὲ ἐξ ἐκείνου εἰς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος, οὐχ οὕτως. Ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον τοῦ Πατέρος, ἐξ οὗ ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον ὄντα τῶν αὐτοῦ αἰτιατῶν, ἕνα Θεόν φαμεν· ἐπεὶ καὶ συνυπάρχει αὐτοῖς. Οὔτε γὰρ χρόνῳ διαιρεῖται ἀλλήλων τὰ πρόσωπα τῆς θεότητος, οὔτε τόπῳ, οὐ βουλῇ, οὐκ ἐπιτηδεύματι, οὐκ ἐνεργείᾳ, οὐ πάθει οὐδενὶ τῶν τοιούτων, οἷάπερ θεωρεῖται ἐπὶ τῶν ἀνθρώπων· ἢ μόνον ὅτι ὁ Πατὴρ, Πατήρ ἐστι, καὶ οὐχ Υἱός· Υἱὸς, Υἱός ἐστι καὶ οὐ Πατήρ· ὁμοίως καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ Πατὴρ, οὐδὲ Υἱός. Διόπερ οὐδεμία ἀνάγκη παρασκευάζει ἡμᾶς τρεῖς θεοὺς εἰπεῖν τὰ τρία πρόσωπα, ὥσπερ ἐφ' ἡμῶν πολλοὺς ἀνθρώπους φαμὲν τὰ πολλὰ πρόσωπα διὰ τὰς εἰρημένας αἰτίας, καὶ οὐ κατὰ λόγον ἀναγκαῖον τὸ αὐτὸν κατὰ αὐτὸν, ἓν καὶ πολλὰ οὐ δυνατὸν εἶναι. Ἔστι δὲ καὶ Πέτρος, καὶ Παῦλος, καὶ Βαρνάβας, κατὰ τὸ, ἄνθρωπος, εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτὸ τοῦτο, κατὰ τὸ, ἄνθρωπος, πολλοὶ οὐ δύνανται εἶναι. Λέγονται δὲ πολλοὶ ἄνθρωποι καταχρηστικῶς, καὶ οὐ κυρίως· τὸ δὲ καταχρηστικῶς λεγόμενον, οὐκ ἂν τοῖς εὖ φρονοῦσι τοῦ κυρίως προτιμηθείη. Διὸ οὐ λεκτέον ἐπὶ τῶν τριῶν προσώπων τῆς θείας οὐσίας τρεῖς θεοὺς εἶναι, κατὰ τὸ Θεός· εἷς δὲ Θεὸς καὶ ὁ αὐτὸς διὰ τὴν ταυτότητα τῆς οὐσίας ἧς ἐστι Θεὸς σημαντικὸν, καθὼς εἴπομεν.
among things that are not contemplated in the Holy Trinity. And they are these: the definition of man is not always beheld in the same individuals or persons. For while the former ones pass away, others are constituted in their stead; and again, while the same ones oftentimes remain, certain others are added besides; so that it is beheld now in these, now in those, and now in more, now in fewer; and in the subtraction, both the departure from life and the generation of the individuals in whom the definition of man is beheld, we are compelled to speak both of many men and of few, common usage having been driven off course by the change and alteration of the persons, even contrary to the very principle of essence, so as in a certain manner to number essences also along with the persons. Yet in the Holy Trinity nothing of the sort ever comes to pass, because the selfsame persons, and not others and others, are spoken of, abiding in the same state and in like manner, and neither does It admit any addition unto a quaternity, nor diminution unto a dyad; for neither is anyone begotten or proceeding from the Father or from one of the persons so that the Trinity should ever be a quaternity, nor does one of these three persons ever pass away so that the Trinity should become a dyad. And since no addition or diminution, nor turning or alteration, ever comes to pass in the three persons, it is absurd alongside the three persons also to affirm three gods. Again, all the persons of man do not possess their being proximately from the same person; rather, some are from this one and others from that one, so that alongside the effects the causes too are many and diverse; whereas in the Holy Trinity it is not so. For one and the same is the person of the Father, from Whom the Son is begotten and the Holy Spirit proceeds. Wherefore also properly we call Him Who is the one Cause of those caused by Him one God, since He also coexists with Them. For neither in time are the persons of the Godhead divided from one another, nor in place, nor in counsel, nor in pursuit, nor in activity, nor in any affection of such kinds as are beheld among men, save only that the Father is Father and not Son; the Son is Son and not Father; likewise also the Holy Spirit is neither Father nor Son. Wherefore no