Migne Reading Room

PG 45 · cols. 1124–1133 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1124Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ.
Of our Father among the saints Gregory, Bishop of Nyssa: Antirrheticus against the writings of Apollinarius.
Interprete et scholiaste LAURENTIO ZACAGNIO V. C. — GALLAND. Vet. Patr. Bibl. tom. VII, p. 517.
With the illustrious Lorenzo Zacagni as translator and scholiast. — Gallandi, Vet. Patr. Bibl., vol. 7, p. 517.
Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ Κυρίου φωνὴ, κελεύουσα προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται, φησὶ, πρὸς ὑμᾶς ἐν ἐνδύματι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Εἰ οὖν ὁ καρπὸς διακρίνει τό τε ἀληθινὸν πρόβατον, καὶ τὸν τῶν προβάτων φθορέα, τὸν ἐν ἡμέρῳ σχήματι πρὸς τὸ σύστημα τῆς ποίμνης ἀφυλάκτως παραδυόμενον, καὶ τὸ ὑποκεκρυμμένον τῷ ἡμέρῳ πολέμιον στόμα εἰς τοὐμφανὲς ἄγει, ζητεῖν προσήκει τοὺς καρποὺς τούς τε καλοὺς, καὶ τοὺς χείρονας, δι' ὧν τὸ σχῆμα τῆς ἀπάτης ἀνακαλύπτεται· φησὶ γὰρ, ὅτι Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Πάσης τοίνυν διδασκαλίας ὁ μὲν ἀγαθὸς καρπὸς κατά τε τὴν ἐμὴν κρίσιν ἡ προσθήκη τῶν κατὰ τὴν Ἐκκλησίαν σωζομένων ἐστίν· ὁ δὲ φθαρτικὸς καὶ δηλητήριος ἡ τῶν συνεστώτων διάλυσις. Εἰ τοίνυν τις αὔξοι διὰ τῶν λόγων τὸ ποί-
A fitting prelude to our discourse would be the voice of the Lord, bidding us to beware of false prophets, who come to you, He says, in sheep's clothing, but inwardly are ravenous wolves; by their fruits you shall recognize them. If, therefore, the fruit distinguishes both the true sheep and the destroyer of the sheep, who slips ungoardedly into the body of the flock in a tame guise, and brings out into the open the hostile mouth concealed under tameness, it is fitting to seek out the fruits, both the good and the worse, through which the guise of deceit is uncovered; for He says that By their fruits you shall recognize them. Now of every teaching, the good fruit, according to my judgement, is the increase of those being saved throughout the Church, while the destructive and baleful one is the dissolution of those knit together. If, then, someone should increase through his words the flock
PG 45:1125Read from the page
μνιον, καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκτείνει τὴν ἄμπελον καὶ περιφυτεύσει τῇ Δεσποτικῇ τραπέζῃ τοὺς ἀπὸ τῆς ἀγριελαίου πλάνης, εἰς ἐλαιῶν μεταποιούμενος νεόφυτον, καὶ τὰς μυστικὰς ῥάβδους ἐμβάλῃ τῷ γλυκεῖ καὶ ποτίμῳ νάματι τῆς διδασκαλίας, δι' ὧν πολυγονεῖται τὰ ποίμνια, ὥστε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν, εὐθηνεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰακὼβ, καὶ πληθύνεσθαι τῇ ἐπισήμῳ γονῇ· εἰ τοιοῦτόν τις τὸν καρπὸν τῆς διδασκαλίας ἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, καθὼς εἴρηται, ἡ τῆς ἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι προφήτης, κατὰ τὸν θεῖον σκοπὸν ὑποφητεύων τῷ πνεύματι. Εἰ δέ τις ἀποτίλλει τῆς ἀμπέλου τὰς κληματίδας, ἐρημοίη δὲ τὴν θείαν τράπεζαν, ἀναῤῥίζων τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷ ποτιστηρίῳ, ὡς μηκέτι τὰ πρόβατα κατὰ τὰς ῥάβδους τοῦ πατριάρχου κισσᾷν, μηδὲ ταῖς ἐπισήμοις γοναῖς πληθύνειν τὸ ποίμνιον, ἀλλ' ἀποβουκολεῖσθαι τῆς τροφίμου νομῆς, τουτέστι τῶν πατρικῶν παραδόσεων, καὶ ἔξω τῆς μάνδρας αὐλίζεσθαι, καὶ πρὸς ἀλλοτρίας νομὰς διασκίδνασθαι· ὅτ' ἂν τοιοῦτος τῆς διδασκαλίας καρπὸς ᾖ, πρόδηλον ἂν γένοιτο τὸ λύκειον σχῆμα, τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτου δορᾷ.
