Migne Reading Room

PG 45 · cols. 145–156 · Read from the page

Against fate

Against fate

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:145Read from the page
τὴν εὐαγγελικήν φωνήν τοῖς πιστεύουσι, πνεῦμα ποιῶν τὸν πιστεύοντα· ὁ δὲ ἐκ τοῦ Πνεύματος γεννηθεὶς, καὶ πνεῦμα διὰ τῆς τοιαύτης βροντῆς γενόμενος, ἀπαγγέλλει τὸν Χριστὸν καθὼς ὁ Ἀπόστολος λέγει, ὅτι οὐδεὶς δύναται εἰπεῖν, «Κύριον Ἰησοῦν Χριστὸν,» εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.
the evangelical voice for those who believe, making him who believes spirit; and he who has been begotten of the Spirit, and has become spirit through such thunder, proclaims Christ even as the Apostle says, that no one is able to say, "Jesus Christ is Lord," save in the Holy Spirit.
Μέμνησαι πάντως ὅ τί μοι γέγονεν, ὅτε πρώην διὰ πολλοῦ παρ' ὑμᾶς Τὸ μέγα τῆς ἀπιστίας ὄρος, εὐαγγελικῶς εἰπεῖν, εἰς πίστιν μετεκινήθη· τοῦ σοφωτάτου Εὐσεβίου τῆς πολιᾶς ἀξίως ἐν γήρᾳ βουλευσαμένου· εἴ τισιν ἀνθρώπου βουλήν εἶναι χρὴ ταύ-
You remember altogether what happened to me when lately, after a long interval among you, that great mountain of unbelief, to speak in the manner of the Gospel, was removed unto faith, when the most wise Eusebius took counsel in old age worthily of his grey hairs—if indeed in the judgement of any one ought to reckon this-
Notes, col. 145

On the reading

Printed εὐαγγελικήν, for εὐαγγελικὴν.

Printed φωνήν, for φωνὴν.

Printed βουλήν, for βουλὴν.