necessity compels us to call the three persons three gods, just as among ourselves we call the many persons many men on account of the aforesaid causes, and not according to a necessary principle whereby the same thing in the same respect cannot be both one and many. Moreover, Peter and Paul and Barnabas, according to the term man, are one man, and in this very same respect, according to the term man, they cannot be many. Rather, they are called many men by catachresis, and not properly; and what is spoken by catachresis would never be preferred by men of sound judgement to what is spoken properly. Wherefore it must not be said of the three persons of the divine essence that they are three gods according to the name God; rather, there is one and the selfsame God on account of the identity of the essence of which God is significative, just as we have said.
PG 45:181Read from the page
Εἰ δὲ λέγοι τις· Καὶ πῶς ἡ Γραφὴ συναριθμεῖ τρεῖς ἄνδρας κατὰ περιουσίαν; ὁράτω ὅτι Υἱὸν καὶ ἅγιον Πνεῦμα διδοῦσα ἡ Γραφὴ καὶ Θεὸν Λόγον, Θεὸν μὴ Λόγον, τουτέστι, Θεὸν Πατέρα, Θεὸν Πνεῦμα ἅγιον· Θεὸν παραδιδοῦσα, καθόλου παραιτεῖται τρεῖς θεοὺς εἰπεῖν, ἀσέβειαν ἡγουμένη τὴν πολυθεΐαν, καὶ ἕνα Θεὸν διόλου κηρύττουσα, μήτε τὰ πρόσωπα συμφύρουσα, μήτε τὴν θεότητα διαιροῦσα· φυλάττουσα δὲ μᾶλλον ταυτότητα θεότητος ἐν ἰδιότησιν ὑποστάσεων, ἢ ὡς τριῶν προσώπων. Εἰ δὲ βούλεται ὁ τοιαῦτα λέγων μαθεῖν τὸ ἀληθὲς, γινωσκέτω ὡς τρεῖς λέγει ἡ Γραφή· καίπερ ἕνα ἄνθρωπον τοὺς σύμπαντας γινώσκουσα, κατὰ τὸ, Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· οἷα τροφὸς ἀγαθὴ, καὶ ἴδια βρέφη τοὺς ἀνθρώπους λογιζομένη· καὶ ἐνίοτε αὐτοῖς συμψελλίζουσα, καὶ χρωμένη ὁμοίως ἐκείνοις τῶν ὀνομάτων τισὶν, οὐ παραγινώσκουσα τὸ τέλειον. Ἡ αὐτὴ γὰρ καὶ ὦτα, καὶ ὀφθαλμοὺς, καὶ λοιπὰ δὴ μόρια σώματος ἔχειν λέγουσα τὸν Θεὸν, οὐ δόγμα τὸ τοιοῦτο παραδίδωσι, σύνθετον ὁριζομένη τὸ Θεῖον· ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον ἐκ μεταφορᾶς τῶν ἡμετέρων, πρὸς ἀναγωγὴν τῶν μὴ ἀμέσως ἐπὶ τὰ ἀσώματα χωρεῖν δυναμένων, τὰ δόγματα ἐκτίθεται· Πνεῦμα λέγουσα τὸν Θεὸν εἶναι, καὶ πανταχοῦ ἔνθα τις πορευθείη παρεῖναι τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀπερίγραφον, ἡμᾶς ἐκδιδάσκουσα. Οὕτω καὶ τρεῖς ἄνδρας λέγουσα διὰ συνήθειαν, ἵνα μὴ ξενίζῃ τὸ κοινὸν καὶ ἐν χρήσει τῶν πολλῶν ὑπάρχον. Καὶ ἕνα φησὶ δι' ἀκρίβειαν, ἵνα μὴ παρασαλεύῃ τὸ τέλος, καὶ ἐν τῇ φύσει τῶν πραγμάτων θεωρουμένη. Καὶ τὸ μὲν ἡγούμεθα συγκατάβασιν ἐπὶ χρησίμῳ καὶ συμφέροντι τῶν νηπιωδεστέρων γεγενημένον· τὸ δὲ ὁριζόμεθα δόγμα ἐπὶ βεβαιώσει καὶ παραδόσει τῆς τελειότητος ἐκτιθέμενον. Ἀλλὰ πάλιν φασί τινες ὅτι, ὥσπερ λέγομεν· Ὑπόστασις ὑποστάσεως, ἡ ὑπόστασις, οὐδὲν διαφέρει· καὶ οὐ παρὰ τοῦτη μία ὑπόστασις αἱ πᾶσαι ὑποστάσεις· καὶ ὥσπερ οὐσία, οὐσίας οὐδὲν διαφέρει· καὶ οὐ παρὰ τοῦτο μία οὐσία αἱ πᾶσαι οὐσίαι· οὕτως ἂν εἴποιμεν, Θεὸς Θεοῦ οὐδὲν διαφέρει· καὶ οὐ διὰ τοῦτο εἷς Θεὸς, αἱ τρεῖς ὑποστάσεις, καθ' ὧν τὸ Θεὸς κατηγορεῖται. Καὶ πάλιν, Ἄνθρωπος ἀνθρώπου οὐδὲν διαφέρει, λέγοντες, οὐκ ἀναιροῦμεν τὸ τρεῖς ἀνθρώπους εἶναι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν. Διαφέρει γὰρ οὐσία οὐσίας· καὶ οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ τοιάδε οὐσία· καὶ ὑπόστασις ὑποστάσεως, καθὸ τοιάδε ὑπόστασις, καὶ ἄνθρωπος ἀνθρώπου ἢ τοιόσδε ἄνθρωπος. Καὶ πάλιν Θεὸς Θεοῦ ᾗ τοιόσδε Θεός· τὸ δὲ τοιόσδε ἢ τοιόσδε, ἐπὶ δύο ἢ καὶ πλειόνων εἴωθεν λέγεσθαι. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ἡμεῖς δὲ δείξομεν σόφισμα τὸ πᾶν εἶναι, αὐτοῖς τοῖς εἰρημένοις κεχρημένοι, καὶ δεικνύντες μὴ δεῖν, τοιόνδε Θεὸν καὶ τοιόνδε, ἢ τοιόνδε ἄνθρωπον καὶ τοιόνδε λέγειν· ἀλλ' ἢ ἄρα τοιάνδε ὑπόστασιν Θεοῦ καὶ τοιάνδε ὑπόστασιν ἀνθρώπου. Πολλὰς γὰρ ὑποστάσεις τοῦ ἑνὸς ἀνθρώπου, καὶ τρεῖς ὑποστάσεις τοῦ ἑνὸς Θεοῦ φαμεν δικαίως. Τὸ μὲν οὖν τοιόνδε λεγόμενον, διακρῖναι βούλεταί τί τινος κοινωνοῦντος κατ' ἐκεῖνο τοὔνομα, ᾧ τὸ τοιόνδε προστίθεται· οἷον ζῶον τοιόνδε φαμὲν τὸν ἄνθρωπον, διακρῖναι αὐτὸν βουλόμενοι τοῦ ἵππου,
