Migne Reading Room

PG 45 · cols. 1325–1333 · Read from the page

Against the Macedonians

Against the Macedonians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1325Read from the page
ληπται, οὐδὲν παρ' ἑαυτοῦ πρὸς τὸν ἁγιασμὸν εισφερόμενον, εἰ μὴ μεταποιηθείη διὰ τοῦ ἁγιάσματος· τὸ δὲ ζωοποιοῦν τοὺς βαπτιζομένους, τὸ Πνεῦμά ἐστι, καθώς φησιν ὁ Κύριος περὶ αὐτοῦ τοῦτο λέγων τῇ ἰδίᾳ φωνῇ, ὅτι, « Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν. » Ζωοποιεῖ δὲ οὐκ αὐτὸ μόνον εἰς τὴν τελείωσιν τῆς χάριτος ταύτης διὰ τῆς πίστεως λαμβανόμενον, ἀλλὰ χρὴ τὴν εἰς τὸν Κύριον προϋποκεῖσθαι πίστιν, δι' ἧς ἡ ζωτικὴ χάρις τοῖς πιστεύσασι παραγίνεται, καθὼς εἴρηται παρὰ τοῦ Κυρίου, ὅτι Οὓς θέλει ζωοποιεῖ· ἀλλ' ἐπειδὴ καὶ ἡ διὰ τοῦ Υἱοῦ διακονουμένη χάρις ἤρτηται τῆς ἀγεννήτου πηγῆς, διὰ τοῦτο προηγεῖσθαι τὴν εἰς τὸ ὄνομα τοῦ Πατρὸς πίστιν ὁ λόγος διδάσκει, τοῦ ζωογονοῦντος τὰ πάντα, καθώς φησιν ὁ Ἀπόστολος, ὡς ἂν ἐκεῖθεν ἀφορμηθεῖσαν τὴν ζωοποιὸν χάριν, καθάπερ ἐκ πηγῆς τινος τὴν ζωὴν πηγαζούσης διὰ τοῦ μονογενοῦς Υἱοῦ, ὅς ἐστιν ἡ ἀληθὴς ζωή, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τελειοῦσθαι τοῖς ἀξιουμένοις. Εἰ οὖν ἡ ζωὴ διὰ τοῦ βαπτίσματος, τὸ δὲ βάπτισμα ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου τὴν τελείωσιν ἔχει, τί λέγουσιν οἱ τὸ παρεκτικὸν τῆς ζωῆς ἀντ' οὐδενὸς λογιζόμενοι; Εἰ γὰρ μικρὰ ἡ χάρις, ειπάτωσαν τὸ τῆς ζωῆς τιμιώτερον. Εἰ δὲ πᾶν ὅ τι πέρ ἐστι τίμιον τῆς ζωῆς ἐστι δεύτερον, ἐκείνης λέγω τῆς ὑψηλῆς καὶ τιμίας, ᾗ κατ' οὐδὲν ἐπικοινωνεῖ ἡ ἄλογος φύσις, πῶς τολμῶσι τὸ τηλικοῦτον χάρισμα, μᾶλλον δὲ αὐτὸ τὸ παρεκτικὸν τοῦ χαρίσματος κατασμικρύνειν ταῖς ἑαυτῶν ὑπολήψεσι, καὶ κατασπᾷν εἰς τὴν ὑποχείριον φύσιν θείας τε καὶ ὑψηλῆς διαζεύξαντες; Εἶτα καὶ εἰ μικρὸν τὸ τῆς ζωῆς λέγουσι χάρισμα, ὡς μηδὲν διὰ τούτου σεμνόν τε καὶ μέγα τῇ φύσει τοῦ χαριζομένου ἐμφαίνεσθαι, πῶς οὐ λογίζονται τὸ ἀκόλουθον, ὅτι ὁ αὐτὸς ἀναγκάσει λόγος καὶ περὶ τοῦ Μονογενοῦς καὶ περὶ αὐτοῦ τοῦ Πατρὸς μηδὲν ὑποτίθεσθαι μέγα τῆς αὐτῆς ζωῆς, ἣν διὰ τοῦ Πνεύματος ἔχομεν, διὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς χορηγουμένης;
en in, contributing nothing from itself towards sanctification unless it be transformed through the hallowing; while that which gives life to those being baptized is the Spirit, just as the Lord says this concerning Him with His own voice: "It is the Spirit that gives life." Yet He does not give life by Himself alone when received through faith unto the perfection of this grace, but faith in the Lord must first underlie, through which the life-giving grace comes to those who have believed, just as was spoken by the Lord, that He gives life to whom He wills; but since the grace ministered through the Son also depends upon the unbegotten fount, therefore the teaching instructs us that faith in the name of the Father goes first—Who endows all things with life, just as the Apostle says—so that the life-giving grace, having sprung from thence as from some fount welling forth life through the only-begotten Son, Who is the true life, is brought to perfection by the working of the Spirit for those counted worthy. If then life is through baptism, and baptism has its perfection