ρῶσαι· ὁ τῇ μὲν ἀναιρέσει τῆς ὀργῆς συνεξαλείψας τὸν φόνον, τῷ δὲ ἀφανισμῷ τῆς ἐπιθυμίας συνεξελαύνων τῆς μοιχείας τὸ ἄγος· οὗτος ἐκβάλλει τοῦ βίου καὶ τὴν ἐκ τῆς ἐπιορκίας κατάραν, τῇ ἀπαγορεύσει τοῦ ὅρκου πεδήσας ἐν ἀπραξίᾳ τὸ δρέπανον. Οὐ γάρ ἐστι δυνατὸν ὅρκου γενέσθαι παράβασιν, μὴ ὄντος ὅρκου. Διό φησιν· Ἠκούσατε ὅτι ἐῤῥέθη ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σοῦ. Ἐγὼ λέγω σοι, φησὶ, μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν Ἱερουσαλὴμ, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσεις· ὅτι οὐ δύνασαι ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν, Ἔστω δὲ ὑμῶν ὁ λόγος τὸ, Ναὶ, ναί· καὶ τὸ, Οὔ, οὔ· τὸ δὲ περισσότερον τούτων, ἐκ τοῦ διαβόλου ἐστίν. Ἡ δὲ διὰ τοῦ Ἄσματος τῶν ᾀσμάτων ἐπὶ τελειότητι μεμαρτυρημένη ψυχὴ, καὶ περιελομένη μὲν τῆς ψυχῆς τὸ κάλυμμα ἐν τῇ ἀπεκδύσει τοῦ παλαιοῦ χιτῶνος, τοῦ τε προσώπου τὸ θέριστρον ἀποβαλοῦσα, ὅπερ νοοῦμεν πᾶσαν διστάζουσάν τε καὶ κραδαινομένην διάνοιαν, ὥστε καθαρῶς τε καὶ ἀναμφιβόλως πρὸς τὴν ἀλήθειαν βλέπειν, ὁρκίζει τὰς θυγατέρας Ἱερουσαλὴμ, οὔτε κατὰ τοῦ θείου θρόνου, ὃν οὐρανὸν ὀνομάζει ὁ λόγος· οὔτε κατὰ τῶν Θεοῦ βασιλείων οἷς ὄνομά ἐστιν Ἱερουσαλήμ· οὐ μὴν οὔτε κατὰ τῆς κεφαλῆς τῆς τιμίας, ἧς αἱ τρίχες οὔτε λευκαὶ, οὔτε μέλαιναι γενέσθαι δύνανται· ἀλλ' ἐπὶ τὸν ἀγρὸν μεταφέρει τὸν ὅρκον, κατὰ τῶν ἐν αὐτῷ δυνάμεων τὸν ὁρκισμὸν ἐπάγουσα ταῖς νεάνισι λέγουσα· Ὤρκισα ὑμᾶς, θυγατέρας Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἰσχύσεσι τοῦ δρυμοῦ. Ὅτι μὲν οὖν ἡ δι' ὅλου μαρτυρηθεῖσα εἶναι καλὴ καὶ παντὸς καθαρεύουσα μώμου, οὐδὲν φθέγγεται τῶν περιττῶν, ὃ τῆς τοῦ διαβόλου μερίδος ἐστίν· ἀλλ' ἐκ τοῦ Θεοῦ ποιεῖται τὸν λόγον, παρ' οὗ, κατὰ τὸν Μιχαίαν, εἴ τι ἀγαθόν ἐστι, καὶ εἴ τι καλὸν, καὶ παρὰ ταῦτα οὐδέν· παντὶ δῆλόν ἐστι, τῷ παρὰ τῆς δεσποτικῆς μαρτυρίας διδαχθέντι, τὰ προσόντα τῇ νύμφῃ πλεονεκτήματα. Ἡ γὰρ ἀφεῖσα πάντα τὰ ἀπηγορευμένα εἴδη τοῦ ὅρκου, καὶ μήτε τὴν βασιλεύουσαν πόλιν, μήτε τὸν θρόνον τοῦ μεγάλου βασιλέως ὅρκιον ταῖς νεάνισι ποιησαμένη· διὰ τούτου γὰρ παιδευόμεθα πόσον ἀπέχειν ἡμᾶς χρὴ τοῦ κατατολμᾷν τοῦ Θεοῦ ἐν τοῖς ὅρκοις, ὅτι οὔτε τὸν θρόνον, οὔτε τὴν πόλιν ἐν τῷ ὅρκῳ παραλαμβάνειν ἐπιτρεπόμεθα· φεισαμένη τε πρὸς τούτοις τῆς κεφαλῆς τῆς τιμίας, ἣν ἐν τοῖς ἐφεξῆς χρυσῆν εἶναι διαγράφει τῷ λόγῳ· ἧς αἱ τρίχες οὔτε λευκαί εἰσιν, οὔτε μέλαιναι· πῶς γὰρ ἂν ἢ μελανθείη χρυσὸς, ἢ πρὸς τὸ λευκὸν εἶδος μεταχρωσθείη; πάντως ὅτι τοιοῦτόν τινα προτείνει τὸν ὁρκισμὸν ταῖς παρθένοις, ὃς οὐχὶ τῷ εὐαγγελικῷ μάχεται νόμῳ, καὶ ἐπαίνου γίνεται τοῖς ὀμωμοκόσιν ὑπόθεσις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ᾗ φησιν· ὅτι Ἐπαινηθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Ὥστε τὴν τῶν λεγομένων διάνοιαν μὴ ἔξω εἶναι τοῦ διπλοῦ, ᾧ πιστοῦσθαι βούλεται τὴν ἀλήθειαν ὁ εὐαγγελικὸς νόμος, λένων· Ἔστω δὲ ὑμῶν
