Τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι Θεός; Δῆλον ὅτι ὁ ἀληθινὸ⟨ς⟩ Θεός. Τίς δὲ ὁ ἀλλότριος; Πάντως ὁ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ἀλλοτρίως ἔχων. Εἰ οὖν ἴδιος ἡμῶν ἐστιν ὁ ἀληθινὸς Θεὸς, ἂν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ὁ Μονογενὴς Θεὸς, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριος Θεός ἐστι, καὶ οὐχ ἡμέτερος. Λέγει δὲ τὸ Εὐαγγέλιον ὅτι τὰ πρόβατα ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. Ὁ λέγων κτιστὸν αὐτὸν εἶναι, ἀλλότριον τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως εἶναι κατασκευάσει. Τί οὖν ποιοῦσιν οἱ λέγοντες, ὅτι κτιστός ἐστι; Προσκυνοῦσι τὸν κτιστὸν αὐτὸν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, Ἰουδαΐζουσιν, ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν· εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ Θεοῦ προσκυνοῦσιν. Ἀλλὰ μὴν ἐπίσης ἀσεβὲς, καὶ μὴ προσκυνεῖν τὸν Υἱὸν, καὶ προσκυνεῖν τὸν ἀλλότριον Θεόν. Χρὴ ἄρα τοῦ ἀληθινοῦ Πατρὸς, ἀληθινὸν τὸν Υἱὸν λέγειν, ἵνα προσκυνῶμεν αὐτὸν, καὶ μὴ κατακριθῶμεν ὡς ἀλλότριον προσκυνοῦντες θεόν. Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς Παροιμίας ὅτι «Κύριος ἔκτισέ με», καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶ τοῦ κτιστὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργὸν, ταῦτα προσήκει λέγειν, ὅτι πολλὰ δι' ἡμᾶς ἐγένετο ὁ Μονογενὴς Θεός. Καὶ γὰρ καὶ Λόγος ὢν, σὰρξ ἐγένετο· καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο· καὶ ἀσώματος ὢν, σῶμα ἐγένετο· καὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία, καὶ κατάρα, καὶ λίθος, καὶ ἀξίνη, καὶ ἄρτος, καὶ πρόβατον, καὶ ὁδὸς, καὶ θύρα, καὶ πέτρα, καὶ πολλὰ τοιαῦτα ἐγένετο, οὐδὲν τούτων τῇ φύσει ὢν, ἀλλὰ δι' ἡμᾶς κατ' οἰκονομίαν γενόμενος.
Who, then, is our own God? Plainly the true God. And who is the strange god? Assuredly he who is alien to the nature of the true God. If, therefore, our own God is the true God, then unless the Only-begotten God belongs to the nature of the true God—as the heretics allege—He is a strange God, and not ours. Yet the Gospel says that the sheep will by no means obey a stranger. Whoever says that He is created will make Him out to be alien to the nature of the true God. What, then, do those do who say that He is created? Do they worship Him though created, or not? For if they do not worship Him, they Judaize, denying the worship of Christ; whereas if they do worship Him, they commit idolatry, for they worship one who is alien to the true God. Yet surely it is equally impious not to worship the Son and to worship a strange God. One must therefore affirm that the Son is the true Son of the true Father, so that we may worship Him and not be condemned as worshipping a strange god. Now in reply to those who cite the saying from Proverbs, The Lord created me, and on this account suppose that they advance a forceful argument to prove that the Creator and Maker of all things is created, it is fitting to say this: the Only-begotten God became many things for our sake. For while being the Word, He became flesh; while being God, He became man; while being incorporeal, He became a body; and besides these things He moreover became sin, and a curse, and a stone, and an axe, and bread, and a sheep, and a way, and a door, and a rock, and many such things—being none of these by nature, yet becoming them for our sake by way of dispensation.
Ὥσπερ ουν Λόγος ὢν, δι' ἡμᾶς ἐγένετο σάρξ· καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο· οὕτω καὶ κτίστης ὢν, δι' ἡμᾶς κτίσμα ἐγένετο, κτιστὴ γὰρ ἡ σάρξ. Ὡς οὖν εἶπεν διὰ τοῦ προφήτου, ὅτι «Οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ,» οὕτως εἶπεν καὶ διὰ τοῦ Σολομῶντος, τὸ «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ·» Οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλασθεὶς κατὰ τὸν λόγον τοῦ προφήτου, ὁ δοῦλός ἐστιν, οὐχ ὁ Κύριος· τουτέστιν, ὁ κατὰ σάρκα ἄνθρωπος ἐν ᾧ ὁ Θεὸς ἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, οὐχ ὁ Θεός ἐστιν, ἀλλ' ὁ ἄνθρωπος· ἐν ᾧ ἡμῖν ὁ Θεὸς ἐφανερώθη, ἐπὶ τὸ τὴν καταφθαρεῖσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεώσασθαι. Ὥστε ἐπειδὴ
Just as, therefore, while being the Word, He became flesh for our sake, and while being God, He became man, so too while being Creator, He became a creature for our sake, for the flesh is created. As, therefore, He said through the Prophet, Thus saith the Lord, who formed me from the womb as His servant, so too He spoke through Solomon the words, The Lord created me as the beginning of His ways, unto His works. Consequently, both he who was formed in the womb of the Virgin according to the word of the Prophet is the servant, not the Lord—that is to say, the man according to the flesh in whom God was manifested—and here too he who was created as the beginning of His ways is not God, but the man in whom God was manifested to us in order to renew once more the corrupted way of human salvation. Wherefore, since