PG 45:148Read from the page
την λογίσασθαι, καὶ μὴ θείαν τινὰ συμμαχίαν τοῦ διοικοῦντος ἐπ' ἀγαθῷ τὸ ἀνθρώπινον. Τότε δή μοι πρὸς τὸ παράδοξον ἐκπεπληγμένῳ τοῦ θαύματος· πῶς ὁ τοιοῦτος ἐν ἀπιστίᾳ τὸ πρότερον, πολλαπλάσιον τῷ μεγέθει τῆς πίστεως ὑπερέβαλε τῆς ἀπιστίας τὸ μέτρον, ἐπειδή τις προϊούσης ἡμῖν τῆς συνουσίας τῶν κατὰ τὴν εἱμαρμένην ζητουμένων λόγος ἐνέπεσεν, ἐπέταξας, ὦ τιμία μοι καὶ ἱερὰ κεφαλὴ, τὴν γενομένην πρός τινα τῶν φιλοσόφων διάλεξιν ἐν τῇ μεγάλῃ τοῦ Κωνσταντίνου πόλει περὶ τῆς ὑποθέσεως ταύτης ἐγγράφως σοι δι' ἐπιστολῆς διηγήσασθαι. Μικρᾶς τοίνυν ἐπιτυχὼν σχολῆς, δι' ὀλίγων, ὡς οἷόν τε, συντεμὼν τὸν λόγον, ἐκτίθεμαί σοι ἐν ἁπλῷ καὶ ἀκατασκευάστῳ διηγήματι· φυλασσόμενος ὅτι μάλιστα, τὸ μὴ πόρρω τῶν ἐπιστολιμαίων μέτρων ἐκπεσεῖν τὸν λόγον εἰς λογογραφικὸν μῆκος ἀποτεινόμενον.
counsel of a human being, and not rather some divine alliance of Him Who governs human affairs for good. At that very time, when I was struck with amazement at the marvel of the wonder—how a man formerly in such unbelief surpassed the measure of his unbelief manifoldly by the greatness of his faith—since, as our conversation went forward, some discussion arose concerning questions investigated with regard to fate, you enjoined upon me, O head precious and sacred to me, to recount to you in writing by letter the disputation held concerning this subject with one of the philosophers in the great city of Constantine. Having gained a brief interval of leisure, therefore, abridging the account in a few words so far as possible, I set it forth for you in a plain and unadorned narrative, guarding as carefully as possible against the discourse falling far outside epistolary bounds by being drawn out to the length of a historical treatise.
Προσῆγον ἐγώ τινας τῆς καθ' ἡμᾶς εὐσεβείας λόγους ἀνδρί τινι πεπαιδευμένῳ τὴν ἔξω σοφίαν, ὡς ἐνῆν ἐκ τῶν λεγομένων στοχάσασθαι, καὶ πείθειν ἐπεχείρουν ἐκ τοῦ Ἑλληνισμοῦ πρὸς τὴν συγκατάθεσιν τοῦ καθ' ἡμᾶς δόγματος μετατάξασθαι. Ἐπεὶ δὲ πολὺς ἦν κατασκευάζων μὴ κατ' ἐξουσίαν προκεῖσθαι τοῖς βουλομένοις τῶν κατὰ γνώμην τὴν αἵρεσιν· ἀλλὰ διά τινος ἐξάπτων ἀνάγκης τὴν τῶν ἀνθρώπων ζωὴν, ἧς ἄνευ μὴ ἄν τι γενέσθαι τῶν ἐν ἡμῖν γινομένων. Καὶ τούτῳ τῷ λόγῳ τὸν ἐμὸν παρεκρούετο λόγον· ὡς εἰ μὲν εἵμαρται αὐτῷ γενέσθαι Χριστιανῷ, γενήσεται πάντως κἂν ἡμεῖς μὴ βουλώμεθα· ει δὲ κωλύοιτο τῇ τῆς εἱμαρμένης ἀνάγκῃ, μὴ ἂν γενέσθαι δυνατὸν ἐξευρεῖν τινα μηχανὴν ᾗ τὴν εἱμαρμένην βιάσεται. Ταῦτα λέγοντος, ἐγὼ μὲν, ὅπερ εἰκὸς ἦν, φεύγειν ᾤμην αὐτὸν τὸ μαθεῖν τι περὶ τῆς πίστεως τῷ Ἑλληνισμῷ διὰ βάθους ἐγκείμενον, καὶ τούτῳ τῷ τρόπῳ τὴν ἀκολουθίαν τοῦ ἡμετέρου παρακρούεσθαι λόγου. Ἐπεὶ δὲ οὐκ ἀνίει τοῖς αὐτοῖς ἐπιμένων, πάντα λέγων ὑπεζεῦχθαι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ, κἀκείνην ἐπιστατεῖν τῶν ὄντων, καὶ τῇ τροπῇ ταύτης πάντα ὑποκύπτειν τὰ ὄντα, ζωῆς τε μέτρα, καὶ ἠθῶν διαφορὰς, καὶ βίων αἱρέσεις, καὶ σωμάτων κατασκευὰς, καὶ τὰς τῶν ἀξιωμάτων ἀνωμαλίας· ὡς ἄρχειν τε πάντως τὸν καθ' εἱμαρμένην ἐπὶ τὴν ἀρχὴν παριόντα, δουλεύειν τε κατὰ τὴν αὐτὴν αἰτίαν, καὶ πλουτεῖν ὡσαύτως καὶ πένεσθαι· ἐῤῥῶσθαί τε πάλιν τῷ σώματι, καὶ ἀσθενῶς ἔχειν· τό τε ὠκύμορον καὶ τὸ μακρόβιον, τὴν αὐτὴν ἔχει [ν] αἰτίαν. Ὅ τε γὰρ ἐν ὀλίγῳ μετασχὼν τῆς ζωῆς, καὶ ἐν μακρῷ τῷ χρόνῳ παρατείνας τὸν βίον, οὐ κατὰ οἰκείαν ὁρμὴν, ἀλλ' ἐκ τῆς ἀνάγκης ἐκείνης ἐν ἑκατέρῳ ἑκάτερος γίνεται· τόν τε αὐτόματον καὶ τὸν ἠναγκασμένον θάνατον μὴ ἄλλως ἢ παρ' ἐκείνης ἀποκληροῦσθαι, τοῦ τε βιαίου θανάτου τὰς πολυτρόπους διαφορὰς, ἐν συμπτώμασιν ἢ ἀγχόναις, ἢ ψήφῳ δικαστικῇ, ἢ καὶ κατ' ἐπιβουλὴν ἐπαγομένας. Καὶ τὰ ἔτι τούτων καθολικώτερα καὶ περιληπτικώτερα πάθη, σεισμοὺς καὶ ναυάγια, καὶ ἐπικλύσεις ὑδάτων, καὶ τὰς ἐκ πυρὸς συμφορὰς, καὶ ὅσα τοιαῦτα εἴδη κακῶν πάντα τῆς αἰτίας ἐκείνης ἐξάπτων, προσετίθει καὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων μηδαμοῦ τὸν λογισμὸν τοῦ αἱρουμένου κύριον εἶναι· πάντας δὲ τῷ κράτει τῆς εἱμαρμένης
I brought forward certain arguments of our godliness to a man educated in external wisdom, so far as one could conjecture from what he said, and I endeavoured to persuade him to transfer his allegiance out of Hellenism to assent to our doctrine. Yet since he was insistent in maintaining that the choice of things according to one's judgement does not lie freely open to those who wish, attaching human life instead to a certain necessity apart from which nothing of the things that come to pass in us could happen, with this argument he kept parrying my discourse: namely, that if it has been fated for him to become a Christian, he will become one altogether even though we should not wish it; whereas if he should be hindered by the necessity of fate, it would not be possible to devise any contrivance whereby he will force fate. While he spoke these things, I for my part, as was natural, supposed that because he lay deeply steeped in Hellenism he was shunning learning anything concerning the faith, and in this way was parrying the sequence of our argument. Since, however, he did not relent in persisting in the same assertions—saying that all things have been yoked under the necessity of fate, and that fate presides over beings, and that to its turning all beings bow down: measures of life, differences of character, choices of ways of life, bodily constitutions, and inequalities of rank, so that he who advances to office according to fate rules altogether, and serves for the same cause, and likewise is rich and is poor, and again is strong in body and is weak, and both short life and longevity have the same cause; for both he who has partaken of life briefly and he who has prolonged his life over a long span of time come to be each in either state not by their own impulse, rather out of that necessity; and both natural and coerced death are allotted not otherwise than from it, as well as the manifold varieties of violent death brought on in accidents, or strangulations, or by judicial sentence, or even by plot—and attaching to that cause all the calamities still more universal and comprehensive than these, earthquakes and shipwrecks, inundations of waters, disasters from fire, and all such kinds of evils, he added also that in the pursuits of life the reasoning of him who chooses is nowhere master, rather all men, to the power of fate
Notes, col. 148

On the reading

Printed ει, for εἰ.

