Migne Reading Room

PG 44 · cols. 88–97 · Read from the page

Apologetic explanation on the Hexaemeron. Col

Apologetic explanation on the Hexaemeron. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:88Read from the page
περὶ ταύτης λέγει· τὸν δὲ ἀέρα τῷ λόγῳ παρίησιν, οὐχ ὡς μηδὲν συνεισφέροντα πρὸς τὴν τοῦ κόσμου παντὸς συμπλήρωσιν, οὐδὲ ὡς ἀποκεκριμένον τῆς τῶν στοιχείων δυνάμεως, ἀλλὰ τάχα ὅτι τῷ μαλακῷ τε καὶ εὐείκτῳ τῆς φύσεως ἑκάστου τῶν ὄντων δεκτικός ἐστιν ὁ ἀὴρ, ἐν ἑαυτῷ δεικνύων τὰ ὄντα, οὐ χρῶμα ἴδιον ἔχων, οὐ σχῆμα, οὐκ ἐπιφάνειαν, ἀλλὰ τοῖς ἀλλοτρίοις χρώμασί τε καὶ σχήμασι περιμορφοῦται. Λαμπρός τε γὰρ γίνεται τῇ τοῦ φωτὸς ἐλλάμψει, καὶ πάλιν μελαίνεται σκιαζόμενος· αὐτὸς δὲ καθ' ἑαυτὸν οὔτε λαμπρὸς οὔτε μέλας ἐστί· παντὶ δὲ σχήματι περιφύεται, καὶ ὑπὸ πάσης χρωμάτων ἰδέας καταχρώννυται, καὶ πρὸς πᾶσαν κίνησιν τῶν ἐν αὐτῷ φερομένων ἐπιτηδείως ἔχει. Ἀπόνως τε γὰρ ὑποχωρεῖ πρὸς τὸ φερόμενον ἑκατέρωθεν, καὶ αὐτομάτως τῷ ὄγκῳ τοῦ κινουμένου περισχιζόμενος ἔνθεν καὶ ἔνθεν, εἰς τὸ κατόπιν ἀντικαθίσταται. Ἀλλὰ καὶ τὸ ὑγρὸν τοῦ ἀμφορέως προχέοντος, ὅτι περ ἂν ἐν ἑαυτῷ τύχῃ, τότε προχεομένῳ διίσταται, καὶ ἀντεισέρχεται αὐτομάτως ἐπὶ τὰ ἐντὸς τοῦ ἀγγείου πρὸς τὸ κενούμενον· καὶ μυρία τοιαῦτα τὸ μαλακόν τε καὶ εὔεικτον τῆς τοῦ ἀέρος δείκνυσι φύσεως. Ἐπεὶ οὖν ἐν τούτῳ ἐστὶν ἡ τῶν ἀνθρώπων ζωὴ, καὶ πᾶσα σχεδὸν ἡ τοῦ ζῇν δύναμις, καὶ ἡ τῶν αἰσθητηρίων ἐνέργεια ἐν τῷ ἀέρι τὴν ἰσχὺν ἔχει· βλέπομέν τε γὰρ δι' αὐτοῦ κα⟨…⟩ ἀκούομεν, καὶ τῶν ὀσφρητῶν τὴν ἀντίληψιν ὡσαύτως δι' αὐτοῦ ποιούμεθα, τῇ τοῦ πνεύματος ὁλκῇ τὸ κυριώτατον τῶν κατὰ τὴν ζωὴν ἐνεργουμένων ἐστίν· ὁ γὰρ τοῦ ἀνα⟨…⟩ παυσάμενος, καὶ τοῦ ζῇν πάντως ἐπαύσατο· τούτου χάριν ὁ σοφὸς Μωϋσῆς ἀφυσιολέγητον εἴασε τὸ σύντροφόν τε καὶ ὁμόφυλον ἡμῖν στοιχεῖον, ᾧ ἀπὸ γεννήσεως εὐθὺς ἐντρεφόμεθα· ἀρκοῦσαν ἡγούμενος τοῦ μέρους τούτου διδάσκαλον, τὴν ἔμφυτόν τε καὶ συγγενῆ τῆς φύσεως ἡμῶν πρὸς τὸν ἀέρα σχέσιν· τὰ δὲ ἐν αὐτῷ κατὰ τὴν κτίσιν φαινόμενα, ὅπως τὰ καθ' ἕκαστον ἔσχε, τῷ λόγῳ διέξεισι. Παρελθούσης γὰρ τῆς δευτέρας ἡμέρας, πάλιν ἡ σοφή τε καὶ παναρμόνιος τῶν γινομένων τάξις ἡ τὸ ὕδωρ τῆς γῆς ἀποκρίνουσα, Θεοῦ φωνὴ καὶ πρόσταγμα λέγεται· ἀληθῶς γὰρ πᾶν τὸ ἐν σοφίᾳ γινόμενον, Θεοῦ λόγρς ἐστὶν, οὐκ ὀργάνοις τισὶ φωνητικοῖς διαρθρούμενος, ἀλλὰ δι' αὐτῶν ἐκφωνούμενος τῶν ἐν τοῖς φαινομένοις θαυμάτων. Ἔτι γὰρ συμπεφυρμένης πρὸς τὴν ὑγρὰν φύσιν τῆς γεώδους ποιότητος, τίνος ἦν ἑτέρου, τὴν μὲν γῆν ταῖς ἰδίαις καταπυκνῶσαι ποιότησιν, ὥστε πάντων αὐτῆς τῶν μορίων πρὸς τὰ ὁμοφυῆ συμπιεσθέντων, ἐν τῷ ναστῷ τε καὶ πεπιλημένῳ ἀποθλῖψαι ἀπ' αὐτῆς τὴν ἐγκειμένην ὑγρότητα· τὸ δὲ ὕδωρ διακρίνεται τῆς πρὸς τὴν γῆν ἐπιμιξίας, καὶ περὶ ἑαυτὸ συναγείρεται ταῖς κοιλότησι τῆς γῆς ἐγκρατούμενον; ἐπεὶ οὖν θείας ὡς ἀληθῶς δυνάμεώς τε καὶ σοφίας τὸ τοιοῦτόν ἐστιν.
speaks concerning this, yet passes over the air in his account — not as contributing nothing towards the completion of the whole world, nor as excluded from the power of the elements, but perhaps because, through the softness and pliability of its nature, the air is receptive of each of existing things, displaying existing things within itself, having neither colour of its own, nor shape, nor surface, but being moulded around by alien colours and shapes. For it becomes bright by the shining in of light, and again grows dark when shadowed, whereas in itself it is neither bright nor dark; rather, it grows around every shape, and is tinged by every form of colours, and is adapted to every motion of the things borne within it. For without effort it gives way on either side before what is borne along, and automatically parting around the bulk of what moves on this side and on that, settles back again behind it; and moreover, when someone pours out the liquid of an amphora, whatsoever happens to be within it, it then parts before what is poured forth and automatically enters in turn into the interior of the vessel towards what is being emptied; and countless such instances show the soft and yielding character of the nature of air. Since, therefore, human life is in this, and nearly the whole power of living as well as the activity of the organs of sense has its strength in the air — for through it we see and hear, and through it likewise we make our apprehension of things smelt, while in the drawing of breath lies the most sovereign of the activities carried on in life, inasmuch as he who has ceased from [breathing] has altogether ceased from living also — for this reason wise Moses left without physical account the element reared with us and akin to us, wherein straightway from birth we are nourished, deeming our nature's innate and kindred relation towards the air a sufficient teacher of this part, whereas the phenomena occurring within it at creation, how each item stood, he goes through in his discourse. For once the second day had passed, again the wise and all-harmonious order of things coming to be, which separates off the water from the earth, is called the voice and ordinance of God; for truly everything that comes to be in wisdom is a word of God, not articulated by any vocal organs, but uttered through the very marvels among visible phenomena. For while the earthy quality was still kneaded together with the moist nature, whose else was it on the one hand to condense the earth by its own qualities, so that when all its parts were pressed together towards their kindred parts, in the solid and compacted mass it might squeeze out from itself the inherent moisture — while the water is separated from its admixture with the earth, and gathers together around itself, held fast in the hollows of the earth? Since truly of divine power and wisdom is such a work.
Τούτου χάριν ὁ Μωϋσῆς λόγον Θεοῦ φησι τοῦ θαύματος καθηγήσασθαι, προστακτικήν τινα ῥῆσιν διεξοδεύοντα, ὡς δὲ ἐγὼ περὶ τούτου κρίνω, τὸν ἐγκείμενον τῇ φύσει τῆς κτίσεως λόγον, διὰ τῆς ἐξοδικῆς ταύτης ἐνδείκνυται ῥήσεως. « Εἶπε » γὰρ, φησὶν, « ὁ Θεὸς, Συναχθήτω τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν,
For this reason Moses says that a word of God led the way for the marvel, setting forth at length a certain hortatory utterance; and as I for my part judge concerning this, through this expansive utterance he indicates the principle implanted in the nature of creation. For 'God said,' says he, 'Let the waters be gathered together into their gatherings,
Notes, col. 88

