ἐθαύμασε, καθὼς ὁ Εὐαγγελιστὴς διηγήσατο, λέγων· ὅτι Ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασε, καὶ ὑπερέθηκε τῆς τοῦ Ἰσραὴλ πίστεως τὴν τοῦ ἑκατοντάρχου φωνήν. Οὐ γὰρ πρὸς τὸν λαόν μοι δοκεῖ τὸν Ἰσραηλιτικὸν ποιεῖσθαι τὸν Ἑκατόνταρχον τὴν σύγκρισιν ἐν τῷ τῆς πίστεως λόγῳ, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν Ἰσραήλ· ὃς ἐν τῇ πρὸς τὸν ἀντικείμενον πάλῃ, μετὰ τῆς τοῦ Θεοῦ συμμαχίας μόγις τὸ πτῶμα διέφυγεν, οὐκ ἀκριβῶς τῆς τοῦ ἀντιπάλου βλάβης ἔξω γενόμενος. Ἐν γὰρ τῷ μηρῷ τὸ πάθος ἐδέξατο. Οὗτος δὲ ὁ Ἑκατοντάρχης, περὶ οὗ νῦν ὁ λόγος ἐστὶ, βασιλικῇ τινι δυνάμει τὸ ἀλλότριον κατ' ἐξουσίαν ἀποπεμπόμενος, οἰκειοῦται τὸ καταθύμιον. Ἐπὶ τούτῳ γάρ μοι δοκεῖ μάλιστα τετυχηκέναι τοῦ θαύματος ὁ ἀνήρ· ὅτι φησὶν ἐν τοῖς προχειρίοις αὐτοῦ στρατιώταις ἐν αὐθεντικῇ ἐξουσίᾳ ἀποπέμπεσθαι ὃν βούλεται, καὶ προσκαλεῖσθαι τὸν καταθύμιον, καὶ τῷ δούλῳ τὴν καθήκουσαν ἐπιτάττειν ὑπηρεσίαν. Κἀκεῖ γὰρ φιλοσοφία τις ἐν τῇ τοῦ Ἑκατοντάρχου φωνῇ, ὅτι τὸν ἅπαξ ἀποπεμφθέντα οὐκέτι πρὸς ἑαυτὸν ἐπανάγει· ἀλλὰ τούτου ἀποφοιτήσαντος ἕτερον ἀντ' αὐτοῦ εἰσοικίζεται. Τοῦτο γὰρ εἰπὼν, ὅτι Πορεύθητι, καὶ πορεύεται, ἄλλον προσκαλεῖσθαί φησιν, οὐχ ὃν ἀπεπέμψατο. Παιδεύοντος οἶμαι τοῦ λόγου τὸ τοιοῦτον δόγμα, ὅτι τὰ ἀλλήλοις ἀντικείμενα τῷ αὐτῷ μετ' ἀλλήλων συνεπιχωριάζειν φύσιν οὐκ ἔχει. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ Ἀπόστολος· ἀλλ' ἀνάγκη πᾶσα τοῦ σκότους ἐκχωρήσαντος, φῶς εἶναι τὸ ἀντ' ἐκείνου ὁρώμενον, καὶ τῆς κακίας ἐκποδὼν γενομένης, τὴν ἀρετὴν ἀντεισάγεσθαι· τούτου δὲ κατορθωθέντος, μηκέτι τὸ φρόνημα τῆς σαρκὸς ἀνταίρειν τῷ πνεύματι. Μηδὲ γὰρ δύνασθαι νεκρωθείσης αὐτοῦ τῆς εἰς τὸ ἀντιτείνειν δυνάμεως, ἀλλὰ πρὸς πᾶσαν καθήκουσαν ὑπηρεσίαν εὔθετον γίνεσθαι, τῇ δυναστείᾳ τοῦ πνεύματος εὐπειθὲς ὑπάρχον καὶ ὑποχείριον. Ὅταν γὰρ ἀποδιωχθῇ μὲν ὁ τῆς κακίας σύμμαχος στρατιώτης, ἀντεισέλθῃ δὲ ὁ τῆς ἀρετῆς ὁπλίτης, ἐνδεδυκὼς τὸν θώρακα τῆς δικαιοσύνης, καὶ τὴν μάχαιραν τοῦ πνεύματος διὰ χειρὸς φέρων, προβαλλόμενος δὲ τὰ σκεπαστήρια τῶν ὅπλων, τήν τε περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ πᾶσαν φέρων ἐν ἑαυτῷ τὴν πνευματικὴν πανοπλίαν, τότε φοβεῖται τὸν ἑαυτοῦ κύριον ὁ δοῦλος τὰ σῶμα, καὶ προθύμως τοῦ κρατοῦντος τὰ παραγγέλματα δέχεται, δι' ὧν ἡ ἀρετὴ κατορθοῦται τῇ ὑπουργίᾳ τοῦ σώματος· τοῦτο γὰρ ἐνδείκνυται τοῦ Ἑκατοντάρχου ὁ λόγος εἰπὼν, ὅτι Καὶ τῷ δούλῳ μου λέγω, Ποίησον τοῦτο, καὶ ποιεῖ.
