Migne Reading Room

PG 45 · cols. 1301–1312 · Read from the page

Against the Macedonians

Against the Macedonians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1301Read from the page
τῇ ἀνθρωπότητι, ὑπόθεσίς τε ταπεινοφροσύνης καὶ συντελείας ἄγνοια, δι' ἣν ὁ βίος συγκεκρότηται. Τί δ' ἂν εἴη δυσεπιγνωστότερον ἡ ἡμέρα τῆς συντελείας, ἢ αὐτὸς ὁ Θεὸς καὶ Πατήρ; Εἰ δὲ τὸν Πατέρα ἔγνω εἰπών· « Ἵνα γινώσκητέ με, καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, » πῶς οὐκ ἂν ἔγνω τὴν ἡμέραν ἧσπερ καὶ δημιουργὸς αὐτὸς γέγονε; Χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδέν. Καὶ τοῦτο τοῖς βραχέσι τούτοις ἀποδεδειγμένος ὁ λόγος ὅπως ἔχει, μὴ ἐμποδών τινι γίγνοιτο πρὸς τὴν εὐθεῖαν πίστιν. Ὑμεῖς οὖν, οἱ κατὰ Σαβέλλιόν τε καὶ Ἄρειον, οἱ ἐν τηλικαύτῃ διαφορᾷ γεγονότες, πᾶσαν ἐπεγνωκότες ἐκ τῶν εἰρημένων τὴν ἀλήθειαν, σύνιτέ μοι πρὸς φιλίαν, καὶ εἰς τὸ μεταξὺ τοῖν ἀμφοῖν ἐληλυθότες παγίδοιν, εὑρήσετε τὴν τῆς ἀληθείας ὁδὸν, ᾗ πορευθέντες, ὄψεσθε τὴν αἰώνιον ζωήν.
for humanity: both a foundation of humility and ignorance of the consummation, whereby our life is held together in discipline. Yet which would be harder to know: the day of the consummation, or God the Father Himself? Now if He knew the Father, saying, "That you may know Me, just as the Father knows Me, and I know the Father", how could He not have known the day of which He Himself became the Creator? For without Him nothing came into being. And now that this matter has been shown in these brief words how it stands, let it not prove a hindrance to anyone towards the straight faith. Come together to me in friendship, therefore, you followers of Sabellius and of Arius, who have fallen into so great a division, having recognized the whole truth from what has been said; and passing into the middle space between both snares, you will find the way of truth, walking wherein you shall see eternal life.
αʹ. Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων· τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσθαι ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ. Ἀλλ' ἐπειδὴ κίνδυνός ἐστι μὴ διὰ τῆς ἡμετέρας σιγῆς κατισχύσῃ τῆς ἀληθείας τὸ ψεῦδος, καὶ πολλὴν ἡ σηπεδονώδης αὕτη τῆς αἱρέσεως γάγγραινα νομὴν κατὰ τῆς ἀληθείας λαβοῦσα, τὸν ὑγιαίνοντα τῆς πίστεως λόγον διαλωβήσηται, ἀναγκαῖον ἐφάνη μοι μὴ κατὰ τὴν ἀφροσύνην αὐτῶν ἀποκρίνασθαι τῶν τὰ τοιαῦτα κατὰ τῆς εὐσεβείας προτεινομένων, ἀλλ' ἐπὶ διορθώσει τῶν μοχθηρῶν ὑπολήψεων. Καὶ γὰρ τὸ παροιμιῶδες παράγγελμα δοκεῖ μοι μὴ σιγὴν, ἀλλὰ διόρθωσιν τῶν ἀφραινόντων παρεγγυᾷν· ὡς δεῖν τὰς ἀποκρίσεις μὴ συντρέχειν τῇ ἀφροσύνῃ τῶν ὑπολήψεων,
i. Perhaps it is not even fitting to reply to vain words; for the wise precept of Solomon seems to point to this when it bids us not to answer a fool according to his folly. Yet since there is a danger lest through our silence falsehood prevail over the truth, and lest this putrid gangrene of heresy, gaining wide spread against the truth, maim the sound word of the faith, it seemed necessary to me not to answer those who put forward such claims against piety according to their folly, but with a view to correcting their depraved suppositions. For indeed the proverbial precept seems to me to enjoin not silence, but the correction of those who play the fool: that our replies ought not to concur with the folly of their suppositions,
PG 45:1304Read from the page
ἀνατρέπειν δὲ μᾶλλον τὰς ἀνοήτους αὐτῶν καὶ ἠπατημένας περὶ τῶν δογμάτων δόξας.
but rather to overturn their senseless and deluded opinions concerning doctrines.