On the reading

Printed ἀφυσιολέγητον, for ἀφυσιολόγητον.

Printed λόγρς, for λόγος.

PG 44:89Read from the page
καὶ ὀφθήτω ἡ ξηρά. » Ὁρᾷς τὴν ἀναγκαίαν τάξιν τῆς φύσεως, πῶς τῆς γῆς ἀφελκυσθέντος τοῦ ὕδατος ξηραίνεται τὸ ἀποκριθὲν τῆς ὑγρότητος, καὶ πῶς μηκέτι πηλοειδῶς ἀνακεκραμένης πρὸς τὴν γῆν τῆς ὑγρότητος, ἀναγκαίως δοχείοις τισὶ τὸ ὕδωρ περιστοιχίζεται· ὡς ἂν μὴ τῷ ῥευστῷ τῆς φύσεως εἰς ἀφανισμὸν ἔλθοι, μηδενὸς τὴν διάχυσιν αὐτοῦ περισφίγγοντος. Ἀλλά μοι δοκεῖ μὴ ἄκαιρον εἶναι πάλιν τῶν ὑπερουρανίων ὑδάτων μνήμην ποιήσασθαι. Εἰ γὰρ ἀναγκαίως ἐνταῦθα πρὸς ὑποδοχὴν τῶν ὑδάτων ἡ γῆ σχηματίζεται, οἷόν τισι κόλποις τὸ ῥευστὸν αὐτῶν περιείργουσα, καὶ τῇ ἀστάτῳ τῶν ὑδάτων φύσει, τῷ ἰδίῳ σταθερῷ παρεχομένη τὸ στάσιμον· πῶς ἂν τὸ ὕδωρ, εἴπερ τῷ ὄντι ὕδωρ ἐστὶν, ἵσταται μὲν ἐπὶ τοῦ ἀστάτου, ἀδιάχυτον δὲ ἐπὶ τοῦ κυρτοῦ διαμένει; Εἰ γὰρ μίαν τε καὶ τὴν αὐτὴν τῶν δύο ὑδάτων τὴν φύσιν ὑποτιθέμεθα, ἀνάγκη πᾶσα, ἅπερ ἐπὶ τούτων βλέπομεν, ταῦτα καὶ ἐπ' ἐκείνων οἴεσθαι· οὐκοῦν τὰ νῶτα τοῦ οὐρανοῦ σχίζεται εἰς αὐλῶνας, καθ' ὁμοιότητα τῶν ἐπὶ τῆς γῆς γινομένων πρὸς τὰς τῶν κρημνῶν διαστάσεις ἐκφαραγγούμενα, ἵνα τὸ ὕδωρ ἐγκρατηθῇ ταῖς κοιλότησι. Τί οὖν ἐροῦσιν, ὅταν ἡ ἐγκύκλιος τοῦ πόλου περιφορὰ πρὸς τὰ κάτω κλίνῃ τὸ νῦν ὑπερκείμενον, ἆρα μὴ πώματά τινα τοῖς κύκλοις ἐπινοήσωσιν, ὡς ἂν μὴ ἐκκρεμὲς τὸ ὕδωρ γενόμενον, τῶν κοιλωμάτων ἐκρέοι; Ἀλλά φησι δαπανητικὸν μὲν εἶναι τὰ πῦρ, χρείαν δὲ ἔχειν ὕλης τινὸς τῆς ὑπατρεφούσης εἰσαει τὴν φλόγα, ὡς ἂν μὴ καταμαρανθείη, τῇ ἀπορίᾳ τοῦ ὑπεκκαίοντος αὐτὸ περὶ ἑαυτὸ δαπανώμενον. Ἐγὼ δὲ κἂν ἡ μεγάλη τοῦ διδασκάλου ἡμῶν φωνὴ τῇ τοιαύτῃ ὑπολήψει συμφέρεται, παραιτήσομαι τοὺς ἐντυγχάνοντας, μὴ χαλεπῶς ἔχειν, εἰ πρὸς τὸ ἀκόλουθον βλέπων, πάντη δουλεύω τοῖς προκαθημένοις ἐν τῇ θεωρίᾳ τῶν ὄντων. Καὶ γὰρ καὶ τῷ διδασκάλῳ σκοπὸς ἦν, οὐ πάντως τὰς ἰδίας ὑπολήψεις τοῖς ἀκρωμένοις νομοθετεῖν, ἀλλὰ ἔφοδόν τινα διὰ τῆς διδασκαλίας αὐτοῦ πρὸς τὴν ἀλήθειαν ἐν τοῖς μαθητευομένοις γενέσθαι· καὶ ἡμεῖς τοίνυν ἐγγυμνασθέντες τοῖς παρ' ἐκείνου καταλειφθεῖσι μαθήμασι, πρὸς τὸ ἀκόλουθον βλέπομεν. Εἴη δ' ἂν οὗτος, εἴπερ ἐπιτύχοι τοῦ εἰκότος ὁ λόγος, εἰς τὴν τοῦ διδασκάλου σοφίαν ἀναφερόμενος. Τί τοίνυν πρὸς τὴν ὑπενεχθεῖσαν ἀντίθεσιν ἡμεῖς λογιζόμεθα; Οὐ γὰρ μόνον ἐν τῷ πυρὶ καὶ ὕδατι θεωροῦμεν τὰς ἀντιστοιχούσας ποιότητας, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν στοιχείων ἔστιν εὑρεῖν τινα πάντως ἐν τοῖς ἰδιώμασι πρὸς τὰ ἀντικείμενα μάχην. Ὥσπερ γὰρ ἐπὶ τῶν μνημονευθέντων στοιχείων ἀντιβαίνει τῷ μὲν ψυχρῷ ἡ θερμότης, τῷ δὲ ὑγρῷ ἡ ξηρότης, οὕτω πάλιν κατὰ τὴν ἑτέραν διάμετρον ἐπὶ τῆς γῆς τε καὶ τοῦ ἀέρος ἐξ ἐναντίου εἰσὶν αἱ ἐν ἑκατέρῳ ποιότητες ἀλλήλαις ἀντικαθήμεναι· στεῤῥότης τε καὶ μανότης, ἀντιτυπία καὶ ἀραιότης, βαρύτης τε καὶ κουφότης· καὶ ὅσα ἄλλα κατὰ τὸ ἰδιάζον ἐν ἑκατέρῳ τούτων, ἐκ τῶν ἐναντίων γνωρίζεται. Ὥσπερ τοίνυν ἐν τούτοις οὐκ ἔστιν εἰπεῖν τρέφεσθαι τῷ ἐναντίῳ τὸ ἕτερον· οὔτε γὰρ τῇ δαπάνῃ τοῦ ἐμβριθοῦς ἡ ἐν τῷ ἀέρι κουφότης αὔξεται, οὔτε τὸ ναστὸν τῆς γῆς ἐνεργεῖ τοῦ ἀντιστοιχοῦντος τὴν ἀραιότητα, οὔτε τὰ λοιπὰ περὶ τὴν
and let the dry land appear.' You see the necessary order of nature: how, when the water is drawn off from the earth, that which has been separated from moisture dries up, and how, once the moisture is no longer mingled mud-like with the earth, the water is necessarily hemmed in by certain receptacles, lest through the fluidity of its nature it should pass into disappearance with nothing confining its diffusion. Yet it seems to me not unseasonable to make mention once more of the supercelestial waters. For if here below the earth is necessarily shaped for the reception of the waters, enclosing their fluidity as it were in certain basins, and by its own stability affording steadiness to the unstable nature of the waters, how could that water — if indeed it truly is water — stand fast upon what is unstable, and abide unspilled upon what is convex? For if we posit one and the same nature for both waters, there is every necessity to suppose in their case too the very things we behold in these; accordingly, the back of heaven is cleft into glens, hollowed out into ravines after the likeness of what occurs upon the earth at the chasms between cliffs, so that the water may be held fast in the hollows! What then will they say when the circular revolution of the pole inclines towards the lower region that which now lies above — will they not devise certain lids for the spheres, lest the water, coming to hang downwards, pour out of the cavities? 'Yes,' says one, 'fire is consumptive and has need of some matter ever feeding the flame from beneath, lest through lack of what kindles it from beneath it waste away around itself and wither out.' Now for my part, even if the great voice of our teacher concurs with such a supposition, I shall beg readers not to take it ill if, looking to logical sequence, I altogether serve the principles already laid down beforehand in the contemplation of existing things. For indeed our teacher's aim also was not by all means to legislate his own suppositions to his hearers, but that through his teaching some avenue towards the truth should arise in his disciples; we too, therefore, having been trained in the lessons left behind by him, look towards logical sequence. And this discourse too, should it hit upon likelihood, would be referred back to our teacher's wisdom. What, then, do we reckon in reply to the objection brought forward? Not only in fire and water do we behold mutually corresponding qualities, but in each of the elements as well one may certainly find in its properties a certain conflict towards its opposites. For just as in the elements mentioned warmth opposes cold and dryness opposes moisture, so again along the other diameter, in earth and air, the qualities in each stand set over against one another from opposite sides — rigidity and looseness, resistance and rarity, heaviness and lightness — and whatsoever else belongs peculiarly to either of these is recognized from its opposites. Just as in these, therefore, one cannot say that the one is nourished by its opposite — for neither is the lightness in the air increased by the expenditure of the heavy, nor does the solidity of the earth produce the rarity of its counterpart, nor do the remaining [properties] around the
Notes, col. 89

On the reading

Printed τὰ πῦρ, for τὸ πῦρ.

Printed ὑπατρεφούσης, for ὑποτρεφούσης.

Printed εἰσαει, for εἰσαεὶ.

