ἑτέρου υἱοῦ κατασκευὴν ποιε⟨ῖσ⟩θαι. Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως τῶν δεχομένων τὴν θείαν ἐπιφάνειαν, ἀεὶ γέγονε τῆς ὑπερεχούσης φύσεως ἡ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων δὲ καὶ σμικροπεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος. Οὗ χάριν οὐχ ὁμοίως ταῖς προλαβούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται. Ἀλλ' ἐπειδὴ πάντες, καθώς φησιν ὁ Προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώθησαν, καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι καὶ ἐκζητῆσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαρκωδεστέρᾳ γενεᾷ ἐπιφαινόμενος ὁ μονογενὴς Υἱὸς, σὰρξ γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑαυτὸν συστείλας· μᾶλλον δὲ, καθώς φησιν ἡ Γραφὴ, ἑαυτὸν κενώσας, ἵνα ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον δέξηται. Τὸ γὰρ εἶναι τὴν γενεὰν ἐκείνην, παρὰ τὰς προλαβούσας, κατάκριτον, σαφῶς παρὰ τῆς τοῦ Κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας τε αὐτῶν ἀνεκτοτέρους εἶναί φησι, καὶ Νινευΐτας, καὶ τὴν τοῦ Νότου βασίλισσαν κατακρίνειν ἐν τῇ ἀναστάσει τὴν γενεὰν ἐκείνην, ὁ Κύριος διωρίσατο. Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωϋσέα δυνατῶς εἶχον ἐντὸς γενέσθαι τοῦ γνόφου, ἐν ᾧ εἶδεν ὁ Μωϋσῆς τὰ ἀθέατα· ἢ κατὰ τὸν ὑψηλὸν Παῦλον, τριῶν οὐρανῶν ὑπεραρθῆναι, καὶ ἐν τῷ παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων διδαχθῆναι τὰ ἄῤῥητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν, τῷ πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνεπαρθῆναι, καὶ μὴ βαρυνθῆναι τῷ ἐφολκίῳ τοῦ σώματος· ἢ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ Ἠσαῖαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν, ἢ ὑπὸ τῶν Χερουβὶμ ἐπαιρόμενον, ἢ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενον, οὐδ' ἂν ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ Θεοῦ ἡμῶν ἐπιφανείας, πάντων τοιούτων ὄντων. Ἐπεὶ δὲ, καθὼς ὁ Κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἦν ἡ γενεὰ ἐκείνη· πονηρὰ μὲν, διὰ τὸ, καθώς φησι τὸ Εὐαγγέλιον, ὅλον τότε τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι· μοιχαλὶς δὲ, διὰ τὸ ἀποστάσαι αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου, καὶ τῷ διὰ κακίας μοιχεύοντι τὰς ψυχὰς ἀνακραθῆναι· τούτου χάριν ὁ ἀληθινὸς ιατρὸς, τοὺς κακῶς ἔχοντας θεραπεύων, ὡς ἐπεζήτει τὴν θεραπείαν ἡ νόσος, οὕτω προσήγαγε τῷ ἀῤῥωστοῦντι τὴν ἐπιμέλειαν, τρόπον τινὰ συνασθενήσας τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως, καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ αὐτῆς φύσει συνουσιωμένην ἔχει τὴν ἀσθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ, ὅτι « Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ, ἀσθενής. » Εἰ μὲν οὖν τὸ θεῖον ἐν τῷ ἀνθρωπίνῳ γενόμενον, καὶ ἐν τῷ θνητῷ τὸ ἀθάνατον, καὶ τὸ δυνατὸν ἐν τῷ ἀσθενεῖ, καὶ ἐν τῷ τρεπτῷ τε καὶ φθειρομένῳ τὸ ἀναλλοίωτόν τε καὶ ἄφθαρτον, ἀφῆκεν ἐπιμεῖναι τῷ θνητῷ τὸ θνητὸν, ἢ τῇ φθορᾷ τὸ φθαρτὸν, καὶ τὰ ἄλλα τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν τρόπον, εἰκότως ἄν τις δυάδα τῷ Υἱῷ τοῦ Θεοῦ ἐνεθεώρησε, τῶν κατὰ τὸ ἐναντίον θεωρουμένων ἑκάτερον ἰδιαζόντως ἐφ' ἑαυτοῦ ἀριθμῶν. Εἰ δὲ τὸ θνητὸν ἐν τῷ ἀθανάτῳ γενόμε-
making out another son. For we suppose that according to the measure of the capacity of each of those receiving the divine manifestation, the vision of the transcendent nature has ever taken place—greater and more befitting God for those able to attain to the height, while lesser and on a smaller scale for those unable to contain what is greater. On this account it is not in like manner with the preceding manifestations that He manifests Himself to human life in the dispensation through flesh. But since all, just as the Prophet says, had turned aside and become unprofitable, and there was none, as it is written, able to understand and to seek out the height of the Deity, therefore the only-begotten Son, manifesting Himself to the more carnal generation, becomes flesh, contracting Himself according to the narrowness of him who receives Him; or rather, just as Scripture says, emptying Himself, so that as much as nature holds, so much it may receive. For that that generation, beyond those that went before, stood condemned, we have plainly learned from the voice of the Lord, wherein He says that the men of Sodom are more tolerable than they, and the Lord declared that the men of Nineveh and the Queen of the South shall condemn that generation at the resurrection. Now if all, like Moses, had been capable of coming within the thick darkness wherein Moses saw the things invisible; or like the lofty Paul, of being lifted above three heavens and taught unutterable things in paradise concerning matters surpassing speech; or like the zealous Elijah, of being carried up together with fire towards the ethereal region and not weighed down by the drag of the body; or like Ezekiel and Isaiah, of beholding Him upon the throne of glory, either upborne by the Cherubim or glorified by the Seraphim—there would certainly have been no need at all of the manifestation of our God through flesh, had all men been such. Yet since, just as the Lord says, that generation was an evil and adulterous generation—evil on the one hand because, just as the Gospel says, the whole world then lay in the evil one; and adulterous on the other because it had departed from the good Bridegroom and been mingled with him who corrupts souls in adultery through wickedness—on this account the true Physician, healing those who were ill, applied His care to the infirm one just as the disease demanded treatment, in some way sharing in weakness with the weakness of our nature and becoming flesh, which has weakness co-essentially inherent in its own nature, just as the divine voice teaches: The spirit indeed is willing, but the flesh is weak. Now if the Divine, having come to be in the human, and the immortal in the mortal, and the powerful in the weak, and the unchangeable and incorruptible in the changeable and perishing, had allowed mortality to remain upon the mortal, or corruption upon the corruptible, and the rest upon the rest in the same manner, one would reasonably have beheld a dyad in the Son of God, reckoning each of the things beheld by way of contrariety separately by itself. But if the mortal, having come to be in the immortal,