βʹ. Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν; Ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου Πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις· καὶ ὅσα τοῖς τῶν Πατέρων ἑπόμενοι δόγμασιν ὁμολογοῦμεν περὶ τοῦ Πνεύματος, ταῦτα πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες, ἀφορμὴν ἑαυτοῖς παρέχουσι καθ' ἡμῶν εἰς ἀσεβείας γραφήν. Ἡμῶν γὰρ συντετάχθαι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογούντων, ὡς μηδεμίαν εἶναι παραλλαγὴν ἐν μηδενὶ τῶν εὐσεβῶς περὶ τὴν θείαν φύσιν νοουμένων τε καὶ ὀνομαζομένων, ἐκτὸς τοῦ καθ' ὑπόστασιν ἰδιαζόντως θεωρεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ τοῦ Χριστοῦ ἐστι, καθὼς γέγραπται· οὔτε κατὰ τὸ ἀγέννητον τῷ Πατρὶ, οὔτε κατὰ τὸ μονογενὲς τῷ Υἱῷ συναναχεόμενον, ἀλλά τισιν ἐξαιρέτοις ἰδιώμασιν ἐφ' ἑαυτοῦ θεωρούμενον, ἐν τοῖς ἄλλοις πᾶσι καθάπερ ἔφην τὸ . . . μένον καὶ ἀπαράλλακτον ἔχειν ὁμολογούντων· οἱ ὑπεναντίοι φασὶν ἀπεξενῶσθαι μὲν αὐτὸν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν τῆς φυσικῆς κοινωνίας, καὶ διὰ τὸ τῆς φύσεως διαλλάττον ὑποβεβηκέναι, καὶ ἠλαττῶσθαι τοῖς πᾶσιν ἐν δυνάμει καὶ δόξῃ καὶ ἀξιώματι καὶ πᾶσιν ἅπαξ τοῖς θεοπρεπῶς λεγομένοις ὀνόμασί τε καὶ νοήμασι· καὶ διὰ τοῦτο δόξης μὲν ἀμέτοχον, ἀνάξιον δὲ τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν ὁμοτιμίας φασί· δυνάμεως δὲ τοσοῦτον μετέχειν, ὅσον ἐπαρκεῖ αὐτῷ πρὸς ἀποτεταγμένας τινὰς καὶ μερικὰς ἐνεργείας, τῆς δὲ δημιουργικῆς ἰσχύος ἔξω παντάπασι καθεστάναι. Ταύτης δὲ κρατούσης παρ' αὐτοῖς τῆς ὑπολήψεως, ἐκ τοῦ ἀκολούθου κατασκευάζεται παρ' αὐτῶν τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ Πνεῦμα τῶν περὶ τῆς θείας φύσεως εὐσεβῶς λεγομένων τε καὶ νοουμένων.
ii. What, then, is the charge they bring against us? They accuse of impiety those who hold magnificent conceptions concerning the Holy Spirit; and whatever we confess concerning the Spirit in following the doctrines of the Fathers, they construe according to their own fancy and furnish themselves an occasion for an indictment of impiety against us. For while we confess that the Holy Spirit is ranged together with the Father and the Son, so that there is no variation in anything piously conceived and named concerning the divine nature, save that the Holy Spirit is contemplated distinctively according to hypostasis— in that He is from God, and is of Christ, just as it is written, being confused neither with the Father in unbegottenness nor with the Son in being only-begotten, but contemplated in Himself by certain distinctive properties, while in all other respects, as I said, we confess Him to possess equality and invariability— our opponents allege that He is estranged from natural communion with the Father and the Son, and that through divergence of nature He stands inferior and is diminished in all respects: in power and glory and dignity, and at once in all names and conceptions uttered in a manner befitting God; and on this account they call Him without share in glory and unworthy of equality of honour with the Father and the Son; and that He partakes of power only so far as suffices Him for certain assigned and partial operations, while standing altogether outside creative might. And since this supposition prevails among them, it is consequently maintained by them that the Spirit possesses in Himself nothing of the things piously spoken and conceived concerning the divine nature.
γʹ. Τί οὖν ὁ ἡμέτερος λόγος; Οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ' ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας Γραφῆς περὶ τοῦ ἁγίου Πνεύματος μαρτυρίᾳ, δι' ἧς θεῖον τὸ Πνεῦμα τὸ ἅγιον εἶναί τε καὶ λέγεσθαι μεμαθήκαμεν. Εἰ οὖν συντίθενται καὶ αὐτοὶ τούτῳ, καὶ μὴ ἀντιβαίνουσι ταῖς θεοπνεύστοις φωναῖς, εἰπάτωσαν οἱ πρὸς τὸν καθ' ἡμῶν πόλεμον ἕτοιμοι, τίνος ἕνεκα οὐ πρὸς τὴν Γραφὴν, ἀλλὰ πρὸς ἡμᾶς διαμάχονται; Οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι παρὰ τοῦτό φαμεν. Θείας δὲ φύσεως ὁμολογοῦντες οὐδεμίαν ἐπιγινώσκομεν οὔτε ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας οὔτε ἐκ τῶν κοινῶν ἐννοιῶν κατ' αὐτὸ τοῦτο διαφοράν· ὥστε μεμερίσθαι πρὸς ἑαυτὴν τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν διά τινος ἐπιτάσεως ἢ ὑφέσεως, παρὰ τὸ πλέον τε καὶ ἔλαττον αὐτὴν πρὸς ἑαυτὴν διαλλάττουσαν. Ἐπειδὴ γὰρ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος εἶναι πεπίστευται, καὶ οὐδεμία πλοκὴ καὶ σύνθεσις ἐξ ἀνομοίων περὶ αὐτὴν θεωρεῖται, διὰ τοῦτο ἐπειδὰν ἅπαξ θείαν φύσιν τῇ ψυχῇ ἐννοήσωμεν, τὸ ἐν παντὶ θεοπρεπεῖ νοήματι τέλειον διὰ τοῦ ὀνόματος τούτου συμπαρεδεξάμεθα· τὸ γὰρ Θεῖον ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λόγῳ τὸ τέλειον ἔχει. Εἰ δὲ ἐλλείποι
