Migne Reading Room

PG 45 · cols. 1281–1292 · Read from the page

Against Arius and Sabellius

Against Arius and Sabellius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1281Read from the page
αʹ. « Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, » ἀρτίως ὁ Ψαλμῳδὸς ἔλεγε. Τοῦτον τὸν ἀγαθὸν λόγον τοῦ Θεοῦ οἱ μὲν κατὰ Ἄρειον καὶ Ἀχίλλιον τὴν ἀσεβεστάτην φωνὴν προϊέμενοι, ἐτόλμησαν κτίσμα καὶ ποίημα διακηρύξαι, καὶ πολλοὺς τῇ ἑαυτῶν ἐφείλκυσαν πλάνῃ. Οἱ δὲ κατὰ Σαβέλλιον, τἀναντία τούτων φρονοῦντες, ἀναιρεῖν μὲν πειρῶνται τὴν ὑπόστασιν τοῦ Υἱοῦ· αὐτὸν δὲ τὸν Πατέρα ἕνα ὄντα δυσὶν ὀνόμασι γεραίροντα οἰόμενοι, υἱοπάτορα προσαγορεύουσιν. Αἱ δὲ ἑκάτεραι δόξαι αὗται ὥσπερ παγίδες δύο τέθεινται ὑπὸ τῶν προηγορευμένων· δίεισι δὲ μέση τις ὁδὸς στενὴ καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, κατὰ τὸ Εὐαγγέλιον· ταύτης οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκκλίνοντες, τῆς ἑτέρας θήραμα γίνονται. Σὺ δέ μοι δοκεῖς δεδοικέναι τὰς ἑκατέρων ἐμπτώσεις, καὶ αὐτὴν ἀποφεύγειν τὴν ἀληθείας ὁδὸν, οἰόμενος μὴ δεῖν περὶ Θεοῦ λόγον προχειρίζεσθαι. Ὅρα τοίνυν μὴ, τῇ τῶν δυοῖν πλάνῃ εὐλαβούμενος, ἀσεβείας τιμωρίαν ὀφλήσεις· αὐτὸς ὁ Σωτὴρ πρὸ τῆς ἀληθοῦς ὁδοῦ ἑστηκὼς κέκραγε λέγων· « Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. » Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ, ὅπως μηδετέρᾳ αὐτῶν προστύχῃς. Καὶ πάλιν· « Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· ὁ μὴ εἰσιὼν δι' ἐμοῦ, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων, κλέπτης ἐστὶ καὶ λῃστὴς, » ὃς καὶ ὑπὸ παγίδος ἁλοὺς ἀπολεῖται. Ἀκουέτωσαν τοίνυν οἱ πρὸς τὴν τῶν ἑκατέρων πλάνην ἐπιτρέψαντες τὸν νοῦν, ὡς κατὰ φύσιν ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς Υἱὸς Θεοῦ ἔστι τε καὶ προσαγορεύεται, καὶ οὐ ποίημα ὢν κατὰ χρῆσιν ὀνο-
i. « My heart has poured forth a good word, » the Psalmist was saying just now. This good Word of God those who follow Arius and Achillius, uttering a most impious voice, have dared to proclaim a creature and a thing made, and have drawn many away into their own error. Those on the other hand who follow Sabellius, holding views opposite to these, endeavour to do away with the hypostasis of the Son; and supposing the Father Himself, being one, to dignify Himself with two names, they address Him as Son-Father. Now both of these opinions have been set like two snares by those mentioned before; while there passes between them a middle way, narrow and straitened, which leads away unto life, according to the Gospel; and deviating from this, the majority of men become the prey of one or the other. You however seem to me to dread falling into either of the two, and to shun the very way of truth, supposing that one ought not to take in hand discourse concerning God. See to it, therefore, lest out of caution before the error of the two you incur the penalty of impiety; for the Saviour Himself, standing before the true way, has cried aloud, saying: « I am the way and the truth. » Do not turn aside to the right hand or to the left, lest you stumble upon either of them. And again: « I am the door of the sheep; he who does not enter through Me, but climbs up from elsewhere, is a thief and a robber, » who, being caught by a snare, shall also perish. Let those therefore hear who have turned their mind towards the error of either party, that our Saviour Jesus Christ both is and is addressed by nature as Son of God, and not, being a thing made, called by loose usage
PG 45:1284Read from the page
μάζεται, ὥσπερ ἡμεῖς, Υἱός· καὶ ὅτι οὐκ ἔχων ἀρχήν, ἀλλὰ ἀΐδιος· διὰ τοῦτο καὶ ἐν ἀτελευτήτοις αἰῶσι κατ' ἰδίαν ὑπόστασιν συμβασιλεύσει τῷ Πατρί.
named, just as we are, Son; and because, having no beginning, but being eternal, therefore in endless ages also He shall reign together with the Father according to His own hypostasis.