and extends the vine to all the sides of the house, and will plant around the Master's table those from the wandering of the wild olive, transforming them into newly planted olive shoots, and casts the mystical rods into the sweet and drinkable stream of teaching, through which the flocks become prolific, so that Laban's possession is diminished while the portion of Jacob thrives and is multiplied with distinguished offspring—if someone displays the fruit of his teaching as being of such a sort (for fruit, as has been said, is the growth of the truth), he is truly a prophet, ministering as a prophetic interpreter to the Spirit according to the divine aim. But if someone plucks off the branches of the vine, and lays waste the divine table, uprooting the planting, and plots against the spiritual watering-trough, so that the sheep no longer conceive at the rods of the patriarch, nor multiply the flock with distinguished offspring, but are lured away from the nourishing pasture—that is, from the ancestral traditions—and bivouac outside the fold, and are scattered to alien pastures: whenever the fruit of the teaching is of such a sort, the wolfish guise hidden away under the sheep's fleece would become manifest.
Οὐκοῦν ἐξετάσωμεν τί ἡμῖν ἡ τοῦ Ἀπολιναρίου τοῦ Σύρου διδασκαλία ἐβλάστησε, προσθήκην τῶν ποιμνίων ἢ μείωσιν, συναγωγὴν τῶν διεσκορπισμένων ἢ τῶν συνεστώτων διάλυσιν, συνηγορίαν ἢ ἀνατροπὴν τῶν πατρῴων δογμάτων. Εἰ μὲν οὖν πρὸς τὸ κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει, πρόβατον πάντως, καὶ οὐχὶ λύκος ἐστίν· εἰ δὲ τὸ ἔμπαλιν, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ Κύριος· μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ ἀφανισμῷ τοῦ προσεγγίζοντος σώματος τεθηγμένον τοῖς τῆς καινοτομίας ὀδοῦσι καὶ κατασπαράσσον τὸ ὑγιὲς σῶμα τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Ὡς δ' ἂν μὴ δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι, ἕνα τῶν παρ' αὐτοῦ περιφερομένων λόγων προσθήσομεν, οὗ ἡ ἐπιγραφή ἐστιν αὕτη· Ἀπόδειξις, φησὶ, περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. Τάχα δ' ἄν τις δι' ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν ἀπογυμνώσας, οὐκ ἂν δεηθείη δι' αὐτῆς τῆς λογογραφίας ἐλέγξαι τὴν ἀτοπίαν τοῦ δόγματος. Ἀπόδειξις, φησὶ, περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. Κρεῖττον δ' ἂν εἴη τὰς θείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύτης ὀνοματοποιίας. Ὁ Λόγος, φησὶ, σὰρξ ἐγένετο· καὶ, Ἡ δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν· καὶ, Ὁ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ὡς ἂν δι' ἑκάστου
Let us examine, therefore, what the teaching of Apollinarius the Syrian has sprouted forth for us: an increase of the flocks or a diminution, a gathering of the dispersed or a dissolution of those knit together, a defence or an overthrow of the ancestral doctrines. Now if the zeal of the aforesaid man looks towards the better, he is altogether a sheep and not a wolf; but if the reverse, Beware of false prophets, says the Lord: let not that mouth go unnoticed which is whetted with the teeth of innovation for the harm and destruction of the body approaching it, and tears to pieces the sound body of the Church of God. And lest what is said should seem to be reviling, we shall add one of the discourses circulated from him, whose title is this: A Demonstration, he says, concerning the Divine Incarnation that is after the likeness of man. Perhaps indeed someone, having laid bare with precision the sense of the title, would have no need to refute the absurdity of the doctrine through the prose-writing itself. A Demonstration, he says, concerning the Divine Incarnation that is after the likeness of man. Yet it would be better to set side by side the divine utterances in refutation of this novel coining of terms. The Word, it says, became flesh; and, The glory tabernacled in our land; and, God was manifested in the flesh, so that through each