iii. What, then, is our account? We shall reply nothing novel nor of our own devising to those who challenge us with such things, but we shall content ourselves with the witness of divine Scripture concerning the Holy Spirit, through which we have learned that the Holy Spirit both is and is called divine. If, therefore, they too assent to this and do not resist the God-inspired utterances, let those who are ready for war against us tell us for what reason they contend not against Scripture, but against us? For neither do we say anything else beyond this. And in confessing Him to be of divine nature, we recognize no difference in this very respect, either from the teaching of the Scriptures or from common notions, such that the divine and transcendent nature should be divided against itself through some intensification or abatement, differing from itself by way of more and less. For since it is believed to be simple, uniform, and uncompounded, and no interweaving or composition out of unlike elements is contemplated about it, on this account, once we have conceived divine nature in the soul, we have together embraced through this name perfection in every God-befitting concept; for the Divine possesses perfection in every account pertaining to the good. Yet if it were to fall short
PG 45:1305Read from the page
τινὶ καὶ ὑστερεῖται κατά τι τῆς τελειότητος, κατὰ τὸ ἐλλεῖπον χωλεύσει καὶ ὁ τῆς θεότητος λόγος, ὡς μηκέτι Θεῖον ἐν ἐκείνῳ τῷ μέρει ἢ εἶναι ἢ λέγεσθαι. Πῶς γὰρ ἄν τις τῷ ἀτελεῖ καὶ ἐλλείποντι, καὶ τῆς ἑτέρωθεν προσθήκης προσδεομένῳ τὴν προσηγορίαν ταύτην ἁρμόσειε;
in any respect and lack perfection in some part, the account of deity will likewise limp in regard to what is lacking, so as no longer either to be or to be called Divine in that part. For how could anyone fit this appellation to what is imperfect and deficient and stands in need of addition from without?
δʹ. Καθάπερ καὶ διὰ τῶν σωματικῶν ἔστι τὸν λόγον πιστώσασθαι. Ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίαν, τὴν θερμαντικὴν αἴσθησιν τοῖς ἁπτομένοις παρέχεται· καὶ οὐ τὸ μέν τι τῆς φλογὸς ὑπερτεταμένην, τὸ δὲ ὑφειμένην ἔχει τὴν θερμασίαν. Ἀλλ' ἕως ἂν ᾖ πῦρ, ὅλον διόλου τῇ ταὐτότητι τῆς ἐνεργείας ἀδιάστατον πρὸς ἑαυτὸν τὴν ἕνωσιν ἔχει. Εἰ δέ τι κατά τι μέρος καταψυχθείη, οὐκέτι πῦρ κατὰ τὸ κατεψυγμένον ὀνομασθήσεται, τῇ πρὸς τὸ ἐναντίον ὑπαλλαγῇ τῆς θερμαντικῆς ἐνεργείας συμμεταποιουμένου καὶ τοῦ ὀνόματος. Ὡσαύτως καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ πάντων τῶν στοιχειωδῶς ὑποβεβλημένων εἷς καὶ ὁ αὐτὸς ἐφ' ἑκάστου λόγος, οὐ παραδεχόμενος πλεονασμὸν ἢ ἐλάττωσιν. Οὔτε γὰρ τὸ ὕδωρ μᾶλλον ἢ ἔλαττον δύναται λέγεσθαι· ἕως γὰρ ἂν ἐπίσης ὑγρὸν ᾖ, καὶ ἡ προσηγορία τοῦ ὕδατος ἐπ' αὐτοῦ ἀληθεύεται· εἰ δὲ μεταποιηθείη πρὸς τὴν ἐναντίαν ποιότητα, συνηλλοιώθη πάντως ἐπ' αὐτοῦ καὶ τὸ ὄνομα. Καὶ τοῦ ἀέρος τὸ μαλακόν τε καὶ ἀνωφερὲς καὶ κοῦφον ἐπίσης πᾶσι τοῖς μορίοις ἐνθεωρεῖται· τὸ δὲ πυκνὸν καὶ ἐμβριθὲς καὶ εἰς γῆν ῥέον διαφεύγει τὸ καὶ ἀὴρ ὀνομάζεσθαι. Οὕτως καὶ ἡ θεία φύσις, ἕως μὲν ἂν διὰ παντὸς τοῦ περὶ αὐτὴν εὐσεβῶς θεωρουμένου νοήματος τὸ τέλειον ἔχῃ, ἐπαληθεύει τὴν προσηγορίαν τῇ τοῦ ἀγαθοῦ τελειότητι· εἰ δὲ ὑποσπασθείη τι τῶν συντεινόντων εἰς τὸν τῆς τελειότητος λόγον, ψεύσεται κατ' ἐκεῖνο τὸ μέρος τὸ τῆς θεότητος ὄνομα, καὶ οὐκ ἐφαρμόσει τῷ ὑποκειμένῳ· ἴσον γὰρ, ἢ καὶ μᾶλλόν ἐστι τὸ ἀδύνατον, ξηρῷ σώματι τὴν τοῦ ὕδατος ἐπωνυμίαν ἁρμόσαι, καὶ πῦρ προσαγορεῦσαι τὸ κατεψυγμένον ἐν τῇ ποιότητι· καὶ τὸ στερρὸν καὶ ἀντίτυπον, ἀέρα εἰπεῖν· καὶ Θεῖον ὀνομάσαι, ᾧ μὴ συνυπακούεται ἡ τῆς τελειότητος ἔννοια.