βʹ. Ἀλλ' ἴσως εἴποι τις ἄν· Πᾶν τὸ ἄναρχον, καὶ ἀγέννητον ἂν εἴη· πῶς ὁ Υἱὸς εἰκότως ἂν προσαγορεύοιτο ἄναρχος, οὗ καὶ τοὔνομα ἔμφασιν ἀρχῆς ἔχει; Υἱὸς γὰρ ἐκ τοῦ γεγεννῆσθαι ὠνόμασται. Γένεσις δὲ ὅτι ὑπ' ἀρχῇ ὑποπέπτωκεν, οὐκ ἄν τις ἀνήναιτο. Εἰ οὖν Υἱὸς τυγχάνει, δηλοῦται ἡμῖν ἐκ τῆς γεννήσεως ἀρχὴν εἰληφώς· ἴσως δὲ καὶ τέλος ἕξει, εἴποι τις ἂν κατὰ τὸν φιλόσοφον λόγον· καὶ ὁ Ἀπόστολος δέ φησι ὑποταγήσεσθαι αὐτὸν τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, καὶ παραδώσειν αὐτὸν τὴν βασιλείαν τῷ Πατρὶ καὶ Θεῷ· ὡς ὑπειλῆφθαι αὐτὸν οὐκ ὄντα πρὸ τοῦ γεννᾶσθαι, πάλιν εἰς τὸ μὴ εἶναι χωρήσειν. Ἀνάβηθί μοι ἐπὶ τῆς ἀσφαλοῦς πίστεως, μὴ συναρπασθῇς ὥσπερ βιαίᾳ πνοῇ τῇ τῶν τοιούτων λογισμῶν ἀπάτῃ, ὡς χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος, ἐκ τῆς στενῆς καὶ εὐθείας ὁδοῦ ἐπὶ βάραθρα τῆς ἀπωλείας. Εἰ γὰρ ὁ Πατὴρ τῶν ὅλων ἀγέννητος καὶ ἀΐδιος, σοφός τε καὶ δυνατός, ὁ δ' Ἀπόστολος, τὴν εἰς αὐτὸν πίστιν εὐαγγελιζόμενος, διακηρύττει πᾶσι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, πῶς ἂν τολμῶσιν ὑπὸ χρόνον ἄγειν αὐτοῦ τὴν γέννησιν, καὶ οὐκ ἀΐδιον οὐδὲ ἄναρχον ὑπολαμβάνειν; Εἰ γὰρ κατὰ τήν τινων ὑπόληψιν ὑπὸ χρόνου μοῖραν πέπτωκεν ἡ τοῦ Σωτῆρος ἡμῶν γένεσις, ἠτίμασται ἔτι οὐ μόνον ὁ Υἱός, ἀλλὰ καὶ ὁ Πατὴρ κατὰ τὴν τοῦ Υἱοῦ φωνήν· « Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα· » ὃς μὲν, ὡς οὐκ ὢν πρὸ τοῦ γενέσθαι, ὃς δὲ, ὡς μὴ ἔχων δύναμιν καὶ σοφίαν πρὸ τοῦ εἶναι τὸν Υἱόν. Ἀκολούθως δ' ἂν ὑπολαμβάνοιεν οἱ τοιοῦτοι μηδὲ Θεὸν εἶναι τὸν Πατέρα ποτὲ, πρὶν γενέσθαι τοῦ Υἱοῦ· πῶς γὰρ ἂν Θεὸς, εἰ μὴ δύναμιν καὶ σοφίαν ἐκέκτητο; Εἰ δὲ ἀεὶ ὢν Θεὸς ὑπὸ τῶν θείων ἡμῖν Γραφῶν τεθέσπισται, ἀεὶ ἄρα σοφίαν καὶ δύναμιν, τουτέστι τὸν Χριστὸν, ἔχων μεθ' ἑαυτοῦ πιστευτέος.
ii. Yet perhaps someone might say: All that is unbegun would also be unbegotten; how could the Son rightly be addressed as unbegun, when even His name holds an indication of a beginning? For He has been named Son from having been begotten. And that origination has fallen under a beginning, no one would deny. If, then, He is Son, He is shown to us as having received a beginning from His begetting; and perhaps He will also have an end, someone might say according to philosophical reasoning; and the Apostle too says that He will be subjected to Him Who subjected all things to Him, and that He will hand over the kingdom to the Father and God; so that He is supposed, not having existed before being begotten, to pass again into non-existence. Mount up for me upon the secure faith, lest you be swept away, as if by a violent gust, by the deceit of such reasonings, like chaff which the wind hurls forth, out of the narrow and straight road onto the abysses of perdition. For if the Father of all things is unbegotten and eternal, wise and powerful, and the Apostle, proclaiming the good news of faith in Him, heralds to all that Christ is the power of God and the wisdom of God, how dare they bring His begetting under time, and not suppose Him eternal nor unbegun? For if, according to the notion of certain men, the origination of our Saviour has fallen under a portion of time, then not only the Son is dishonoured still, but also the Father, according to the voice of the Son: "Neither do you know Me nor the Father. He who does not honour the Son does not honour the Father"; the one, as not existing before coming to be, and the other, as not having power and wisdom before the Son existed. Consequently such men would suppose that the Father was not even God once, before the Son came to be; for how could He be God, if He did not possess power and wisdom? But if God is declared to us by the divine Scriptures as always existing, then He must be believed to have wisdom and power, that is, Christ, always with Himself.