in the name of Father and Son and Holy Spirit, what do those say who reckon the Giver of life as nothing? For if the grace is small, let them tell what is more precious than life. But if everything whatsoever that is precious is second to life—I mean that lofty and precious life wherein the irrational nature has no share at all—how do they dare to belittle so great a gift, or rather the very Giver of the gift, by their own suppositions, and drag Him down into the subject nature, severing Him from the divine and lofty one? Furthermore, even if they call the gift of life small, so that nothing venerable and great is shown through this in the nature of the One who bestows it, how do they not reckon the consequence: that the same argument will compel them to suppose nothing great concerning the Only-begotten as well, and concerning the Father Himself, when this same life, which we have through the Spirit, is supplied through the Son from the Father?
κʹ. Ὥστε εἰ μικρὸν ὑπολαμβάνουσι τὸ δῶρον οἱ καὶ τῆς ζωῆς ἑαυτῶν ὑβρισταὶ καὶ πολέμιοι, καὶ διὰ τοῦτο τὸ παρεκτικὸν τῆς χάριτος ταύτης ἀτιμάζειν ἐγνώκασι, μὴ λανθανέτωσαν οὐχ ἑνὶ προσώπῳ τὴν ἀχαριστίαν περιορίζοντες, ἀλλὰ διὰ τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν ἁγίαν Τριάδα τὴν βλασφημίαν ἐκτείνοντες. Ὥσπερ γὰρ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἐπὶ τοὺς ἀξίους ῥέουσα φέρεται, οὕτως καὶ ἡ βλασφημία εἰς τὸ ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα, ἀπὸ τοῦ Υἱοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν διεξέρχεται. Εἰ γὰρ δι' ἀνθρώπου ἀθετηθέντος ὁ ἀποστείλας ἠθέτηται, καίτοι πόσον τὸ μέσον μεταξὺ τοῦ ἀνθρώπου καὶ ἀποστείλαντος, τί χρὴ λέγειν ἡλίκην ὑποσημαίνει κατάκρισιν τοῖς κατατολμῶσι τοῦ Πνεύματος; Τάχα διὰ τοῦτο ἀσυγχώρητον κρῖμα κατὰ τῆς τοιαύτης βλασφημίας παρὰ τοῦ νομοθέτου κεκύρωται, ἐπειδὴ πᾶσα δι' αὐτοῦ ἡ μακαρία τε καὶ θεία φύσις ἐν τῇ προαιρέσει τοῦ βλασφημοῦντος συγκαθυβρίζεται. Ὥσπερ γὰρ ὁ εὐσεβῶς τὸ Πνεῦμα δεξάμενος, εἶδεν ἐν τῷ Πνεύματι τοῦ
xx. Wherefore, if those who are insulters and enemies even of their own life suppose the gift to be small, and on this account have resolved to dishonour the Giver of this grace, let them not fail to notice that they do not confine their ingratitude to one person, but extend their blasphemy through the Holy Spirit unto the Holy Trinity. For just as grace is borne along flowing unbrokenly from the Father through the Son and the Spirit upon the worthy, so also blasphemy, retracing its course in reverse by transmission, passes through from the Son unto the God of all. For if through a human being who is rejected He who sent him has been rejected—although how great is the interval between the human being and Him who sent him—what need is there to say how great a condemnation it signifies for those who act presumptuously against the Spirit? Perhaps on this account an unpardonable judgement against such blasphemy has been ratified by the Lawgiver, since through Him the whole blessed and divine nature is insulted together in the purpose of the one who blasphemes. For just as one who has piously received the Spirit saw in the Spirit the
Notes, col. 1325