iv. Just so, one may confirm the argument through bodily examples as well. For the nature of fire imparts the warming sensation equally in all the parts that make it up to those who touch it; and one part of the flame does not have its heat strained higher while another has it slackened. Rather, so long as it is fire, through and through as a whole it possesses unity unsevered from itself by the identity of its operation. Yet if anything should be cooled down in some part, it will no longer be named fire in respect of what has been cooled, the name too being transformed along with the alteration of the warming operation to its opposite. Likewise with water and air and all things that underlie as elements, there is one and the same account in the case of each, admitting neither excess nor diminution. For water cannot be spoken of as more or less; for so long as it is equally moist, the appellation of water holds true of it; but if it should be changed to the opposite quality, the name too has altogether been altered along with it. And the softness, upward tendency, and lightness of air are contemplated equally in all its parts; whereas what is dense, heavy, and sinking to earth escapes even being named air. Thus too the divine nature, so long as it possesses perfection throughout every concept piously contemplated about it, verifies its appellation by the perfection of the good; yet if anything of what contributes to the account of perfection should be withdrawn, the name of deity will prove false in that part and will not fit the subject; for it is equally impossible — or rather even more so — to fit the surname of water to a dry body, to address as fire what has been cooled in quality, to call air what is solid and resistant, and to name Divine that with which the concept of perfection is not understood together.
εʹ. Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ Πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς Γραφῆς καὶ ὑπὸ τῶν Πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ Πνεύματος; Εἰ γὰρ Θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔνδοξόν τε καὶ ἀΐδιον, καὶ πάντα ὅσα τοῦ τοιούτου γένους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τὰς ὑπολήψεις ἡμῶν ἐπαίροντα. Ταῦτα οὐκ ἐκ μετουσίας ἔχειν ἡ ἁπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται, ὡς ἄλλο μέν τι τῇ ἑαυτοῦ φύσει ὑπονοεῖν εἶναι, ἕτερον δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων· ἴδια γὰρ ταῦτα τῶν σύνθετον εἰληχότων τὴν φύσιν. Ἁπλοῦν δὲ τὸ Πνεῦμα τὸ ἅγιον παρὰ πάντων ἐπίσης συνωμολόγηται, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. Εἰ οὖν ἁπλοῦς ὁ τῆς φύσεως αὐτοῦ λόγος, οὐκ ἐπίκτητον ἔχει τὸ ἀγαθὸν, ἀλλ' αὐτὸ ὅ τί ποτέ ἐστι, ἀγαθότης ἐστὶ, σοφία, δύναμις, ἁγιασμὸς, δικαιοσύνη, ἀϊδιότης, ἀφθαρσία, πάντα τὰ ὑψηλὰ τῶν ὀνομάτων καὶ ὑπεραίροντα· τὸ
v. If, therefore, the Holy Spirit has been addressed as divine truly and not merely in name by Scripture and by our Fathers, what argument remains for those who stand opposed to the glory of the Spirit? For if He is Divine, He is altogether good and powerful and wise, glorious and eternal, and all names of such a kind as lift up our conceptions towards magnificence. That He does not possess these by participation, the simplicity of the subject bears witness, lest one suppose Him to be one thing in His own nature and to become something else by the presence of the things mentioned; for those belong properly to things that have been allotted a compound nature. Now that the Holy Spirit is simple has been agreed equally on all sides, and there is none who gainsays it. If, then, the account of His nature is simple, He does not possess the good as something acquired, but whatever He Himself is, He is goodness, wisdom, power, sanctification, righteousness, eternity, incorruption — all the lofty and transcendent names; being
Notes, col. 1305

On the reading

Printed μορίαν, for μορίοις.

PG 45:1308Read from the page
οὖν τοιοῦτο, ἐκ ποίας διανοίας ἄδοξον εἶναι κατασκευάζουσιν οἱ μὴ φοβούμενοι τὸ χαλεπὸν τῆς κατὰ τοῦ Πνεύματος βλασφημίας κατάκριμα; Σαφῶς γὰρ τοῦτο προτείνουσι, τὸ μὴ δεῖν αὐτὸ δοξαστὸν εἶναι πιστεύειν· οὐκ οἶδα τὸ τῇ φύσει ἔνδοξον, τίνι λογισμῷ μὴ ὁμολογεῖν ὅ ἐστι, λυσιτελὲς εἶναι κρίνοντες.
therefore such, out of what mindset do those who do not fear the grievous condemnation of blasphemy against the Spirit contend that He is inglorious? For they plainly put forward this claim, that one ought not to believe Him to be worthy of glory— judging by I know not what reasoning that it is profitable not to confess that which is glorious by nature to be what it is.