γʹ. Μέμνημαι δὲ ὑποσχόμενος ἔμπροσθεν ὥσπερ δι' ἐσόπτρου δείξειν ὑμῖν τὴν εἰκόνα τῶν περὶ τὸν Πατέρα καὶ τὸν Υἱόν· ἐπείπερ ἀνθρωπίνῳ λόγῳ τὰ κατὰ τὴν θείαν φύσιν οὐχ ὑποτέτακται. Ὁπότε γὰρ αὐτὸς ὁ Θεὸς οὐ κατὰ τὴν ἰδίαν τοῦ μεγέθους δύναμιν διείλεκται ἡμῖν, ἀλλὰ συμμετρεῖ ταῖς ἀνθρωπίναις ἀκοαῖς τὴν ἑαυτοῦ φωνήν, ὅπως οἷοί τε ὦμεν ταῖς ἀκοαῖς τὴν θείαν φωνὴν ὑποδέξασθαι. Καὶ γάρ τοι καὶ τὸ ἀνύποιστον καὶ ἀπερίληπτον μέγεθος αὐτοῦ συμμετρεῖ ταῖς τῶν ἀνθρώπων ὄψεσι, καὶ Θεὸς ὤν, ἄνθρωπος πέφηνε· ἐκένωσε γὰρ ἑαυτὸν μορφὴν δούλου λαβών, ἵνα δυνηθῶμεν οἱ ἄνθρωποι θεάσασθαι Θεόν. Ὥσπερ οὖν πεπείσμεθα ὅτι οὐκ ὢν ἄνθρωπος, πέφηνε μὲν ἄνθρωπος, κατὰ φύσιν δὲ Θεὸς ἦν τε καὶ ἔστι, τὸ ἀπερίληπτον μέγεθος αὐτοῦ σώματι περιγράψας, καὶ δι' ἑαυτοῦ, ὥσπερ δι' ἐσόπτρου, τὸ ὅλον ἡμῖν μέ-
iii. Now I remember having promised earlier to show you, as if through a mirror, the image of the things concerning the Father and the Son, since the things pertaining to the divine nature have not been subjected to human speech. For God Himself has not conversed with us according to the proper power of His greatness, but proportions His own voice to human ears, so that we may be able to receive the divine voice with our ears. For indeed He also proportions His unbearable and incomprehensible greatness to the eyes of men, and though being God, He has appeared as man; for He emptied Himself, taking the form of a servant, so that we men might be able to behold God. Just as, therefore, we are persuaded that, though not being man, He appeared indeed as man, while by nature He both was and is God, having circumscribed His incomprehensible greatness in a body, and through Himself, as if through a mirror, having shown to us the whole
PG 45:1285Read from the page
γεθος τοῦ Θεοῦ πεφήνας, ἵν' ὥσπερ διόπτρᾳ τούτῳ χρησάμενοι, καὶ τοῦ Πατρὸς θεαταὶ γενώμεθα· εἰκὼν γὰρ τοῦ ἀοράτου Θεοῦ κατὰ τὸν Ἀπόστολον τυγχάνων εἴρηκεν· « Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· » οὕτως καὶ διὰ τῶν ἐν ταῖς Γραφαῖς κατὰ τὸ μέτρον τῶν ἀκοῶν ἡμῶν εἰρημένων, μὴ ἁρμοζόντων δὲ πολλαχῶς τῇ θεότητι δι' ἀσθένειαν λόγου, ἀναλόγως θεωρῶμεν αὐτὸν τῇ διανοίᾳ· ὥσπερ γὰρ Θεὸς σώματι περίγραπτος ἡμῖν ὦπται διὰ τὰς ὄψεις, οὕτως καὶ ὁ λόγος, μικρότερος ἢ κατὰ Θεὸν, κεκήρυκται διὰ τὰς ἀκοάς.
greatness of God, so that, using Him as a sighting-instrument, we might become beholders of the Father also; for being the image of the invisible God according to the Apostle, He has said: "He who has seen Me has seen the Father"; thus also through the things spoken in the Scriptures according to the measure of our ears, yet in many ways not fitting the Godhead on account of the weakness of speech, we proportionally contemplate Him with our mind; for just as God was seen by us circumscribed in a body for the sake of our eyes, so too the word, smaller than befits God, has been proclaimed for the sake of our ears.
δʹ. Δέδεικται δὲ, ὥσπερ προέφημεν, διὰ ταύτης τῆς Γραφῆς ὡς ἀνθρώπινος λόγος Θεόν τε καὶ τὰ κατ' αὐτὸν οὐκ ἂν ἐνδέξαιτο. Ἐπειδὴ γὰρ οὐχ ὑπολέλειπτο μέρος λόγου τὸ μηνύον τὴν ἀϊδιότητα τοῦ Υἱοῦ, τῇ προθέσει ὥσπερ αἰνίγματι σημαίνει σύγχρονον εἶναι τῷ Πατρὶ ἡ Γραφὴ λέγουσα· « Πρὸ ἑωσφόρου ἐγέννησά σε· » καὶ, « Πρὸ πάντων τῶν βουνῶν γεννᾷ με » καὶ ἑκάστου δημιουργήματος. Τοῦτο τὸ μέρος τοῦ λόγου προτιθεῖσα ἡ Γραφὴ, ἄναρχον αὐτὸν ἀποφαίνει· τὸ γὰρ προϋπερβατικὸν πάντων ὂν, καὶ μάλιστα ὅτε, πρὸ τῶν αἰώνων, λέγει, εἰς τὸ ἀΐδιον καὶ ἄναρχον τρέπει ἡμῶν τὸν νοῦν. Πῶς οὖν τῷ Πατρὶ συναεὶ [καθε]ζόμενος τὸ Υἱὸς εἶναι καὶ γεγεννῆσθαι ἐπιγέγραπται, εἰκόνα σοι τούτων προτείνω, ἐπείπερ τῶν κατὰ φύσιν οὐ καθικνεῖται ὁ λόγος, τὴν ἀκτῖνα ὑπὸ τοῦ ἡλίου. Πῶς οὐκ ἂν φήσειας τετέχθαι καὶ τὸ φῶς ὑπὸ τοῦ λύχνου; Ἀλλ' ὥσπερ οὐ πρότερον ὁ ἥλιος, ἔπειτα ἡ ἀκτὶς, ἀλλ' ἅμα τῷ εἶναι ἢ γεγονέναι τὸν ἥλιον, ἔστι τε καὶ γέγονεν ἡ ἀκτίς· καὶ ἅμα τῷ ὑπάρξαι τὸν λύχνον, ὑπῆρξε καὶ τὸ φῶς· καὶ τὸ γεννώμενον ὑπὸ τοῦ λύχνου, οὐ μετά τινα χρόνον, ἀλλὰ σὺν αὐτῷ γεννώμενον φαίνεται· οὕτως οὐ πρῶτος Θεὸς, μετέπειτα δὲ ἡ σοφία αὐτοῦ, ἀλλ' ἅμα τῷ εἶναι τὸν Θεὸν τῶν ὅλων, ἦν δὲ πάντοτε, ἦν ἄρα καὶ ἡ σοφία, τουτέστιν ὁ Χριστός· καίτοι γεννωμένη ὑπὸ τοῦ Θεοῦ, καὶ γέννημα εἰκότως προσαγορεύεται ἡ σοφία τοῦ διαδεικνυμένου αὐτήν. Τὸ δὲ, « Πρὸ πάντων βουνῶν γεννᾷ με, » ἐμφαίνει πάντοτε γεννώμενον τοῖς ἀνθρώποις ὑπὸ τοῦ Πατρὸς τὸν Σωτῆρα. Καὶ τὸ, « Σήμερον γεγέννηκά σε, » καίτοι προγεγεννημένον καὶ ἀεὶ συνόντα, ὑπὸ χρόνου μέρει τὸ σήμερον ἄγουσα ἡ Γραφὴ σημαίνει, ἀεὶ τοῖς καθεξῆς προϊοῦσιν αὐτῷ γεννᾶσθαι, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Εἴ ποτε δὲ τὸ σήμερον τῷ κόσμῳ τούτῳ συμπεριορισθῇ τοῖς τέλεσιν, οὐκέτι γεννᾶται, ἀλλ' ἅπαξ τοῖς ἅπασι γεγεννημένος, καὶ πάντων κριτὴς καὶ δικαστὴς καθεσθεὶς ζώντων καὶ νεκρῶν εἰς αἰῶνα βασιλεύσει σὺν τῷ Πατρί.
iv. Now it has been shown, just as we said before, through this Scripture that human speech could not admit God and the things concerning Him. For since no part of speech had been left to declare the eternity of the Son, Scripture by the preposition, as if by a riddle, signifies that He is coeval with the Father, saying: "Before the morning-star I begot Thee"; and, "Before all the hills He begets Me" and each created thing. Setting forth this part of speech, Scripture declares Him unbegun; for that which surpasses all things in priority, and especially when it says "before the ages," turns our mind to the eternal and unbegun. How, then, while co-eternally [sitting] with the Father He has been inscribed with being Son and having been begotten, I put forward for you an image of these things—since speech does not reach the things according to nature—namely, the ray from the sun. How would you not say that the light also has been born from the lamp? Yet just as there is not first the sun, and afterwards the ray, but simultaneously with the sun's being or having come to be, the ray both is and has come to be; and simultaneously with the lamp's existing, the light also existed; and that which is begotten from the lamp appears not after some time, but begotten together with it: so there is not first God, and afterwards His wisdom, but simultaneously with the God of all things being—and He was always—His wisdom also was, that is, Christ; although wisdom is begotten from God, and is rightly addressed as offspring of Him Who manifests her. And the saying, "Before all hills He begets Me," indicates the Saviour always being begotten for men by the Father. And the saying, "Today I have begotten Thee," although He was begotten beforehand and is always with Him, Scripture, bringing "today" under a part of time, signifies that He is always begotten for those who successively come forward to Him, so long as "today" is so called. But if ever "today" be circumscribed together with this world at its ends, He is no longer begotten, but having been begotten once for all, and having taken His seat as judge and arbiter of all, both living and dead, He shall reign for ever with the Father.
