Migne Reading Room

PG 45 · cols. 1184–1193 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1184Read from the page
τὸ νοερόν ἐστι μέρος. Εἰ γὰρ τοῦτο χωρισθείη, καθὼς πολλάκις εἰρήκαμεν, κτηνῶδές ἐστι τὸ λεγόμενον. Ἆρ' οὐχ ἡμῶν ὁ γεννάδας, ἀλλὰ τοῦ Ἀποστόλου ταῖς λοιδορίαις καθάπτεται · μᾶλλον δὲ καὶ τῆς μεγάλης τοῦ Ἰωάννου φωνῆς, ἥ φησιν, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐ γὰρ ἐν μέρει ἡμῶν, ἀλλὰ πάντα τὰ ἐν τῇ φύσει νοούμενα τῇ πληθυντικῇ φωνῇ συνεσήμανε, καὶ τὸν Λόγον τῆς σαρκὸς πρότερον μὲν προδιέστειλεν, εἶθ' οὕτως εἰς ἕνωσιν ἤγαγεν. Ἦν γὰρ ἐφ' ἑαυτοῦ ὁ Λόγος, καὶ πρὸς τὸν Θεὸν ἦν. Καὶ ὅπερ ὁ Θεὸς ἦν, (τοῦτο καὶ ὁ Λόγος ἦν) · Θεὸς γὰρ καὶ οὗτος ἦν. Ἀλλ' ὅτε εἰς τὰ ἴδια ἦλθε, καὶ ἐν τῇ σκοτίᾳ ἔλαμψε, τότε ὁ Λόγος σὰρξ ἐγένετο, τῇ ἑαυτοῦ δυνάμει ἐν τῇ Παρθένῳ σὰρξ γενόμενος. Οὐκοῦν φειδέσθω τῆς καθ' ἡμᾶς λοιδορίας, ὡς ἂν μὴ συμπεριλάβοι τοὺς ἁγίους διὰ τῆς ὕβρεως.
to possess the intellectual part; for if this were separated, as we have often stated, what is spoken of is brutish — does this noble fellow not assail the Apostle rather than us with his revilements, and still more the great voice of John, which declares that The Word became flesh, and pitched His tent among us? For not in a part of us, rather by the plural term he indicated together all the things conceived in human nature, and first distinguished the Word in advance from the flesh, and then thus brought Him into union. For the Word existed of Himself, and was towards God. And whatever God was, (this the Word also was); for He too was God. Yet when He came unto His own, and shone in the darkness, then the Word became flesh, becoming flesh in the Virgin by His own power. Let him therefore spare his reviling against us, lest through his insolence he sweep the saints along with us.
Τὰ δὲ διὰ μέσου παρεὶς, δι' ὧν ἀρνήσασθαι τὰ κατὰ τὸ μυστήριον οἴεται τοὺς μὴ τὰ αὐτὰ φρονοῦντας αὐτῷ, ἑνὸς τῶν ἐν τῇ καταφορᾷ πρὸς διαβολὴν ἡμετέραν εἰρημένων ἐπιμνησθήσομαι. Φησὶ γὰρ, Ἡμᾶς, εἰ μὴ ἐκεῖνο λέγομεν, μήτε προϋπάρχειν τῆς ἐν γῇ γεννήσεως, μήτε πρὸ πάντων εἶναι λέγειν, μήτε σύμφυλον εἶναι Θεοῦ. Ἀλλὰ τὸ μὲν προϋπάρχειν αὐτὸν τῆς γηΐνης αὐτοῦ γεννήσεως ὁμολογοῦμεν, εἴπερ ἐκ τῆς γηΐνης συστάσεως ἡ σὰρξ εἶναι οὐκ ἀμφιβάλλεται · τὸ δὲ σύμφυλον εἶναι Θεοῦ, ἄπαγε, μηδεὶς οὕτως ἐν Χριστιανοῖς ταπεινά τε καὶ ἔκφυλα τῆς θείας μεγαλοπρεπείας ὀνοματοποιήσειε ῥήματα, ὥστε τὸν ὄντως ὄντα Θεὸν, σύμφυλον Θεοῦ, καὶ μὴ ἀληθινὸν ἀνακηρύσσειν Θεόν. Οὐδ' ἂν ὁ Εὐνόμιος τῆς τοιαύτης σου φείσαιτο ἐπὶ Κυρίου φωνῆς. Εἴποι γὰρ ἂν καὶ ἐκεῖνος μὴ παραδεχόμενος αὐτοῦ τὸ ἀληθινὸν τῆς θεότητος, τὸ σύμφυλον αὐτὸν εἶναι Θεοῦ, καθὸ καὶ σύσσωμοι τοῦ Χριστοῦ καὶ συμμέτοχοι, οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι, γίνονται · οὐκ ἐκεῖνο ὄντες, ὅπερ ἐστὶ Κύριος, ἀλλ' ἐκείνου μετέχοντες, καὶ τῷ μετεχομένῳ συνονομαζόμενοι · ὥστε ὁ ταῦτα αἰτιώμενος μὴ λέγειν ἡμᾶς, ὅσα παρὰ τῶν εὐσεβούντων ὁμολογεῖται, τὸ εὐσεβές τε καὶ ἀνεπίληπτον τῷ καθ' ἡμᾶς λόγῳ προσεμαρτύρησεν. Εἶτα εἰς κατασκευὴν τοῦ εἶναι τὴν σάρκα θεότητα, καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι. Τίς γὰρ, φησὶν, ὁ ἅγιος ἐκ γεννητῆς ; ὥσπερ οὐκ ἀνεγνωκὼς τὴν κατὰ τὸν Ἱερεμίαν γραφὴν, περὶ οὗ φησιν, ὅτι Πρὶν ἐμὲ πλᾶσαί σε ἐκ κοιλίας ἡγίακά σε. Οὐ γὰρ μόνον ἐκ γεννητῆς, ἀλλὰ καὶ πρὸ γενέσεως ἐκεῖνος παρὰ τῆς Γραφῆς μαρτυρεῖται ἅγιος. Ἀλλὰ καὶ