PG 45:149Read from the page
ὑπηρετοῦντας, ἢ φιλοσοφεῖν, ἢ ῥητορεύειν, ἢ γεωργεῖν, ἢ ναυτίλλεσθαι, ἢ ἐν γάμῳ ζῆν, ἢ τὸν ἄγαμον αἱρεῖσθαι βίον, ἀρετῆς τε καὶ κακίας τὴν αὐτὴν ἀνάγκην εἶναι διισχυρίζετο. Ὥστε κατὰ τὴν ἀπαράβατον ταύτην ἀποκλήρωσιν, τὸν μὲν τῇ ὑψηλοτέρᾳ προσανέχειν ζωῇ ἐν ἀκτήμονι καὶ ἐλευθερίῳ ζῶντα βίῳ· ἕτερον δὲ, τυμβωρυχεῖν, ἢ πειρατεύειν, ἢ ἀσωτεύεσθαι, ἢ τῷ ἑταιρικῷ βίῳ ἀποθηλύνεσθαι. Καὶ πάντα τὰ τοιαῦτα διεξιὼν, ἰσχυρὰν ᾤετο τοῦ μὴ παραδέξασθαι τὸν λόγον ἡμῶν αἰτίαν ἐπιδεδεῖχθαι, τὸ μὴ ἐφ' ἡμῖν εἶναι ὅπερ ἂν θέλωμεν κατ' ἐξουσίαν αἱρεῖσθαι, ἀλλὰ δεῖν ἀναμεῖναι τὴν ἀνάγκην ἐκείνην, ἧς τὸ ἐνδόσιμον πρὸς τὴν τοιαύτην ὁρμὴν παρασχούσης ἐπ' ἀνάγκης εἶναι προσθέσθαι τῷ λόγῳ, καὶ μὴ βουλόμενον· ἄνευ δὲ ἐκείνης, καὶ σφόδρα προαιρουμένου, μὴ δυνατὸν εἶναι γενέσθαι. Ἐγὼ δὲ ταῦτα αὐτοῦ καὶ τὰ τοιαῦτα διεξιόντος, ἠρόμην αὐτὸν, εἰ Θεόν τινα οἴεται τὸν κατὰ πάντων ἔχοντα κράτος, τὸν τῷ ὀνόματι τῆς εἱμαρμένης ἀποκαλούμενον, οὗ τῷ βουλήματι τὰ καθ' ἕκαστον οἰκονομεῖσθαι πεπίστευκεν. Ὁ δὲ πολλήν μου καταγνοὺς ἀβελτηρίαν ἐν τῷ ἐρωτήματι, Οὔ μοι δοκεῖς κατανενοηκέναι, φησὶ, τῶν οὐρανίων οὐδέν. Ἦ γὰρ ἂν ἔγνως τῆς εἱμαρμένης τὴν δύναμιν, καὶ ὅπως κατελήφθη τῶν καθ' εἱρμὸν ἀπαραβάτως γινομένων ἡ δύναμις. Ἐμοῦ δὲ καὶ πρὸς τοῦτον ξενοφωνουμένου τὸν λόγον, καί τι σαφέστερον ἀξιοῦντος μαθεῖν, πότερον δύναμίν τινα προαιρετικὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον, ἐν ὑπερκειμένῃ τινὶ ἐξουσίᾳ θεωρουμένην τὴν εἱμαρμένην εἶναι φαντάζεται, ἢ ἄλλο τι παρὰ τοῦτο ὑπείληφε, πάλιν τὸν αὐτὸν ἐπαναλαβὼν λόγον, Ὁ τῶν οὐρανίων, φησὶν, ἐπεσκεμμένος τὴν κίνησιν, τόν τε ζωδιοφόρον κύκλον, καὶ τὰ ἐν αὐτῷ δυοκαίδεκα τμήματα, τῇ περιγραφῇ τῶν ἐνθεωρουμένων ζωδίων δι' ἴσου ἀπ' ἀλλήλων διεστηκότα, ἑκάστου τε τῶν ἄστρων τὴν δύναμιν κατανοήσας, τίνα μὲν ἐφ' ἑαυτοῦ ἕκαστον ἐκ φύσεως ἰσχὺν ἔχει· τί δὲ ἡ σύνοδος αὐτῶν ἐκ τῆς ποιᾶς πρὸς ἄλληλα κράσεως ἀπεργάζεται, τῆς κατὰ δύναμιν ἑκάστου αὐτῶν ἰδιότητος μιχθείσης τε τῷ προσεγγισμῷ πρὸς τὴν ἑτέραν, καὶ ἀποκριθείσης διὰ τῆς ἀποστάσεως· τί τε πάλιν ἡ τοῦ κατωτέρου ὑπόβασις ἐργάζεται· καὶ τί ἡ τοῦ ὑπερκειμένου κατὰ τὴν πάροδον ἔκλειψις, καὶ πάλιν ἀποκατάστασις, ὅ τε ποικίλος τῶν συνιόντων τε καὶ ἀφισταμένων σχηματισμὸς, ἐν τριγωνίοις, ἢ σκαληνοῖς καταγραφόμενος σχήμασιν, ἢ καὶ ἄλλο τι τῶν κατὰ γεωμετρίαν θεωρουμένων σχημάτων ἀποτελῶν· ὁ ταῦτα καὶ τὰ τοιαῦτα κατανοήσας, εἴσεται τῆς εἱμαρμένης τὸ σημαινόμενον, ὅτι τὸ εἱρμῷ τινι ἀπαραβάτῳ κατὰ τὴν ποιὰν συμπλοκὴν τῶν ἀστέρων ἀναγκαίως ἀποτελούμενον τῷ ὀνόματι τῆς εἱμαρμένης διηρμήνευται. Ἐπεὶ δέ με καὶ τοῦτο πάλιν ἐξένιζεν· οὐ γὰρ συνίην τῶν λεγομένων οὐδὲν, ἅτε μὴ πεπαιδευμένος ταύτην τὴν παίδευσιν· ἠξίουν, δι' ὧν ἦν μοι δυνατὸν γνῶναι τὴν τῆς εἱμαρμένης διάνοιαν, διὰ τούτων μοι φανερὸν ποιεῖν τὸ λεγόμενον. Τοὺς γὰρ ἀστρῴους κύκλους ἄλλον ἄλλῳ ἐγκεῖσθαι, καὶ τὴν ἐναντίαν κίνησιν τῇ ἀπλανεῖ περιφορᾷ κατὰ τὸ ἐντὸς ἀνελίσσεσθαι, καὶ πάντας τούτους τῷ ζωδιακῷ ἐνδινεῖσθαι κύκλῳ·
being subservient, either philosophize, or practise rhetoric, or till the soil, or sail the seas, or live in marriage, or choose the unmarried life, and he strongly maintained that there is the same necessity of both virtue and vice; so that according to this inviolable allotment, one man devotes himself to the loftier life, living in a possessionless and liberal manner of life, whereas another rifles tombs, or practises piracy, or lives dissolutely, or becomes effeminate in a courtesan's way of life. And going through all such things, he supposed that a strong reason had been demonstrated for not accepting our doctrine, namely that it does not rest with us to choose freely whatever we may wish, rather one must await that necessity, and when it supplies the impulse towards such a movement, one is of necessity joined to the doctrine even against one's will, whereas apart from it, even if one eagerly chooses beforehand, this cannot come to pass. While he was going through these and suchlike things, I asked him whether he supposes him who holds power over all