εʹ. Ἵνα δὲ μὴ καὶ τὸ, « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, » ἐμποιῇ λογισμοὺς τοῖς διεφθορόσι τὴν διάνοιαν, οὐδὲ τοῦτο παριτέον. Οἱ γὰρ ἑρμηνεῖς βραχύ τι τῆς Ἑβραΐδος ἀκριβείας τῶν Γρα-
v. And lest the saying also, "The Lord created Me as the beginning of His ways for His works," instil reasonings in those corrupted in understanding, neither must this be passed over. For the translators, departing a little from the Hebrew exactness of the Scrip-
PG 45:1288Read from the page
φῶν εἰς τὴν Ἑλληνίδα περιτραπέντες, εἶπον μὲν, Ἔκτισέ με, εὕροις δ' ἂν ἐρευνήσας, Ἐποίησέ με. Ὅμως δὲ καὶ τὸ, Ἔκτισέ με, ἀκριβῶς νοούμενον, οὐδὲν ἀπᾷδον τοῦ, Ἐποίησέ με, δείκνυται. Εἰ γὰρ, Κύριος ἔκτισέ με, εἰρήκει μόνον, ζήτημά τισι καταλέλοιπεν· ἐπεὶ δὲ προσέθηκεν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, σαφῶς ἂν νοοῖτο εἰρηκυῖα, Κύριος ἐποίησέ με ἐπιτάττειν τῶν ἔργων αὐτοῦ, καὶ ἀρχὴν τῶν ὁδῶν αὐτοῦ ἐνεχείρισέ μοι. Πότε γὰρ ἔσχεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ Πατήρ; ἢ πότε οὐκ ἦν ἐνεργής; ἢ παρὰ τίνος τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν εἴληφε; Τὸ γὰρ μὴ ἀεὶ τὰ πάντα ἔχειν παρ' ἑαυτῷ, ἐμφαντικόν ἐστι τοῦ παρ' ἄλλου τινὸς εἰληφέναι, ὡς ἕτερόν τινα Θεὸν πρεσβύτερον αὐτοῦ νοεῖσθαι. « Τίς δὲ προέδωκε καὶ ἀνταποδοθήσεται αὐτῷ; » φησὶν ἡ Γραφή. Εἰ δὲ παρ' αὐτοῦ τὰ πάντα, οὐδέ ποτε ἄρα ἀρχὴ ὁδῶν αὐτοῦ καὶ ἔργων αὐτοῦ εὑρεθήσεται, ἀλλ' ἀεὶ ἐνεργής. Εἰ δὲ πάντα διὰ τοῦ Υἱοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ἀεὶ ἄρα τὴν ἐργαζομένην σοφίαν παρ' ἑαυτῷ ἔχειν ἀναφανδὸν δείκνυται. Εἰ δὲ ἀεὶ ἐργάζεται ὁ Πατὴρ, χωρὶς δὲ τοῦ Υἱοῦ οὐδὲν εἴργασται, μήπως τὸ ἐκτίσθαι ὑπειλήφασιν, ὕστερόν ποτε δεδημιουργῆσθαι, ἵνα ἐργάζηται. Ἀλλὰ τὸ, Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, σημαίνει ὅτι Ἐνεχείρισέ μοι τὰς ὁδοὺς αὐτοῦ, ἵν' ὦσιν ὑπὸ τὴν ἐμὴν ἀρχήν· ἀρχὴν γὰρ οὐ χρονικὴν λέγει, ἀλλὰ τὴν κρατητικήν. Καὶ γὰρ καὶ οἱ ἀπόστολοί φασιν, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν. Εἰ δὲ τὸ, Ἐποίησε, ποίημα καὶ κτίσμα ὀνομάζοιτο, δύο ἂν εἶέν τινες οὓς ἐποίησεν, ἕτερον μὲν Κύριον, ἕτερον δὲ Χριστόν. Χριστὸς δὲ ὅτι βασιλεὺς προσαγορεύεται, οὐδενὶ τοῦτο ἄγνωστον· ἀλλὰ τὸ, Ἐποίησε, σημαίνει δύο ἀρχὰς ἐγκεχειρίσθαι αὐτῷ παρὰ τοῦ Πατρὸς, τὴν μὲν Κυριακὴν, τὴν δὲ βασιλικὴν, μᾶλλον δὲ μίαν ἀρχὴν δυσὶ προσηγορίαις γεραιρομένην, [ἢ] πλείοσιν. Ἑκάτεροι τοίνυν πεπείσθωσαν οἱ ταῖς ἑκατέραις ἐνειλημμένοι πλάναις, ὡς ἀεὶ σὺν τῷ Πατρὶ ὁ Υἱὸς γεννητὸς ἅμα καὶ ἄναρχός ἐστιν. Ἄναρχος μὲν τῷ ἀεὶ συνεῖναι τῷ Πατρὶ, γεννητὸς δὲ τῷ τὸν Πατέρα ἐσχηκέναι τοῦ εἶναι· ὡς ἔφημεν ἐπὶ τοῦ λύχνου εἰπόντες, ὅτι αἴτιος μὲν αὐτὸς τοῦ φέγγους, οὐ μέντοι πρότερον τοῦ φέγγους, ἀλλ' ὁμόχρονος τυγχάνει· οὕτως καὶ εἰς τὸν αἰῶνα ἔσται, καὶ οὐδέποτε παύσεται βασιλεύων· ἐπειδήπερ οὐδὲ ἤρξατο, ἀλλ' ἀεὶ συνηργηκὼς τῷ Πατρὶ ἑαυτὸν συνεμφαίνει, διὰ τοῦ εἰρηκέναι· « Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· » ἐπιζητεῖ δὲ τὸ ἕως ἄρτι, τὸ ἀφ' οὗ· ἐπειδὴ τὸ ἀφ' οὗ, ἐν χρόνῳ τυγχάνει, πα[ρεὶ]ς τὸ ἀφ' οὗ, τὸ ἕως ἄρτι μόνον εἰπὼν, ἐνέφηνεν ἀεὶ τὰ πάντα αὐτῷ συνειργᾶσθαι. Ἐργάζεται γὰρ ἕως ἄρτι φύων, ζωογονῶν, αὔξων, πάντα ἡνιοχῶν· καὶ οὐδέ ποτε παύσεται· οὐ γὰρ ἁρμόσει Θεῷ τὸ ἀργεῖν, οὐδ' ἀποκαμεῖται ἐργαζόμενος ἵνα παύσηται.
