γὰρ, φησὶν, ὁ ἀδελφιδός μου, καὶ λέγει μοί· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, [ὁ] καιρὸς τῆς τομῆς ἔφθακε. Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς. Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Ὡς γλαφυρῶς ἡμῖν ὑπογράφει τὴν τοῦ ἔαρος χάριν ὁ πλάστης τοῦ ἔαρος, πρὸς ὅν φησιν ὁ Δαβὶδ, ὅτι Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά· λύει τὴν τοῦ χειμῶνος κατήφειαν, παρεληλυθέναι λέγων τὴν χειμερινὴν σκυθρωπότητα, καὶ τὴν τῶν ὑετῶν ἀηδίαν. Λειμῶνας δείκνυσι βρύοντας καὶ ὡραϊζομένους τοῖς ἄνθεσι. Τὰ δὲ ἄνθη ἐν ἀκμῇ εἶναι λέγει, καὶ πρὸς τομὴν ἐπιτηδείως ἔχειν, ὡς ἐς στεφάνου πλοκὴν, ἢ μύρων κατασκευὴν ἀναιρεῖσθαι πάντως τοὺς ἀνθολόγους· ἡδύνει δὲ τὸν καιρὸν ὁ λόγος, καὶ ταῖς τῶν ὀρνίθων ᾠδαῖς κατὰ τὰ ἄλση περιηχούμενον, τῆς ἡδείας τῶν τρυγόνων φωνῆς ταῖς ἀκοαῖς προσηχούσης. Συκῆν δὲ λέγει καὶ ἄμπελον, τὴν ἀπ' αὐτῶν γενησομένην τρυφὴν, τοῖς φαινομένοις προοιμιάζεσθαι· τὴν μὲν τοὺς ὀλύνθους ἐκφέρουσαν, τὴν δὲ τῷ ἄνθει κυπρίζουσαν, ὡς κατατρυφᾷν τῆς εὐωδίας τὴν ὄσφρησιν. Οὕτω μὲν οὖν ἁβρύνεται τῇ ὑπογραφῇ τῆς ἐαρινῆς ὥρας ὁ λόγος, τό τε σκυθρωπὸν ἀποβάλλων, καὶ τοῖς γλυκυτέροις ἐμφιλοχωρῶν διηγήμασι. Χρὴ δὲ, οἶμαι, μὴ παραμεῖναι τὴν διάνοιαν τῇ τῶν γλαφυρῶν τούτων ὑπογραφῇ, ἀλλὰ δι' αὐτῶν ὁδηγηθῆναι πρὸς τὰ δηλούμενα διὰ τῶν λογίων τούτων μυστήρια, ὥστε ἀνακαλυφθῆναι τὸν θησαυρὸν τῶν νοημάτων, τὸν ἐγκεκρυμμένον τοῖς ῥήμασι. Τί οὖν ἐστιν ὅ φαμεν; Πεπήγει ποτὲ τῷ τῆς εἰδωλολατρείας κρυμῷ τὸ ἀνθρώπινον, τῆς εὐκινήτου φύσεως τῶν ἀνθρώπων πρὸς τὴν τῶν ἀκινήτων σεβασμάτων φύσιν μεταβληθείσης. Ὅμοιοι γὰρ, φησὶ, γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Καὶ τὸ εἰκὸς ἐν τοῖς γενομένοις ἦν. Ὥσπερ γὰρ οἱ τὴν ἀληθινὴν Θεότητα βλέποντες, ἐφ' ἑαυτῶν δέχονται τὰ τῆς θείας φύσεως ἰδιώματα· οὕτως ὁ τῇ ματαιότητι τῶν εἰδώλων προσανέχων, μετεστοιχειοῦτο πρὸς τὸ βλεπόμενον, λίθος ἐξ ἀνθρώπου γινόμενος. Ἐπειδὴ τοίνυν ἀπολιθωθεῖσα διὰ τῆς τῶν εἰδώλων λατρείας, ἀκίνητος ἦν πρὸς τὸ κρεῖττον ἡ φύσις, πεπηγυῖα τῷ τῆς εἰδωλολατρείας κρυμῷ, τούτου χάριν ἐπανατέλλει τῷ χαλεπῷ τούτῳ χειμῶνι ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἔαρ ποιεῖ, τοῦ μεσημβρινοῦ πνεύματος, τοῦ τὴν τοιαύτην διαλύοντος πῆξιν, ἅμα τῇ ἀνατολῇ τῶν ἀκτίνων ἐπιθάλποντος ἅπαν τὸ ὑποκείμενον· ἵνα διαθερμανθεὶς τῷ πνεύματι ὁ διὰ τοῦ κρύους ἀπολιθωθεὶς ἄνθρωπος, καὶ ὑποθαλφθεὶς τῇ ἀκτῖνι τοῦ Λόγου, πάλιν γένηται ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον. Πνεύσει γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα στρεφομένης τῆς πέτρας εἰς λίμνας ὑδάτων, καὶ τῆς ἀκροτόμου εἰς πηγὰς ὑδάτων. Ὅπερ γυμνότερον πρὸς τοὺς Ἰουδαίους ὁ Βαπτιστὴς ἀνεβόησε, λέγων τοὺς λίθους
indeed, she says, my kinsman, and says to me: Rise up, come, my neighbour, my fair one, my dove. For behold, the winter is past, the rain is gone, it has departed unto itself. The flowers have appeared on the earth, [the] time of pruning has arrived. The voice of the turtledove has been heard in our land. The fig tree has put forth its early figs. Our vines are in blossom, they have yielded fragrance. How gracefully does the Fashioner of the spring—to Whom David says, Summer and spring, Thou hast fashioned them—depict for us the grace of the spring! He dissolves the dejection of winter, saying that the wintry gloom and the unpleasantness of the rains have passed away. He shows meadows teeming and beautified with flowers. And He says that the flowers are in their prime, and stand ready for cutting, so that the gatherers of flowers by all means pluck them up for the weaving of a crown or the preparation of ointments; and the discourse sweetens the season as it resounds throughout the groves with the songs of the birds as well, while the sweet voice of the turtledoves echoes in the ears. And He speaks of the fig tree and the vine as preluding by what appears the delight that will come from them—the one putting forth its early figs, and the other blossoming with its flower, so that the sense of smell luxuriates in the fragrance. Thus, then, the discourse delights in the depiction of the springtime season, both casting off gloom and dwelling gladly upon sweeter descriptions. Yet our thought ought not, I think, to stop short at the depiction of these graceful things, but to be guided through them towards the mysteries signified through these oracles, so that the treasure of conceptions hidden within the words may be uncovered. What, then, is it that we say? Humanity had once been frozen fast in the frost of idolatry, the agile nature of men having been changed into the nature of motionless objects of worship. For let those who make them, it says, become like unto them, and all who trust in them. And what happened had reason in it. For just as those who look upon the true Godhead receive upon themselves the properties of the divine nature, so he who clung to the vanity of idols was transformed into the element of what he looked upon, becoming a stone out of a man. Since, therefore, human nature, petrified through the worship of idols, was motionless towards what is better, frozen fast in the frost of idolatry, for this sake there rises upon this harsh winter the Sun of righteousness, and He makes spring, the midday wind that dissolves such congealing warming simultaneously with the rising of His rays all that lies beneath, so that the man petrified through the cold, being warmed right through by the Spirit and fostered beneath the ray of the Word, may again become water leaping up unto eternal life. For His Spirit shall blow, it says, and waters shall flow, as the rock is turned into pools of waters, and the flint into fountains of waters. Which very thing the Baptist cried out more plainly to the Jews, saying that the stones