things, called by the name of fate, by whose counsel he has believed particular events to be administered, to be some God. Condemning great simple-mindedness in me at the question, "You do not seem to me," said he, "to have comprehended anything at all of heavenly matters; truly otherwise you would have known the power of fate, and how the power of things coming to pass inviolably in a chain was apprehended." When I was struck by the strangeness of this statement also, and asked to learn something clearer—whether he imagines fate to be some deliberative power, self-ruling and masterless, contemplated in some transcendent authority, or has supposed something else beside this—taking up the same discourse again, "He," said he, "who has examined the motion of the heavenly bodies, both the zodiac-bearing circle and the twelve segments within it standing at equal distances from one another by the circumscription of the zodiacal signs contemplated therein, and has observed the power of each of the stars—what strength each has by itself from nature, and what their conjunction produces out of their particular blending with one another, as the property of each of them according to its power is both mixed by approach towards another and separated through distance; and what again the passing underneath of the lower star effects, and what the eclipse of the upper star in its transit and its restoration again, and the varied configuration of those coming together and standing apart, inscribed in triangular or scalene figures, or completing some other of the figures contemplated in geometry—he who has observed these and suchlike things will know the meaning of fate: that what is necessarily brought about by an inviolable chain according to the particular interweaving of the stars has been expressed by the name of fate." Since this too struck me once again as strange—for I understood nothing of what was said, inasmuch as I had not been trained in this branch of learning—I asked him to make plain to me what was meant through things whereby it was possible for me to know the meaning of fate. For that the starry circles lie one within another, and wind round inside with a motion opposite to the fixed revolution, and that all these whirl within the zodiacal circle;
PG 45:152Read from the page
ταῦτα καὶ παρ' ἑτέρων εἶπον ἀκηκοέναι, καὶ ἐκ τοῦ ἀκολούθου μὴ ἀμφιβάλλειν, τὰς τῶν φωστήρων αὐγὰς κατὰ τὴν ἰδιάζουσαν ἑκάστῳ τῶν πόλων κυκλοφορίαν προσεγγίζειν τε καὶ ἀφίστασθαι, καὶ ὑποβαίνειν τὸν κατώτερον, καὶ κρύπτεσθαι τὸν ὑπερκείμενον ἀπὸ
these things I said I had heard from others as well, and from their sequence did not doubt that the rays of the luminaries draw near and recede according to the circular revolution peculiar to each of the celestial spheres, and that the lower passes underneath, and the upper is hidden from
Ταῦτα πάντα καὶ τὰ τοιαῦτα σιγᾷν ἠξίουν, μόνον δέ μοι σαφῶς ἐκκαλύπτειν τῆς εἱμαρμένης τὴν δύναμιν, Θεός τίς ἐστιν ὁ τῷ ὀνόματι τῆς εἱμαρμένης νοούμενος, καὶ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, καὶ πάντα κατ' ἐξουσίαν τῷ ὑπερέχοντι τῆς δυνάμεως πρὸς τὸ δοκοῦν διοικούμενος· ἢ ἄλλης τινὸς ὑπερκειμένης ἐνεργείας ὑπουργὸν εἶναι τὴν τῆς εἱμαρμένης ὑποτίθεται δύναμιν, ὥστε καὶ αὐτὴν τρόπον τινὰ ὑπὸ ἑτέραν εἱμαρμένην κεῖσθαι, τῇ ὑπερεχούσῃ συνδιατιθεμένην αιτίᾳ. Ει μὲν γὰρ αὕτη τὸ κατὰ πάντων ἔχειν κράτος πεπίστευται, τὸ μηδὲν ὑποκεῖσθαι ταύτης ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἴεσθαι. Εἰ δὲ τῇ κινήσει τῶν ἄστρων ἀκολουθοῦσαν τὴν εἱμαρμένην, κρατεῖν αὐτὴν βιαίᾳ τινὶ ἀνάγκῃ τῶν πάντων διισχυρίζεται, ἀσφαλέστερον ἦν τῷ προηγουμένῳ μᾶλλον ἢ τῷ ἑπομένῳ τὴν παντοδύναμον ταύτην προσμαρτυρεῖν ἐξουσίαν· καὶ τὰ ἄστρα τούτων αἴτια λέγειν, ἢ τὴν ἀπλανῆ περιφορὰν, ἢ τοὺς ἐντὸς ταύτης ἐνθεωρουμένους κύκλους, ἢ τὸν λοξῶς ἐγκεχαραγμένον τῷ πόλῳ κύκλον. Εἰ γάρ τις δοίη καθ' ὑπόθεσιν μὴ κινεῖσθαι ταῦτα, μηδὲ διὰ τῆς ἀϊδίου κυκλοφορίας, ἢ ἐν ἀλλήλοις ἀπ' ἀλλήλων γίνεσθαι, ἀλλ' ἐπὶ τοῦ αὐτοῦ σχήματος ὡσαύτως