Passing over the intervening points, through which he imagines that those who do not hold the same views as he deny the truths concerning the mystery, I shall make mention of one of the things spoken in his invective by way of slander against us. For he claims that we, if we do not affirm what he says, neither say that He pre-existed His birth on earth, nor that He exists before all things, nor that He is connatural with God. Now His pre-existence before His earthly birth we readily confess, inasmuch as it is beyond doubt that the flesh is from an earthly constitution; whereas to being connatural with God — away with the thought! Let no one among Christians coin expressions so lowly and alien to the divine majesty as to proclaim Him Who truly is God to be connatural with God and not true God. Not even Eunomius would refrain from this utterance of yours concerning the Lord. For he too, refused as he is to accept the genuineness of His Godhead, would say this — that He is connatural with God, just as those who have received faith in Him also become of one body with Christ and fellow-partakers: not being that very thing which the Lord is, rather partaking of Him and sharing the name of Him of Whom they partake; so that he who blames us for not saying such things has borne further witness, from what is confessed by the devout, to the pious and irreproachable character of our account. Next, in order to establish that the flesh is Godhead, he also adds these words to what has been said: Who, says he, is the holy one from birth? — as though he had never read the Scripture according to Jeremiah, concerning whom it says: Before I formed you from the womb, I have sanctified you. For not only from birth, rather even before generation that man is attested by Scripture as holy. And moreover
PG 45:1185Read from the page
ὁ ἐν τῇ γαστρὶ τῇ μητρῴᾳ σκιρτήσας, ὁ τοῦ ἀσπασμοῦ τῆς μητρὸς τοῦ Κυρίου τὴν φωνὴν ἐν ἀγαλλιάσει δεξάμενος, καὶ αὐτὸς ἂν εἴη ἐκ γεννητῆς ἅγιος, καθὼς ἡ τοῦ ἀγγέλου περὶ αὐτοῦ μηνύει φωνὴ, λέγουσα· Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρός. Ἀλλ' ἐπάγει καὶ τοῦτο τοῖς εἰρημένοις · Τίς ἀδίδακτος σοφός ; Ἡμεῖς δὲ τὴν ἐκ τοῦ Θεοῦ σοφίαν, ἥτις ἐστὶν ὁ Χριστὸς, οὐχὶ διδακτὴν, ἀλλὰ διδακτικὴν εἶναί φαμεν · τὴν δὲ ἑνωθεῖσαν τῇ θείᾳ σοφίᾳ τῆς σαρκὸς ἡμῶν μοῖραν, ἐκ μετοχῆς δέξασθαι τὸ ἀγαθὸν τῆς σοφίας οὐκ ἀμφιβάλλομεν, πειθόμενοι τῷ Εὐαγγελίῳ οὑτωσὶ διεξιόντι, ὅτι Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι. Ὥσπερ ἐν τῷ σώματι ἡ κατ' ὀλίγον προσθήκη, τροφῆς συνεργίᾳ πρὸς τὸ τέλειον τῆς φύσεως πρόεισιν, οὕτως καὶ ἐν τῇ ψυχῇ ἡ ἐπὶ τὸ τέλειον τῆς σοφίας πρόοδος δι' ἀσκήσεως τοῖς μετιοῦσι προστίθεται. Τίς, φησὶν, ἐν ἐξιουσίᾳ τὰ τοῦ Θεοῦ ἐργαζόμενος ; Πῶς κατασμικρύνει τοῖς βρεφικοῖς ἐπιχειρήμασι τὴν ἄφραστον τοῦ Κυρίου μεγαλειότητα ; Τὸ γὰρ ἐν ἐξουσίᾳ τὰ τοῦ Θεοῦ ποιεῖν καὶ ἀνθρώπων ἐστὶ ἠξιωμένων θείας δυνάμεως, οἷος ἦν ὁ Ἠλίας κατ' ἐξουσίαν ἀνιείς τε καὶ ἀποκλείων τοῖς ἀνθρώποις τὸν ὄμβρον, πῦρ ἐπάγων τοῖς ὑπεναντίοις, γεωργῶν ἐν τῷ κεράμῳ τὸ ἄλευρον, καὶ βρύειν ποιῶν ἐν τῷ καμψάκῃ τὸ ἔλαιον, καὶ διὰ προσφυσήματος τῷ ἀψύχῳ ζωὴν χαριζόμενος, καὶ ὅσα ἄλλα περὶ αὐτοῦ ὁ λόγος κατέχει. Ὥστε οὐδὲν ὑπὲρ ἄνθρωπον, τὸ ἐν ἐξουσίᾳ τοῦ Θεοῦ ποιεῖν τι τῶν θαυμάτων ἐκ θείας δυνάμεως · ἀλλὰ τὸ αὐτὸν εἶναι τὴν ὑπερέχουσαν δύναμιν. Ὅπερ δὴ καὶ παρ' ἡμῶν καὶ παρὰ πάντων τῶν ἐν ἀληθείᾳ δεξαμένων τὸν λόγον πεπίστευται.