PG 44:92Read from the page
γῆν ἰδιώματα, διὰ τῆς ἑαυτῶν δαπάνης τρέφει τὰς ἀερίους ποιότητας· οὕτως εἴποι τις ἂν ἐξ ἐναντίου μὲν εἶναι τὸ ὑγρόν τε καὶ ψυχρὸν, τῷ θερμῷ καὶ ξηρῷ, μὴ μέντοι τρέφεσθαι ταῦτα ταῖς ἀλλήλων φθοραῖς, μηδὲ τὴν τοῦ εἶναι τούτων ἑκάτερον δύναμιν, ἐν τῷ μὴ εἶναι τὸ ἕτερον ἔχειν. Οὕτω γὰρ ἂν οὐθέτερον εἴη, εἴπερ ἡ διαμονὴ ἀμφοτέρου ἐν τῇ τῶν δύο φθορᾷ τὴν δύναμιν ἔχοι· ἴση γὰρ ἐν ἑκάστῳ ἡ τοῦ φθείρειν τὸ ἕτερον δύναμις, καὶ ἀεὶ καταπλεονάζων τοῦ ἐπικρατοῦντος ὁ ἀφανισμὸς τοῦ λειπομένου γίνεται· καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἐξ αὐτῆς ἔστι τῆς πείρας τοῦτο μαθεῖν. Ὅταν γᾶρ τινος ὕλης τὸ πῦρ περιδράξηται, εἶτα ἐπαχθῇ τὸ ὕδωρ, σαφῶς ἔστιν ἰδεῖν τῶν δύο τούτων τὴν ἐν ἀλλήλοις φθοράν· τὸ γὰρ ἐπικρατοῦν ἐν τούτοις ἀφανίζει τὸ ἕτερον, ἴσως εἴκοντος ἑκατέρου τῇ δυναστείᾳ τοῦ πλησιάζοντος. Ἕως δ' ἂν ἰσόῤῥοπος ἐν ἀμφοτέροις ἡ δύναμις, ᾖ ὁμοίως παρ' ἀμφοτέρων ἀλλήλοις ὁ ἀφανισμὸς ἐνεργεῖται, καὶ οὐθέτερον τῷ ἑτέρῳ τρέφεται, ἀλλὰ τὰ δύο ἀλλήλοις ἐναφανίζεται. Ὡς τοίνυν ἐπὶ τῶν ἀλληλοφαγούντων θηρίων οὐκ ἔχει φύσιν, ἀμφότερα δι' ἀλλήλων ζῇν, τὰ ὑπ' ἀλλήλων φθειρόμενα· οὕτω καὶ ἡ τοῦ ὑγροῦ πρὸς τὸ ξηρὸν ἐναντίωσις, οὐθέτερον ἂν ἐν τῷ εἶναι φυλάσσοι, εἴπερ ἡ τοῦ ἑτέρου ἀπώλεια τρέφοι τὸ ἕτερον. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν οὕτως ἂν μᾶλλον ἡμῖν κατὰ τὸ ἀκόλουθον διαληφθῆναι τὸν λόγον· ἐπειδὴ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν ἐστὶν, ἑκάστῳ φημὶ δεῖν τῶν ὄντων ἐνθεωρεῖσθαι τὴν τοῦ καλοῦ τελειότητα. Ἡ γὰρ τοῦ λίαν προσθήκη, διὰ τῆς ἐπιτατικῆς σημασίας σαφῶς ἐνδείκνυται τὸ ἀνελλειπὲς εἰς τελείωσιν. Ὡς γὰρ ἐν τῇ γενέσει τῶν ζώων μυρίας μὲν ἔστι διαφορὰς ἰδεῖν τῶν ἐν τούτοις γενῶν, τῷ δὲ καθολικῷ λόγῳ τῆς τῶν ὄντων ἀποδοχῆς ἁρμόζειν ἐφ' ἑκάστου φαμὲν, κατὰ τὸ ἴσον τὸ καλὸν εἶναι λίαν· οὐ μὴν πρὸς τὸ φαινόμενον τὴν ἀποδοχὴν εἶναι, ᾗ ἂν καὶ ἡ σκολόπενδρα, καὶ ὁ χερσαῖος βάτραχος, καὶ τὰ ἐκ τῆς σήψεως τῶν βορβόρων ζωογονούμενα, ἔχοι τὸ λίαν καλά· ἀλλ' οὐ πρὸς τὴν ὥραν τῶν γεγονότων ὁ θεῖος ὀφθαλμὸς βλέπων, ἐν εὐχροίᾳ τινὶ καὶ εὐμορφίᾳ τὸ καλὸν ὁρίζεται, ἀλλ' ἐν τῷ ἕκαστον, καθὸ ἔστι, τελείαν ἐν ἑαυτῷ ἔχειν τὴν φύσιν· οὐ γὰρ ἐν τῷ βοῦν μὴ εἶναι, τὸν ἵππον ἔστιν εἶναι, ἀλλ' ἐν ἑκάστῳ τούτων συντηρεῖ ἑαυτὴν ἡ φύσις, ἰδίας ἀφορμὰς πρὸς τὴν ἰδίαν διαμονὴν κεκτημένη, οὐκ ἐν φθορᾷ τῆς φύσεως, ἀλλ' εἰς τὴν τοῦ εἶναι δύναμιν ἔχουσα.
earth nourish the aerial qualities through their own expenditure; in this way someone might say that the moist and cold are indeed opposite to the warm and dry, yet are not nourished by one another's destructions, nor does either of these possess its power of existing in the non-existence of the other. For in that case neither of the two would exist, if indeed the permanence of both had its power in the destruction of the two; for the power of destroying the other is equal in each, and as what prevails continually gains the upper hand, the disappearance of what falls short comes about — and that this account is true one may learn from experience itself. For whenever fire seizes hold of some matter, and then water is brought upon it, one may clearly see the mutual destruction of these two; for whichever prevails in them makes the other disappear, each yielding equally to the dominance of what approaches it. And so long as the power in both is evenly balanced, destruction is wrought equally by both upon one another, and neither is nourished by the other, but the two vanish into one another. Just as in the case of beasts that devour