PG 45:1128Read from the page
μάθοιμεν τῶν εἰρημένων ὅτι ἀεὶ ἄτρεπτον ὂν τὸ Θεῖον τῇ οὐσίᾳ, καὶ ἀναλλοίωτον, ἐν τῇ τρεπτῇ καὶ ἀλλοιουμένῃ γίνεται φύσει, ἵνα τῷ ἰδίῳ ἀτρέπτῳ τὴν ἡμετέραν πρὸς τὸ κακὸν τροπὴν ἐξιάσηται. Οὑτοσὶ δὲ φησὶν οὐ Θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ὅπερ ταὐτόν ἐστι τῷ, μὴ τὸν Λόγον σάρκα γενέσθαι, τὸν ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι, τῇ ζωῇ τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπου καθομιλήσαντα· ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷ Λόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον τροπὴν τῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὐτοῦ καὶ ἀσυνθέτου φύσεως εἰς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσης· ἢ μενούσης τῆς θείας οὐσίας ἐφ' ἑαυτῆς, ἄλλην τινὰ σάρκωσιν θείαν μεθόριον τῆς τῶν ἀνθρώπων τε καὶ τοῦ Θεοῦ φύσεως ἀναφανῆναι, οὔτε ἄνθρωπον οὖσαν, οὔτε Θεὸν, μετέχουσαν δέ πως ἀμφοτέρων· ἥτις τῷ μὲν σάρκωσις εἶναι, συγγενῶς πρὸς τὸ ἀνθρώπινον ἔχει, τῷ δὲ θεία εἶναι, κρείττων ἐστὶν, ἢ κατ' ἄνθρωπον. Ἀλλὰ μὴν Θεὸς εἶναι οὐ δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸ Θεῖόν ἐστι καὶ ἀσύνθετον· οὗ δὲ ἡ ἁπλότης, τούτου κατὰ τὸ ἴσον πάντως καὶ ἡ θεότης κεχώρισται. Ἄνθρωπος δὲ αὖ πάλιν οὐκ ἔστι. Ὁ γὰρ ἐκ ψυχῆς νοερᾶς, καὶ σώματος συνεστηκὼς, ἄνθρωπος λέγεται· ᾧ δὲ μὴ συνεπινοεῖται τὰ δύο, πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις ἐφαρμοσθήσεται; Ἀνθρώπου γὰρ σῶμα λέγομεν, καὶ ψυχὴν ἀνθρώπου, ἕως ἂν ἐφ' ἑαυτοῦ ἑκάτερον τούτων θεωρῆται. Ἡ δὲ συνδρομὴ τούτων τῶν δύο, ἄνθρωπος καὶ ἔστι, καὶ λέγεται.
of the things said we might learn that the Divine, being ever immutable in essence and unalterable, comes to be in the mutable and altering nature, so that by its own immutability it may heal our turning towards evil. Yet this man says that God has not been manifested in the flesh—which is the same as saying that the Word did not become flesh, He Who in the likeness and form of man conversed with the life of human beings through the servile countenance; rather, he fashions for the Word a certain divine incarnation—I do not know what he signifies by the expression: whether a turning of the Godhead, altered from His simple and uncompounded nature into fleshly resistance; or that, while the divine essence remains by itself, some other divine incarnation has appeared on the borderland between the nature of human beings and of God, being neither man nor God, yet partaking somehow of both—which, in so far as it is incarnation, stands akin to what is human, while in so far as it is divine, it is superior to what is human. Yet assuredly it cannot be God; for the Divine is simple by nature and uncompounded; and from that from which simplicity is separated, from that the Godhead too is altogether equally separated. Nor, on the other hand, is it man. For he who is composed of a rational soul and a body is called man; how, then, shall the appellation of man be fitted to that in which the two are not conceived together? For we say a man's body and a man's soul, so long as each of these is contemplated by itself. But the concurrence of these two both is and is called man.
Τί οὖν ἐστιν ἡ θεία σάρκωσις, ἡ μήτε ἄνθρωπος οὖσα, μήτε Θεὸς, ἣν ἀναπλάσσει ἡ τοῦ λόγου ἐπιγραφὴ, οὐκ ἔστιν ἐκ τῶν ἐξητασμένων εὑρεῖν. Ἀπόδειξις, φησὶ, περὶ τῆς θείας σαρκώσεως, τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. Τί τοῦτο πάλιν ἐνδείκνυται, τὸ, καθ' ὁμοίωσιν ἀνθρώπου; Ὅτι ἡ θεία σάρκωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. Πότε τοῦτο; Ἆρα ἐπ' ἐσχάτων τῶν ἡμερῶν; καὶ ποῦ τὸ τῆς παρθενίας μυστήριον; Οὐ γὰρ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ὁ Κύριος, καθὼς ὁ λογογράφος φησὶν, ἀλλὰ θείᾳ δυνάμει, καὶ Πνεύματι ἁγίῳ, καθὼς τὸ Εὐαγγέλιον λέγει, ἀλλὰ πρὸ τῶν αἰώνων. Καὶ πῶς ὁμοιοῦται τῷ μὴ ὄντι τὸ ὄν; Τελευταῖος μὲν γὰρ τῶν κατὰ τὴν κτίσιν ὁ ἄνθρωπος· ὁ δὲ Κύριος βασιλεὺς πρὸ αἰώνων. Κατὰ ποίου τοίνυν ἀνθρώπου ὁμοίωσιν ἐκείνη ἡ θεία σάρκωσις κατὰ τὸ προαιώνιον γίνεται; Κατὰ τὴν τοῦ Ἀδάμ; Ἀλλ' οὔπω ἦν. Ἀλλὰ καθ' ἕτερόν τινα ἄνθρωπον; Καὶ τίς οὗτος ὁ προνοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος, ἵνα κατὰ τὸ ἐγκείμενον ὑπόδειγμα ὁμοιωθῇ τοῦ Θεοῦ ἡ σάρκωσις; Τὸ
What, then, is the divine incarnation—which is neither man nor God—that the title of the discourse fashions, it is impossible to find from the things examined. A Demonstration, he says, concerning the Divine Incarnation, that which is after the likeness of man. What again does this 'after the likeness of man' indicate? That the divine incarnation is constituted in like manner to the human one. When did this take place? Was it at the end of days? And where is the mystery of virginity? For the Lord does not take flesh after the likeness of man, as the prose-writer says, but by divine power and the Holy Spirit, as the Gospel says—or rather before the ages? And how is that which is made like to that which is not? For man is last among things in creation, while the Lord is King before the ages. After the likeness of what sort of man, then, does that divine incarnation come to be pre-eternally? After that of Adam? Yet he did not yet exist. Or after some other man? And who is this man conceived beforehand prior to Adam, so that the incarnation of God might be made like according to the underlying pattern? For what
PG 45:1129Read from the page
γὰρ ὅμοιον τῷ ὄντι πάντως οὐ τῷ μὴ ὄντι ὅμοιον γίνεται· ὥστε δύο κατ' αὐτὸν φαίνεται τῷ λόγῳ τὰ ἄτοπα· ἢ γὰρ πρεσβύτερον εὑρίσκεται τὸ πλάσμα τοῦ πλάσαντος, ἢ τῷ μὴ ὄντι ὁμοιοῦται τὸ Θεῖον σαρκούμενον· κατ' ἀρχὰς γὰρ ἡ μὲν θεότης ἦν, ὁ δὲ Ἀδὰμ οὐκ ἦν. Οὐκοῦν εἰ καθ' ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ἡ θεία φύσις, τῷ μὴ ὄντι ὁμοιοῦται ἡ θεία σάρκωσις· τὸ δὲ τῷ μὴ ὄντι ὁμοιούμενον, οὐδ' αὐτὸ πάντως εἴη. Ἀλλ' ἕτερόν τινα τρόπον παρὰ τὸν ἀνθρώπινον τὴν σάρκωσιν ἐκείνην γεγενῆσθαί φησι. Καὶ τίς τῶν ἑτεροφυῶν ἡ ὁμοίωσις; Εἰ οὖν μήτε κατὰ τὸ προαιώνιον ἐνδέχεται τὴν θείαν σάρκωσιν καθ' ὁμοίωσιν ἀνθρώπου γενέσθαι, μήτε ἐπὶ τοῦ ἐσχάτου τῶν χρόνων, ὅτε κατὰ ἄνθρωπον ἡ τοῦ Κυρίου οἰκονομία, καθ' ἣν ἐν σαρκὶ Θεὸς ἐφανερώθη, καθ' ὁμοίωσιν ἀνθρώπου ἡ σάρκωσις γίνεται (οὐ γὰρ παραδέχεται τὴν τοιαύτην ἔννοιαν τὸ κατὰ τὴν παρθενίαν μυστήριον,), μάτην ἂν εἴη κατ' ἀμφοτέρας τὰς ἐννοίας ταύτην τοῦ λόγου τὴν ἐπιγραφὴν ποιησάμενος. Ὅτι μὲν οὖν ἀνεπίσκεπτος ἡ ἐπιγραφὴ καὶ οὐδενὶ συνεστῶτι ἐπερειδομένη νοήματι, μετρίως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι τοῖς ἐπιστατικῶς ἐπαΐουσι.
is like that which is altogether becomes like that which is, not that which is not; so that two absurdities appear in the argument according to him: for either the thing fashioned is found to be older than Him Who fashioned it, or the Divine being incarnate is made like to that which is not; for in the beginning the Godhead was, while Adam was not. Therefore, if the divine nature takes flesh after the likeness of man, the divine incarnation is made like to that which is not; and what is made like to that which is not would altogether not exist itself either. Yet he says that that incarnation came to be in some other manner besides the human one. And what is the likeness of things of different nature? If, therefore, it is neither possible pre-eternally for the divine incarnation to come to be after the likeness of man, nor at the end of times—when the Lord's dispensation according to man took place, according to which God was manifested in the flesh—does the incarnation come to be after the likeness of man (for the mystery of virginity does not admit such a concept), he would have made this title of his discourse in vain according to both concepts. That the title, then, is unconsidered and rests upon no coherent thought, has, I think, been sufficiently made clear through what has been said to those who listen with attentive understanding.
Καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν προθεῖναι τῇ ἐξετάσει τὸν λόγον τὸν ὑπὸ τῆς ἐπιγραφῆς ταύτης δηλούμενον. Γράψω δὲ τὰ πρῶτα τῇ ἐμαυτοῦ λέξει, δι' ὀλίγων ἐπιδραμὼν τὴν διάνοιαν, ἐν οἷς ἀκίνδυνόν ἐστι τὸ παραδραμεῖν τῶν γεγραμμένων τι ἀνεξέταστον. Μόνον, φησὶ, τὴν εὐσεβῆ πίστιν ἀγαθὸν ἦν νομίζεσθαι· μηδὲ γὰρ τῇ Εὔᾳ συνενεγκεῖν τὴν ἀνεξέταστον πίστιν· ὥστε προσῆκε καὶ τὴν τῶν Χριστιανῶν ἐξητασμένην εἶναι, μή που λάθῃ ταῖς τῶν Ἑλλήνων ἢ τῶν Ἰουδαίων συνεμπεσοῦσα δόξαις. Ταῦτα διὰ πλειόνων προοιμιασάμενος, ἐπάγει τὸν λόγον εἰπὼν, ὅτι Παρὰ τοῖς ἀπίστοις καὶ ταῖς αἱρέσεσι προτεθρύλληται τὸ μὴ δυνατὸν εἶναι Θεὸν ἄνθρωπον γενέσθαι, καὶ πάθεσιν ὁμιλῆσαι, ὃ καὶ παρὰ ταῖς αἱρέσεσιν ἐπὶ σχήματι πίστεως εἰσάγεται, ἄνθρωπον ἔνθεον διὰ τὴν ἐκ γυναικὸς γέννησιν, καὶ διὰ τὰ πάθη λεγούσαις τὸν Χριστόν. Τίνας μὲν οὖν οἶδεν αἱρέσεις, αἳ τὸν Χριστὸν ἔνθεον ἄνθρωπον λέγουσιν, αὐτὸς ἂν εἰδείη, καὶ εἴ τις τὰ ἐκείνου πεπαίδευται· ἡμεῖς δὲ πολλοῖς ἐπιδεδημηκότες τόποις, καὶ κατὰ σπουδὴν τοῖς τε κοινωνοῦσι τοῦ δόγματος, τοῖς τε ἀφεστηκόσι περὶ τῶν κατὰ τὸν Λόγον ζητουμένων, καθομιλήσαντες, οὔπω τινὸς ἀκηκόαμεν τὴν τοιαύτην ῥήξαντος περὶ τοῦ μυστηρίου φωνὴν, ὅτι ἄνθρω-
Yet it would be time to set forth for examination the discourse itself signified by this title. I shall write down the opening parts in my own words, running briefly over the thought where there is no risk in passing over something unexamined of what has been written. Pious faith alone, he says, was to be deemed a good; for neither did unexamined faith profit Eve; so that it was fitting for the faith of Christians also to have been examined, lest perhaps unawares it fall in together with the opinions of the Greeks or of the Jews. Having made these preliminary remarks at greater length, he brings on his argument, saying: Among unbelievers and the heresies it has been noised abroad beforehand that it is not possible for God to become man and to engage with passions—which indeed among the heresies is introduced under a guise of faith, when they call Christ a divinely inspired man on account of His birth from a woman and on account of His passions. Now what heresies he knows of that call Christ a divinely inspired man, he himself would know, and anyone schooled in his views; whereas we, having sojourned in many places and having conversed earnestly both with those who share in the doctrine and with those who stand aloof concerning the questions investigated about the Word, have not yet heard anyone break forth into such an utterance concerning the mystery, that a man
PG 45:1132Read from the page
πος ἔνθεος ὁ Χριστὸς ἦν. Τὸν τοίνυν μέλλοντα διορθοῦσθαι μὲν τὰς ἠπατημένας περὶ τοῦ δόγματος ὑπολήψεις, ἀντεισάγειν δὲ τὰς εὐσεβεστέρας, μὴ ἀναπλάσσειν ἑαυτῷ τὰ μὴ ὄντα, καὶ πρὸς τὰ ἀνύπαρκτα μάχεσθαι προσῆκον ἦν, ἀλλὰ πρὸς τὰ λεγόμενα παρὰ τῶν ἀντιδιατιθεμένων ὁπλίζεσθαι. Οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ ἐπιστήμονες πρὸς τὰ μὴ ὄντα πάθη τὴν ἑαυτῶν τέχνην ἀντεισάγουσιν · ἀλλὰ πρὸς τὸ γεγονὸς ἤδη νόσημα διὰ τῆς ἐπιστήμης ἵστανται. Ἢ τοίνυν δειξάτω τὸν εἰρηκότα μὴ Θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ἀλλ' ἔνθεον ἄνθρωπον τὸν Χριστὸν, εἶτα καὶ τὸν λόγον αὐτοῦ, ὡς οὐ μάτην πεποιημένον παραδεξόμεθα · ἢ ἕως ἂν ἡ τοιαύτη μὴ εὑρίσκεται νόσος, μάταιον εἶναι πάντες ὁμολογήσουσι τὸ τοῖς μὴ οὖσι συμπλέκεσθαι.