ἔχειν ἀεί· οὐκ ἂν ἡ εἱμαρμένη συσταίη. Ει οὖν ἡ κίνησις τῶν ἄστρων τίκτει τὴν εἱμαρμένην, ἄρα μάτην ἐπικρατεῖν αὕτη τῶν ἄλλων νομίζεται, ἡ τῇ ὑπερκειμένῃ αἰτίᾳ δουλεύουσα, καὶ μὴ ἂν οὖσα, εἰ μὴ ἡ κίνησις ἦν. Ἀλλ' οὐ τοῦτο, φησὶν ὁ φιλόσοφος ἐκεῖνος, οὐχ οὕτως ὁ ἡμέτερος νομίζει λόγος, τὸ εἶναι αὐτὴν ἐφ' ἑαυτὴν τὴν εἱμαρμένην ἐν ὑποστάσει τινὶ θεωρουμένην· ἀλλ' ἐπειδὴ μία τίς ἐστιν ἐν τοῖς οὖσι συμπάθεια, καὶ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ, καὶ τὰ καθ' ἕκαστον ἐν τῷ παντὶ θεωρούμενα οἷον ἐπὶ σώματος ἑνὸς ἐν μιᾷ συμπνοίᾳ καταλαμβάνεται, πάντων πρὸς ἄλληλα τῶν μερῶν συννευόντων. Τούτου χάριν ἀρχηγικωτέρας οὔσης τῆς ἄνω λήξεως, τὰ περίγεια πάντα τῷ προηγουμένῳ συνδιατίθεται· καὶ πρὸς ἐκεῖνο νεύει κατὰ τὴν ἄνω κίνησιν, καὶ τῶν τῇδε πραγμάτων ἐξ ἀνάγκης συγκινουμένων· ἐν διαφόρῳ δὲ, καθὼς εἴρηται, τῇ δυνάμει ἑκάστου τῶν ἄστρων θεωρουμένου. Ὥσπερ ἐπὶ τῆς ἰατρικῆς φαρμακείας, αἱ τῶν εἰδῶν ποιότητες λόγῳ τινὶ τεχνικῶς συμμιχθεῖσαι, ἄλλο τι τὸ ἐκ τοῦ κοινοῦ συγκραθὲν ἀπειργάσαντο, καὶ οὐχ ὅπερ ἕκαστον ἦν πρὸ τῆς πρὸς ἄλληλα μίξεως· οὕτω καὶ τῶν ἀστρώων δυνάμεων ἐν διαφόροις ἰδιότησι θεωρουμένων, ἡ ποικίλη κατὰ τοὺς προσεγγισμοὺς αὐτῶν καὶ τὰς ἀποστάσεις γινομένη τῶν διαφόρων ἰδιωμάτων συμπλοκὴ, τὰς ποικίλας
All these and suchlike things I asked him to pass over in silence, and only to uncover clearly for me the power of fate: whether some God is meant by the name of fate, holding the sovereignty of the universe dependent upon himself and administering all things with authority according to his pleasure by the pre-eminence of his power; or whether he supposes the power of fate to be the minister of some other transcendent activity, so that fate itself also lies in a way under another fate, disposed together with the surpassing cause. For if this power has been believed to hold sovereignty over all things, the sequence of the argument grants us to suppose that nothing lies beneath it. Whereas if he maintains that fate follows the motion of the stars and rules over all things by some violent necessity, it would have been safer to attest this omnipotent authority for what precedes rather than for what follows, and to call the stars the causes of these things, or the fixed revolution, or the circles contemplated within it, or the circle obliquely inscribed upon the celestial sphere. For if one were to grant by hypothesis that these do not move, nor through everlasting circular revolution either come to be in one another [or apart] from one another, rather abide always in the same manner upon the same configuration, fate would not subsist. If, therefore, the motion of the stars begets fate, then in vain is fate supposed to prevail over other things, since it is enslaved to the transcendent cause and would not even exist unless motion existed. "Not this, however," said that philosopher, "not thus does our doctrine suppose, that fate exists by itself contemplated in some hypostasis; rather, since there is a single sympathy among existing things, and the universe is continuous with itself, and particular things contemplated in the universe are apprehended as if in one body in a single conspiracy of breath, all the parts inclining together towards one another, on this account, because the upper realm is more sovereign, all earthly things are disposed together with what precedes, and incline towards it according to the upper motion, while affairs here below are necessarily moved along with it as well, each of the stars, as has been said, being contemplated as differing in power. Just as in medical pharmacy the qualities of the ingredients, artfully mixed together in a certain proportion, produce out of the common blend something different, and not what each was prior to their mixture with one another, so too, when the stellar powers are contemplated in diverse properties, the varied interweaving of their diverse peculiarities arising through their approaches and distances produces the varied
Notes, col. 152