he who leaped in his mother's womb, who received in exultation the voice of the greeting of the Lord's mother, would himself also be holy from birth, just as the voice of the angel makes known concerning him, saying: And he shall be filled with the Holy Spirit even from his mother's womb. Yet he adduces this too upon what has been said: Who is wise untaught? We, however, affirm that the wisdom that is from God, which is Christ, is not something taught, rather capable of teaching; whereas the portion of our flesh united to the divine Wisdom we do not doubt received the good of wisdom by participation, persuaded by the Gospel as it recounts thus: And Jesus advanced in stature, and in wisdom, and in grace. Just as in the body the gradual increase advances towards the perfection of nature through the co-operation of nourishment, so too in the soul progress towards the perfection of wisdom accrues through practice to those who pursue it. Who, says he, works the things of God in authority? How he belittles with infantile arguments the ineffable majesty of the Lord! For to do the things of God in authority belongs also to human beings deemed worthy of divine power, such as Elijah was, releasing and shutting off the rain for human beings with authority, bringing down fire upon his adversaries, cultivating the meal in the earthen jar, making the oil well up in the cruse, bestowing life upon the lifeless by breathing upon it, and whatever else the account relates concerning him. So that it is nothing beyond man to perform some miracle from divine power in the authority of God; rather, it is for Him Himself to be the surpassing power. Which indeed is believed both by us and by all who have received the word in truth.
Τὴν δὲ ἀδιανοήτως αὐτοῦ προστεθεῖσαν τοῖς εἰρημένοις διαίρεσιν, ὡς οὐ πρέπον ἡμῖν ὂν τὸ κατὰ σπουδὴν διελέγχειν, ταῖς ἐννοίαις τῶν ἐπιστημόνων παρήσομεν. Τί γὰρ βούλεται αὐτῷ τὸ, Διαιρῶν μὲν τὴν ἐνέργειαν κατὰ σάρκα, ἐξισῶν δὲ κατὰ πνεῦμα. Ὅπερ ἐπήγαγε τῇ Εὐαγγελικῇ φωνῇ τῇ λεγούσῃ, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἴ τις ἔχει δύναμιν πρὸς τὴν τῶν ἀνοήτων συνηγορίαν, συνιστάσθω τῷ λόγῳ καὶ λεγέτω, τί νοῶν ἐπάγει τοῖς εἰρημένοις πάλιν τὸ ὅμοιον, οὑτωσὶ καὶ τὴν λέξιν ἔχον· Ὅπερ ἔχει, φησὶ, τὴν ἐν δυνάμει πάλιν ἰσότητα, καὶ τὴν κατὰ σάρκα τῆς ἐνεργείας διαίρεσιν, καθ' ἣν, φησὶν, οὐ πάντας ἐζωοποίησεν, ἀλλά τινας, οὓς ἠθέλησεν. Ἡμεῖς γὰρ τὴν ἁπλῆν τε καὶ ἀκατάσκευον ἐξειληφότες τῆς θείας Γραφῆς διάνοιαν, οὕτως περὶ τῶν εἰρημέ-
As for the distinction unintelligibly added by him to what has been said, since it does not befit us to refute it in earnest, we shall leave it to the judgements of the learned. For what does he mean by Dividing the operation according to the flesh, while equalizing it according to the spirit? — which he subjoined to the Gospel utterance that says: My Father is working until now, and I am working. If anyone has the capacity to plead on behalf of senseless thoughts, let him stand by the statement and tell us with what meaning he adduces once again something similar upon what has been said, worded just so: Which holds, says he, equality once again in power, and the division of operation according to the flesh, whereby, says he, He did not make all alive, rather certain ones whom He willed. For we, having taken up the simple and unartificial sense of divine Scripture, thus concerning the things spoken
Notes, col. 1185

On the reading

Printed ἐξιουσίᾳ, for ἐξουσίᾳ.