man inspired by God, was Christ. Therefore, for one intending on the one hand to set right mistaken notions regarding doctrine, and on the other to introduce more pious ones in their stead, it was not fitting to fashion non-existent things for himself and do battle against unreal phantoms, but rather to arm himself against what is actually asserted by his opponents. For neither do skilled physicians bring their own art to bear against ailments that do not exist; rather, they stand against a malady already present through their science. Either, then, let him point out the one who has said that God was not manifested in flesh, but that Christ was a man inspired by God, and then we shall accept his treatise too as not composed in vain; or, so long as such a malady is not found, all will confess that grappling with non-existent things is futile.
Ἀλλ' οὐκ εἰκῆ τὴν τοιαύτην τῆς λογογραφίας ἀνάγκην ἑαυτῷ σχηματίζεται · ἀλλ' ὡς ἂν ὁδόν τινα καὶ ἀκολουθίαν πρὸς τὴν κατασκευὴν τοῦ καθ' ἑαυτοῦ δόγματος λάβοι, τὸ μὴ λεχθὲν, ὡς εἰρημένον ὑπέθετο, ἵνα τῷ πρὸς ταῦτα δοκεῖν ἀγωνίζεσθαι, διὰ τῆς ἐσχηματισμένης ἀντιρρήσεως κατασκευάσει τὸ θνητὸν εἶναι τὸ Θεῖον. Ἅπας γὰρ αὐτῷ τῆς λογογραφίας ὁ σκοπὸς πρὸς τοῦτο βλέπει, τὸ θνητὴν τοῦ μονογενοῦς Υἱοῦ τὴν θεότητα, καὶ οὐχὶ τῷ ἀνθρωπίνῳ τὸ πάθος δέξασθαι, ἀλλὰ τὴν ἀπαθῆ καὶ ἀναλλοίωτον φύσιν πρὸς πάθους μετουσίαν ἀλλοιωθῆναι. Ὅθεν πρὸς τί μὲν αὐτῷ χρήσιμον ὁ λόγος βλέπει εἰδεῖεν ἂν τῶν μυστηρίων αὐτοῦ ἐπίστορες · ἃ δὲ ἡ ἀκολουθία καὶ τοῖς ἄγαν νηπίοις προσδείκνυσι τοιαῦτά ἐστιν, οἷα μηδ' ἂν τοὺς ἀθεωτάτους τῶν Ἑλλήνων εἰπεῖν. Εἰ γὰρ αὐτὴ τέθνηκε τοῦ Μονογενοῦς ἡ θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια, καὶ ἡ δικαιοσύνη, καὶ ἡ ἀγαθότης, καὶ τὸ φῶς, καὶ ἡ δύναμις · ταῦτα γὰρ κατὰ διαφόρους ἐπιβολὰς ὁ μονογενὴς Θεὸς καὶ ἔστι καὶ λέγεται. Ἁπλοῦς δὲ ὢν καὶ ἀμερὴς καὶ ἀσύνθετος, ὅπερ ἂν λέγηται, ὅλος ἐστὶν, οὐκ ἐν μέρει τοῦτο, καὶ ἐν μέρει τὸ ἕτερον. Ὥστε ἑνὸς ὄντος, πάντα ἐν αὐτῷ νοεῖσθαι, καὶ μὴ ὄντος, τὰ πάντα συνδιαγράφεσθαι. Εἰ οὖν ἠφανίσθη τῷ θανάτῳ τὸ Θεῖον, συνηφανίσθη τῷ θανάτῳ πάντα τὰ συνημμένως περὶ τὴν αὐτοῦ θεότητα θειωρούμενα. Ἀλλὰ μὴν οὐχ ἁπλῶς δύναμις ὁ Χριστὸς, ἀλλὰ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ Υἱοῦ διὰ τοῦ θανάτου συγκατεσβέσθη, οὐκ ἦν παρὰ τῷ Πατρὶ Θεοῦ σοφία, οὐ δύναμις, οὐ ζωὴ, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον ὀνομαζομένων οὐδέν · Θεοῦ γὰρ πάντα ταῦτα εἶναι · τὰ τοῦ Πατρὸς ἐν αὐτῷ εἶναι πιστεύεται, ἅπερ ὄντος μὲν τοῦ Υἱοῦ, ἔστι · μὴ ὄντος δὲ, πάντως οὐκ ἔστι, διὰ τὸ ἐν αὐτῷ εἶναι πάντα τὰ
Yet not at random does he feign for himself such a necessity for composition; rather, so that he might obtain a certain pathway and sequence towards the establishment of his own doctrine, he assumed what had not been spoken as though spoken, in order that by seeming to contend against these claims he will establish through a contrived refutation that the Divine is mortal. For the whole aim of his treatise looks towards this: that the godhead of the only-begotten Son is mortal, and that He did not receive the passion in His humanity, but that