Migne Reading Room

PG 45 · cols. 169–173 · Read from the page

Against fate

Against fate

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:169Read from the page
τῶν μερικῶν κατὰ τὴν γῆν συμπτωμάτων τὴν αἰτίαν εἰς τὴν τῶν ἄστρων ἀναθήσονται κίνησιν; Εἰ τοίνυν ὁμόχρονος τοῖς ἄστροις ἡ γῆ, καὶ οὐδεμίαν ἐκεῖθεν οὐδὲ συμπτώσεως οὔτε διαμονῆς αἰτίαν ἐπάγεται· εἰ μερικαῖς δέ τισι τόπων περιγραφαῖς τὰ τοιαῦτα ὑφίσταται πάθη· ἄρα οὐχ εἱμαρμένης ἀνάγκην, ἀλλά τινα ἑτέραν ἰδιάζουσαν αἰτίαν ἐν τοῖς τοιούτοις συμπτώμασι γίνεσθαι. Ὅταν οὖν πάθῃ τι τοιοῦτον ἡ γῆ, καί τινας τοιαύτας συμφορὰς κατεργάζεται, τῶν οἰκητόρων συγκατασεισθέντων τῷ πτώματι· τί ἐροῦσιν οἱ προσκυνοῦντες τὴν εἱμαρμένην, καὶ τὴν τῶν ἄστρων κίνησιν ἐπιστατεῖν τῶν ὄντων διοριζόμενοι; Πῶς ἐκεῖ τὸ νήπιον, τὸ βρέφος, τὸ μειράκιον, ὁ ἀνὴρ, ὁ πατὴρ, ὁ πρεσβύτης, ὁ εὐγενὴς, ὁ εὐπατρίδης, ὁ μισθωτὸς, ὁ δεσμώτης; Οὔτε τῷ χρόνῳ τῆς γενέσεως, οὔτε διαφορᾷ τινι τῆς ἀξίας εἰς τὴν τῶν κακῶν ὁμοτιμίαν κωλύονται. Ἔτι πρὸς τούτοις· τίς οὐκ οἶδεν ὅτι παντὸς ἄγους ἔσχατόν ἐστιν ἡ θυγατρομιξία, καὶ ἀδελφογαμία, καὶ εἰς μητέρας παρανομία; Τοῦτο τοίνυν εἰ κατά τινα μοίρας ἀνάγκην ἐγίνετο, πάντως ἂν καὶ ἐν τοῖς καθ' ἡμᾶς ἐτολμήθη τόποις· ἐπεὶ δὲ μόνῳ τῷ ἔθνει Περσῶν, καὶ τοῖς τὰ ἐκείνων νόμιμα δεδιδαγμένοις, τὸ τοιοῦτον ἄγος τολμᾶται· δῆλον ἐκ τοῦ ἀκολούθου, ὅτι μοῖρα καὶ εἱμαρμένη ἡ ἑκάστου προαίρεσις γίνεται, τὸ δοκοῦν κατ' ἐξουσίαν προαιρουμένη.
will they refer the cause of partial occurrences upon the earth to the motion of the stars? If, therefore, the earth is coeval with the stars, and derives thence no cause either of collapse or of permanence, and if such affections subsist in certain partial circumscriptions of places, then it is not a necessity of fate, but some other peculiar cause that operates in collapses of this sort. Whenever, therefore, the earth suffers something of this kind and brings about certain such disasters, while the inhabitants are shaken down together in the ruin, what will those say who bow down to fate and lay it down that the motion of the stars presides over the things that are? How are there in that ruin the infant, the babe, the youth, the grown man, the father, the old man, the well-born, the patrician, the hired labourer, the prisoner? Neither by the time of their birth nor by any distinction of rank are they hindered from an equality of honour in evils. Moreover, in addition to these things, who knows not that the uttermost of every abomination is union with daughters, and marriage with sisters, and lawlessness towards mothers? Now if this came to pass by some necessity of lot, it would altogether have been dared in the regions among us as well; since, however, among the nation of the Persians alone, and among those who have been taught their customs, such an abomination is dared, it is manifest by consequence that each man's deliberate choice becomes his lot and fate, choosing according to its own authority whatever seems good to it.
Ἔτι πρὸς τούτοις, ὡς ἂν μηδὲ τὸ τοιοῦτον ἔχοιεν λέγειν, ὅτι κατὰ τὰς ποιὰς περικλίσεις τῶν τόπων ἰδιάζουσαί τινες ἄστρων κινήσεις καταλαμβάνονται, καὶ διὰ τοῦτο, οἱ μὲν μητρογαμοῦσιν, οἱ δὲ ξενοκτονοῦσι καὶ ἀνθρωποβοροῦσι· τῆς δὲ τῶν ἄστρων τῆς θέσεως ἐκείνοις ἰδιαζόντως ἐπιπιπτούσης, εἰ καὶ παντάπασι τῶν ἀπαιδεύτων καὶ τῆς τῶν ὄντων θεωρίας ἀνεπισκέπτων ὁ τοιοῦτος λόγος ἐστὶ, τῶν οἰομένων ὅτι κατὰ τὰς ποιὰς τῆς γῆς περιγραφὰς καὶ ἡ ἄνωθεν αὐτοῖς λῆξις ἐπιτυποῦται· οὕτω γὰρ ἂν εὑρεθείη τὰ γήϊνα τῶν οὐρανίων ἀρχηγικώτερα, εἰ κατὰ ταῦτα νομίζοιτο κἀκεῖνα ἔχειν· ὅμως καὶ τοῦτο προσθήσομεν πρὸς ἔλεγχον τῆς ἠπατημένης αὐτῶν ὑπολήψεως· Πάντα σχεδὸν τὰ μέρη τῆς γῆς τὸ τῶν Ἰουδαίων ἐπενεμήθη