fil; he who by the abolition of anger wiped away murder together with it, and by the eradication of lust drives out along with it the pollution of adultery, casts out from life also the curse that comes from perjury, fettering the sickle in inaction through the prohibition of the oath. For it is not possible for a transgression of an oath to take place when there is no oath. Wherefore He says: You have heard that it was said to them of old: You shall not swear falsely, but shall render your oaths unto the Lord. I say unto you, says He, swear not at all: neither by heaven, because it is the throne of God; nor by Jerusalem, because it is the city of the great King; nor shall you swear by your head, because you cannot make one hair white or black; but let your speech be, Yea, yea, and, Nay, nay; and whatever goes beyond these is from the devil (Matt. 5:33-37). Yet the soul borne witness to for perfection through the Song of Songs, having both stripped away the veil of the soul in putting off the old tunic, and cast away the summer mantle of the face—by which we understand every doubting and wavering thought—so as to gaze purely and unhesitatingly towards the truth, adjures the daughters of Jerusalem neither by the divine throne, which the word calls heaven, nor by the royal palace of God, whose name is Jerusalem, nor indeed by the precious head, whose hairs can become neither white nor black; rather, she transfers the oath to the field, laying the adjuration upon the maidens by the powers therein when she says: I have adjured you, O daughters of Jerusalem, by the powers and forces of the woodland (Song 2:7). That she who is borne witness to as altogether fair and pure from every blemish utters nothing superfluous—which belongs to the devil's portion—but frames her speech from God, from Whom, according to Micah, comes whatever is good and whatever is noble (Mic. 6:8), and nothing beside these, is plain to everyone who has been taught by the Master's testimony the excellences belonging to the bride. For she has set aside all the forbidden forms of the oath, making neither the reigning city nor the throne of the great King an oath for the maidens—for hereby we are taught how far we must refrain from presuming upon God in oaths, since we are permitted to invoke neither the throne nor the city in an oath—and has spared besides these the precious head, which in what follows she describes in speech as golden (Song 5:11), whose hairs are neither white nor black (for how could gold either be blackened or have its colour changed to a white appearance?); assuredly it is because she proposes to the virgins such an adjuration as does not fight against the evangelical law, and becomes a ground of praise for those who have sworn, according to the voice of the Prophet, whereby he says: Every one who swears by Him shall be praised (Ps. 62:12). Consequently, the meaning of what is said does not fall outside the twofold formula whereby the evangelical law wills the truth to be confirmed, saying: But let your