Now if someone should say: And how does Scripture enumerate three men by way of abundance? let him observe that in setting forth the Son and the Holy Spirit, Scripture also sets forth God the Word, and God not the Word—that is, God the Father, and God the Holy Spirit; in handing down God, it altogether declines to say three gods, accounting polytheism to be impiety, and throughout proclaiming one God, neither confounding the persons nor dividing the Godhead, but rather preserving the identity of the Godhead in the properties of the hypostases, or as of three persons. And if he who says such things wishes to learn the truth, let him know how Scripture says three, although knowing all mankind to be one man, according to the saying, Man, his days are as grass: like a good nurse, reckoning human beings her own babes, and at times lisping along with them, and making use in like manner with them of certain names, while not failing to know what is perfect. For the same Scripture, when it says that God also has ears and eyes and the remaining parts of a body, does not hand down such a doctrine by defining the Divine as composite; rather, in the aforesaid manner, by metaphor from things of our own, for the uplifting of those unable to advance immediately to incorporeal realities, it sets forth its doctrines, teaching us thoroughly that God is Spirit, and that everywhere one might go His simple and uncircumscribed nature is present. Thus too it speaks of three men on account of custom, lest what is common and in use among the many should seem strange. And it says one on account of exactness, lest it unsettle the end contemplated even in the nature of things. And the former we deem to be a condescension brought about for what is useful and profitable to the more infantile; whereas the latter we define as a dogma set forth for the confirmation and transmission of perfection. Yet again certain people say that just as we say: Hypostasis differs in nothing from hypostasis, qua hypostasis, and not on that account are all hypostases one hypostasis; and just as essence differs in nothing from essence, and not on that account are all essences one essence; so too we might say: God differs in nothing from God, and not on this account are the three hypostases, of which God is predicated, one God. And again, in saying, Man differs in nothing from man, we do not abolish Peter and Paul and Barnabas being three men. For essence differs from essence, yet not inasmuch as it is essence, but inasmuch as it is such an essence; and hypostasis differs from hypostasis inasmuch as it is such a hypostasis, and man from man qua such a man. And again, God differs from God qua such a God; and 'such or such' is wont to be spoken of two or even more. Now those men say these things; whereas we shall show that the whole argument is a sophism, making use of the very things that have been said, and demonstrating that one ought not to say such a God and such, or such a man and such, but rather, if at all, such a hypostasis of God and such a hypostasis of man. For we justly affirm many hypostases of the one man, and three hypostases of the one God. Now what is called 'such' means to distinguish something from another that shares in that name to which 'such' is added; for instance, we call man 'such an animal', wishing to distinguish him from the horse,
Notes, col. 181