γένος, ἀνατολικοὶ, νότιοι, μεσογεῶται, δυτικοὶ, προσαρκτικοὶ, πάντα σχεδὸν τὰ ἔθνη μέμικται πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. Πῶς τοίνυν οὐδεμία τῶν ἄστρων ἀνάγκη ἐπ' οὐδενὸς αὐτῶν ἴσχυσέ τινι τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλώβητον, ἀλλ' ἐν ταῖς μυριοτρόποις τῶν ἄστρων ἐπιπλοκαῖς, ὥσπερ ἂν συνενεχθῇ τὸ τικτόμενον, ἐν τῷ ὁμοίῳ πάντως ἐστὶ, κατὰ τὴν τεταγμένην τῶν ἡμερῶν περίοδον ὑπομενούσης τὴν λώβην τῆς φύσεως; Ὁ δὲ, Ταῦτα μὲν οὔπω, φησὶν, ἐξήτασται παρ' ἡμῖν, τίνι λόγῳ διαφεύγει τὴν ἐκ τῶν ἄστρων ἀνάγκην τὰ νόμοις κεκρατημένα παρὰ πολλοῖς τῶν ἐθνῶν· ἡ μέντοι πρόῤῥησις τῶν ἀποβησομένων, οὐκ ἂν μικρὸν εἰς ἀπόδειξιν νομισθείη, τοῦ ἀπαραβάτως ἔχειν τὰ μεμοιραμένα ἑκάστῳ. Πῶς γὰρ ὁ δεῖνα, τόνδε τὸν ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν, καὶ τοιαῖσδε συντυχίαις κατὰ τὸν βίον συνενεχθήσεσθαι προμαθὼν, οὐ διεψεύσθη, εἰ μή τις ἀνάγκη κατὰ τὸ ἀπαράβατον ἐκείνῳ τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε προαγορεύοντι διὰ τῆς ποιᾶς τῶν κατὰ τὸν ἀριθμὸν σεσημειωμένων παρατηρήσεως δῆλον ἐποίησεν; Εγὼ δὲ κρεῖττον μὲν ἔφην ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν, ἢ γέλωτος ἀφορμὴν παρασχεῖν τοῖς ἀμαθεστέροις τῶν ἡμετέρων δογμάτων· πλὴν ἀλλὰ μικρὰ φροντί-
Moreover, in addition to these considerations, lest they should be able even to assert such a thing—that according to the particular inclinations of places certain peculiar motions of the stars are apprehended, and on this account some men marry their mothers, while others slay strangers and devour human flesh, because the placement of the stars falls upon those men in a peculiar way—although such a claim belongs wholly to uneducated men who have never examined the contemplation of existing things, supposing as they do that according to the particular circumscriptions of the earth their allotment from above is also stamped upon them (for thus earthly things would be found more sovereign than heavenly things, if those too were supposed to be disposed in accordance with these), nevertheless we shall add this argument too for the refutation of their deluded supposition: Over well-nigh all parts of the earth has the race of the Jews overspread—easterners, southerners, inlanders, westerners, northerners; well-nigh all nations are intermingled in cohabitation with the Jews. How, then, did no necessity of the stars avail in the case of a single one among them to grant unscathedness to anyone belonging to that nation, whereas amid the myriad-fashioned interweavings of the stars, in whatever conjunction the newborn child may be brought forth, it is altogether in the very same condition, its nature undergoing the mutilation according to the appointed cycle of days? And he says: These matters indeed have not yet been investigated among us, by what principle customs established by laws among many of the nations escape the necessity arising from the stars; yet the foretelling of future events would be deemed no slight proof that what has been allotted to each man holds unalterably. For how was so-and-so not deceived when he had learned beforehand that he would live such-and-such a number of years and meet with such-and-such occurrences throughout his life, unless some necessity unalterably both spun out altogether that these things should come to pass for that man, and made them manifest to the one foretelling them through the particular observation of the points marked out by number? And I said that in such matters it were better to seem ignorant than to afford an occasion for ridicule to those less instructed in our doctrines; howbeit, paying slight heed
Notes, col. 169