On the reading

Printed εισφερόμενον, for εἰσφερόμενον.

Printed ειπάτωσαν, for εἰπάτωσαν.

PG 45:1328Read from the page
Μονογενοῦς τὴν δόξαν, τὸν δὲ Υἱὸν ἰδὼν τὴν εικόνα εἶδε τοῦ ἀορίστου, καὶ διὰ τῆς εἰκόνος ἐνετυπώσατο τῇ γνώσει ἑαυτοῦ τὸ ἀρχέτυπον, οὕτω δηλαδὴ καὶ ὁ κατα ... μένος καὶ καταφρονητὴς, ἐπειδὰν ἀποθρασύνηταί τι κατὰ τῆς δόξης τοῦ Πνεύματος, διὰ τῆς αὐτῆς ἀκολουθίας ἐπὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τὴν βλασφημίαν ἐξέτεινε. Οὐκοῦν φοβητέον τοῖς γε νοῦν ἔχουσι, μὴ κατατολμᾷν τῆς τοιαύτης θρασύτητος, ἧς τὸ πέρας παντελής ἐστιν ἀφανισμὸς τοῦ τολμήσαντος· ἀλλ' ὅση δύναμις, ὑψοῦν μὲν τῷ λόγῳ τὸ Πνεῦμα, ὑψοῦν δὲ καὶ πρὸ τοῦ λόγου κατὰ διάνοιαν· οὐ γὰρ δυνατόν ἐστι συναναβῆναι τῇ διανοίᾳ τὸν λόγον. Καὶ ἐπειδὰν ἐπὶ τὸ ἀκρότατον φθάσῃς τῆς ἀνθρωπίνης δυνάμεως, εἰς ὅσον ὁ ἀνθρώπινος νοῦς ἐξικνεῖται ὕψος καὶ μέγεθος νοημάτων, τότε νόμιζε κάτω εἶναι τῆς ἐπιβαλλούσης ἀξίας, κατὰ τὸ εἰρημένον ἐν τῇ ψαλμῳδίᾳ, ὅτι Μετὰ τὸ ὑψῶσαι Κύριον τὸν Θεὸν ἡμῶν, τότε μόγις προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ· τό τε αἴτιον τῆς ἀκαταλήπτου ἀξίας οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ἅγιός ἐστιν.
Only-begotten's glory, and in beholding the Son saw the image of the Infinite, and through the image imprinted upon his own knowledge the archetype, so plainly also the reviler [lacuna] and scorner, whenever he ventures some insolence against the glory of the Spirit, through the same sequence has stretched forth his blasphemy unto the Father through the Son. Those then who have sense must fear lest they dare such rashness, whose end is the utter destruction of the one who dared it; but with all their might must exalt the Spirit in speech, and exalt Him even before speech in thought; for it is not possible for speech to ascend along with thought. And whenever you reach the utmost summit of human power, as far as the human mind attains in height and magnitude of conceptions, then deem yourself to be beneath the worthiness that befits Him, according to what is said in the psalmody: After exalting the Lord our God, then scarcely do you worship the footstool of His feet; and the cause of His incomprehensible worthiness it states to be nothing else than that He is holy.
καʹ. Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστὶ (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς ἡ ματαιότης τῶν οἰομένων ἔχειν τινὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην, ὥστε ἐπ' αὐτοῖς εἶναι τὸ κατ' ἀξίαν τῆς τιμῆς ὁρίζειν τῇ ἀτιμήτῳ φύσει, καὶ διὰ τοῦτο, καί τινων τῶν εἰς τιμὴν ἐπινοουμένων ἀνάξιον κρίνειν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τῆς δυνάμεως αὐτῶν μείζονα δυναμένης, ἢ ὅσον χωρεῖ ἡ ἀξία τοῦ Πνεύματος; Ὢ τῆς ἐλεεινῆς αὐτῶν καὶ ταλαιπώρου παραπληξίας, τῶν μὴ συνιέντων αὐτοί τε τίνες εἰσὶν οἱ ταῦτα διαλεγόμενοι, καὶ τί τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ δι' ὑπερηφανίας ἑαυτοὺς ἀντεξάγουσι! Τίς εἴποι τοῖσδε λαοῖς ὅτι ἄνθρωποί εἰσι πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον, ἐν μήτρᾳ γυναικὸς διὰ ῥυπαρᾶς συλλήψεως οἰκοδομούμενοι, καὶ εἰς γῆν ῥυπαρὰν πάντες ἀναλυόμενοι, χόρτῳ προσεικασμένην τὴν ζωὴν λαχόντες, οἳ ἐπ' ὀλίγον διὰ τῆς βιωτικῆς ἀπάτης ἀνθήσαντες, πάλιν ἀποξηραίνονται, καὶ τὸ ἄνθος περὶ αὐτοὺς καταῤῥυὲν ἀφανίζεται, οὔτε τί ὄντες πρὸ τῆς γενέσεως, καὶ εἰς ὅ τι μεταχωρήσουσιν, οὐκ ἀκριβῶς ἐπιστάμενοι, τῆς ψυχῆς τὴν ἰδίαν λῆξιν, ἕως ἂν ἐπιμένῃ τῇ σαρκὶ, ἀγνοούσης; Ταῦτα οἱ ἄνθρωποι.
xxi. If then every height of human power is beneath the majesty of the One worshipped (for this the word intimates through the footstool of His feet), what is the vanity of those who suppose that they have in themselves some power so great that it rests with them to define the fitting measure of honour for the inestimable nature, and on this account even judge the Holy Spirit unworthy of certain things devised for honour, as though their power could accomplish more than the worthiness of the Spirit admits? Oh, their pitiable and wretched madness—of men who understand neither who they themselves are that discourse thus, nor what the Holy Spirit is, against Whom in arrogance they array themselves! Who might tell these peoples that human beings are a wind that goes forth and does not return, built up in a woman's womb through an unclean conception, and all dissolved into unclean earth, having obtained a life likened to grass, who after blooming for a little while through worldly deceit wither away again, and the flower about them falls off and vanishes, knowing accurately neither what they were before generation nor into what they will depart, while the soul remains ignorant of its own lot so long as it abides in the flesh? Such are human beings.
κβʹ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ Πατὴρ κατὰ φύσιν ἅγιος, καὶ ὁ Μονογενὴς ὡσαύτως. Οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κατὰ τὸ ζωοποιὸν πάλιν, καὶ κατὰ τὸ ἄφθαρτόν τε καὶ ἀναλλοίωτον, καὶ ἀΐδιον, δίκαιον, σοφὸν, εὐθὲς, ἡγεμονικὸν, ἀγαθὸν, δυνατὸν, ἀγαθῶν πάντων παρεκτικὸν, καὶ πρό γε ἁπάντων αὐτῆς τῆς ζωῆς· πανταχοῦ ὂν, καὶ ἑκάστῳ παρὸν, καὶ τὴν γῆν πληροῦν, καὶ ἐν οὐρανοῖς μένον, ἐν ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἐκχεόμενον, πάντα πληροῦν κατὰ τὴν ἀξίαν ἑκάστου, καὶ αὐτὸς πλῆρες μένον, μετὰ πάντων ὂν τῶν ἀξίων, καὶ τῆς ἁγίας Τριάδος οὐ χωριζόμενον. Ἀεὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷ, ἀεὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, καὶ ἀπο-
xxii. Now the Holy Spirit, first of all among those holy by nature, is that very thing which the Father, holy by nature, is, and the Only-begotten likewise. So also with the Holy Spirit again in regard to giving life, and in regard to being incorruptible and unchangeable, and eternal, just, wise, upright, sovereign, good, powerful, the giver of all good things, and above all of life itself: everywhere present, and at hand to each, filling the earth, and abiding in the heavens, poured out among the transcendent powers, filling all things according to the worthiness of each, and yet remaining full in Himself, being with all the worthy, and not separated from the Holy Trinity. He ever searches the depths of God, He ever receives from the Son, and is dis-
Notes, col. 1328