On the reading

Printed ἡ, for ᾗ.

Printed τοῦτη, for τοῦτο.

Printed ἢ, for ᾗ.

PG 45:184Read from the page
φέρε εἰπεῖν, κοινωνοῦντος αὐτῷ κατὰ τοὔνομα τοῦ ζώου· διαφέροντος δὲ τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. Διακρίνεται δέ τί τινος, ἢ οὐσία, ἢ ὑπόστασις, ἢ οὐσίᾳ καὶ ὑποστάσει· καὶ οὐσίᾳ μὲν διακρίνεται, ὁ ἄνθρωπος τοῦ ἵππου· ὑποστάσει δὲ Παῦλος, Πέτρου. Οὐσίᾳ δὲ καὶ ὑποστάσει, ἥδε ἐστὶν ἡ ὑπόστασις τοῦ ἀνθρώπου, τῆσδε ὑποστάσεως τοῦ ἵππου. Ἀλλὰ φανερουμένου τοῦ λόγου τῶν κατ' οὐσίαν ἁπλῶς, καὶ τῶν καθ' ὑπόστασιν καὶ οὐ κατ' οὐσίαν διαφερόντων, πρόδηλος ἔσται καὶ ὁ παρὰ τῶν κατ' οὐσίαν διακεκριμένων λόγος. Ὅτι μὲν γὰρ καὶ τὰ διαφέροντα κατ' οὐσίαν, λέγονται δύο ἢ τρεῖς οὐσίαι· καὶ τὰ διαφέροντα καθ' ὑπόστασιν, ὡσαύτως λέγονται δύο καὶ τρεῖς ὑποστάσεις, ὁμολογοῦσι καὶ αὐτοὶ, καὶ ἡμεῖς. Διαφερόμεθα δὲ, ὅτι ἐπὶ μὲν Πέτρου καὶ Παύλου φασὶ δεῖν λέγειν ἀνθρώπους. Ἡμεῖς δὲ οὐ κυρίως καὶ κατὰ τὸν ἐπιστημονικὸν λόγον. Οὐδὲ εἷς γὰρ λόγος νῦν παρὰ κοινῆς τε καὶ καταχρηστικῆς χρήσεως. Αὕτη γὰρ οὐδὲ πρὸς ἀναίρεσίν τινος οὔτε πρὸς σύστασιν ἰσχύει. Σαφηνιζέσθω τοιγαροῦν πρότερον ἡμῖν τὸν ἄνθρωπον καὶ τὸν ἵππον, ἢ τὴν ἵππον καὶ τὸν κύνα τίνος χάριν διαφέρειν λέγομεν, καθὸ τοιάδε οὐσία· ἢ πρόδηλον, ὅτι ἐπεὶ διαφέρουσιν ἀλλήλων κατὰ τὰ χωρίζειν οὐσίας ειωθότα· οἷον λογικῷ καὶ ἀλόγῳ, χρεμετιστικῷ, ὑλακτικῷ· καὶ εἴ τινι τοιούτῳ. Τὸ γὰρ λέγειν οὐσίαν τοιάνδε, οὐδὲν ἕτερον λέγομεν, ἢ ὕπαρξιν ζωῆς μετέχουσαν πρὸς ἀντιδιαστολὴν τῆς μὴ τοιαύτης, ἢ ὕπαρξιν λογίζεσθαι πεφυκυῖαν, πρὸς διάκρισιν τῆς ἀλογίᾳ διαφερούσης· ἢ ὕπαρξιν, τὸ χρεμετιστικὸν ἔχουσαν χαρακτηριστικὸν, καὶ εἴ τι τοιοῦτον. Ἀντὶ γὰρ τοιούτων διαφορῶν καὶ ἰδίων, προτίθεται τῇ οὐσίᾳ, ἢ καὶ παντὶ γένει, πρὸς διάκρισιν τῶν ὑπ' αὐτὸ εἰδῶν τὸ τοιόνδε, ἢ τοιόνδε ζῶον ἀντὶ τοῦ λαγικὸν, ἢ ἄλογον. Καὶ πάλιν λέγομεν, Διαφέρει Πέτρος Παύλου, καθὸ τοιάδε ὑπόστασις ἑκάστῳ αὐτῶν· ἐπεὶ διαφέρουσιν ἀλλήλων κατά τινα τῶν ὑπόστασιν καὶ οὐκ οὐσίαν συνιστᾷν πεφυκότων· οἷον φαλακρότητα, μακρότητα, πατρότητα, υἱότητα· καὶ εἴ τι τοιοῦτον. Πρόδηλον, γὰρ ὡς οὐ ταὐτὸν εἶδος καὶ ἄτομον· τοῦτο οὐσία καὶ ὑπόστασις· ἡ γὰρ ὑπόστασις εὐθὺς τὴν διάνοιαν τοῦ ἀκροωμένου παράγει πρὸς τὸ ζητῆσαι οὐλὴν, γλαυκὸν, πατέρα, υἱὸν, καὶ εἴ τι ὅμοιον. Λέγω δὲ εἴδος, τουτέστιν οὐσίαν πρὸς τὸ γνῶναι δηλονότι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ζῶον μὴ λογικὸν, θνητὸν, χρεμετιστικὸν, καὶ τὰ τοιαῦτα· εἰ δὲ μὴ ταὐτὸν οὐσία καὶ ἄτομον, ὅπερ ἐστὶν ὑπόστασις· οὐδὲ ταὐτὰ τὰ χαρακτηρίζοντα ταύτην τε κἀκείνην. Εἰ δὲ καὶ ταύτην οὐ ταὐτὰ, οὐδὲ τοῖς αὐτοῖς ὀνόμασι δυνατὸν συνάπτεσθαι· ἀλλὰ τὰ μὲν, τοῖς κατ' οὐσίαν, ἢ οὐσίας κειμένοις· τὰ δὲ, τοῖς κατὰ ἄτομον λεγομένοις.