tures into Greek, said on the one hand, "He created Me," yet you would find upon investigating, "He made Me." Nevertheless even the phrase, "He created Me," when accurately understood, is shown to be in no way discordant with "He made Me." For if it had only said, "The Lord created Me," it has left a question for some; but since it added, "the beginning of His ways for His works," Scripture would clearly be understood as having said: The Lord made Me to have charge over His works, and entrusted to Me the beginning of His ways. For when did the Father have a beginning of His ways? Or when was He not active? Or from whom has He received the power and the activity? For not always having all things with Himself is indicative of having received them from someone else, so that some other God more ancient than He would be conceived. "Or who has first given to Him, and it shall be repaid to Him?" says Scripture. But if all things are from Him, never then will a beginning of His ways and of His works be found, but He is always active. And if all things came to be through the Son, and without Him nothing came to be, He is manifestly shown to have the working wisdom always with Himself. And if the Father is always working, and without the Son nothing has been wrought, let them by no means suppose "to have been created" to mean having been fashioned afterwards at some time in order that He might work. Rather, "He created Me as the beginning of His ways" signifies that "He entrusted to Me His ways, so that they may be under My rule"; for it speaks not of a temporal beginning, but of a sovereign rule. For indeed the apostles also say that He made Him both Lord and Christ. Now if "He made" were named a thing made and a creature, there would be two whom He made, one Lord and the other Christ. And that "Christ" is addressed as king, this is unknown to no one; rather, "He made" signifies that two dominions have been entrusted to Him from the Father, the one lordly and the other royal, or rather one dominion honoured by two appellations, [or] more. Let both sides therefore be persuaded, those entangled in either error, that the Son, being always with the Father, is at once begotten and unbegun. Unbegun on the one hand by being always with the Father, and begotten on the other by having the Father as the cause of His being; as we said in speaking of the lamp, that it is itself the cause of the radiance, yet is not prior to the radiance, but is coeval with it; so also shall He be for ever, and never shall He cease reigning; since neither did He begin, but having always co-worked with the Father He indicates Himself together with Him by having said: "My Father works until now, and I work"; now "until now" seeks "from when"; since "from when" is in time, [passing] by "from when" and saying only "until now," He showed that all things have always been co-wrought by Him. For He works until now, bringing forth, giving life, increasing, governing all things; and never shall He cease; for to be idle will not befit God, nor will He grow weary while working so that He should cease.
PG 45:1289Read from the page
ϛʹ. Οἶμαι μὲν οὖν τοὺς Ἀρειοπλανεῖς ὥσπερ συνηγορίᾳ κεχρῆσθαι τῇ Εὐαγγελικῇ φωνῇ λεγούσῃ· « Ὁ πέμψας με μείζων μου ἐστί· » ἀφ' οὗ κτίσμα καὶ ποίημα αὐτὸν ὑπειλήφασι. Καὶ τὸ ἀντειπεῖν τῷ προσαγορεύσαντι διδάσκαλον ἀγαθόν· « Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, » ὑπόνοιαν ἐμπεποιηκέναι αὐτοῖς ἄνθρωπον ὄντα, καταχρηστικὴν προσηγορίαν ἐσχηκέναι τὸν Υἱόν. Καὶ τὸ, « Οὐδεὶς οἶδε τὴν συντελε[σ]τικὴν ἡμέραν καὶ τὴν ὥραν, οὐδ' οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, » ἐν τοῖς κατὰ Μάρκον εἰρημένοις, « εἰ μὴ ὁ Πατὴρ μόνος, » ἀλλότριον τῆς πατρικῆς οὐσίας γεγονέναι τὸν Υἱὸν ὑπόνοιαν αὐτοῖς ἐμποιεῖν οἴομαι. Οἱ δὲ κατὰ Σαβέλλιον, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· » καὶ, « Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα· » καὶ τὸ, « Ὅτε παραδιδῷ τὴν βασιλείαν τῷ Πατρὶ καὶ Θεῷ· » οὐ μετ' ἀκριβείας κρίσεως ἀνεγνωκότες, εἰς τὴν μεγίστην τῆς ἀσεβείας ἐκπεπτώκασι πλάνην, οἰόμενοι διὰ μὲν λειποταξίαν ἀνθρωπίνην προεληλυθέναι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς προσκαίρως, αὖθις δὲ μετὰ τὴν διόρθωσιν τῶν ἀνθρωπίνων πλημμελημάτων ἀναλελυκότα ἐνδῦναί τε καὶ ἀναμεμίχθαι τῷ Πατρί. Οὐκ ἀνέγνωκας, ὦ Σαβελλιόφρον, καὶ τόδε τὸ χωρίον τῆς ἀποστολικῆς Γραφῆς, ὃ ἀντισταίη σου τῇ δοκήσει; φησὶ γὰρ μεθ' ἕτερα· « Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. » Οὐδ' ἡ εὐαγγελικὴ φωνή σε πείθει οὐ πρόσκαιρον εἶναι τὸν Υἱὸν, ἀλλ' ὅτι καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι κατὰ πάντων δίκη ἐγκεχείρισται τῷ Υἱῷ; « Ὁ γὰρ Πατὴρ, » φησὶ, « κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· » καὶ ἑτέρωθί που ὁ Ἀπόστολος· « Ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ, » φησὶ, « ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν φλογὶ πυρὸς, διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. » Ὅρα πῶς οἱ μὴ ὑπακούοντες δίκην τίσουσι, φησὶν, ὄλεθρον αἰώνιον, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ. Τίσουσι δὲ τῷ Υἱῷ, ὃν σὺ μηκέτι εἶναι ὑπείληφας.