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed αὐτὸς, for αὐτὸ.

PG 45:1329Read from the page
στέλλεται καὶ οὐ χωρίζεται, καὶ δοξάζεται καὶ δόξαν ἔχει· ὃ γὰρ ἄλλῳ δόξαν δίδωσι, δῆλον ὅτι ἐν ὑπερβαλλούσῃ δόξῃ καταλαμβάνεται. Πῶς γὰρ δοξάζει τὸ δόξης ἄμοιρον; Ἐὰν μή τι φῶς ᾖ, πῶς τὴν τοῦ φωτὸς ἐπιδείξεται χάριν; Οὕτως οὐδὲ τὴν δοξαστικὴν δύναμιν ἐπιδείξεται, ὃ ἂν μὴ αὐτὸ ᾖ δόξα καὶ τιμὴ καὶ μεγαλωσύνη καὶ μεγαλοπρέπεια. Δοξάζει οὖν τὸν Πατέρα καὶ τὸν Υἱὸν τὸ Πνεῦμα. Ἀλλ' ὁ εἰπὼν ἀψευδής ἐστι, « Τοὺς δοξάζοντάς με δοξάσω· » « Ἐγώ σε ἐδόξασα, » φησὶ πρὸς τὸν Πατέρα ὁ Κύριος· καὶ πάλιν, « Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ' ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. » Ἀποκρίνεται ἡ θεία φωνή· « Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. » Ὁρᾷς τὴν ἐγκύκλιον τῆς δόξης διὰ τῶν ὁμοίων περιφοράν; Δοξάζεται ὁ Υἱὸς ὑπὸ τοῦ Πνεύματος· δοξάζεται ὑπὸ τοῦ Υἱοῦ ὁ Πατήρ· πάλιν τὴν δόξαν ἔχει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ δόξα τοῦ Πνεύματος ὁ Μονογενὴς γίνεται· τίνι γὰρ ἐνδοξασθήσεται ὁ Πατήρ, εἰ μὴ τῇ ἀληθινῇ τοῦ Μονογενοῦς δόξῃ; Ἐν τίνι δὲ πάλιν ὁ Υἱὸς δοξασθήσεται, εἰ μὴ ἐν τῇ μεγαλωσύνῃ τοῦ Πνεύματος; οὕτω πάλιν καὶ ἀνακυκλούμενος ὁ λόγος τὸν Υἱὸν μὲν δοξάζει διὰ τοῦ Πνεύματος, διὰ δὲ τοῦ Υἱοῦ τὸν Πατέρα.
patched and is not separated, and is glorified and has glory; for that which gives glory to another is plainly apprehended in surpassing glory. For how does that which is destitute of glory glorify? Unless something is light, how will it display the grace of light? So neither will that display the power that confers glory, which is not itself glory and honour and majesty and magnificence. The Spirit therefore glorifies the Father and the Son. Yet He Who spoke is truthful: "Those who glorify Me I will glorify"; "I glorified Thee," says the Lord to the Father; and again, "Glorify Me with the glory which I had from the beginning with Thee before the world was." The divine voice answers: "I have both glorified, and will glorify again." Do you see the circular revolution of glory through like equals? The Son is glorified by the Spirit; the Father is glorified by the Son; again the Son has glory from the Father, and the Only-begotten becomes the glory of the Spirit; for wherein shall the Father be glorified, if not in the true glory of the Only-begotten? And wherein again shall the Son be glorified, if not in the majesty of the Spirit? Thus again, revolving in a circle, the argument glorifies the Son through the Spirit, and the Father through the Son.
κγʹ. Ει οὖν τοσαύτη τοῦ Πνεύματος ἡ μεγαλωσύνη, καὶ εἴ τι καλὸν, καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ Θεοῦ διὰ τοῦ Μονογενοῦς, ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι Πνεύματι τελειοῦται, τί ἐκπολεμοῦσιν ἑαυτοὺς τῇ ἰδίᾳ ζωῇ; Τί ἀπαλλοτριοῦνται τῆς τῶν σωζομένων ἐλπίδος; Τί ἀποκόπτουσιν ἑαυτοὺς ἀπὸ τῆς πρὸς τὸν Θεὸν προσκολλήσεως; Πῶς γάρ τις προσκολληθήσεται τῷ Κυρίῳ, μὴ τοῦ Πνεύματος τὴν συνάφειαν ἡμῶν πρὸς αὐτὸν ἐνεργοῦντος; Τί ζυγομαχοῦσι πρὸς ἡμᾶς περὶ λατρείας καὶ προσκυνήσεως; Τί κατειρωνεύονται διὰ τοῦ τῆς λατρείας ὀνόματος κατὰ τῆς θείας τε καὶ ἀπροσδεοῦς φύσεως, ὥσπερ οὐχ ἑαυτοὺς εὐεργετοῦντες ἐν τοῖς ὑπὲρ σωτηρίας αἰτήμασι, ἀλλὰ τιμήν τινα προσάγοντες ἐὰν σωθῆναι θελήσωσι; Σὸν κέρδος ἐστὶ τοῦ αἰτοῦντος ἡ δέησις, οὐχὶ τιμὴ τοῦ παρέχοντος. Τί οὖν ὡς χαριζόμενος πρόσῃ τῷ εὐεργέτῃ, μᾶλλον δὲ οὐδὲ εὐεργέτην τὸν τῶν ἀγαθῶν παρεκτικὸν ἀξιοῖς ὀνομάζειν; Ἀλλὰ τοῦ ζῇν ἀντεχόμενος τὴν ζωοποιὸν ἀτιμάζεις. Καὶ τὸν ἁγιασμὸν ζητῶν, παραλογίζῃ τὸν τὴν χάριν τοῦ ἁγιασμοῦ διανέμοντα καὶ τὸ διδόναι τὰ ἀγαθὰ οὐκ ἀρνούμενος αὐτὸν ἔχειν τὴν δύναμιν, τοῦ αἰτεῖσθαι κρίνεις ἀνάξιον. Οὐδὲ τοῦτο λογιζόμενος, ὅσῳ μεῖζόν ἐστι τὸ δοῦναί τι ἀγαθὸν, τοῦ αἰτηθῆναι. Τῷ μὲν γὰρ αἰτηθέντι, οὐ πάντως προσμαρτυρεῖ τὸ μεγαλεῖον ἡ αἴτησις· δυνατὸν γάρ ἐστιν αἰτηθῆναί τι καὶ τὸν μὴ ἔχοντα. Ἐπὶ γὰρ τῇ προαιρέσει τοῦ αἰτοῦντός ἐστι· ὁ δὲ παρασχών τι ἀγαθὸν, ἀναμφίβολον τῆς προσούσης αὐτῷ δυνάμεως πεποίηται τὴν ἐπίδειξιν. Τί οὖν, τὸ μεῖζον αὐτῷ προσμαρτυρῶν, λέγω δὲ τὸ δύνασθαι δοῦναι πᾶν ὅ τι καλὸν, ὡς μεγάλου τινὸς ἀποστερεῖς τῆς αἰτήσεως, καίτοι τοῦτο πολλάκις, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν οὐδενὸς κυρίων δι' ἀπάτης τοῦ προσιόντος γίνεται. Αἰτοῦσι καὶ παρὰ τῶν ειδώλων οἱ
xxiii. If then so great is the majesty of the Spirit, and if whatever is noble and whatever is good from God through the Only-begotten is brought to perfection in the Spirit Who works all things in all, why do they set themselves at war with their own life? Why do they estrange themselves from the hope of those being saved? Why do they sever themselves from cleaving to God? For how shall anyone cleave to the Lord unless the Spirit works our connexion with Him? Why do they wrangle with us about service and worship? Why do they scoff through the name of service against the divine and unneeding nature, as though in petitions for salvation they were not benefiting themselves, but offering some honour should they wish to be saved? Supplication is your gain, you who ask, not an honour to Him Who grants. Why then do you approach the Benefactor as though doing a favour—or rather do not even deign to name the Giver of good things a benefactor? Rather, while clinging to living, you dishonour the life-giving power. And while seeking sanctification, you reason falsely against Him Who dispenses the grace of sanctification, and while not denying that He has the power to give good things, you judge Him unworthy of being asked. Nor do you reckon even this: by how much greater it is to give some good thing than to be asked for it. For petition does not at all attest majesty in the one asked, since even one who has not may be asked for something—for that depends upon the choice of the one who asks; whereas he who has granted some good thing has furnished an unmistakable proof of the power inherent in him. Why then, while attesting in Him what is greater—I mean the ability to give everything that is noble—do you deprive Him of petition as though of some great thing, even though this often, as has been said, takes place even towards those who are masters of nothing, through the delusion of the one who approaches? Even from idols do the
Notes, col. 1329

On the reading

Printed Ει οὖν, for Εἰ οὖν.