His impassible and unchangeable nature was altered to partake of passion. Whence those acquainted with his mysteries might know towards what advantage his argument looks; but what logical consequence points out even to mere infants is such as not even the most godless of the Greeks would utter. For if the godhead itself of the Only-begotten has died, then altogether there died along with it life too, and truth, and righteousness, and goodness, and light, and power; for all these things, under different conceptions, the only-begotten God both is and is called. And since He is simple and partless and uncompounded, whatsoever He may be called, He is wholly that, not this in part and the other in part. Consequently, if one exists, all are understood to be in Him; and if one does not exist, all are cancelled together. If, then, the Divine was blotted out by death, all things conjointly contemplated about His godhead were blotted out together by death. Yet surely Christ is not simply power, but the power of God and the wisdom of God. When, therefore, these were extinguished together with the Son's godhead through death, there was with the Father no wisdom of God, no power, no life, nor any other thing whatsoever of those named towards the higher good; for all these things are of God; the things of the Father are believed to be in Him, which, if the Son exists, exist; but if He does not exist, assuredly do not exist, because in Him all the things
Notes, col. 1132

On the reading

Printed θειωρούμενα, for θεωρούμενα.

PG 45:1133Read from the page
τοῦ Πατρὸς ὁμολογεῖσθαι. Εἰ οὖν ἀπεσβέσθη τῷ θανάτῳ ἡ δύναμις, Χριστὸς δὲ Θεοῦ ἐστι δύναμις · ποία πάλιν ἐκ τοῦ μὴ ὄντος ἀνεκλήθη δύναμις, τῆς μὲν οὔσης τῷ θανάτῳ ἀφανισθείσης, ἑτέρας δὲ οὐχ ὑπολειφθείσης ; Τὴν γὰρ τοῦ Πατρὸς δύναμιν ἐν τῷ Υἱῷ εἶναι καὶ παρὰ τῶν μαχομένων ἡμῖν ὁμολογεῖται. Εἰ οὖν μία ἡ δύναμις, αὕτη δὲ ὑπὸ τοῦ θανάτου δυναστευθεῖσα, εἰς ἀφανισμὸν μετεχώρησεν ἐν τῷ καιρῷ τῆς τοῦ πάθους οἰκονομίας, τίς ἄλλη δύναμις παρ' αὐτὸν ἀναπλάττεται ἡ ταύτην ἐκ τοῦ θανάτου ἀνακαλουμένη τὴν δύναμιν ; Εἰ γὰρ τοῦτο λέγοιεν ὅτι ἡ μὲν ἀπέθανεν, ἡ δὲ ἀθάνατος ἔμεινεν, οὐκέτι ἐν τῷ Υἱῷ τὴν τοῦ Πατρὸς δύναμιν εἶναι ὁμολογήσουσι, καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὰς αὐτοῦ τοῦ Κυρίου φωνὰς παραγράφονται, ὡς οὐκ ἀληθῶς ἐχούσας, αἳ πάντα τὰ τοῦ Πατρὸς τὰ τοῦ Υἱοῦ εἶναι διαμαρτύρονται. Ὁ γὰρ πάντα ἔχων τὰ τοῦ Πατρὸς, καὶ τὴν ἀθανασίαν πάντως τοῦ Πατρὸς ἐν αὐτῷ ἔχει · ἡ δὲ ἀθανασία, ἕως εἰ τοῦτο ὃ λέγεται, ἀμίκτως τε καὶ ἀκοινωνήτως πρὸς τὸν θάνατον ἔχει. Εἰ οὖν θνητὴν λέγουσι τοῦ Υἱοῦ τὴν θεότητα, τὸ μὴ ἔχειν ἐν αὐτῷ τὴν τοῦ Πατρὸς ἀθανασίαν κατασκευάζουσιν. Ἀλλὰ μὴν ἀληθεύει ὁ λέγων, ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα · ψεύδεται ἄρα ὁ θνητὸν κατασκευάζων τοῦτον ᾧ πᾶσα ἡ τοῦ Πατρὸς ἀϊδιότης ἐγκαθορᾶται. Ἐπεὶ οὖν μία Πατρὸς καὶ Υἱοῦ κατὰ τὸν λόγον τῶν εὐσεβούντων ἡ δύναμις · ἐν γὰρ τῷ Πατρὶ τὸν Υἱὸν βλέπομεν, καὶ ἐν τῷ Υἱῷ τὸν Πατέρα · σαφῶς ἀποδείκνυται, ὅτι τὸ μὲν ἐμπαθὲς τῇ φύσει τὸν θάνατον δέχεται, τὸ δὲ ἀπαράδεκτον πάθους ἐν τῷ παθητῷ τὴν ἀπάθειαν ἐνήργησεν.