vi. Now I suppose that those who wander after Arius have used as an advocacy, so to speak, the Evangelical voice which says: "He Who sent Me is greater than I"; whence they have supposed Him a creature and a thing made. And His replying to him who addressed Him as "Good Teacher"—"No one is good except one, God"—I suppose has instilled in them the notion that the Son, being a man, possessed an improper appellation. And the saying, "No one knows the consumma[to]ry day and the hour, neither the angels of the heavens, nor the Son," in the things spoken according to Mark, "except the Father alone," I think instils in them a notion that the Son has come to be alien from the paternal essence. Those who follow Sabellius, on the other hand, having read without exactness of judgement, "I and the Father are one," and, "He who has seen Me has seen the Father," and the phrase, "When He hands over the kingdom to the Father and God," have fallen into the greatest error of impiety, supposing that on account of human desertion the Son proceeded from the Father temporarily, and again after the correction of human transgressions returned and entered in and was mingled back with the Father. Have you not read, O Sabellian-minded man, this passage also of the apostolic Scripture, which would withstand your opinion? For it says among other things: "According to the working of the might of His strength, which He wrought in Christ, raising Him from the dead, and seating Him at His right hand in the heavenly places far above every rule and authority and power and lordship and every name that is named, not only in this age, but also in that which is to come." Nor does the Evangelical voice persuade you that the Son is not temporary, but that judgement over all in the age to come also has been entrusted to the Son? "For the Father," it says, "judges no one, but has given all judgement to the Son, so that all may honour the Son just as they honour the Father"; and elsewhere the Apostle says: "At the revelation of the Lord Jesus from heaven with the angels of His power, in flaming fire, rendering vengeance to those who do not know God and to those who do not obey the Gospel of our Lord Jesus Christ." See how those who do not obey shall pay the penalty, it says, eternal ruin, when He comes to be glorified in His saints. And they shall pay it to the Son, Whom you have supposed no longer to exist.
ζʹ. Εἰ δὲ βούλει γνῶναι ὅ τί ποτέ ἐστι τὸ, « Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Πατρὶ καὶ Θεῷ, » οὐκ ἀποκρυπτέον σοι, εἰ καὶ δυσεπίδεκτος τῆς ἀληθείας
vii. And if you wish to know what ever is meant by, "When He hands over the kingdom to the Father and God," it must not be hidden from you, even though hardly receptive of the truth
PG 45:1292Read from the page
τετύχηκας· καί μοι δοκεῖ ἀνθιστάναι τῷ παρὰ του Χριστοῦ προστάγματι, « Μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. » Ἀλλὰ Θεὸν μιμησάμενος, ἐλπίδων μεθέξω καλῶν, οὐδὲ τοῖς δυσσεβέσιν ἀποκρύψας τὴν ἀλήθειαν. Βρέχει γὰρ ὁμοίως, καὶ τὸ φῶς τῆς ἡμέρας ἴσον ἐκτέταται δικαίοις καὶ ἀδίκοις. Εἶθ' οὕτω φιλανθρωπούμενος οὐ πεύσῃ τὴν ἀλήθειαν; Οὐχ ὑφέξεις τὰς τοῦ νοῦ ἀκοὰς, ἵνα πεισθῇς μηδοτιοῦν πρὸς ἕτερόν τι τῶν ἐν ταῖς Γραφαῖς εἰρημένων ἐναντίωσιν εἶναι, ἀλλὰ συνῳδὸν καὶ σύμφωνον τὸ πᾶν τῷ παντὶ τυγχάνειν; Διόπερ οὐ νοητέον κατὰ τὴν σὴν ὑπόληψιν τὸ, « Τότε ὑποταγήσεται αὐτὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· » καὶ, « Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Πατρὶ καὶ Θεῷ. » Εἰ γὰρ κατὰ πάντα ὡμοίωτο τῇ ἀνθρωπότητι καὶ συνεπάθησε, κατὰ τὸν προφήτην· « Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε, » ἐπεὶ καὶ τὴν δεκτικὴν τούτων σάρκα περιβέβληται, καὶ ὑπὲρ ἡμῶν, φησὶν, ἁμαρτίαν ἐποίησεν, οὐ πεποιηκὼς, ἀλλ' ὡς πεποιηκὼς, ἵν' ἡμεῖς δικαιωθῶμεν· καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τῆς κατάρας ἡμᾶς ἐξαγοράσῃ, καὶ ἐπικατάρατος ὠνόμασται, τῇ συμπαθείᾳ συνωνυμῆσαι ἡμῖν ἑλόμενος· εἰ ἐν πᾶσι τούτοις γενόμενος ὡμοιώθη τῇ ἀνθρωπότητι, αὐτὴν τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν, ὡς αὐτὸς ἠνομηκὼς, ὑπὲρ τῆς ἀνθρωπότητος τὸ ἴδιον πρόσωπον προβαλλόμενος, ἐνέτρεπε τὸν Πατέρα πρὸς ἔλεος ἐπικαλῶν. Καὶ ὡς οὐχ ὑποτέτακτο τῷ Υἱῷ πᾶσα ἡ ἀνθρωπότης, καὶ αὐτὸς ὢν μὲν ὑποτεταγμένος ἐδόκει τε καὶ διείληπτο τὴν ἀνυποταξίαν τοῦ λαοῦ ἐν ὄψει τοῦ Πατρὸς ἐπιγραφόμενος, εἰ δέ ποτε πάνθ' ὑποταχθείη τῷ Υἱῷ (νῦν γὰρ οὐδέπω ὁρῶμεν πάνθ' ὑποτεταγμένα αὐτῷ), ἐρεῖ· Πάνθ' ὑποτέτακταί μοι. Πάντων δὲ αὐτῷ ὑποταγέντων, τότε αὐτὸς φανήσεται ὑποτεταγμένος τῷ ὑποτεταχότι αὐτῷ τὰ πάντα· εἰ γὰρ πάντες ἡμεῖς εἴημεν