On the reading

Printed αιτίᾳ, for αἰτίᾳ.

Printed Ει, for Εἰ.

PG 45:153Read from the page
τῶν κατὰ τὸν βίον ἀποτελουμένων διαφορὰς ἐξεργάζεται· οἷόν τινος ἀποῤῥοῆς ἀδιασπάστως ἐκεῖθεν ἐφ' ἡμᾶς διηκούσης. Διά τοι τοῦτο καὶ παρὰ τῶν ἐπιμελέστερον τὰ τοιαῦτα φιλοσοφούντων, αἱ προῤῥήσεις τῶν ἐσομένων οὐχ ἁμαρτάνονται. Ὡς γὰρ ὁ τῆς ἰατρικῆς ἐπιστήμων, εἰ τὸ θερμὸν ἢ ναρκῶδες φάρμακον ἀνακραθείη τῷ ἁλμῶντι ἢ παραστύφοντι, προλέγει τὴν συστησομένην ἐκ τῆς τῶν ἑτεροφυῶν μίξεως ἰδιότητα, καὶ τί κατεργάζεται, καὶ μέχρι τίνος τὴν ἰσχὺν ἕξει, καὶ τίνι μὲν ὀλέθριον, τίνι δὲ ἀλεξιτήριον γίνεται· οὕτως καὶ ὁ τοῖς ἄνω δι' ἐπιμελείας προσεσχηκὼς, καὶ τὴν ἑκάστου τῶν ὄντων φύσιν κατανοήσας, εἴσεται τὴν ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς δύναμιν τί ἀποτελέσει· αὕτη δὲ ἡ ἀποῤῥοὴ, οὐδὲ ἐν ὀλίγῳ πρὸς ἑαυτὴν ὁμοίως ἔχει. Ἀλλὰ διὰ τὸ ἀστατεῖν ἀεὶ τῶν ἐπιπλεκομένων ἀλλήλως ἄστρων τὴν κίνησιν, ἀναγκαίως κἀκείνη τῇ συνεχείᾳ τῆς κατὰ τὴν κίνησιν ἑτερότητος συναλλοιοῦται· ἀεὶ συμμετακιρναμένη τῇ ποικιλίᾳ τῆς κινήσεως, καὶ τὰς ἐνεργείας αὐτῆς τῇ κινήσει τῶν ἄστρων συνεξαλλάσσουσα. Ἧς τῶν ἐπὶ τὸν βίον παραγομένων ἕκαστος, κατὰ τὴν ἐν τῷ ἀκαρεῖ τοῦ διαστήματος ἐπιτυχοῦσαν αὐτῷ μοῖραν σπάσας, ἐκεῖνο γίνεται, ὅπερ ἡ ἰδιότης τοῦ μέρους ἐκείνου προεμήνυσέ τε καὶ ἀπετέλεσεν. Ἀνάγκη γὰρ πᾶσα καθάπερ ἐν ἐκμαγείῳ σφραγῖδος τῷ ἐντεθέντι κηρῷ τὸ κατὰ τὴν γλυφὴν εἶδος περιτυποῦται· οὕτως καὶ τοῦ ἀνθρώπου τὸν βίον, ᾧ ἂν συνενεχθῇ μορίῳ τῆς ἀποῤῥεούσης δυνάμεως ἐκ τῆς τῶν ἄστρων κινήσεως, κατὰ
differences among the things accomplished in life, as though a certain effluence reached down unbrokenly from thence to us. On this very account, predictions of future events on the part of those who study such matters more diligently do not miss the mark. For just as one skilled in medicine, if a hot or narcotic drug be blended with a saline or astringent one, foretells the property that will arise from the mixture of heterogeneous ingredients, and what it effects, and up to what point it will retain its strength, and to whom it becomes deadly and to whom a salutary remedy, so too he who has applied himself with diligence to things above and has observed the nature of each existing body will know what the power resulting from their particular interweaving will bring about; and this effluence does not remain like unto itself even for a brief span. Rather, because the motion of the stars interweaving with one another is ever unstable, that effluence also is necessarily altered along with the continual diversity of the motion, ever being blended anew with the variety of the motion and varying its own operations together with the motion of the stars. Drawing from it the portion that falls to him in that instantaneous interval, each of those coming into life becomes that very thing which the property of that part both foretokened and accomplished. For there is every necessity that, just as in the impression of a signet-ring the form corresponding to the engraving is stamped around the wax placed within it, so also a man's life, with whatever particle of the power flowing down from the motion of the stars it may coincide, according to
Ἐγὼ δὲ τούτων λεγομένων, Οὐ παύσῃ, πρὸς αὐτὸν εἶπον, φληνάφους ἐμοὶ λόγους καὶ λήρους διεξιὼν, τὸ ἀμερὲς ἐκεῖνο μέρος τῆς ἐν ἀκαρεῖ μετουσίας, τῷ ἄνωθεν ἡμῖν, ὡς φὴς, ἐπιῤῥεῖν τῶν πάντων αἴτιον τῶν ἐν ἡμῖν κατασκευάζων, οὔτε ει ἔμψυχον τοῦτο καὶ προαιρετικόν ἐστι λέγων, οὔτε ὅπως κατακρατεῖ τῶν ἐμψύχων τὸ ἄψυχόν τε καὶ ἀνυπόστατον, καὶ μηδεμίαν ἐκ φύσεως ἰδίαν ἔχον ὁρμὴν δεῖξαι δυνάμενος, ἀλλὰ πάσης βουλῆς καὶ τῆς ἐκ τῶν λογισμῶν προμηθείας, παιδεύσεώς τε καὶ ἐπιμελείας, καὶ τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων, καθάπερ τινὰ τύραννον ἢ δεσπότην, τὸ ἄψυχόν τε καὶ ἀπροαίρετον, ἄστατόν τε καὶ παροδικὸν, καὶ ἀμερὲς, καὶ ἀνυπόστατον ἐπιστήσας τῷ λόγῳ; Τῆς ἐκείνου δυνάμεως ἐξάπτεις τὴν τῶν ὄντων σύστασίν τε καὶ διοίκησιν, καὶ οὐχ ὁρᾷς εις οἵας ὁ λόγος ἀτοπίας ἐκφέρεται; Εἰ γὰρ τοσαύτην ἔχει δύναμιν ἐκείνης τῆς ἀποῤῥοῆς ἡ μοῖρα, ὡς κατ' αὐτὴν τοὺς παρὰ τὴν πρώτην πάροδον γεγονότας ἀποτελεῖν· πάντως ὅτι οὐκ ἐπακολουθητικῶς, ἀλλὰ προηγουμένως τῆς τῶν ὄντων συστάσεως ἐξηγήσεται. Οὐκοῦν ἐκείνη προάξει κατὰ τὴν ἰδίαν δύναμιν τὸν τικτόμενον, καὶ οὐχὶ τῇ τοῦ ἀποκυηθέντος συντυχίᾳ ὑπηρετήσει. Ἄδηλον γὰρ ἐνταῦθα ποῖον τίνος ἀρχηγικώτερον, ἀμφοτέρων ἐν τῷ ἀκαρεῖ κατὰ τὸ ἴσον ἀλλήλοις συμφερομένων. Ὅ τε γὰρ ἄνθρωπος καὶ πρὸ τῆς ἐξόδου τῶν σπλάγ-
As these things were being spoken, "Will you not cease," I said to him, "going through nonsensical talk and drivel before me, making that partless portion of an instantaneous participation, through its flowing down upon us from above, as you say, the cause of all things within us, neither saying whether this thing is animate and endowed with choice, nor being able to show how what is inanimate and unsubstantial and possesses no impulse of its own from nature prevails over animate beings, after setting up by your argument what is inanimate, devoid of choice, unstable, transient, partless, and unsubstantial like some tyrant or master over all counsel and the forethought that comes from reasoning, over education and diligence, and over virtuous pursuits? Do you attach the constitution and administration of existing things to its power, and do you not see into what absurdities the argument is carried away? For if that portion of the effluence possesses so great a power as to fashion according to itself those who come into being at their first entrance, assuredly it will govern the constitution of existing things not consequentially, rather antecedently. Consequently, it will bring forth the one being born according to its own power, and will not wait as a servant upon the coincidence of the child brought forth. For it is uncertain here which is more ruling over which, since both coincide equally with one another in the instant. For both the human being, even prior to emerging from the
Notes, col. 153