ϛʹ. Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτῶν, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτην ὑπὸ Κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας ἀπηλλοτρίωται. (Ἐφ' ὧν γὰρ ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια οὐδεμίαν ἐλάττωσιν ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εὔλογον, τὴν κατὰ τὸν ἀριθμὸν τάξιν, ἐλαττώσεώς τινος, ἢ τῆς κατὰ φύσιν παραλλαγῆς οἴεσθαι σημεῖον εἶναι; Ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διῃρημένην βλέπων τὴν φλόγα, [αἰτίαν δὲ τοῦ τρίτου φωτὸς ὑποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν,] ἔπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογὶ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγήν· τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λέγεσθαι, κἂν παραπλησίως καίῃ καὶ φαίνῃ καὶ πάντα τὰ τοῦ πυρὸς κατεργάζηται.) Εἰ δὲ κωλύει οὐδὲν πῦρ εἶναι τὴν τρίτην λαμπάδα, κἂν ἐκ προλαβούσης ἀναλάμψῃ φλογὸς, τίς ἡ σοφία τῶν διὰ ταῦτα τὴν τοῦ ἁγίου Πνεύματος ἀξίαν ἀθετεῖν ἀσεβῶς νομιζόντων, ἐπειδήπερ μετὰ Πατέρα καὶ Υἱὸν ἠριθμήθη παρὰ τῆς θείας φωνῆς; Εἰ μὲν γὰρ λείπει τι τῶν θεοπρεπῶν νοημάτων ἐν τοῖς ἐπιθεωρουμένοις τῇ φύσει τοῦ Πνεύματος, καλῶς αὐτῷ προσμαρτυροῦσι τὸ ἄδοξον· εἰ δὲ διὰ πάντων τὸ μεγαλεῖον τῆς τοῦ ἁγίου Πνεύματος ἀξίας κατανοεῖται, τί μικρολογοῦσι περὶ τὴν ὁμολογίαν τῆς δόξης; Ὥσπερ ἂν εἴ τις ἄνθρωπόν τινα λέγων εἶναι, μηκέτι ἀσφαλὲς ἡγοῖτο συνομολογεῖν ἐπὶ τούτου τὸ λογικὸν ἢ θνητὸν ἢ εἴ τι ἄλλο περὶ τὸν ἄνθρωπον λέγεται, καὶ διὰ τοῦτο ἀνατρέποι πάλιν ὃ ἔδωκεν. Εἰ γὰρ οὐ
vi. For neither is that point sufficient for their defence: that because He has been handed down by the Lord to the disciples third in order, on this account He is estranged from a God-befitting conception. (For in things wherein the operation pertaining to the good has no diminution or variation, how is it reasonable to suppose that order in number is a sign of some diminution or of variation according to nature? Just as if someone, beholding a flame parted among three torches [and let us suppose that the cause of the third light is the first flame, which by transmission through the middle one has kindled the outermost], were then to maintain that the heat abounds in the first flame, while in the next in sequence it has sunk lower and varies towards the less, and that the third is not even called fire any longer, even though in like manner it burns and shines and accomplishes all the effects of fire.) Yet if nothing hinders the third torch from being fire, even though it shines forth from an antecedent flame, what wisdom is theirs who on this account impiously think fit to set aside the dignity of the Holy Spirit, simply because He was numbered after Father and Son by the divine voice? For if anything of God-befitting concepts is lacking among the attributes contemplated in the nature of the Spirit, they rightly attest ingloriousness of Him; but if in every respect the grandeur of the Holy Spirit's dignity is perceived, why do they quibble pettily over the confession of His glory? It is just as if someone, after saying that a certain being is a man, were no longer to deem it safe to concede in his case rationality or mortality or whatever else is predicated of man, and on this account were to overturn again what he had granted. For if not
PG 45:1309Read from the page
λογικὸς, οὐδὲ ἄνθρωπος. Εἰ δὲ τοῦτο δέδοται, πῶς τὸ συνημμένον μετὰ τοῦ ἀνθρώπου νοούμενον ἀμφιβάλλεται; Οὕτω τοίνυν εἰ ἀληθεύει περὶ τοῦ Πνεύματος ὁ Θεῖον λέγων, οὐδὲ ὁ τίμιόν τε καὶ ἔνδοξον ἀγαθόν τε καὶ δυνατὸν εἶναι τοῦτο διοριζόμενος, ψεύδεται· τῇ γὰρ τῆς θειότητος ἐννοίᾳ πάντα τὰ τοιαῦτα νοήματα συνεισέρχεται· ὥστε ἀναγκαῖον εἶναι τῶν δύο τὸ ἕτερον, ἢ μηδὲ Θεῖον λέγειν, ἢ μηδὲν τῶν θεοπρεπῶν νοημάτων ὑποσπᾷν τῆς θειότητος. Διὰ τοῦτο δεῖ πάντως μετ' ἀλλήλων τὰ δύο καταλαμβάνεσθαι, καὶ τὴν θείαν φύσιν μετὰ τῆς προσφυοῦς ὑπολήψεως, καὶ τὰς εὐσεβεῖς ἐννοίας περὶ τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν.