for instance, which shares with him in the name of animal, yet differs by the rational and the irrational. Now one thing is distinguished from another either by essence, or by hypostasis, or by essence and hypostasis: and by essence, man is distinguished from the horse; by hypostasis, Paul from Peter; and by essence and hypostasis, this particular hypostasis of man from that particular hypostasis of the horse. Yet once the principle of things differing simply according to essence, and of those differing according to hypostasis and not according to essence, is made plain, the principle derived from things distinguished according to essence will also be evident. For that things differing according to essence are called two or three essences, and that things differing according to hypostasis are likewise called two and three hypostases, both they themselves and we confess. Where we differ, however, is that in the case of Peter and Paul they claim one ought to say 'men'; whereas we say not properly nor according to scientific reason. For there is not a single argument here save from common and catachrestic usage; and this avails neither for the refutation of anything nor for its establishment. Let it therefore first be made clear to us for what reason we say that a man and a horse, or a mare and a dog, differ inasmuch as each is such an essence: is it not manifest that it is because they differ from one another in the things that are wont to separate essences—such as by the rational and the irrational, that capable of neighing, that capable of barking, and whatever else is of the sort? For in speaking of 'such an essence', we mean nothing other than an existence partaking of life in contradistinction to that which is not such, or an existence naturally fitted to reason for distinction from that which differs by irrationality, or an existence possessing the capacity of neighing as its characteristic mark, and whatever else is of the sort. For in place of such differences and properties, 'such' is prefixed to essence, or indeed to every genus, for the distinction of the species under it—or 'such an animal' in place of 'rational' or 'irrational'. And again we say, Peter differs from Paul inasmuch as each of them has such a hypostasis, since they differ from one another in certain of the things naturally fitted to constitute hypostasis and not essence—such as baldness, tallness, fatherhood, sonship, and whatever else is of the sort. For it is manifest that species and individual—that is, essence and hypostasis—are not the same; for hypostasis straightway leads the mind of the hearer to inquire after a scar, grey eyes, a father, a son, and anything similar. Whereas I mean species, that is, essence, so as to know, clearly, an animal rational, mortal, receptive of mind and knowledge, or an animal non-rational, mortal, capable of neighing, and the like; and if essence and individual (which is hypostasis) are not the same, neither are the marks that characterize the one and the other the same. And if these too are not the same as regards this, neither can they be attached to the selfsame names; rather, the former attach to names posited according to essence or of essence, and the latter to those spoken according to the individual.
Notes, col. 184