On the reading

Printed παραγομένων, for παραγινομένων.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 45:156Read from the page
χνων ἐν κινήσει πώς ἐστι, διά μειώσεώς τε καὶ αὐξήσεως ἐν τῇ φύσει κινούμενος (ἐπεὶ καὶ τοῦτο κινήσεως εἶδός ἐστι)· τό τε ἄστρον καὶ πρό τοῦ τὸν ἄνθρωπον τοῦ ἀέρος σπάσαι, φέρεται καὶ οὐχ ἵσταται· ἥ τε συντυχία κατὰ τὸ ἴσον τῶν διὰ κινήσεως ἀλλήλοις συντυγχανόντων, ἄπορον ποιεῖ τοῦ προηγουμένου τὴν κρίσιν. Καὶ γὰρ κἀκεῖνα κινεῖται διὰ τῶν κύκλων, καὶ τοῦτο διὰ τῆς φύσεως ὁδεῦον φέρεται. Εἰ δὲ ἐν ἑνὶ μέρει τοῦ χρόνου ἀμφοτέροις ἡ πρὸς ἀλλήλους σύνοδος γίνεται, τίς ἡ πρὸς ἄλληλα τούτων διαφορὰ, ὥστε τοῦ ἑτέρου τὸ ἕτερον αἰτιώτερον οἴεσθαι; Εἰ γὰρ διὰ τὰ ἄστρα ὁ ἄνθρωπος, πάντοτε ἂν ἔῤῥει ἡ φύσις διὰ γεννήσεως, οὐδὲ ἐν ἀκαρεῖ τι διάλειμμα τῆς ἀνθρωπίνης παρόδου ἐπιδεικνύουσα. Ει δὲ πολλαὶ τῶν γινομένων αἱ μεταξὺ διαστάσεις, σαφῶς ἀποδείκνυται τὸ, μὴ τῇ κινήσει τῶν ἄστρων τὴν ἀνθρωπίνην ἕπεσθαι γένεσιν. Ἡ μὲν γὰρ, ἀεὶ κινεῖται· ἡ δὲ, οὐκ ἀεὶ γεννᾶται· ἀλλ' ἰδίῳ τοῦτο εἱρμῷ, κἀκεῖνο πάλιν ἰδιαζόντως ἐφ' ἑαυτοῦ φέρεται, οὐδεμιᾶς ἀνάγκης συναπτούσης πρὸς ἄλληλα τὰ διεστῶτα τῇ φύσει· εἰ δὲ τοῦτο ὁ ὑμέτερος κατασκευάζει λόγος, τὸ ἐπ' ἐκείνῃ τῇ μοίρᾳ τοῦ χρόνου τὴν αιτίαν τῶν κατὰ τὸν βίον ἁπάντων κεῖσθαι, σκάπησον ὅσας μυριάδας δεσποτῶν καὶ τυράννων, ἡμέρα πᾶσα καὶ νὺξ ὡσαύτως κατὰ τὰς λεπτὰς ἐκείνας καὶ ἀκαρεῖς τοῦ χρόνου τομὰς ἀπεργάζεται· εἰς τέσσαρας καὶ εἴκοσιν ὥρας νυκτὸς καὶ ἡμέρας, ὥς φατε, διῃρημένων· ἑκάστης δὲ ὥρας, ἑξήκοντα τμήμασι μεριζομένης· πάλιν δὲ τῶν τμημάτων τούτων ἑκάστου κατὰ τὸ ἰσάριθμον κερματιζομένου· ὡς δέ φασιν ὑμῶν οἱ εις τὴν λεπτοτέραν τῶν τοιούτων παρατήρησιν τῷ λόγῳ διαδυόμενοι, ὅτι καὶ τούτων ἕκαστον πάλιν τῶν λεγομένων τμημάτων ἰσαρίθμῳ διαιρέσει ἐπιλεπτύνεται. Τὸ τοίνυν ἐκ τούτων ἀθροιζόμενον πλῆθος τῶν ἀκαριαίων ἐκείνων θεῶν, ἢ δεσποτῶν, ἢ τυράννων, ἢ οὐκ οἶδ' ὅπως χρὴ λέγειν, μιᾶς πλέον καὶ εἴκοσι μυριάδων ἐστίν. Ει δὲ μία ὥρα τοσαύτας μοιρῶν ἡμῖν μυριάδας ποιεῖ, αἱ τέσσαρες καὶ εἴκοσι κατὰ λόγον τῆς μιᾶς πάντως πολλαπλασιασθεῖσαι, τὰς ἀπείρους τῶν μοιρῶν μυριάδας ἀπογεννῶσιν. Ἀλλὰ μὴν τούτων ἑκάστην ἀπαράβατον δύναμιν ἔχειν ὁ ὑμέτερος διισχυρίζεται λόγος. Οὐκοῦν ἀκόλουθον μηδεμίαν αὐτῶν ἄπρακτον εἶναι. Οὐ γὰρ ἂν τῆς δυνάμεως ἴδιον τὴν ἀπραξίαν εἴποις, ἀλλ' ἐν τῇ ἐνεργείᾳ πάντως καθορᾶται ἡ δύναμις. Οὐκοῦν ἴσα καὶ τὰ τῆς δυνάμεώς ἐστιν ἀποτελέσματα· ὥστε ὅσα τμήματα, τοσαῦται καὶ τῶν ἀνθρώπων γενέσεις ἐξ ἀνάγκης καθ' ἑκάστην ὥραν συστήσονται. Καὶ εἴπερ ἑκάστῃ μοίρᾳ τὸ δυνατὸν ὁμοίως προσμαρτυρεῖσθαι προσήκει, πάντας ἐπ' ἴσης βασιλέας, μακροβίους, δυνατοὺς, εὐκλήρους, εὐδαίμονας, καὶ ὅσα τῆς τιμιωτέρας λήξεως εἶναι νομίζεται, τὸ τῆς δυνάμεως ὁμότιμον ἀπεργάζεται· ἡ γὰρ ἔλλειψις τούτων τινὸς, τοῦ κατὰ τὴν δύναμιν ἀτελοῦς κατηγορία γίνεται. Οὐ γὰρ ἄν τις ἴσην προσμαρτυρήσειε δύναμιν, τῷ τε μεγάλα καὶ μικρὰ ἐνεργήσαντι. Οἷον, ὁ μὲν ὑπερβέβηκεν ἑκατὸν ἔτη ἐν γήρᾳ λιπαρῷ καὶ εὐδαίμονι, παισὶν εὐθηνούμενος, ἐκγόνοις δορυφορούμενος, καὶ τῷ μετὰ τούτους ἐπαγαλλόμενος γένει, ἄνοσος, ἀπή-