Χριστοῦ, καὶ Χριστὸς Θεοῦ ἂν ᾖ τε καὶ ὑποταχθείη. Εἰ δ' ἡμεῖς μήπω Χριστοῦ, οὐδέπω καὶ Χριστὸς Θεοῦ, ὁ δι' ἡμᾶς ὀδυνώμενος. Ὅταν οὖν πάντες Χριστοῦ γενώμεθα, τότε ἔσται καὶ Χριστὸς Θεοῦ, δι' ἑαυτοῦ τοὺς πάντας ὑποτάττων τῷ Πατρὶ οὓς πρότερον παρ' αὐτοῦ εἰλήφει, « ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. » Ἐπεὶ δὲ δοκεῖ πως μὴ ὑποτετάχθαι τῷ Πατρὶ, τῶν ἐγγυημένων ὑπ' αὐτοῦ καὶ ὧν τὴν εἰκόνα φέρει μηδέπω ὑποτεταγμένων αὐτῷ. Ὁπότε δὲ ὑποταχθείη αὐτῷ τὰ πάντα, τότε φανήσεται παραδιδοὺς τὴν βασιλείαν τῷ Πατρὶ καὶ Θεῷ. Βασιλείαν δὲ νοητέον οὐ τὸ ἀξίωμα τῆς σκηπτουχίας· οὐδὲ γὰρ ἔτι δεῖται ἀξιώματος βασιλικοῦ ὁ Πατὴρ, ἵνα παραλάβῃ τοῦ Υἱοῦ ὃ πρότερον ὡς εἰς χρῆσιν αὐτῷ συγκεχωρηκὼς ἐτύγχανε τοῦτο ἀνακαλούμενος. Τοιοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖς. Ἔτι μὲν ἀσεβεῖς οὐ μόνον εἰς τὸν Υἱὸν, ἀναιρῶν αὐτοῦ τὴν ὑπόστασιν, ἀλλὰ καὶ εἰς τὴν Πατέρα ἀποφαίνων αὐτὸν οὐκ ὄντα βασιλέα ποτὲ συγκεχωρηκότα τῷ Υἱῷ τὴν βασιλείαν, εἶτα ἀποληψόμενον παρ' αὐτοῦ ὡς δεόμενον τοῦ ἀξιώματος. Παραδώσει δὲ αὐτῷ οὐ τὸ
you have chanced to be; and there seems to me to oppose it the command from Christ, "Do not cast your pearls before swine." Yet, imitating God, I shall share in good hopes, not hiding the truth even from the ungodly. For He rains alike, and the light of day is spread out equally upon the righteous and the unrighteous. Being thus treated with loving-kindness, will you then not inquire after the truth? Will you not lend the ears of your mind, so that you may be persuaded that there is nothing whatsoever in opposition to any other of the things spoken in the Scriptures, but that the whole is in harmony and accord with the whole? Wherefore one must not understand according to your supposition the saying, "Then He Himself shall be subjected to Him Who subjected all things to Him"; and, "When He hands over the kingdom to the Father and God." For if in all things He was made like humanity and suffered with it, according to the prophet—"He Himself bears our sins, and suffers pain concerning us, and He Himself took our infirmities and bore our diseases"—since He also clothed Himself with the flesh receptive of these things, and on our behalf, it says, He made Him sin, though He had done none, yet as if He had done it, so that we might be justified; and having become a curse on our behalf, so that He might redeem us from the curse, He was also named accursed, choosing out of sympathy to share a name with us; if, having come to be in all these things, He was made like humanity, taking up the very form of a servant, as though He Himself had acted lawlessly, putting forward His own person on behalf of humanity, He moved the Father to compassion, calling upon Him for mercy. And as not all humanity had been subjected to the Son, He Himself, though being subjected, both seemed and was regarded as having the insubordination of the people inscribed upon Him in the sight of the Father; but if ever all things be subjected to the Son (for not yet do we see all things subjected to Him), He will say: All things have been subjected to Me. And when all things have been subjected to Him, then He Himself will appear subjected to Him Who has subjected all things to Him; for if we all were Christ's, Christ also would both be God's and be subjected. But if we are not yet Christ's, neither is Christ yet God's, He Who suffers pain on our account. When, therefore, we all become Christ's, then Christ also shall be God's, through Himself subjecting all to the Father whom He had previously received from Him, "so that God may be all in all." Since He seems in a way not to have been subjected to the Father, inasmuch as those pledged by Him and whose image He bears are not yet subjected to Him; whenever all things should be subjected to Him, then He will appear as handing over the kingdom to the Father and God. Yet by "kingdom" one must understand not the dignity of wielding the sceptre; for the Father no longer stands in need of royal dignity, so that He should receive back from the Son what He had previously conceded to Him as if for use, recalling it. For you seem to me to hint at some such thing. Moreover you act impiously not only towards the Son, destroying His hypostasis, but also towards the Father, declaring Him at some time not to be king when He had conceded the kingdom to the Son, and then about to take it back from Him as standing in need of the dignity. Rather, He will hand over to Him not the
Notes, col. 1292

On the reading

Printed του, for τοῦ.

Printed τὴν Πατέρα, for τὸν Πατέρα.