PG 45:1188Read from the page
νων γινώσκομεν · ὅτ' ἂν τοῦ Κυρίου διεξιόντος ἀκούσωμεν, ὅτι Ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ, οὐχ ὥς τινων ἀποβαλλομένων τοῦ ζωοποιοῦ θελήματος, ἐκ τούτου νοοῦμεν· ἀλλ' ἐπειδὴ πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ εἶναι καὶ ἠκούσαμεν καὶ πιστεύομεν, δηλονότι καὶ τὸ θέλημα τοῦ Πατρὸς, ὡς ἓν τῶν πάντων, ἐν τῷ Υἱῷ καθορῶμεν. Εἰ οὖν ἐν τῷ Υἱῷ τὸ πατρικόν ἐστι θέλημα · ὁ δὲ Πατὴρ, καθώς φησιν ὁ Ἀπόστολος, Πάντας θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· δηλαδὴ ὁ πάντα τὰ τοῦ Πατρὸς κεκτημένος, καὶ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, ὅλον ἔχει πάντως ἐν ἑαυτῷ μετὰ τῶν ἄλλων τῶν τοῦ Πατρὸς ἀγαθῶν, καὶ τὸ σωτήριον θέλημα. Εἰ οὖν οὐκ ἀπολείπεται τοῦ τελείου θελήματος, πάντως δῆλον ὅτι οὓς ὁ Πατὴρ θέλει ζωοποιηθῆναι καὶ αὐτὸς ζωοποιεῖ, οὐκ ἐλαττούμενος ἐν τῷ φιλανθρώπῳ θελήματι, καθώς φησιν ὁ Ἀπολινάριος, ὅτι τινὰς ἠθέλησεν, οὐ πάντας ζωοποιηθῆναι. Οὐ γὰρ παρὰ τὴν τοῦ κυριακοῦ θελήματος αἰτίαν οἱ μὲν σώζονται, οἱ δὲ ἀπόλλυνται· ἢ οὕτω γ' ἂν εἰς ἐκεῖνο ἐπανίοι ἡ τῶν ἀπολλυμένων αἰτία · ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν δεχομένων τὸν λόγον, συμβαίνει τὸ σώζεσθαί τινας ἢ ἀπόλλυσθαι. Ὁ δὲ προστίθησι ταῖς κατασκευαῖς, ὅτι Οὐδεὶς κατ' ἐξουσίαν ἀπέθανεν, ἢ ἀνέστη. Καὶ τοῦτο εἰπὼν, ἐπάγει τὴν τοῦ Εὐαγγελίου φωνὴν, τὸ, Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ποίαν ψυχὴν , λογικὴν ἢ ἄλογον; εἴποιμι ἂν πρὸς τοὺς τὴν ἀνόητον ψυχὴν τῷ Θεῷ συνορίζοντας. Εἰ ἄλογόν φασι, κτῆνος ἐροῦσιν εἶναι περὶ τὸν Χριστὸν, καὶ οὐκ ἄνθρωπον· εἰ δὲ λογικὴν, τί ἄλλο παρὰ τὸν λόγον τὴν διάνοιαν οἴονται ; Οὐ γὰρ φωνὴ ἄσημος ὁ λόγος ἐστὶν, ἀλλὰ νοήματος κίνησις, ἀρχὴ καὶ ὑπόθεσις τοῦ λόγου γίνεται. Οὐκοῦν ὁ λογικὴν ψυχὴν εἰπὼν, καὶ διανοητικὴν ὡμολόγησεν· ἡ δὲ διάνοια, νοῦ κίνησίς ἐστι καὶ ἐνέργεια. Πῶς ἂν ὁ νοῦς μὴ παρὼν ἐνεργήσειεν, εἴπερ ἀμέτοχον τοῦ νοῦ τὴν τοῦ Κυρίου ψυχὴν διορίζοιντο ; Ὥστε εἰ ψυχὴν ἔχει ὁ Κύριος, ἣν κατ' ἐξουσίαν καὶ λαμβάνει καὶ ἀποτίθεται, ψυχὴν δὲ οὐ κτηνώδη καὶ ἄλογον, ἀλλὰ τοῦ ἀνθρωπίνου συγκρίματος, ὁμολογεῖται πάντως ἐν τῷ ἀνθρωπίνην προσειληφέναι καὶ διανοητικὴν εἶναι.