rational, he is not a man either. Yet if this has been granted, how is that which is conceived conjointly with man called into doubt? In the same way, therefore, if he who calls the Spirit Divine speaks truly about Him, neither does he speak falsely who defines Him to be honourable and glorious, good and powerful; for all such concepts enter in together with the conception of deity, so that one of the two is necessary: either not to call Him Divine at all, or to withdraw none of the God-befitting concepts from His deity. On this account the two must altogether be apprehended with one another: both the divine nature with its connatural supposition, and the pious conceptions concerning the divine and transcendent nature.
ζʹ. Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ Πνεῦμα, καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖνο δοὺς τῇ δυνάμει, συνωμολόγησε τὰ λειπόμενα, τὸ καὶ ἔνδοξον εἶναι καὶ δυνατὸν καὶ εἴ τι πρὸς τὸ κρεῖττον φέρει τὴν σημασίαν. Οὐδὲ γὰρ φύσιν ἔχει μὴ ὁμολογεῖσθαι ταῦτα περὶ τοῦ Πνεύματος διὰ τὸ ἀπεμφαῖνον τῶν ἀντιδιαστελλομένων τοῖς τοιούτοις ὀνόμασιν· ὁ γὰρ ἔνδοξον μὴ διδοὺς, ἄδοξον δώσει· καὶ ὁ τὸ δυνατὸν ἀθετῶν ἐπ' αὐτοῦ, τῷ ἐναντίῳ συνθήσεται. Ὡσαύτως καὶ περὶ τοῦ τιμίου καὶ ἀγαθοῦ· καὶ τὰ πρὸς τὰ κρείττονα εἰ μὴ παραδέχοιτο, τὰ ἐναντία πάντως ὁμολογήσει. Εἰ δὲ φρικτὸν τοῦτο, καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέκεινα, δῆλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοήμασι περὶ τοῦ ἁγίου Πνεύματος οἱ εὐσεβοῦντες συνθήσονται, καὶ ἐροῦσιν εἶναι ταῦτα ἃ δὴ πολλάκις εἰρήκαμεν, τίμιον, δυνατὸν, ἔνδοξον, ἀγαθὸν, καὶ εἴ τι ἄλλο τῶν πρὸς εὐσέβειαν συντεινόντων λέγεται. Ταῦτα δὲ οὐκ ἀτελῶς προσεῖναι τῷ Πνεύματι, οὐδὲ περιωρισμένην ἔχοντα τοῦ καλοῦ τὴν ποσότητα, ἀλλ' ἐπὶ τὸ ἄπειρον ταῖς κλήσεσι συμβαίνοντα· οὐ γὰρ μέχρι τινὸς τίμιον, εἶτα ἄλλο τι νοεῖται παρὰ τὸ τίμιον, ἀλλ' ἀεὶ τοιοῦτον. Καὶ εἰ κατόπιν τῶν αἰώνων λογίζοιο, καὶ εἰ πρὸς τὸ ἐφεξῆς ἀποβλέπῃς, ἐν οὐδενὶ τὸ λεῖπον εἰς τιμὴν ἢ δόξαν ἢ δύναμιν ἐξευρήσεις, ὡς ἢ κατὰ προσθήκην αὔξεσθαι, ἢ ἐλαττοῦσθαι δι' ὑφαιρέσεως. Οὐκοῦν εἰ ὅλον δι' ὅλου τέλειον, ἐν οὐδενὶ δέχεται τὴν ἐλάττωσιν. Καθ' ὃ γὰρ ἂν μειωθῇ περὶ τὴν τοιαύτην ὑπόνοιαν ἡ τελειότης, κατ' ἐκεῖνο δώσει χώραν ταῖς ἀτιμοτέραις τῶν ὑπολήψεων· τὸ γὰρ μὴ τελείως τίμιον, μέρει τινὶ τοῦ ἐναντίου μετέχειν ὑπονοεῖται. Εἰ δὲ τυῦτο καὶ μέχρις ἐννοίας λαβεῖν, τῆς ἐσχάτης παραπληξίας ἐστὶ, καλῶς ἔχει πάντως ἀόριστον αὐτῷ καὶ ἀπερίγραπτον καὶ κατ' οὐδὲν μέρος ἠλαττωμένην προσμαρτυρεῖν τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα.