On the reading

Printed Εγὼ, for Ἐγὼ.

PG 45:172Read from the page
σας τῶν ἐν γέλωτι τὰ καθ' ἡμᾶς τιθεμένων, δι' ὀλίγων, ὡς ἂν οἷός τε ὦ, πᾶσαν τὴν περὶ τούτου αἰτίαν ἐκθήσομαι. Ἔστι τῷ γένει τῶν ἀνθρώπων κατὰ φύσιν πολέμιος δύναμίς τις ἐκ τῶν ἐναντίων τῇ ἀγαθῇ φύσει γινωσκομένη. Τούτου δὲ μυρίας μὲν ἔστι τὰς ἀποδείξεις ἐξ ἐναργῶν παραστῆσαι πραγμάτων. Οὐ μὴν ἀναγκαῖον ἡγοῦμαι τῷ παρόντι καιρῷ πάντα κατὰ τὸ ἀκήλουθον διεξιέναι, δι' ὧν ταῦτα οὕτως ἔχειν πεπίστευται. Τῆς τοίνυν θείας φύσεως ἐν παντὶ ἀγαθῷ νοήματί τε καὶ ὀνόματι θεωρουμένης, παρ' ἧς ἡ ζωὴ, τὸ φῶς, ἡ ἀλήθεια, τὸ δίκαιόν τε καὶ σοφὸν, καὶ ἄφθαρτον, καὶ πᾶν ὅ τί περ ἔστι κατ' ἔννοιαν λαβεῖν ἀγαθὸν, τοῦτο οὔσης καὶ τοῦτο χαριζομένης, ἡ ἐκ τῶν ἐναντίων γνωριζομένη δύναμις ἐκ πάντων κατὰ τὸ ἀντικείμενον ἑκάστῳ τῶν ἀγαθῶν θεωρουμένων καταλαμβάνεται. Ὥστε ἀντὶ μὲν ζωῆς, θάνατον, ἀντὶ δὲ ἀληθείας, ἀπάτην, καὶ ἀνθ' ἑκάστου τῶν βελτιόνων, τὴν ἀντιδιαστελλομένην κακίαν παρ' αὐτοῖς τοῖς ἀνθρώποις ἐπάγεσθαι· εἶναι γὰρ αὐτῇ τοῦτο φίλον, ὅπερ ἂν τῇ φύσει τοῖς ἀνθρώποις ἐπ' ὀλέθρῳ γίνεται. Ὥσπερ δὲ οἱ διὰ τῶν δηλητηρίων κακοποιοῦντες, πολλάκις καὶ μέλιτι τὸ φθεῖρον ἐφηδύνουσι φάρμακον, οὐκ εὐφρᾶναι τῇ γεύσει τὸν βλαπτόμενον σπουδὴν ποιούμενοι, ἀλλ' ἐκκλέψαι τὴν τοῦ φθείροντος αἴσθησιν· οὕτω καὶ ἡ φθοροποιὸς αὕτη φύσις, σκοπὸν ἔχουσα τῆς ἀγαθῆς φύσεως ἀποστῆσαι τὸν ἄνθρωπον, ἀγαθῶν τινων πραγμάτων μορφὰς ὑποδύεται, προῤῥήσεσί τισι καὶ ἰατρείαις τὸν ἐγκεκρυμμένον τῆς ἀπάτης λόγον ἐπικαλύπτουσα· ὡς ἂν τούτῳ προσέχοντες τὸ δείλαιον τῶν ἀνθρώπων γένος, τοῦτό τε νομίζοντες ἀγαθὸν εἶναι, τοῦ ὄντως κατὰ φύσιν ἀγαθοῦ μηδεμίαν ἔχοιεν ἐπιθυμίαν. Διά τοι τοῦτο καθάπερ ἄν τις προγνώσεως εἶδος διά τινος ἀπάτης πρηειλημμένος τύχῃ, κατ' ἐκεῖνο καὶ ἡ ἀπατηλὴ τῶν δαιμόνων ὑπήκουσε δύναμις, ἐν ἡπατοσκοπίαις καὶ οἰωνισμοῖς, ἐν κληδόσιν, ἐν νεκυίαις ἐν γενεθλιαλογίαις· ἑκάστου τούτων, [ἀλλ'] οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλὰ διαφόρως τὸ ἐφεξῆς προμηνύοντος. Ὥσπερ τοίνυν ὁ τῷ ἥπατι τὸ μέλλον διασημαίνων, ὁ διά τινος κληδόνος προεικάσας τὸ ἐσόμενον, ἢ ὁ πρὸς τὴν πτῆσιν τοῦ οἰωνοῦ βλέπων, οὐ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ τὰ τοιαῦτα προαγορεύειν κατεπαγγέλλεται· τὸν αὐτὸν τρόπον μιᾶς οὔσης αἰτίας, καθὼς εἴρηται, τῆς τὸ τοιοῦτο τῆς προῤῥήσεως εἶδος μετιούσης, λέγω δὲ τῆς κατὰ τὴν ἀπατηλὴν τῶν δαιμόνων ἐνέργειαν· οὐκ ἐπειδή ποτέ τι κατὰ τὸ συμβὰν ἐπετέχθη τῶν εἰρημένων (εἴπερ δὴ ὅλως μὲν ἐπετέχθη), διὰ τούτου ἡ τῆς εἱμαρμένης ἀποδείκνυται δύναμις, ἐπεὶ πᾶν προῤῥήσεως εἶδος, εἰκότως ἂν ἐξ εἱμαρμένης τὴν ισχὺν ἔχειν κατασκευάζοιτο. Ὥστε ἡμῖν μίαν μὲν εἱμαρμένην εἶναι τὸν ὄνειρον· ἑτέραν δὲ τὴν ἐκ παλμῶν παρατήρησιν· ἄλλην δὲ, ἐξ οἰωνισμῶν, ἢ κληδόνων, ἤ τινων συμβόλων συνισταμένην. Εἰ δὲ οὐδὲν ἐπ' ἐκείνων κωλύει καὶ πρόῤῥησιν εἶναι καὶ εἱμαρμένην μὴ εἶναι· οὐδὲ εἴ τις ἐξ ἀριθμοῦ τοῖς γενεθλιαλογοῦσιν ἐπετεύχθη πρόῤῥησις, ἀρκοῦσα γένοιτο ἂν πίστις εἰς τὸ μὴ ῥᾳδίως τὰ τοιαῦτα ἐπιτυγχάνεσθαι. Καίτοι γε οὔτε ἀκριβεῖς τε καὶ ἀναμφίβολοι παρὰ τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων αἱ προμηνύσεις γί-