Printed ειδώλων, for εἰδώλων.

PG 45:1332Read from the page
τῆς ματαιότητος δοῦλοι τὰ κατὰ γνώμην αὐτοῖς, ἀλλ' οὐ περὶ τοῦτο δόξαν τινὰ προστίθησι τοῖς εἰδώλοις ἡ αἴτησις· κἀκεῖνοι δὲ δι' ἀπάτης αὐτοὺς παρέχοντες προσδοκίᾳ τοῦ μετασχεῖν τινὸς ὧν ἐλπίζουσιν, αἰτοῦντες οὐ διαλείπουσι. Σὺ δὲ πεπεισμένος οἵων καὶ ὅσων παρεκτικόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὑπερορᾷς τῆς αἰτήσεως, καὶ καταφεύγεις ἐπὶ τὸν νόμον τὸν κελεύοντα κύριον τὸν Θεὸν προσκυνεῖν, καὶ αὐτῷ μόνῳ λατρεύειν; Πῶς οὖν αὐτῷ μόνῳ λατρεύσεις, εἰπέ μοι, ἀποσχίσας αὐτὸν τῆς πρὸς τὸν Μονογενῆ καὶ τὸ Πνεῦμα ἑαυτοῦ συναφείας; ἀλλ' αὕτη Ἰουδαϊκὴ ἡ προσκύνησις.
slaves of vanity ask for the things that suit their mind, yet petition adds no glory to the idols on this account; and they too, giving themselves over through delusion to the expectation of partaking of some of the things they hope for, do not cease asking. Yet you, though persuaded of what kind and how many gifts the Holy Spirit is the Giver, disdain petition, and flee for refuge to the law that bids us worship the Lord God and serve Him alone? How then shall you serve Him alone, tell me, when you have torn Him away from connexion with the Only-begotten and His own Spirit? Why, this worship is Jewish.
κδʹ. Ἀλλ' ἐρεῖς ὅτι, Πατέρα ἐννοῶν, καὶ τὸν Υἱὸν τῇ προσηγορίᾳ συμπεριέλαβον. Τὸν δὲ Υἱὸν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν, ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἂν ἀντείποις. Πῶς γὰρ αὐτὸν ὁμολογήσεις, μὴ ἐν Πνεύματι ἁγίῳ; Πότε οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα χωρίζεται, ὥστε τοῦ Πατρὸς προσκυνουμένου, μὴ συμπεριλαμβάνεσθαι μετὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν προσκύνησιν. Αὐτὴν δὲ τὴν προσκύνησιν τί ποτε εἶναι λογίζονται, ἣν ὡς ἐξαίρετόν τι γέρας τῷ ἐπὶ πάντων Θεῷ χαριζόμενοι, καὶ ἕως τοῦ Μονογενοῦς ἔσθ' ὅτε τὴν τιμὴν ταύτην διαβιβάζοντες, ἀπαξιοῦσι τὸ Πνεῦμα τοῦ τοιούτου γέρως; Ἡ μὲν γὰρ ἀνθρωπίνη συνήθεια τὴν πρὸς τὸ ἔδαφος τῶν ὑποχειρίων ἐπίκλισιν, ἣν ἀσπαζόμενοι τοὺς δυνατωτέρους ἐπιτηδεύουσι, τοῦτο προσαγορεύει προσκύνησιν· καθὼς φαίνεται καὶ ὁ Πατριάρχης Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ὀργὴν ἱλεούμενος τὸ καταδεέστερον ὑπὸ ταπεινοφροσύνης, διὰ τοῦ τοιούτου σχήματος ἐν τῇ ὑπαντήσει πρὸς αὐτὸν ἐπιδείκνυσθαι. « Προσεκύνησε » γάρ φησι, « τρίτον ἐπὶ τὴν γῆν. » Καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, ἕως αὐτοί τε ἠγνόουν, κἀκεῖνος τὴν ἄγνοιαν πρὸς αὐτοὺς ὑπεκρίνετο, διὰ τὸ ὑπερέχον τοῦ ἀξιώματος, τῇ προσκυνήσει τὴν δυναστείαν ἐτίμησαν. Προσκυνεῖ δὲ ὁ μέγας Ἀβραὰμ τοὺς Χετταίους, τοὺς ἐγχωρίους ὁ ἔπηλυς, δεικνὺς, οἶμαι, δι' ὧν ἐποίει, ὅσον οἱ αὐτόχθονες τῶν παροικούντων ἐπικρατέστεροι. Καὶ πολλὰ τοιαῦτα λέγειν ἐστὶ ἔκ τε τῶν ἀρχαίων διηγημάτων, καὶ ἐκ τῶν παρόντων τοῦ βίου ὑποδειγμάτων. Ἆρ' οὖν τοῦτα νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν; Καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ Πνεῦμα τὰ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους ὁ Πατριάρχης ἠξίωσεν; Ἢ ἄλλην τινὰ παρὰ ταύτην νομίζουσι τὴν προσκύνησιν, ὡς τὴν μὲν ἀνθρώποις, τὴν δὲ τῇ ὑπερεχούσῃ φύσει προσήκουσαν; Πῶς οὖν καθόλου τὴν προσκύνησιν ἀθετοῦσιν ἐπὶ τοῦ Πνεύματος, μηδὲ τὴν ἐπὶ τῶν ἀνθρώπων συγκεχωρημένην αὐτῷ χαριζόμενοι;