of the Father are confessed to be. If, then, power was extinguished by death, and Christ is the power of God, what power was once again called back out of non-existence, since the existing one had been blotted out by death and no other was left behind? For that the power of the Father is in the Son is confessed even by those who fight against us. If, then, the power is one, and this, overmastered by death, passed away into obliteration at the time of the dispensation of the passion, what other power beside Him is fashioned that summons this power back from death? For if they should say this—that the one died, while the other remained immortal—they will no longer confess that the power of the Father is in the Son, and thus by consequence they set aside the very utterances of the Lord Himself as not holding true, which bear witness that all the things of the Father are the Son's. For He Who possesses all the things of the Father assuredly possesses the Father's immortality in Him too; and immortality, so long as it is if [it is] what it is called, stands unmixed and without fellowship towards death. If, then, they say that the Son's godhead is mortal, they establish that it does not have the Father's immortality in Him. Yet surely He speaks the truth Who says that He has the whole Father in Himself; therefore he lies who seeks to establish as mortal Him in Whom the whole eternity of the Father is beheld. Since, then, according to the doctrine of the devout, the power of Father and Son is one—for in the Father we see the Son, and in the Son the Father—it is clearly demonstrated that what is passible by nature receives death, whereas what is incapable of passion wrought impassibility in what was passible.
Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. Λέξω δὲ πάλιν τῇ ἑαυτοῦ φωνῇ, συνελὼν ἐν βραχεῖ τὴν διάνοιαν. Φησὶ γὰρ, τὸ ἄνθρωπον ἔνθεον τὸν Χριστὸν ὀνομάζειν, ἐναντίον εἶναι ταῖς ἀποστολικαῖς διδασκαλίαις · ἀλλότριον δὲ τῶν συνόδων · Παῦλον δὲ, καὶ Φωτεινὸν, καὶ Μάρκελλον τῆς τοιαύτης διαστροφῆς κατάρξαι. Εἶτα κατὰ τοὺς δεινοὺς τῶν ἀγωνιστῶν, ὡς προσεμπλακεὶς τῷ διαλεγομένῳ, καὶ εὑρὼν τὸν αὐθέντην τοῦ ῥήματος, τοῦτό φησι · Πῶς ἐρεῖς ἐκ γῆς ἄνθρωπον, τὸν ἐξ οὐρανοῦ καταβεβηκέναι μαρτυρούμενον ἄνθρωπον, καὶ Υἱὸν ἀνθρώπου ἀναγορευόμενον ; Πάλιν ἐν τούτοις ἡ κατασκευὴ τῶν προλαβόντων ἑτέρας ἀτοπίας ἐστὶν ἀρχή. Ἵνα γὰρ δείξῃ Θεὸν τεθνηκότα, οὐδὲν ὅλως καταδέχεται τῆς γηΐνης φύσεως περὶ αὐτὸν θεωρεῖσθαι. Ἐπειδὴ ὅλως τῇ
Yet let us advance to what follows in his treatise. And I shall state his meaning once again in his own words, summing it up in brief. For he says that to call Christ a man inspired by God is contrary to apostolic teachings and foreign to the synods, and that Paul, Photinus, and Marcellus began such a perversion. Next, after the manner of formidable combatants, as though grappling with his interlocutor and having found the author of the statement, he says this: How will you call a man from earth the man who is attested to have come down out of heaven and is proclaimed Son of man? Once again in these words the establishing of his preceding claims is the beginning of another absurdity. For in order to show that God has died, he does not admit that anything at all of earthly nature is contemplated about Him. Since altogether to the