womb, is somehow in motion, being moved in nature through diminution and growth (since this too is a kind of motion), and the star also, even prior to the human being's drawing breath of the air, is borne along and does not stand still; and the equal coincidence of things meeting one another through motion renders impossible a judgement as to which precedes. For both those bodies move through their circles, and this creature is borne along journeying through nature. If, then, their meeting with one another takes place for both in a single part of time, what difference is there between them in relation to one another, so that one should suppose the one more causative than the other? For if the human being existed on account of the stars, nature would always flow on through generation, exhibiting no pause of human entrance even for an instant. Whereas if the intervals between those coming into being are many, it is clearly demonstrated that human generation does not follow the motion of the stars. For the one is ever moving, whereas the other is not ever being begotten; rather the latter moves in its own chain, and the former again is borne along peculiarly by itself, with no necessity joining together things sundered in nature. Yet if your argument maintains this—that upon that portion of time lies the cause of all things in life—consider how many myriads of masters and tyrants every day, and night likewise, produces according to those minute and instantaneous divisions of time: night and day being divided, as you say, into four-and-twenty hours, and each hour being parted into sixty segments, and each of these segments again being broken into small coin by an equal number; and as those among you who penetrate by calculation into the finer observation of such things affirm, each of these aforesaid segments is again subdivided by a division of equal number. Accordingly, the multitude gathered together out of these instantaneous gods, or masters, or tyrants, or I know not what one ought to call them, is more than one-and-twenty myriads. And if a single hour produces for us so many myriads of fates, the four-and-twenty hours, multiplied altogether in the ratio of the one, engender boundless myriads of fates. Yet surely your doctrine strongly maintains that each of these possesses an inviolable power. Consequently, it follows that none of them is inactive; for you would not call inactivity proper to power, rather power is altogether beheld in activity. Consequently, the effects of the power are equal as well; so that as many segments as there are, so many births of human beings will of necessity take place every hour. And if capability ought to be attested alike for every fate, equality of honour in power makes all men equally kings, long-lived, mighty, fortunate, happy, and whatever else is reckoned to belong to the more honourable lot; for the lack of any of these becomes an accusation of imperfection in power. For no one would attest equal power both for him who has wrought great things and for him who has wrought small. For instance, one man has passed beyond a hundred years in a sleek and happy old age, flourishing with children, attended as by a bodyguard of grandchildren, and exulting in the generation after them, free from sickness, un-
Notes, col. 156

On the reading

Printed διά, for διὰ.

Printed πρό, for πρὸ.

Printed Ει, for Εἰ.

Printed αιτίαν, for αἰτίαν.

Printed σκάπησον, for σκόπησον.

Printed εις, for εἰς.