do we understand: whenever we hear the Lord recounting that The Father raises the dead and gives them life, and the Son gives life to whom He wills, we do not from this understand it as though certain persons were cast away from the life-giving will; rather, since we have both heard and believe that all things that belong to the Father belong to the Son, manifestly we behold in the Son also the will of the Father, as one among all things. If, then, the paternal will is in the Son — and the Father, as the Apostle says, wills all to be saved, and to come to knowledge of the truth — clearly He Who possesses all things of the Father, and holds the whole Father within Himself, surely holds whole within Himself, along with the other good things of the Father, the saving will also. If, therefore, He does not fall short of the perfect will, it is altogether evident that those whom the Father wills to be made alive, He Himself also makes alive, not falling short in the benevolent will towards humankind, as Apollinarius alleges in claiming that He willed certain ones, and not all, to be made alive. For it is not owing to the cause of the Lord's will that some are saved while others perish — or else by that reasoning the cause of those who perish would trace back to it — rather it comes about owing to the deliberate choice of those who receive the word that certain ones are saved or perish. Yet he adds to his constructions that No one died or rose again by authority. And having said this, he adduces the Gospel utterance: No one takes My soul from Me; I have authority to lay it down, and I have authority to take it again. What sort of soul — rational or irrational? — I would say to those who conjoin a mindless soul with God. If they say irrational, they will declare that there is a beast of burden about Christ, and not a man; whereas if rational, what else besides reason do they suppose thought to be? For reason is not an inarticulate sound; rather a movement of conception becomes the principle and foundation of reason. Therefore he who spoke of a rational soul has also confessed an intellectual one; and thought is a movement and activity of mind. How could the mind be active when not present, if indeed they define the Lord's soul as having no share in mind? So that if the Lord has a soul which by authority He both takes and lays aside, and a soul not brutish and irrational, rather of the human compound, it is altogether confessed, in His having taken to Himself a human one, that it is also intellectual.
PG 45:1189Read from the page
Ταῦτα εἰπὼν ὅσα περὶ τοῦ κόκκου φησὶ τοῦ ἀποθνήσκοντος καὶ οὕτως μετὰ πλειόνων κόκκων ἀναβλαστάνοντος, ἐπειδὴ πρὸς ἡμῶν ἐστι καὶ τὸν ἡμέτερον βεβαιοῖ λόγον, ἑκὼν ὑπερβήσομαι. Τίς γὰρ ὁ ἀποθνήσκων κόκκος, καὶ τῷ ἰδίῳ τῆς ἀναστάσεως στάχυϊ σωρείαν κόκκων ἐν ἑαυτῷ συνεγείρων ; Οὐκ οἶμαί τινα τοσοῦτον τῶν θείων δογμάτων εἶναι ἀμύητον, ὡς μὴ περὶ τὸν ἄνθρωπον τὸ κατὰ πάθος βλέπειν μυστήριον. Ἀπόδειξις δὲ τοῦ λόγου τὸ, καὶ ἡμᾶς συναποθνήσκειν αὐτῷ, καὶ συνθάπτεσθαι, καὶ συνεγείρεσθαι. Πρὸς γὰρ τὸ ὁμογενὲς ῥᾳδία γίνεται τοῖς βουλομένοις ἡ μίμησις · τοῦ δὲ ὑπερβεβηκότος ἡ ὁμοίωσις ἄπορος· ὥστε εἰ μὲν σάρξ ἐστιν ἡ ὑποστᾶσα τὸν θάνατον, καὶ ἡμᾶς τοὺς ἐν σαρκὶ ζῶντας, εὐκολώτερον ἂν εἴη μιμήσασθαι τῷ θανάτῳ τὸν θάνατον. Εἰ δὲ θεότης τέθνηκε, πῶς συντεθνηξόμεθα οἱ ἐν σαρκὶ, τῇ θεότητι ; Σαρκὶ σὰρξ συναποθνήσκει, καὶ συνεγείρεται. Θεότητος δὲ τοῦτο παθούσης, καθὼς Ἀπολινάριος βούλεται, ἄλλας θεότητας ἐπιζητεῖν προσήκει, αἳ συντεθνήξονται καὶ συναναστήσονται τῇ θεότητι· ὥσπερ γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ἡμεῖς, φησὶν ὁ Ἀπόστολος. Τί ὄντες ἡμεῖς κατὰ τὴν ἑαυτῶν φύσιν ; θεία δύναμις, ἢ αἷμα καὶ σὰρξ, καθώς φησιν ἡ Γραφή ; Διὸ κεκοινώνηκεν ἡμῖν, ἡμῶν ἕνεκεν, σαρκὸς καὶ αἵματος, ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος. Οὐκοῦν ὅπερ ἡμεῖς ἐσμεν κατ' οὐσίαν, καὶ ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν ἦν, οὗ πρόκειται τοῖς ὁμογενέσιν ἡ μίμησις. Ἀπόδειξις δὲ τῆς ἀσεβείας τοῦ λόγου τοῦ θνητὴν ἀποδεικνύντος τὴν θεότητα, αὐτὸ τὸ ἐν ἡμῖν αὐτοῖς γινόμενον. Ἐν γὰρ τῷ κοινῷ τῶν ἀνθρώπων θανάτῳ τί τὸ ἀποθνῆσκόν ἐστι, καὶ φθειρόμενον ; Οὐχὶ σὰρξ μὲν εἰς τὴν γῆν ἀναλύεται, ὁ δὲ νοῦς τῇ ψυχῇ παραμένει, οὐδ' ἐν τῇ μεταστάσει τοῦ σώματος πρὸς τὸ εἶναι βλαπτόμενος ; Τεκμήριον δὲ ὅτι μέμνηται τῶν ὑπὲρ γῆς ὁ πλούσιος, καὶ δεῖται τοῦ Ἀβραὰμ περὶ τῶν κατὰ γένος συνημμένων αὐτῷ. Τοῦτο δὲ οὐκ ἄν τις ἀνοίας εἴποι, τὸ, ἐπειδὴ τὸ καθ' ἑαυτὸν ἄφυκτον ἔγνω, πρόνοιάν τινα τῶν ἐπιτηδείων ποιήσασθαι. Εἰ τοίνυν ὁ ἡμέτερος νοῦς διαμένει καὶ μετὰ θάνατον ἀπαθής τε καὶ ἀναλλοίωτος, πῶς εἰκὸς τὸν τριτημόριον ἐκεῖνον τοῦ Ἀπολιναρίου Θεὸν τὸν σαρκώδη θάνατον ὑπομεῖναι ; Πῶς ἀποθανόντα [ἢ τίνα τρόπον παθόντα], τὴν τοῦ θανάτου διάλυσιν ; Οὐδενὶ γὰρ τῶν πάντων τὸ τοιοῦτον ἄγνωστον, ὅτι θάνατός ἐστι ψυχῆς καὶ σώματος ἡ ἀπ' ἀλλήλων διάζευξις, αὐτὴ δὲ ἡ ψυχὴ, καὶ ἡ διάνοια πῶς ἀφ' ἑαυτῆς μερίζεται, ἵνα καὶ αὐτὴ τὸν θάνατον δέξηται ; Εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ τοῦ θανάτου, πῶς δέχεται θάνατον, εἰπάτωσαν οἱ εἰς μοῖραν τὸν Χριστὸν κερματίζοντες.
Having spoken these things, whatever he says concerning the grain that dies and thus sprouts up again with more grains, since it makes for our side and confirms our account, I shall willingly pass over. For what is the grain that dies, and raises up together within itself a heap of grains in its own ear of the resurrection? I do not suppose anyone is so uninitiated in the divine doctrines as not to perceive the mystery touching the passion in relation to the man. And the proof of the statement is that we too die together with Him, and are buried together with Him, and are raised together with Him. For imitation of what is of the same kind comes easily to those who wish it, whereas assimilation to what transcends us is beyond reach; so that if it is flesh that underwent death, for us too who live in flesh it would be easier to imitate death by death. Whereas if Godhead has died, how shall we who are in flesh die together with the Godhead? Flesh dies together with flesh, and is raised together with it. Whereas if Godhead suffered this, as Apollinarius wishes, it befits us to seek out other deities that will die together and rise again together with the Godhead; for just as Christ died and rose again, so too we, says the Apostle. What are we according to our own nature? Divine power, or blood and flesh, as Scripture says? Wherefore He shared with us, for our sake, in flesh and blood, He Who for our sake became as we are. Accordingly, whatever we are in essence, He Who died on our behalf also was, Whose imitation is set before those of the same race. And a proof of the impiety of the account that makes out the Godhead to be mortal is the very thing that takes place in ourselves. For in the common death of human beings, what is it that dies and perishes? Is not flesh dissolved into the earth, while the mind remains with the soul, not harmed as to its being even in the departure of the body? A token of this is that the rich man remembers those upon earth and entreats Abraham concerning those conjoined to him by kinship. And no one would call this folly: that, once he knew his own plight to be inescapable, he took some forethought for his kinsfolk. If, therefore, our mind endures even after death impassible and unaltered, how is it plausible that that one-third God of Apollinarius endured the fleshly death? How, having died [or in what manner having suffered], the dissolution of death? For such a fact is unknown to no one at all, that death is the severance of soul and body from each other; whereas the soul itself and thought — how is it partitioned from itself, so that it too may receive death? If, therefore, our soul is incapable of receiving death, how does it receive death — let those tell us who parcel Christ out into a fraction!