marvelled, even as the Evangelist recounted, saying: When Jesus heard it, He marvelled, and set the voice of the centurion above the faith of Israel. For the centurion seems to me to be compared in respect of faith not with the Israelite people, but with that very Israel himself, who in his wrestling against the adversary barely escaped a fall with God's alliance, without coming off altogether unscathed by the opponent's harm—for he received an injury in his thigh. Whereas this centurion, of whom we now speak, by a certain royal power authoritatively dismissing what is alien, makes what is congenial his own. For on this account above all the man seems to me to have won such wonder: because he says that among the soldiers at his disposal he dismisses with sovereign authority whomsoever he wills, and summons the one who pleases him, and enjoins upon his servant the fitting service. For there too there is a certain philosophy in the centurion's utterance, in that he never brings back to himself the one who has once been dismissed, but when that one has departed, brings another into his house in his stead. For having said this—Go, and he goes—he says that he summons another, not the one whom he sent away; the Word teaching, I think, this doctrine: that opposites by nature cannot dwell together with one another in the selfsame subject. For light has no fellowship with darkness, says the Apostle; rather, there is every necessity that when darkness has given way, light is what is seen in its place, and when vice has been put out of the way, virtue is brought in instead; and when this has been accomplished, the mind of the flesh no longer rises up against the spirit. For it cannot even do so once its power to resist has been put to death; rather, it becomes serviceable for every fitting ministry, being obedient and subject to the sovereignty of the spirit. For whenever the soldier allied with vice has been driven away, and in his place there has entered the heavy-armed soldier of virtue, clothed with the breastplate of righteousness, bearing in hand the sword of the spirit, holding before himself the defensive pieces of armour—both the helmet of salvation and the shield of faith—and bearing upon himself the whole spiritual panoply, then the servant—the body—fears its own master, and eagerly receives the commands of him who rules, through which virtue is accomplished by the ministry of the body; for the centurion's word indicates this when he says, And to my servant I say, Do this, and he does it.
Ἀλλ' ἀκούσωμεν τῆς βασιλίδος, ὅπως ἀπανίστησιν ἀφ' ἑαυτῆς τὸν Βοῤῥᾶν, εἰς τὸ ἔμπαλιν αὐτοῦ τὴν πνοὴν ἀναστρέψασα. Οὐ γὰρ ἠρεμεῖν ἐπιτάσσει, καθάπερ ἐπὶ τοῦ κλυδωνίου τῆς θαλάσσης ὁ Κύριος ἡσυχίαν ἄγειν τὴν λαίλαπα, σιωπὴν παραγγείλας τοῖς κύμασιν· ἀλλ' ἀποχωρεῖν καὶ φεύγειν παρακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ Νότος ῥέοι, μηδεμιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτῷ τὴν φοράν· Ἐξεγέρθητι, λέ-
Yet let us hear the queen, how she raises the north wind up to depart from her, turning its blast back in the opposite direction. For she does not command it to be still, just as in the tempest of the sea the Lord bade the storm keep quiet, commanding silence upon the waves; rather, she bids it withdraw and flee, so that the south wind may flow unhindered, with no counter-blast impeding its rush: Awake, she sa-