one another, therefore, it is against nature that both should live through one another when they are being destroyed by one another, so too the opposition of the moist towards the dry would preserve neither in existence if the perishing of the one nourished the other. Rather, it seems to me well that the argument should instead be grasped by us according to logical sequence thus: since all things whatsoever that God made are very good, I say that the perfection of goodness must be contemplated within each of existing things. For the addition of 'very', through its intensive signification, clearly indicates completeness unto perfection. For just as in the generation of living creatures one may see countless differences among the kinds within them, yet by the universal principle of the approbation of existing things we say that being 'very good' fits each equally — not, however, that the approbation looks to outward appearance, whereby even the centipede, and the land frog, and the creatures engendered from the putrefaction of mire would possess the title 'very good'; rather, the divine eye, looking not towards the comeliness of things that have come to be, does not define the good by some fair complexion and shapeliness, but by each thing's possessing within itself, in so far as it exists, a complete nature; for a horse's existing does not consist in its not being an ox, but in each of these nature preserves itself, possessing its own resources towards its own permanence, having its power not in the destruction of nature, but unto being.
Οὕτω κἂν ἑτέρως ἔχοι τὰ στοιχεῖα πρὸς ἄλληλα, ἀλλ' οὖν ἐφ' ἑαυτοῦ ἕκαστον καλόν ἐστι λίαν. Ἐφ' ἑαυτοῦ γὰρ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ καλῷ συμπεπλήρωται. Καλόν ἐστιν ἡ γῆ· οὐ γὰρ τῆς ἀπωλείας τοῦ ἀέρος χρήζει πρὸς τὸ εἶναι γῆ, ἀλλὰ μένει ἐν ταῖς ἰδίαις ποιότησι, διὰ τῆς φυσικῆς αὐτῇ θεόθεν ἐγκειμένης δυνάμεως ἑαυτὴν συντηροῦσα. Καλὸν ὁ ἀήρ· οὐκ ἐν τῷ μὴ εἶναι τὴν γῆν, ἀλλ' ἐν ᾧ αὐτός ἐστι ταῖς κατὰ φύσιν ἐνυπαρχούσαις αὐτῷ δυνάμεσι πρὸς τὴν διαμονὴν ἐξαρχῶν. Οὕτω καὶ ὕδωρ λίαν καλὸν, καὶ τὸ πῦρ καλόν ἐστι λίαν, ταῖς ἰδίαις ἑκάτερον συμπεπληρωμένον ποιότησι, καὶ τῇ δυνάμει τοῦ θείου θελήματος κατὰ τὰ ἴδια μέτρα τῆς πρώτης γενέσεως, εἰς τὸ διηνεκὲς παραμένον. « Ἡ γῆ, » φησὶν, « εἰς τὸν αἰῶνα ἕστηκεν· » οὐκ ἐλαττουμένη, οὐ πλεονάζουσα. Ὁ ἀὴρ ἐν τοῖς ἰδίοις ὅροις φυλάσσεται, τὸ πῦρ οὐ μειοῦται· πῶς μόνον ἐκ πάντων τὸ ὕδωρ τῶν δαπανωμένων ἐστί; Καὶ ἔτι
Thus, even though the elements stand otherwise towards one another, nevertheless each in itself is very good; for in itself, according to its own principle, it has been brought to fulness in the good. Earth is a good thing; for it has no need of the perishing of the air in order to be earth, but abides in its own qualities, preserving itself through the natural power implanted in it from God. Air is a good thing — not in the earth's not existing, but in that which it itself is, sufficing for its permanence by the powers naturally inherent within it. Thus too water is very good, and fire is very good, each brought to fulness in its own qualities, and abiding perpetually by the power of the divine will according to the proper measures of its first generation. 'The earth,' says Scripture, 'stands fast for ever' — neither diminished nor exceeding its measure. The air is kept within its own bounds; fire is not lessened; how then is water alone of all things among those that are expended? And still
Notes, col. 92