to those who hold our teachings in derision, in few words, so far as I am able, I shall set forth the entire cause concerning this matter. There is by nature a certain hostile power against the race of human beings, known from its opposition to the good nature. Of this fact one can present myriad demonstrations from manifest realities; yet I do not deem it necessary on the present occasion to go through in sequence all the arguments whereby these things have been believed to stand thus. Since, therefore, the divine nature is contemplated in every good conception and name—from Which come life, light, truth, justice and wisdom, and imperishability, and every good whatsoever one can grasp in thought, since It both is that very good and bestows it—the power known from its opposites is apprehended from all things by what stands opposed to each of the goods contemplated; so that in place of life, death, and in place of truth, deceit, and in place of each of the better things, the vice set over against it is brought by them upon human beings; for dear to that power is whatever by nature comes about unto the ruin of mankind. And just as those who work mischief by means of deadly poisons oftentimes sweeten the destructive drug with honey, taking pains not to gladden with its taste the one being harmed, but to steal away his perception of what destroys him, so too this corruption-working nature, having as its aim to draw man away from the good nature, puts on the forms of certain good things, cloaking by means of certain predictions and healings the hidden principle of deceit, so that giving heed thereto, the wretched race of human beings, supposing this to be good, might have no desire for what is truly good by nature. On this very account, according as anyone may chance to have adopted beforehand some form of foreknowledge through some deceit, in keeping therewith did the deceitful power of the demons also answer, in liver-inspections and bird-auguries, in omens, in necromancies, in horoscopes—each of these [yet] foretokening what follows not in the same manner, but differently. Just as, therefore, he who signifies the future by the liver, he who conjectures beforehand what is to be through some omen, or he who looks towards the flight of the bird does not profess to foretell such things by the necessity of fate, in the very same way, since there is a single cause, as has been said, pursuing such a form of prediction—I mean that which operates through the deceitful working of the demons—not because at some time some one of the things spoken chanced by coincidence to come off (if indeed it came off at all) is the power of fate demonstrated thereby, since every form of prediction might reasonably be made out to derive its strength from fate; so that for us one fate would be a dream, and another the observation of involuntary twitchings, and another consisting of bird-auguries, or omens, or certain tokens. Now if in those cases nothing prevents there being prediction and yet there being no fate, neither if some prediction from numbers succeeded for casters of horoscopes would it be a sufficient proof that such things do not easily come off by chance. And yet neither exact nor unambiguous on the part of those who profess such arts do the foretokenings turn
Notes, col. 172