xxiv. But you will say: When I think of the Father, I have comprised the Son also within the appellation. Yet when you have grasped the Son in thought, tell me, did you not accept the Holy Spirit along with Him as well? You could not deny it. For how shall you confess Him save in the Holy Spirit? When then is the Spirit separated from the Son, so that when the Father is worshipped, the worship of the Spirit as well is not comprised along with that of the Son? And what ever do they reckon worship itself to be, which they bestow as some choice prerogative upon the God over all, and at times pass this honour on even as far as the Only-begotten, yet deem the Spirit unworthy of such a prerogative? For human custom gives the name of worship to the bowing of subjects towards the ground, which they practise when greeting those more powerful; just as the Patriarch Jacob also is seen, when appeasing his brother's wrath, to display his inferiority out of humility through such a posture at his meeting with him. "For he bowed down," it says, "three times to the ground." And the brothers of Joseph, so long as they both were ignorant and he feigned ignorance towards them, honoured his sovereignty with worship on account of the pre-eminence of his dignity. The great Abraham also bows in worship to the Hittites, the newcomer to the natives, showing, I think, through what he did, by how much the native-born prevail over sojourners. And one may cite many such things both from ancient narratives and from present examples of life. Do they too, then, understand worship in this way? And how is it not ridiculous to suppose that one ought not to count the Holy Spirit worthy even of this, whereof the Patriarch counted even the Canaanites worthy? Or do they suppose worship to be some other thing besides this, as though the one befits human beings, while the other befits the transcendent nature? How then do they wholly reject worship in the case of the Spirit, not granting Him even that which is conceded among human beings?
κεʹ. Τίνα δὲ καὶ νομίζουσιν ἰδίως, ἀποτετάχθαι τῷ Θεῷ προσκυνήσεως τρόπον; Τὸ εἰπεῖν τῷ ῥήματι, ἢ τὸ ἐνεργῆσαι τῷ σχήματι; Ἢ ταῦτα μὲν καὶ πρὸς ἀνθρώπους ἐστὶ κοινά· καὶ γὰρ λέγεται καὶ ἐπ' ἀνθρώπων τὰ ῥήματα, καὶ ἐνεργεῖται τὰ σχήματα. Τί οὖν ἐπὶ Θεοῦ τὸ ἐξαίρετον; Ἢ παντὶ δῆλον τῷ καὶ ὁποσονοῦν διανοίας μετέχοντι, ὅτι Θεοῦ μὲν ἄξιον
xxv. And what manner of worship do they suppose to have been specially set apart for God? To speak in word, or to act in posture? Surely these things are common towards human beings as well; for words are spoken in the case of human beings too, and postures are performed. What then is choice in the case of God? Surely it is plain to everyone who partakes even in any degree whatever of understanding, that worthy of God
Notes, col. 1332