On the reading

Printed γᾶρ, for γάρ.

Printed ἐξαρχῶν, for ἐξαρκῶν.

PG 44:93Read from the page
πρὸς τούτοις παλλὴν ὁρῶμεν ἐν συγκρίσει τῶν ὄντων τὴν πυρώδη οὐσίαν καὶ δύναμιν· καὶ τοῦτο σαφῶς ἐκ τῶν τὰ μετέωρα πεφιλοσοφηκότων εἰς ἀπόδειξιν ἄγεται, τὸ πολλαπλασίονα τῆς γῆς εἶναι τὸν ἥλιον· ὦς μηδὲ ἐπὶ πολὺ τοῦ ἀέρος τὴν ἀπ' αὐτῆς σκιὰν ἐξικνεῖσθαι, τῷ ὑπερβάλλοντι τοῦ ἡλιακοῦ μεγέθους κωνοειδῶς ἐν τῇ προσβολῇ τῶν ἀκτίνων συστελλομένην. Εἰ οὖν οὕτως ὀλίγον τοῦτο ὡς πρὸς ἐκεῖνο κρινόμενον, ὥστε παλλοστὸν εἶναι τοῦ ἡλιακοῦ μεγέθους μετὰ πάσης τῆς γῆς τὸ ὕδωρ ἀντιμετρούμενον· εἰς πόσον ἂν χρόνον τὸ βραχὺ τοῦτο τῷ τοσούτῳ πυρὶ πρὸς τὴν δαπάνην διήρκεσεν; Ἀλλὰ μὴν διαπαντὸς ὁρῶμεν τὴν θάλασσαν ἐν τῷ ἴσῳ πλημμύρουσαν, καὶ τῶν ποταμῶν τὴν φορὰν ἐν τοῖς ἰδίοις μένουσαν μέτροις· ἆρα τὸ μὴ δαπανᾶσθαί τι τοῦ ὑγροῦ, διὰ τῆς τοιαύτης μαρτυρεῖται πείρας. Ἀλλ' ὥσπερ παρὰ τὴν πρώτην οὐκ ἐν τῇ φθορᾷ τῆς ὑγρότητος τὸ πῦρ ἔσχε τὴν γένεσιν, ἀλλὰ παρὰ τῆς αὐτῆς ὑπέστη δυνάμεως· καὶ τοῦτο οὕτως κατὰ τὴν πρώτην τοῦ στοιχείου σύστασιν, καὶ εἰς τὸ διηνεκὲς ἡ διαμονὴ φυλαχθήσεται, οὐδὲν τῆς ὑγρᾶς φύσεως πρὸς τὸ διαμεῖναι τὸ πῦρ διοχλουμένης.
further besides these things, in comparison of existing things we behold the fiery substance and power to be vast; and this is clearly brought to demonstration from those who have philosophized about celestial phenomena, namely that the sun is many times greater than the earth, so that the shadow cast by it does not even reach far into the air, being contracted cone-wise in the impact of the rays by the excess of the solar magnitude. If, therefore, when judged in relation to that body, this is so slight that the water together with the whole earth, when measured against it, is a tiny fraction of the solar magnitude, for how long a time would this scant amount have sufficed such great fire for expenditure? Yet truly we continually see the sea swelling at the same level, and the flow of rivers abiding within its own measures; surely, then, that none of the moist element is expended is attested through such experience. Rather, just as at the outset fire did not have its generation in the destruction of moisture, but subsisted from the very same power, so too in accordance with the first constitution of the element its permanence will be preserved into perpetuity as well, the moist nature being in no way troubled in order that fire may endure.
Ἀλλ' ὁρῶμεν, φησὶ, πολλάκις ὑγρανθεῖσαν ἐξ ἐπομβρίας τὴν γῆν, εἶτα σφοδρότερον τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος, ξηρὰν γινομένην τὴν πρὸ ὀλίγου διάβροχον· ποῦ τοίνυν, φησὶν, ἡ ἐν τούτοις ὑγρότης, εἴπερ μὴ καθόλου τὸ θερμὸν τῆς ἀκτῖνος ἐπαναλίσκοντος; Ἆρ' οὖν καὶ τὸ ἐν τῷ κεράμῳ ὕδωρ εἰ μεταβληθείη πρὸς ἕτερον, καὶ κενὸν ἀθρόως τὸ πλῆρες γένοιτο· ἐπεὶ δὲ ἐν τούτῳ οὐκ ἔστιν, οὐδὲ εἶναι ὅλως τὸ ἐν ἑτέρῳ γινόμενον λέγουσιν; Ὃ γὰρ ἐνταῦθα γίνεται, τοῦτο καὶ ἐπ' ἐκείνου τις ὑπολαβὼν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Ἴσον γάρ ἐστι τήν τε ἀπὸ τοῦ κοίλου τούτου ἐπὶ τὸ ἕτερον κοῖλον τοῦ ὑγροῦ μεταῤῥόην γενέσθαι, καὶ τὴν νοτίδα τῆς γῆς ἐξικμασθεῖσαν, ἀναχθῆναι πρὸς τὸν ἀέρα, φυσικῶς τοῦ ὑγροῦ, ὅταν ἡ τοῦ ὑπερκειμένου θερμότης πρὸς ἑαυτὴν ἐφέλκηται λεπτομερῶς ἐκ τῆς γῆς, πρὸς τὰ ἄνω διηθουμένου. Τεκμήριον δὲ τῶν γινομένων, ὅτι παχυτέρων πολλάκις τῶν ἀτμῶν ἀπὸ τοῦ βάθους τῆς γῆς ἀναδιδομένων, νεφώδης τις σύστασις ἀναβρύειν δοκεῖ, καὶ τοσαύτη τῶν ἀτμῶν ἡ παχύτης γίνεται, ὡς καὶ τοῖς ὀφθαλμοῖς αὐτὴν ἐφικτὴν εἶναι. Γένοιτο δ' ἄν ποτε καὶ λεπτομερεστέρα τις ἡ τῆς νοτίδος ἀναθυμίασις, ὡς ἐξισοῦσθαι πρὸς τὸν ἀέρα τρόπον τινὰ τῇ λεπτότητι, καὶ μὴ πρότερον φανεροῦσθαι ταῖς ὄψεσι, πρὶν αὐτὴν πρὸς ἑαυτὴν συμπεσεῖν, τὴν τῶν τοιούτων ὑγρῶν ἀναθυμίασιν, καὶ οὕτω γενέσθαι νέφος διὰ τῆς συμπιλήσεως· ὥστε τὰς λεπτάς τε καὶ ἀτμοειδεῖς ἰκμάδας, τέως μὲν ἐπιπολάζειν τῷ ἀέρι διὰ κουφότητα, καὶ ἐποχεῖσθαι τοῖς πνεύμασιν, εἰ δὲ πλεῖον ἡ τοῦ ὑγροῦ συγγένεια πρὸς αὐτὴν συῤῥυεῖσα βαρεῖα γένοιτο, τότε ἐκπίπτουσαν τοῦ ἀέρος ἐπὶ τὴν γῆν σταγόνα γίνεσθαι. Οὐκοῦν οὐκ ἀνάλωσεν ἡ θερμότης ὅπερ ἐκ τῆς γῆς ἀνεμάξατο, ἀλλ' ἐξ αὐτῶν μὲν συνέστη τὸ νέφος, τὸ δὲ νέφος συνθλιβὲν, ὕδωρ ἐγένετο· τοῦτο δὲ πάλιν τῇ γῇ καταμιχθὲν, εἰς ἀτμὸν ἀνήχθη, καὶ ὁ ἀτμὸς νεφωθεὶς, ὄμβρος ἐγένετο. Ἐκ δὲ τούτου πάλιν ἡ γῆ τοὺς ἀτμοὺς ἀπεκύησε· κἀκεῖνοι παχυνθέντες ἐν τῇ συ-
'Yet we see,' says one, 'the earth oftentimes moistened from a downpour, and then, when the sun warms more fiercely what lies beneath, that which a little while before was soaked becoming dry; where then,' says he, 'is the moisture in these things, unless the heat of the ray consumes it altogether?' Well then, if the water in an earthen jar too were transferred into another, and the full jar suddenly became empty, do men say, because it is not in this one, that what has come to be in the other does not exist at all? For whoever supposes what happens here to hold in that case as well will not miss likelihood. For it is an equivalent thing for the pouring over of liquid from this hollow vessel into the other hollow vessel to take place, and for the moisture drawn out from the earth to be carried up towards the air, the liquid being naturally strained upwards out of the earth in fine particles whenever the heat of what lies above draws it towards itself. And a proof of what happens is that oftentimes, when thicker vapours are sent up from the depth of the earth, a certain cloud-like gathering seems to well up, and the thickness of the vapours becomes so great as to be perceptible even to the eyes. At times, too, the exhalation of moisture may become finer in its particles, so as in a way to match the air in fineness and not become manifest to sight before the exhalation of such liquids collapses together upon itself and thus becomes a cloud through compression; so that the fine and vapour-like moistures for a time float upon the air through lightness and ride upon the winds, whereas if the kindred moisture, flowing together towards itself in greater abundance, becomes heavy, then, falling out of the air upon the earth, it becomes rain-drops. Heat, therefore, did not consume what it wiped up out of the earth; rather, out of those vapours the cloud stood together, and the cloud when squeezed became water; and this again, mingled down into the earth, was carried up into vapour, and the vapour when turned into cloud became rain; and from this again the earth brought forth vapours, and they, thickened in the ga-
Notes, col. 93

On the reading

Printed παλλὴν, for πολλὴν.

Printed ὦς, for ὡς.

Printed παλλοστὸν, for πολλοστὸν.

Printed μεταῤῥόην, for μεταῤῥοὴν.