On the reading

Printed ἀκήλουθον, for ἀκόλουθον.

Printed πρηειλημμένος, for προειλημμένος.

Printed ισχὺν, for ἰσχὺν.

PG 45:173Read from the page
νονται, ἀλλὰ πολλὰς ἑαυτοῖς ἀναχωρήσεις παρασκευάζουσιν ἐπὶ τῇ ἐκβάσει, εἰ πρὸς τοὐναντίον ὁ λόγος ἐλέγχοιτο, καί τινα προτεχνολογοῦσιν ἑαυτοῖς οἷς τούτων μέλει· ὥστε μὴ τῆς ἐπιστήμης τῷ ἐσφαλμένῳ, ἀλλὰ τῆς κατὰ τὴν ὥραν σημειώσεως τὴν ἀποτυχίαν λογίζεσθαι, καὶ λοξαὶ ὡς ἐπίπαν καὶ πρὸς τὸ διπλοῦν τῶν ἐκβάσεων ἐπαμφοτερίζουσαι γίνονται παρ' αὐτῶν αἱ προῤῥήσεις, ἵν' ὅπερ ἂν ἐκβῇ, τοῦτο προμεμηνύσθαι δόξῃ. Πολλάκις γὰρ τὸ περιφανές τε καὶ τὸ ὑπὲρ τοὺς ἄλλους ὁ τὴν ὥραν τῆς γενέσεως κατανοήσας ἐμήνυσεν. Εἶτα ἐν ἐξαισίοις τισὶ συμφοραῖς τούτου γεγονότος, οὐδὲν διεσφάλθαι προαγορεύσας διισχυρίσατο. Εἶχε γὰρ ὑπὲρ τοὺς ἄλλους τὸ πλέον εἰς τὴν τῶν κακῶν μετουσίαν· καὶ τούτων ἡ καθ' ἡμᾶς ἱστορία μάρτυς ἐστίν. Οὐάλεντος γὰρ τοῦ βασιλέως ἐπὶ τῆς τῶν Ῥωμαίων ὄντος ἀρχῆς, ἀπάτη τις τοιαύτη πρὸς τὴν ἄνταρσιν τῆς ἀρχῆς παρεκίνησε. Καὶ ὁ μὲν ὥρμησεν ἐφόδιον πρὸς τὴν τόλμαν τῶν γενεθλιαλογούντων προαγόρευσιν ἔχων· τὸ δὲ πέρας τῆς ἐγχειρήσεως τοιοῦτον ἐγένετο, ὥστε αὐτὸν τὸν ἐπὶ ταῖς μεγίσταις ἀρχαῖς γνωρισθέντα, ἐν τῷ μεγέθει τῆς συμφορᾶς γενέσθαι διασημότερον· καὶ τοῦτο συνεργία τῆς γενεθλιαλογίας τοῖς πολλοῖς ἐνομίσθη, ὅτι τὸ κατὰ συμφορὰν μέγεθος ἀντὶ τοῦ μεγέθους τῶν ἀγαθῶν τῷ ἀνδρὶ συνηνέχθη. Ἐγὼ δὲ τὸ μὲν πεπλανημένας τὰς περὶ τούτων γίνεσθαι προαγορεύσεις, οὔπω μέγα ποιοῦμαι τεκμήριον τοῦ μὴ ἑστάναι τῆς εἱμαρμένης τὸν λόγον· ἀλλ' ἐπειδὴ πολλαῖς καὶ ἄλλαις ἐπινοίαις ἡ ἀπατηλὴ τῶν δαιμόνων δύναμις τὰς προῤῥήσεις σοφίζεται. Καὶ γὰρ καὶ ὕδωρ τι μαντικὸν, παραφορὰς καὶ μανίας τοῖς γευσαμένοις ἐνεργαζόμενον, καὶ πνεῦμα κάτωθεν διά τινος στομίου διεξερχόμενον· ὅπερ εἰ ἐν γυναικείοις γένοιτο σπλάγχνοις ἐξωδηκέναι τὴν γαστέρα ἐποίει, καὶ τῆς διανοίας ἔκστασιν, καὶ παραφορὰν τοῦ καθεστηκότος εἰργάζετο. Ἅπερ πάντα, θεῖά τε καὶ μαντικὰ τοῖς ἀπατωμένοις ἐδόκει, τῶν τε ἐξ ἥπατος ἢ πυρὸς σημείοις τισὶ τὸ μέλλον προεικαζόντων, ἢ τῶν πρὸς τὰς πτήσεις τῶν ὀρνέων, οὐδεὶς ἀνέθηκε τῇ εἱμαρμένῃ τὴν τῆς προῤῥήσεως δύναμιν· ἀλλά τινι δαιμονίᾳ κατακωχῇ τὸ τοιοῦτον λογίζονται.