vii. Since, therefore, the Spirit has been said to be of the divine nature — and rightly so — and every magnificent concept, as has been said, is implied along with this name, he who has granted that point has virtually conceded what remains: that He is also glorious and powerful and whatever else carries its signification towards the better. For it is not even possible in the nature of things that these should fail to be confessed concerning the Spirit, because of the absurdity of the terms set in contradiction to such names; for he who does not grant Him to be glorious will grant Him to be inglorious; and he who sets aside power in His case will assent to its opposite. Likewise too concerning the honourable and the good; and if one should not admit the higher attributes, he will altogether confess their opposites. Now if this is dreadful, and beyond every absurdity and blasphemy, it is plain that the pious will assent to the nobler names and concepts concerning the Holy Spirit, and will say that He is these things which we have so often stated: honourable, powerful, glorious, good, and whatever else is said among things conducing to piety. And these do not belong to the Spirit imperfectly, nor as having a circumscribed quantity of goodness, but keeping pace with their titles to infinity; for He is not conceived as honourable up to a certain point and thereafter as something other than honourable, but is always such. And whether you reckon back behind the ages or look towards what lies hereafter, in nothing will you discover any deficiency as to honour or glory or power, such that He might either be increased by addition or be diminished through subtraction. Hence, if He is wholly and throughout perfect, in nothing does He admit diminution. For in whatever respect perfection might be lessened under such a surmise, in that respect it will give room to dishonouring suppositions; for what is not perfectly honourable is surmised to partake in some part of its opposite. And if to admit this even so far as a thought belongs to utter madness, it is altogether right to attest to Him unbounded, uncircumscribed, and in no part diminished perfection in good things.
ηʹ. Εἰ δὴ τοιοῦτόν ἐστιν, ἐφεξῆς ὁ λόγος καὶ περὶ τοῦ Υἱοῦ τὸ ἴσον διασκεψάσθω, καὶ περὶ τοῦ Πατρὸς ὡσαύτως. Ἆρ' οὐχὶ τὸ τέλειον ὁμολογεῖ τῆς τιμῆς καὶ ἐπὶ τούτου καὶ ἐπ' ἐκείνου; Πάντας οἶμαι τοὺς νοῦν ἔχοντας τοῖς εἰρημένοις συνθήσεσθαι. Εἰ οὖν τελεία τοῦ Πατρὸς ἡ τιμὴ, τελεία δὲ καὶ τοῦ Υἱοῦ, προσεμαρτυρήθη δὲ καὶ τῷ ἁγίῳ Πνεύματι τῆς τιμῆς τὸ τέλειον, διὰ τί νομοθετοῦσιν ἡμῖν οἱ καινοὶ δογματι-
viii. If, then, He is such, let our discourse next examine the like point concerning the Son as well, and concerning the Father likewise. Does it not confess perfection of honour both in the case of the One and in that of the Other? I think all who have sense will agree with what has been said. If, therefore, the honour of the Father is perfect, and that of the Son is perfect as well, and perfection of honour has likewise been attested of the Holy Spirit, why do our newfangled dogma-
Notes, col. 1309

On the reading

Printed τυῦτο, for τοῦτο.

PG 45:1312Read from the page
σταὶ μὴ δεῖν ὁμολογεῖν ἐπ' αὐτοῦ πρὸς Πατέρα καὶ Υἱὸν τὸ ὁμότιμον; Ἡμεῖς μὲν γὰρ τοῖς ἐξητασμένοις ἑπόμενοι, τὸ μηδεμιᾶς προσθήκης εἰς τελείωσιν προσδεόμενον, ἀτιμότερον ἑτέρου τινὸς οὔτε λέγειν οὔτε νοεῖν δυνάμεθα. Οὗ γὰρ τὸ πλεονάζον οὐκ ἐξευρίσκει ὁ λόγος διὰ τὸ ἀνελλιπές τε καὶ τέλειον, ἐν τίνι καταλήψεται αὐτοῦ τὴν ἐλάττωσιν οὐχ ὁρῶ. Οἱ δὲ ἀπαγορεύοντες τὸ ὁμότιμον, δογματίζουσι πάντως τὸ ἀτιμότερον. Καὶ π[άσ]ας καὶ ὡσαύτως κατὰ τὴν αὐτὴν ἀκολουθίαν διὰ τῆς κατὰ τὴν σύγκρισιν ἐλαττώσεως, ἐπὶ τὸ ἐναντίον τὰς εὐσεβεῖς ὑπολήψεις περὶ τοῦ Πνεύματος παρατρέψουσι, μὴ ἐν ἀγαθότητι, μηδὲ ἐν δυνάμει, μὴ ἐν ἄλλῳ τινὶ τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων συμμαρτυροῦντες τὸ τέλειον. Εἰ δὲ τὸ πρόδηλον τῆς ἀσεβείας ἐκκλίνοντες, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λεγομένῳ νοήματι τέλειον ὁμολογοῦσιν, εἰπάτωσαν οἱ σοφοὶ, πῶς τελείου τέλειον ἢ τελειότερόν ἐστι ἢ ἀϊδιώτερον· [ἕ]ως γὰρ ἂν ὁ τῆς τελειότητος ἐφαρμόζηται λόγος, οὔτε τὸ πλέον οὔτε τὸ ἔλαττον ἐν τῇ τοῦ τελείου ἐννοίᾳ ὁ λόγος οὗτος παραδέχεται.
tists legislate to us that one ought not to confess equality of honour in His case with the Father and the Son? For we, following what has been examined, are able neither to say nor to conceive that what stands in need of no addition for perfection is less honourable than any other. For wherein reason discovers nothing surpassing it, by reason of its unfailing completeness and perfection, I do not see wherein it will detect a diminution of Him. Yet those who deny equality of honour altogether lay it down as doctrine that He is less honourable. And in the very same consequence, through diminution by way of comparison, they will likewise pervert all pious suppositions concerning the Spirit towards the opposite, bearing witness to His perfection neither in goodness, nor in power, nor in any other of the things piously spoken about Him. Yet if, shunning the manifestness of impiety, they confess Him perfect in every concept predicated pertaining to the good, let these wise men tell us how one perfect thing is perfect, or more perfect, or more eternal than another perfect thing; for so long as the account of perfection applies, this account admits neither more nor less within the conception of the perfect.