PG 44:96Read from the page
στάσει τῶν νεφῶν κατερρύησαν· καὶ τὸ ἀποῤῥυὲν πάλιν δι' ἀτμῶν ἀνεδόθη, καὶ οὕτω κύκλος τις γίνεται πρὸς ἑαυτὸν ἀναστρέφων, καὶ διὰ τῶν αὐτῶν ἀεὶ περιχωρῶν τε καὶ ἑλισσόμενος. Κἂν τὰ φυτὰ εἴπῃς, κἂν τὰ βλαστήματα, πάντα τῷ αὐτῷ κύκλῳ συμπεριέρχεται. Ἡ γὰρ ἰκμὰς διὰ φυτῶν ἢ σπερμάτων τοῖς βλαστοῖς συνανέδραμεν· εἶθ' ὅσον ἐστὶ γεῶδες αὐτῇ συνεπόμενον, ἐναφεῖσα τῷ ὄγκῳ τοῦ τρεφομένου, ὅταν ξηρανθῇ τὰ ὑποκείμενον τῷ περιέχοντι, πάλιν πρὸς τὸ ὁμόφυλον ἐξατμίζεται. Ἀραιὸς δὲ ὢν ὁ ἀὴρ ἐν τοῖς ἑαυτοῦ μορίοις, καὶ τῆς λεπτομερείας τῶν ἀτμῶν λεπτομερέστερος, ἅπαν τὸ ἐν αὐτῷ γενόμενον, πρὸς τὸ συγγενὲς διαφίησιν. Οὕτω γὰρ ἥ τε κόνις, κἂν ἐπιπολὺ τοῦ ἀέρος διασχεθῇ, πάλιν τῇ γῇ ἀποδίδοται· καὶ ἡ ἰκμὰς οὐκ ἀπόλλυται, ἀλλ' εὑρίσκει τὸ πάντως ἑαυτῇ συγγενές τε καὶ σύμφυλον κατὰ τὸν ἀέρα πλανώμενον, ᾧ προσπλασθεῖσα καὶ διὰ τῆς τῶν ὁμοίων πρηχωρήσεως αὐξηθεῖσα, πάλιν διογκοῦται πρὸς νέφους σύστασιν, καὶ οὕτω διὰ σταγόνων τῇ ἰδίᾳ φύσει ἀποκαθίσταται· ὥστε πανταχοῦ τὰ τοῦ κόσμου τε στοιχειωδῶς ἐν τῷ παντὶ θεωρούμενα ἐπὶ τοῦ αὐτοῦ μέτρου φυλάσσεσθαι, ὃ παρὰ τὴν πρώτην ἐφ' ἑκάστου τῶν ὄντων ἡ σοφία τοῦ δημιουργοῦ πρὸς τὴν εὐαρμοστίαν τοῦ παντὸς διετάξατο.
thering of the clouds, flowed down; and what flowed off was again sent up through vapours, and thus a certain cycle comes about, turning back upon itself and ever revolving and winding round along the same tracks. Even if you mention plants, even if shoots, all things revolve together in the selfsame cycle. For moisture runs up together into the shoots through plants or seeds; then, having left behind in the bulk of what is nourished as much earthy matter as accompanied it, whenever the underlying plant is dried up by the surrounding air, it evaporates back again towards its kindred element. For since the air is rare in its own parts, and finer in its particles than the fineness of vapours, it lets everything that comes to be within it pass through towards what is akin to it. For thus both dust, even though it be held dispersed far through the air, is given back again to the earth, and moisture does not perish, but finds that which is altogether akin and connatural to itself wandering through the air; and moulded onto it and increased through the accession of like particles, it swells up again into the gathering of a cloud, and thus through rain-drops is restored to its own nature — so that everywhere the parts of the world, contemplated elementally within the universe, are kept at the selfsame measure which at the outset the wisdom of the Demiurge ordained over each of existing things towards the harmonious attunement of the whole.
Ἀλλ' οἶδα τὸν ἀντιπίπτοντα λόγον· πολλάκις γὰρ ἔστιν ἰδεῖν, ἐν σφοδροτέρῳ καύσωνι νέφη τινὰ διὰ τοῦ ἀέρος κατεσπαρμένα, οἷς εἴ τις ἐπὶ πλεῖον ἐνατενίσειεν, ἐλέγξει πως τὸν λόγον τοῦτον, ὃς μηδὲν τῆς ὑγρᾶς φύσεως ἐξαναλίσκεσθαι λέγει. Τὰ γὰρ θρομβοειδῆ τοῦ νέφους τμήματα, πολλαχῆ τοῦ ἀέρος ἐσκεδασμένα, πρῶτον μὲν ἐλαττοῦται κατὰ τὸν ὄγκον τῷ ὑπερβάλλοντι τοῦ φλογμοῦ ἐξοπτώμενα εἶτα καὶ εἰς τὸ παντελὲς ἀφανίζεται καταφρυγέντα τῷ καύσωνι, ὡς μηδὲ βραχύ τι λείψανον ὑπολειφθῆναι, τοῦ φλογμοῦ τὴν ἰκμάδα καταξηράναντος. Τοῦτο δὲ οὐκέτι ἐστὶ τῷ τῶν ἀτμῶν λόγῳ παραμυθήσασθαι. Ἡ γὰρ ἄνω τῶν νεφῶν κατάστασις ἡ τοῦ θολεροῦ τούτου καὶ πνευματώδους ἀέρος ὑπερκειμένη, οὐδὲν τῶν βαρυτέρων ἐν τῇ λεπτότητι τῆς ἰδίας φύσεως καταδέχεται· ἀλλὰ πάντες ἀτμοὶ καὶ πᾶσαι ἀναθυμιάσεις ὅρον ἔχουσι τῆς ἐπὶ τὸ ἄνω φορᾶς τὴν τοῦ περιγείου ἀέρος κατὰ τὰ μέρος ἐκεῖνο παχύτητα, ἧς διαδῦναι ἐπὶ τὸ ἄνω φύσιν οὐκ ἔχει. Οὐ γὰρ ἂν ὑπολειφθείη ἐν τῷ λεπτῷ τε καὶ αἰθεροειδεῖ τῶν παχυμερεστέρων οὐδέν. Οὕτως οὖν καὶ ὀρῶν τινων ὑπερμεγεθῶν τὰς ἀκρωρείας οἱ ἱστορήσαντες λέγουσιν ὑπερνεφεῖς μὲν εἶναι ἀεὶ καὶ ἀνεφίκτους τοῖς πνεύμασι, καὶ τοῖς πτηνοῖς ἀμήχανον τὴν ἐπ' ἐκείνων γενέσθαι πτῆσιν, οὐχ ἧττον ἢ τοῖς ὑποβρυχίοις τὴν ἐν ἀέρι ζωὴν, ὡς διὰ πάντων σαφῶς ἀποδείκνυσθαι, εἶναί τι κατὰ τὸν ἀέρα πρὸς τὸν ὑπερκείμενον χῶρον μεθόριον, ὃ πᾶσι τοῖς παχυμερεστέροις τῶν ἐκ τῆς γῆς ἀναθυμιωμένων ὁρίζει τὴν στάσιν· οὗ χάριν καὶ μέχρι τῆς ὥρας τοῦ θέρους, ἄτηκτος ἡ ἐπὶ τῶν ἀκρωρειῶν διαμένει χιὼν, τῆς τῶν ἀτμῶν συστάσεως κατ' ἐκεῖνο τὸ μέρος διηνεκῶς τὸν ἀέρα καταψυχούσης. Ἀλλὰ καὶ τοὺς πυροειδεῖς ὁλκοὺς, οὕς τινες διάττοντας καλοῦσιν ἀστέρας, ἐκ τῆς αὐτῆς αἰτίας γίνεσθαι, φυσιολογοῦσιν οἱ ταῦτα σοφοὶ, ὅταν ἔκ τινων πνευμάτων βίας ὑπερχεθῇ τι τοῦ παχυτέρου καὶ ὑλωδεστέρου ἀέρος ἐπὶ τὴν αἰθέριον τόπον, εὐθὺς ἐκφλογοῦσθαι ἄνω γενόμενον· καὶ κατὰ τὴν ἐνδοθεῖσαν ἐκ τοῦ πνεύματος ὁρμὴν, τὴν φλόγα ῥέουσαν,
Yet I know the argument that objects: for oftentimes in fiercer heat one may see certain clouds scattered through the air, upon which if anyone gazes more intently for a longer while, he will in some measure refute this account which says that none of the moist nature is consumed away. For the curd-like fragments of the cloud, scattered in many places through the air, are first diminished in bulk as they are roasted out by the excess of the blaze, and then vanish altogether, parched up by the scorching heat, so that not even some scant remnant is left behind once the blaze has dried out their moisture. And this it is no longer possible to explain away by the account of vapours. For the upper region above the clouds, which lies above this turbid and windy air, admits nothing of heavier things into the fineness of its own nature; rather, all vapours and all exhalations have as the limit of their upward motion the thickness of the terrestrial air in that region, beyond which it is not in their nature to penetrate upwards — for nothing of things coarser in their parts could be left remaining in what is fine and aether-like. Thus, then, those too who have explored the peaks of certain mountains of surpassing height say that they are ever above the clouds and unreachable by the winds, and that flight upon them is no less impossible for birds than life in the air is for creatures submerged under water, so that through all things it is clearly demonstrated that there is in the air a certain borderland towards the region lying above, which fixes the stopping-point for all the coarser particles exhaled out of the earth; wherefore even down to the season of summer the snow upon the mountain peaks abides unmelted, the gathering of vapours in that region continually chilling the air. Moreover, those wise in such matters give the physical explanation that the fiery streaks too, which some call shooting stars, arise from the selfsame cause: whenever by the violence of certain winds some portion of the thicker and more material air is carried beyond into the aetherial place, once come on high it straightway bursts into flame, and along the impulse imparted from the wind the streaming flame
Notes, col. 96