out, rather they prepare many loopholes for themselves at the outcome, in case their account should be convicted to the contrary, and those concerned with these arts devise beforehand certain pretexts for themselves, so that the failure is reckoned not to the faultiness of their science, but to that of the marking of the hour; and for the most part crooked and equivocating towards the twofold nature of outcomes do predictions become on their part, in order that whichever of the two may turn out, this may seem to have been foretokened. For oftentimes he who observed the hour of birth foretokened distinction and pre-eminence above others; then, when this man came to be in certain extraordinary calamities, he maintained stoutly that he had erred in naught in foretelling, for he possessed more above others in his share of evils; and of these things history in our own day is witness. For when the Emperor Valens held the rule over the Romans, a certain deceit of this sort stirred up a man to insurrection against the imperial rule. And he rushed forward holding the prediction of the casters of horoscopes as his provision for audacity; yet the issue of his enterprise proved such that the very man who had been renowned in the highest magistracies became still more notorious in the magnitude of his disaster; and by the multitude this was accounted the cooperation of horoscopy, because magnitude in disaster befell the man in place of magnitude of goods. Yet I do not yet make the fact that the predictions made concerning these matters go astray a great token that the doctrine of fate does not stand firm, but rather the fact that by many other contrivances as well does the deceitful power of the demons contrive predictions. For indeed there was both a certain prophetic water working derangements and frenzies in those who tasted it, and a vapour passing upward from below through a certain orifice, which if it entered into female entrails caused the belly to swell up and wrought ecstasy of thought and derangement of the settled mind—all of which things seemed divine and prophetic to those who were deceived; yet neither among those conjecturing the future beforehand by certain signs from the liver or from fire, nor among those looking towards the flights of birds, did anyone assign the power of prediction to fate; rather they reckon such a thing to a certain demonic possession.
Οὕτω φημὶ, ἢ μὴ εἶναι καθόλου προαγόρευσιν διὰ τὸ πολλοῖς ἐναντιώμασι τὰς προῤῥήσεις ἐλέγχεσθαι, ἢ εἴπερ ἀποδείκνυσί τις αὐτὴν ὡς προλέγουσάν τι τῶν ἐκβησομένων, ὅπερ ἐπὶ τῶν ἄλλων ἑκάστου τῶν κατὰ πρόῤῥησιν ἐπιτυγχανομένων καταλαμβάνομεν, τωῦτο καὶ ἐπὶ τοῦ τοιούτου τῆς προῤῥήσεως εἴδους οἰόμεθα χρῆναι νομίζειν. Ἴσον γὰρ ἐπὶ πάντων τούτων ἐστὶ, τὸ ἐν τοῖς πλείοσι διαμαρτάνειν, τό τε ἔν τισιν δοκεῖν