On the reading

Printed τοῦτα, for τοῦτο.

Printed τὰ ἅγιον, for τὸ ἅγιον.

PG 45:1333Read from the page
δῶρον ἡ ἀνθρωπίνη φύσις ἔχει οὐδέν · τῶν γὰρ ἀγαθῶν ἡμῶν ὁ Ποιητὴς ἡμῶν χρείαν οὐκ ἔχει. Ἡμεῖς δὲ οἱ ἄνθρωποι τὰς τιμητικὰς ταύτας καὶ ἀγαπητικὰς ἐνδείξεις, ἃς ἐπ' ἀλλήλων ποιούμεθα, ἕτερον τοῦ ἑτέρου ταπεινότερον εἶναι τῇ ὁμολογίᾳ τῆς τοῦ πέλας ὑπεροχῆς ἐνδεικνύμενοι, ταύτας μετηνέγκαμεν εἰς τὴν θεραπείαν τῆς κρείττονος φύσεως, τῶν ἐν ἡμῖν τὰ τίμια, τῇ ἀτιμήτῳ φύσει δωροφοροῦντες. Καὶ διὰ τοῦτο, ἐπειδὴ προσιόντες βασιλεῦσιν ἢ δυνάσταις οἱ ἄνθρωποι, ὑπὲρ ὧν ἂν γενέσθαι τι αὐτοῖς παρὰ τῶν δυναστευόντων θελήσωσι, οὐ ψιλὴν προσάγουσι τοῖς κρατοῦσι τὴν αἴτησιν, ἀλλ' ὡς ἂν μάλιστα πρὸς οἶκτον καὶ εὔνοιαν ἑαυτῶν ἐπαγάγοιντο, ταπεινοῦνται τῷ λόγῳ, καὶ προσκυνοῦσι τῷ σχήματι, καὶ γονάτων ἅπτονται, καὶ εἰς ἔδαφος πίπτουσι, καὶ διὰ πάντων οἰκτιζόμενοι συνήγορον τῆς αἰτήσεως ἑαυτῶν προβάλλονται, δι' ὧν ποιοῦσι τὸν ελ... Διὰ τοῦτο οἱ τὴν ἀληθῆ δυναστείαν ἐπεγνωκότες, δι' ἧς πάντα διοικεῖται τὰ ὄντα... τες ὑπὲρ ὧν ἂν ᾖ φίλον αὐτοῖς. Οἱ μὲν ταπεινοὶ τὰς ψυχὰς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ... ζομένων. Οἱ δὲ ὑψηλοὶ τὴν διάνοιαν περὶ τῶν αἰωνίων καὶ ἀπορρήτων ἐλπίδων, ἐπειδὴ οὐκ ἔχουσιν πῶς αἰτήσουσιν, οὐδὲ χωρεῖ ἡ ἀνθρωπίνη φύσις ἐνδείξασθαί τινα τιμὴν πρὸς τὴν μεγαλοπρέπειαν τῆς δόξης φθάνουσαν, μετήνεγκαν τὴν ἐπὶ τῶν ἀνθρώπων νενομισμένην θεραπείαν εἰς τὴν τοῦ θείου τιμήν. Καὶ τοῦτό ἐστιν ἡ προσκύνησις, ἡ μετὰ ἱκεσίας καὶ ταπεινότητος τῶν καταθυμίων τινὸς αἴτησις γινομένη. Διὸ καὶ Δανιὴλ κάμπτει τῷ Κυρίῳ τὰ γόνατα, ἐπὶ τοῦ αἰχμαλώτου λαοῦ τὴν φιλανθρωπίαν αἰτούμενος. Καὶ ὁ τὰς ἀσθενείας ἡμῶν βαστάσας, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων, διὰ τοῦ ἀνθρώπου ὃν ἀνέλαβε προσπίπτειν ἐπὶ τὸ πρόσωπον ἐν καιρῷ προσευχῆς ὑπὸ τοῦ Εὐαγγελίου ἱστόρηται, καὶ τούτῳ τῷ σχήματι τὴν εὐχὴν ἐποιεῖτο, νομοθετῶν, οἶμαι, τῇ ἀνθρωπίνῃ ζωῇ, τὸ μὴ ἀπα⟨υ⟩θαδιάζεσθαι ἐπὶ τοῦ καιροῦ τῆς αἰτήσεως, ἀλλὰ διὰ πάντων πρὸς τὸ ἐλεεινὸν μεθαρμόζεσθαι, ἐπειδὴ « Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν · » καί που, « Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. » Εἰ οὖν ἡ προσκύνησις οἷον ἱκετηρία τίς ἐστι, εἴτε συνηγορία προβεβλημένη τοῦ σκοποῦ τῆς αἰτήσεως, ἡ δὲ αἴτησις πρὸς τὸν τῆς δυνάμεως Κύριον γίνεται, τίς ἡ διάνοια τῆς καινῆς ταύτης νομοθεσίας ; οὐδὲ... παρὰ τοῦ διδόντος αἰτεῖν, μήτε ὑποκύπτειν τῷ ἄρχοντι, μήτε θεραπεύειν τὸν δυναστεύοντα ;...
human nature possesses no gift at all; for our Maker has no need of our good things. Yet we human beings have transferred these tokens of honour and affection, which we display towards one another when showing one to be humbler than the other by acknowledging our neighbour's superiority, unto the service of the higher nature, offering what we hold precious as gifts to the inestimable nature. And on this account, since men, when approaching kings or potentates for whatever they may wish to be granted them by those holding sway, do not present a bare petition to those in power, but so as most effectually to draw them to pity and goodwill towards themselves, they humble themselves in speech, and do obeisance in posture, and clasp knees, and fall upon the ground, and making themselves pitiable in every way put forward as an advocate for their petition, through what they do, pity... On this account those who have recognized the true sovereignty, by which all existing things are governed... on behalf of whatever is dear to them. Those lowly in soul, concerning things in this world... Those lofty in understanding, concerning eternal and ineffable hopes, since they know not how they shall ask, nor has human nature capacity to exhibit any honour reaching unto the magnificence of that glory, transferred the service customary among men unto the honour of the Divine. And this is worship: a petition for some desired object made with supplication and humility. Wherefore Daniel also bends his knees to the Lord, imploring loving-kindness over the captive people. And He Who bore our infirmities and intercedes for us is recorded by the Gospel to have fallen upon His face at the time of prayer through the man whom He assumed, and in this posture He made His prayer, legislating, I think, for human life not to behave presumptuously at the time of petition, but in every way to adapt oneself to what is pitiable, since 'The Lord resisteth the proud, but giveth grace to the humble;' and somewhere, 'He that exalteth himself shall be humbled.' If therefore worship is as it were a kind of supplication, or a plea put forward for the aim of the petition, and the petition is made to the Lord of power, what is the meaning of this new legislation? Neither... to ask from Him Who gives, nor to bow down to the ruler, nor to pay service to Him Who holds sway?...