On the reading

Printed ειωθότα, for εἰωθότα.

Printed λαγικὸν, for λογικὸν.

Printed εἴδος, for εἶδος.

PG 45:185Read from the page
Τρία τοίνυν ἐστὶν ὀνόματα περὶ ὧν ἡ ζήτησις, οὐσία, ἄτομον, ἄνθρωπος· καὶ τῇ μὲν οὐσίᾳ συνάπτομεν τὰ τοιάδε, καὶ συζεύγνυμεν, πρὸς διάκρισιν, ὡς εἶπον, τῶν ὑπ' αὐτὴν εἰδῶν κατ' οὐσίαν ἀλλήλων διαφερόντων. Τῇ δὲ ὑποστάσει πάλιν ὁμοίως τὰ τοιάδε συζεύγνυμεν, πρὸς διαίρεσιν προσώπων τῶν ἀλλήλοις κοινωνούντων τούτου τοῦ ὀνόματος, τουτέστι τῆς ὑποστάσεως, διαφερόντων ἀλλήλων οὐ τοῖς οὐσίας χαρακτηρίζουσιν, ἀλλὰ τοῖς λεγομένοις συμβεβηκόσιν. Τίνι οὖν βούλονται τρόπῳ συνάψαι τῷ ἄνθρωπος ὀνόματι τὸ τοιόνδε; Ἐκ γὰρ τῶν κοινῶς ὁμολογουμένων, τὰ ἀμφιβαλλόμενα δέχεται τὴν λύσιν· ὡς τῇ οὐσίᾳ ἔσται τὰ ὑπ' αὐτὴν οὐσιώδει διαφορᾷ διακεκριμένα ἀλλήλων· ὅπερ οὐκ ἔστιν. Οὐδὲν γὰρ διαφέρει κατ' οὐσίαν Παῦλος Πέτρου, καθ' ὧν κατηγορεῖται τὸ ἄνθρωπος· ἀλλ' ὡς τῇ ὑποστάσει προσώπου. Ἄρα δηλωτικὸν τὸ ἄνθρωπος οὐκ οὐσίας, ὅπερ ἄτοπον λέγειν· τὸ κοινὸν γὰρ τῆς οὐσίας σημαίνει τὸ ἄνθρωπος, καὶ οὐκ ἰδικὸν πρόσωπον, Παύλου φέρε εἰπεῖν, ἢ Βαρνάβα. Οὐκ ἄρα οὐδενὶ τρόπῳ τοιάδε συνέπεται τῷ ἄνθρωπος κατά γε τὸν ἐπιστημονικὸν λόγον. Εἰ δὲ κοινὴ χρῆσις ἀποροίη τούτοις, καὶ κατακέχρηται τοῖς τῆς οὐσίας ὀνόμασιν εἰς προσώπων δήλωσιν, οὐδὲν πρὸς τὸν ἀκριβῆ κανόνα τῆς λογικῆς ἐπιστήμης. Ἀλλὰ τί κατατρέχω τῆς συνήθους καταχρήσεως, ἀπορούσης εἰς τὰ τοιαῦτα, λανθάνων ὅτι πολλάκις κυρίοις οὐκ εὐποροῦντες, ἑτέροις καὶ αὐτοὶ καταχρώμεθα ὀνόμασι καταχρηστικοῖς πρὸς παράστασιν τοῦ λεγομένου; Πλὴν ἐκεῖνο σαφὲς ἡμῖν ἔστω, ὅτιπερ εἰ ἐλέγομεν ἐπὶ Πέτρου καὶ Παύλου, Ἄνθρωπος ἀνθρώπου, ἢ ἄνθρωπος, οὐδὲν διαφέρει· ἀλλ' ἢ τοιόσδε ἄνθρωπος· καὶ, Οὐσία οὐσίας, ἢ οὐσία, οὐδὲν διαφέρει, ἀλλ' ἢ τοιάδε οὐσία, λέγειν ἐπ' αὐτῶν ἠδυνάμεθα. Εἰ δὲ τοῦτο λέγειν μὴ δυνατὸν, ἐπεὶ καὶ ἡ αὐτὴ οὐσία Πέτρου καὶ Παύλου, οὐδὲ ἄρα οὐδὲ ἐκεῖνο· ἐπείπερ οὐσίας δηλωτικὸν τὸ ἄνθρωπος ὄνομα· εἰ δὲ τὸ τοιάδε καὶ τοιόσδε οὐκ ἀκόλουθον συνάψαι τῷ ἄνθρωπος ὀνόματι· οὐδ' ἄρα οὐδὲ δύο, ἢ τρεῖς κυρίως λέγομεν ἀνθρώπους. Καὶ εἰ ἐπὶ τοῦ ἀνθρώπου ταῦτα δέδεικται· πόσῳ μᾶλλον ἐπὶ τῆς ἀϊδίου καὶ θείας οὐσίας κυριώτερον ἁρμόσει τὸ μὴ τοιόσδε Θεὸς καὶ τοιόσδε λέγεσθαι τῶν ὑποστάσεων ἑκάστην· μηδὲ Θεὸν καὶ Θεὸν καὶ Θεὸν ἐκφωνεῖσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· μηδὲ τρεῖς, κἂν ἐν τῇ ἐνθυμήσει, δογματίζεσθαι. Συνέστηκεν οὖν ἄρα τῷ πρὸς ἡμῶν δικαίῳ καὶ ἀκολούθῳ καὶ ἐπιστημονικῷ τὰ τῷ λόγῳ, ὡς ἕνα Θεόν φαμεν τὸν τῶν ἁπάντων δημιουργὸν, εἰ καὶ ἐν τρισὶ προσώποις ἢ ὡς ὑποστάσεσι θεωρεῖται, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