μὴ ἔξω τῆς τῶν ἐκβησομένων ἀληθείας ἄγειν τὴν πρόῤῥησιν· καὶ τῇ ἀπατηλῇ τῶν δαιμόνων φύσει ὁμοίως, καὶ διὰ ταύτης καὶ πάσης ἐπινοίας ὁ σκοπὸς κατορθοῦται· τὸ γὰρ ἀποστῆσαι τὸν ἄνθρωπον τοῦ πρὸς τὸν Θεὸν βλέπειν, κἀκεῖθεν ἑαυτῷ τὴν τῶν ἀγαθῶν μοῖραν παρασκευάζειν, ἀντὶ παντὸς τοῖς δαίμοσι σπουδάζεται. Τὸ τοίνυν πεπεῖσθαι τοὺς εὐεξαπατήτους, μὴ ἐπὶ τῷ θείῳ βουλήματι τὰ κατὰ τὸν βίον κεῖσθαι· ἀλλ' ἐπὶ τῇ τοιᾷδε τῶν ἄστρων διαπλοκῇ, καὶ τῇ ἐκεῖθεν ἀποῤῥεούσῃ δυνάμει, πάντων μάλιστα πρὸς τὸν σκοπὸν τῆς βλαπτικῆς τῶν δαιμόνων φύσεως βλέπει. Ει οὖν κεχαρισμένον ἐστὶ τοῖς δαίμοσι, τοῦ Θεοῦ ἀποστῆσαι τὸν ἄνθρωπον, ἀφίστησι δὲ ἡ περὶ ταῦτα πλάνη, ἀπυδείκνυται σαφῶς δαιμονία τίς οὖσα ἐνέργεια, δι' ἀπάτης παρακρουομένη τοὺς πᾶσαν μὲν ἐν τούτοις τὴν δύναμιν εἶναι νομίζοντας· πρὸς δὲ παντοδύναμον τοῦ Θεοῦ ἐξουσίαν μή ἀποβλέποντας.
Thus I maintain: either there is no foretelling at all, because predictions are convicted by many contradictions; or if indeed anyone shows that it foretells some one of the things that will come to pass, what we apprehend in the case of each of the other arts that succeed by prediction, this very thing we think one ought to suppose in the case of this form of prediction as well. For equal in the case of all these is both their erring in the majority of instances and their seeming in certain cases not to lead their prediction outside the truth of what will come to pass; and for the deceitful nature of the demons alike, both through this and through every contrivance, its aim is accomplished; for to draw man away from looking towards God, and from procuring thence for himself his portion of good things, is eagerly pursued by the demons above all else. Therefore, for the easily deceived to be persuaded that the affairs of life do not rest upon the divine will, but upon such-and-such an interweaving of the stars and the power flowing forth thence, looks most of all towards the aim of the harmful nature of the demons. If, therefore, it is pleasing to the demons to draw man away from God, and the error concerning these matters does draw him away, it is clearly demonstrated to be a certain demonic working, cheating through deceit those who suppose that all power resides in these things, while not looking towards the almighty authority of God.
Notes, col. 173

On the reading

Printed τωῦτο, for τοῦτο.

Printed Ει οὖν, for Εἰ οὖν.

Printed ἀπυδείκνυται, for ἀποδείκνυται.

Printed μή ἀποβλέποντας, for μὴ ἀποβλέποντας.