θʹ. Εἰ οὖν διὰ πάντων τέλειον τὸ Πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, τίς ὁ λόγος καθ' ὃν εὔλογον κρίνουσι Πνεῦμα ἀναιρεῖν, δεδώκασι· τὸ γὰρ ἀναιρεῖν τὸ ὁμότιμον, ἀπόδειξίς ἐστι τοῦ μὴ νομίζειν μετέχειν τῆς τελειότητος. Αὐτὸ δὲ τοῦτο τὴν τιμὴν ἐπὶ τῆς θείας φύσεως τί ποτε ἄρα νομίζουσιν, ἧς ἄμοιρον εἶναι τὸ Πνεῦμα βούλονται; Πότερον ταύτην φασὶν ἣν καὶ ἄνθρωποι ἀνθρώποις χαρίζονται λόγῳ τε θεραπεύοντες καὶ σχήματι, τὸ ὑπήκοον ἐνδεικνύμενοι κατὰ τὴν πρόοδον, καὶ ὅσα τοιαῦτα τῇ ματαίᾳ τοῦ βίου συνηθείᾳ τῷ τῆς τιμῆς γίνεται λόγῳ; Ἅπερ πάντα τῇ προαιρέσει τῶν ταῦτα ἐργαζομένων συνέστηκεν· ὧν καθ' ὑπόθεσιν μὴ προελομένων, οὐδεμίαν ἐκ φύσεως ἀφορμὴν ἔχει τῶν ἀνθρώπων οὐδεὶς εἰς τὸ εἶναι τῶν λοιπῶν τιμιώτερος, πάντων ὁμοίως κατὰ τὰ αὐτὰ μέτρα τῆς φύσεως γνωριζομένων. Σαφὴς δὲ ὁ λόγος καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχων· τὸν γὰρ σήμερον διὰ τὴν ἀρχὴν, ἧς προέστηκε, τίμιον τοῖς πολλοῖς εἶναι δοκοῦντα, εὑρήσομεν ἐφεξῆς ἕνα τῶν τιμώντων καὶ αὐτὸν γινόμενον, τῆς ἀρχῆς εἰς ἕτερον μετενεχθείσης. Ἆρ' οὖν τοιοῦτόν τι τῆς τιμῆς εἶδος καὶ ἐπὶ τῆς θείας φύσεως ἐπινοοῦσιν, ὥστε βουλομένων μὲν ἡμῶν τὸ τίμιον ἔχειν, παυσαμένων δὲ τοῦ τιμᾷν, τῇ ἡμετέρᾳ προαιρέσει συγκαταλήγειν τὴν θείαν τιμήν; Ἢ καταγέλαστόν ἐστι καὶ ἀσεβὲς ἅμα τὰ τοιαῦτα νοεῖν; Οὐ γὰρ δι' ἡμᾶς τὸ Θεῖον ἑαυτοῦ τιμιώτερον γίνεται, ἀλλ' ἀεὶ ὡσαύτως ἔχει, οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ κρεῖττον μεταβῆναι δυνάμενον· τὸ μὲν γὰρ οὐ δέχεται, τὸ δὲ οὐκ ἔχει.
ix. If, therefore, they agree that the Holy Spirit is perfect in every respect, and besides these points it has been confessed to be pious that perfection in every good belongs also to the Father and to the Son, what is the reason whereby they have granted that they judge it reasonable to do away with the Spirit? For to do away with equality of honour is proof of not supposing Him to partake of perfection. Yet what on earth do they suppose this very honour in the case of the divine nature to be, of which they wish the Spirit to have no share? Do they mean that honour which human beings bestow upon human beings, paying court in speech and gesture, displaying deference in processions, and all such things as are done under the account of honour in the vain custom of life? All which things subsist by the choice of those who practise them; and on the hypothesis that they choose not to do so, no human being has any ground from nature for being more honourable than the rest, since all are known alike by the same measures of nature. The point is clear and holds no doubt; for him who today, on account of the office over which he presides, seems honourable to the many, we shall next find becoming himself one of those who pay honour, once the office has been transferred to another. Do they, then, devise some such form of honour in the case of the divine nature as well, so that when we wish it, it possesses honour, but when we cease honouring it, divine honour ceases along with our choice? Or is it laughable and impious at once to conceive such things? For not on our account does the Divine become more honourable than itself, but it always stands in the same state, able to pass over neither towards the worse nor towards the better; for the one it does not admit, and the other it does not have.
ιʹ. Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ Θεῖον; Πῶς ὑψώσεις τὸν Ὕψιστον; Πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δό-
x. In what manner, therefore, will you honour the Divine? How will you exalt the Most High? How will you glorify that which transcends every glo-