PG 45:1192Read from the page
Ἀλλὰ ταράσσονται, φησὶ, τὴν τῶν ἀπίστων ταραχήν. Καθ' ἡμῶν χρῆται τῇ λοιδορίᾳ, ταρασσομένους καὶ ἀπίστους ἀποκαλῶν τοὺς τῇ εὐαγγελικῇ φωνῇ ἀνεξετάστως προσέχοντας, ἥ φησιν, Εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα. Τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως · Καὶ οὐ μνημονεύουσι, φησὶν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ Θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. Τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν ; Οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει κατεγνωσμένων · ἀλλ' οὐδ' αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ τοῦ ψεύδους πατέρα εὑρεῖν τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον. Ἆρα οἶδεν ὁ λογογράφος ἃ φθέγγεται ; Ὁ Θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ ἴδιον τῆς θεότητος θέλημα παραγράφεται, καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ βούλεται. Οὐκοῦν μεμέρισται τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τὰ θελήματα. Καὶ πῶς ἂν εἴη κοινὸν ἐπ' ἀμφοτέρων τὸ θέλημα ; Πῶς δ' ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ τῶν θελημάτων ἐμφαίνοιτο ; Ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν βούλησιν, καθώς φησί που ὁ Κύριος, Οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν · καρπὸς δ' ἂν εἴη φύσεως ἡ προαίρεσις, ὥστε ἀγαθῆς μὲν ἀγαθὴν εἶναι, κακῆς δὲ τοιαύτην. Εἰ οὖν διάφορος ἐπὶ Πατρὸς καὶ Υἱοῦ ὁ καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν ἑκατέρων φύσιν ὁμολογοῦσι. Τί οὖν πολεμεῖται ὁ Ἄρειος ; Τί δὲ οὐκ αὐτομολοῦσι πρὸς τὸν Εὐνόμιον ; ὃς διαιρῶν τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ τὴν φύσιν, συντέμνει τῇ φύσει τὴν βούλησιν, κάι διὰ τοῦτο μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ προέχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον.
Yet they are troubled, says he, with the troubling of unbelievers. Against us he employs revilement, calling those troubled and faithless who give heed unquestioningly to the Gospel utterance which says: If it is possible, let this cup pass from Me; nevertheless, not My will, rather Thine be done. And to these words he adds his own phrasing, which runs thus: And they do not remember, says he, that this will has been spoken of as proper, not to a man from earth, as they themselves suppose, rather to the God Who came down from heaven. What sort of thing like this could anyone invent to say? I do not mean any of those condemned for heresy; nay, I do not suppose that even the father of impiety and falsehood himself could find anything more dreadful for blasphemy than what has been spoken. Does this prose-writer know what he is uttering? God, having come down from heaven, cancels the proper will of His Godhead, and does not wish what He wills to come to effect! Therefore the wills of the Son and of the Father have been divided. And how could the will be common in both? And how could identity of nature be manifested in the difference of wills? For there is every necessity that the volition run in accord with the nature, just as the Lord says somewhere: A good tree cannot bear evil fruits, nor can a rotten tree bear good fruits; and deliberate choice would be the fruit of nature, so that of a good nature it is good, and of a bad one likewise bad. If, therefore, the fruit of the will is different in the Father and the Son, they confess that of necessity the nature of each is also different. Why, then, is war waged against Arius? And why do they not desert to Eunomius, who in dividing the nature of the Father and of the Son severs the volition along with the nature, and through this above all establishes alienation of essence, rending asunder the principle of Godhead through the subordinate in relation to the pre-eminent?
Πάλιν δὲ τὸ παρ' αὐτοῦ ῥηθὲν ἀναλάβωμεν. Οὐ μνημονεύουσι, φησὶν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται, οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ Θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. Ποῖον θέλημα φησὶν ὁ λογογράφος ; Ὃ βούλεται δηλαδὴ μὴ γενέσθαι ὁ Κύριος, λέγων πρὸς τὸν Πατέρα, Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. Ἆρα συνίησιν οἵᾳ περιπέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι ; Ἐγγίζει τὸ πάθος, καὶ ὅσον οὔπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ πλήθους, καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. Ὁ
Let us take up once again what was spoken by him. They do not remember, says he, that this will has been spoken of as proper, not to a man from earth, as they themselves suppose, rather to God Who came down from heaven. What sort of will does this prose-writer mean? Evidently that which the Lord wills not to come about, saying to the Father: Not My will, rather Thine be done. Does he perceive into what contradiction his argument has fallen? The passion draws near, and the betrayer is all but about to come upon Him with the multitude, and then such a prayer takes place. Is he
Notes, col. 1192

On the reading

Printed κάι, for καὶ.