There are therefore three names concerning which our inquiry stands: essence, individual, man; and to essence we attach and conjoin 'such' terms for the distinction, as I have said, of the species under it that differ from one another according to essence. And again to hypostasis in like manner we conjoin 'such' terms for the division of the persons that share with one another in this name—that is, of hypostasis—differing from one another not by the marks that characterize essence, but by what are called accidents. In what manner, then, do they wish to attach 'such' to the name man? For matters in dispute receive their resolution from things commonly confessed: either as to essence, the things under it will be distinguished from one another by an essential difference—which is not the case, for Paul differs in nothing according to essence from Peter, of whom 'man' is predicated—or else as to the hypostasis of a person. In that case 'man' would be indicative not of essence—which is absurd to say, for 'man' signifies what is common to the essence, and not a peculiar person, say of Paul or of Barnabas. Therefore in no manner whatever does 'such' follow upon 'man', at least according to scientific reason. And if common usage should be at a loss for terms in these matters, and has misused the names of essence for the indication of persons, that is nothing against the exact rule of logical science. Yet why do I inveigh against customary catachresis when it is at a loss in such matters, forgetting that oftentimes, lacking proper terms, we ourselves also resort to catachrestic names to present what is meant? Nevertheless let this be clear to us: that if we could say of Peter and Paul, Man differs in nothing from man qua man, save qua such a man, and, Essence differs in nothing from essence qua essence, save qua such an essence, we would have been able to speak thus of them. Yet if it is impossible to say the latter, since the essence of Peter and Paul is one and the same, then neither may we say the former, inasmuch as the name man is indicative of essence; and if it is not consistent to attach 'such' and 'such' to the name man, then neither do we properly speak of two or three men. And if these things have been demonstrated in the case of man, how much more properly will it befit the eternal and divine essence that each of the hypostases should not be called such a God and such; nor the Father and the Son and the Holy Spirit be uttered as God and God and God; nor three gods be taught as dogma, even in thought. It has therefore been established by our just and consistent and most scientific argument how we affirm one God, the Creator of all things, even though He is contemplated in three persons or hypostases—of the Father and of the Son and of the Holy Spirit.
Notes, col. 185

On the reading

Printed ἢ, for ᾗ.

Printed ἐπιστημονικῷ τὰ τῷ, for ἐπιστημονικωτάτῳ.