PG 45:1193Read from the page
εὐχόμενος, ἄνθρωπος ἢ Θεός ; Εἰ Θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν ἀσθένειαν. Πῶς οὖν Θεὸς, μηδὲν οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης συμμαχίας δεόμενος ; Εἶτα καὶ πῶς καταγινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος ; Ἀγαθὸν ἦν ἢ κακὸν , ὃ ἠβούλετο ; Εἰ μὲν γὰρ ἀγαθὸν, διὰ τί οὐκ εἰς πέρας ἄγεται ὃ ἠβούλετο ; Εἰ δὲ κακὸν, [τίς πρὸς τὸ κακὸν] τῇ θεότητι ἡ οἰκείωσις ; Ἀλλ' ὅπερ ἔφην, ὅτι οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον. Εἰ γὰρ τοῦ Μονογενοῦς ἐστι Θεοῦ ἡ φωνὴ ἡ λέγουσα, Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σὸν, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν, ἀεὶ διά τινος ἐναντιότητος στρέφεται, καὶ οὐδαμοῦ τὸ στάσιμον ἔχει. Ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι, αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ὃ βούλεται. Πῶς οὖν ἡ εὐχὴ πρὸς πέρας ἀχθήσεται λέγοντος, ὅτι Τοῦτο θέλω ἵνα ὃ θέλω μὴ γένηται ; Πρὸς τοὐναντίον πάντως τοῦ σπουδαζομένου περιτραπήσεται, καὶ ἀμηχανήσει καθ' ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. Ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον τῷ εὐχομένῳ περιτρέπει τὴν ἔκβασιν. Ποιήσει τὸ βούλημα τοῦ εὐχομένου ; Ἀλλ' ἡ εὐχή ἐστι τὸ μὴ γενέσθαι ἃ βούλεται. Μὴ ποιήσει ὃ βούλεται ; Ἀλλὰ ὁ εὐχόμενος βούλεται γενέσθαι αὐτῷ, ὃ μὴ βούλεται· ὥστε κατὰ πάντα τρόπον πάντη μεταλαμβανόμενον ἀστατήσει τὸ νόημα, αὐτὸ ἑαυτῷ μαχόμενον, καὶ ὑφ' ἑαυτοῦ καθαιρούμενον. Τῆς δὴ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παραμυθία, ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾷν πρὸς τὸ πάθος, τῆς ἀνθρωπίνης ἀσθενείας ἐστὶ, καθώς φησι καὶ ὁ Κύριος, Τὸ πνεῦμα πρόθυμον εἶναι λέγων ἀσθενῆ δὲ τὴν σάρκα· τὸ δὲ ἀνέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος, τῆς θείας ἐστὶ καὶ βουλῆς καὶ δυνάμεως. Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον βούλημα, καὶ τὸ θεῖον ἄλλο , φθέγγεται μὲν, ὡς ἐκ τοῦ ἀνθρώπου, τὸ τῆς ἀσθενείας τῆς φύσεως πρόσφορον, ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος · ἐπάγει δὲ τὴν δευτέραν φωνὴν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων
who prays a man or God? If he supposes him who prays to be God, he perceives in Him an infirmity equal to that among human beings. How, then, is He God, possessing no good from Himself, rather standing in need of aid from above? Next, how too does the Godhead condemn its own will? Was it good or bad, that which it wished? For if good, why is that which it wished not brought to fulfilment? Whereas if bad, [what affinity towards evil] has the Godhead? Yet, as I said, he does not perceive that he turns his argument round to the opposite. For if the voice belongs to the Only-begotten God which says, Let not My will be done, rather Thine, the statement itself ever turns round upon itself through some contradiction, and nowhere possesses stability. For he who does not wish his own will to come about surely wills this very thing: that what he wills should not come about. How, then, shall the prayer be brought to fulfilment when one says: This I will, that what I will may not come to pass? It will altogether turn round to the opposite of what is striven for, and he who hears such a prayer will be at an impasse either way. For whatever he may do, he turns the outcome to what is unwilled by him who prays. Will he fulfil the volition of him who prays? Yet the prayer is that the things he wills should not come about. Will he not do what he wills? Yet he who prays wills that what he does not will should come about for him; so that in every manner, however taken on every side, the conception will be unstable, warring against itself and overthrown by itself. Now of such an impasse in the argument there could be one solution: the true confession of the mystery — that shrinking in fear before the passion belongs to human infirmity, just as the Lord too states, saying that The spirit is eager, whereas the flesh is weak; while to endure the passion in accordance with the dispensation belongs to the divine counsel and power alike. Since, therefore, the human volition is one thing and the divine another, He Who made our passions His own utters on the one hand, as from the man, what is suited to the infirmity of human nature, while on the other hand He adduces the second utterance, willing that the lofty and God-befitting volition be ratified beyond the human one on behalf of human