On the reading

Printed τὰ ὑποκείμενον, for τὸ ὑποκείμενον.

Printed πρηχωρήσεως, for προχωρήσεως.

Printed κατὰ τὰ μέρος, for κατὰ τὸ μέρος.

Printed ὑπερχεθῇ, for ὑπερενεχθῇ.

Printed τὴν αἰθέριον τόπον, for τὸν αἰθέριον τόπον.

PG 44:97Read from the page
φέρεσθαι· σβεσθέντος δὲ τοῦ πνεύματος, συναπομαραίνεσθαι καὶ τὴν φλόγα. Τῷ πνεύματι τοίνυν οὐκ ἔστι δυνατὸν εἰπεῖν πάλιν ἀτμοὺς ἐν τῷ ἀφανισμῷ τοῦ νέφους συνίστασθαι· ὡς δι' ἐκείνων ἐλπίσαι, καθ' ὁμοιότητα τῶν κάτωθεν ῥηθέντων, τοῦ ἀναληφθέντος ὑγροῦ τὴν ἐπάνοδον, ἀνάγκη συντίθεσθαι τοῖς ἐκκαίεσθαι τὸ ὑγρὸν δογματίζουσι, καὶ εἰς τὸ μὴ ὂν περιΐστασθαι. Ἀλλ' ἐγὼ τὸ μὲν ἀφανίζεσθαι τῷ ὑπερβάλλοντι φλογμῷ τὴν ἐν τοῖς ἀτμοῖς ὑγρότητα πείθομαι, μάταιον καὶ ἐριστικὸν εἶναι κρίνων, τὸ τοῖς φανεροῖς ἀντιμάχεσθαι· ἐπεὶ δὲ προσήκει μὴ καμεῖν πανταχόθεν ἀνιχνεύοντας τὴν ἀλήθειαν, οὐδὲν ἧττον τούτων γινομένων, φημὶ τὸ μέτρον τῆς ὑγρᾶς φύσεως ἀμείωτον διασώζεσθαι, καὶ ἀεὶ τὸ δαπανώμενον ἀντεισάγεσθαι πάντως τῷ λείποντι. Ὃ δέ μοι τὴν τοιαύτην ὑπόληψιν βεβαίαν ποιεῖ, τοῦτ' ἔστιν· Ἐν τῇ καθ' ἡμᾶς τοῦ πυρὸς ἐνεργείᾳ, τοῦτο διὰ τῆς πείρας μανθάνομεν, ὅτι οὐ πάσας τὰς ποιότητας τῆς ὕλης τὸ πῦρ ἐπιβόσκεται, ἀλλ' ἧς ἂν περιδράξηται· οἷον φέρε εἰπεῖν ἐπὶ τῆς τοῦ ἐλαίου ὕλης, ἐπειδὴ κεχώρισται τῆς ψυχρᾶς ποιότητος, ἐν τῇ ὕλῃ ταύτῃ τὸ ὑγρὸν εὐκόλως ὑπὸ τῆς θερμότητος τοῦ πυρὸς ἐξειλκύσθη, καὶ φλὸξ ἐγένετο. Ἀλλ' οὐ μόνον εἰς φλόγα τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἠλλοιώθη, ἀλλὰ καὶ τὸ τοῦ πυρὸς τοῦ γενομένου ἀπὸ τοῦ ἐλαίου, φησὶν, ὑγρὸν μετὰ τὸ πῦρ, ξηρὰ γίνεται κόνις· ὅπερ σαφῶς δείκνυσιν ἡ ἐκ τοῦ λύχνου λιγνὺς καταμελαίνουσα τὸ τῆς φλογὸς ὑπερκείμενον· ὅπερ εἰ ἐπὶ πλεῖον γίγνοιτο, καὶ ὄγκος τις ὑποστρέφεσθαι τῷ διὰ τῆς λιγνύος μελαινομένῳ τόπῳ. Ὅθεν δῆλόν ἐστιν, ὅτι εἰς λεπτά τε καὶ ἀφανῆ μόρια τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἀποξηρανθὲν ἀλλοιοῦται, καὶ οὕτὼς ἐν τῷ ἀέρι γίνεται, κἀκεῖθεν ἐπὶ τὴν γῆν συνιζάνει. Δείκνυσι δὲ τὸ ἐν τῷ ἀέρι τὴν λεπτομερῆ τῆς λιγνύος εἶναι διάχυσιν, ἐκ τοῦ τοὺς μυκτῆρας τῶν τὸν ἀέρα τοῦτον ἀναπνεόντων ὑπομελαίνεσθαι. Πολλάκις δὲ καὶ τὸ ἔνδοθεν ἐκ τοῦ θώρακος ἀναπτυόμενον, μέλαν ὁρᾶσθαι, διὰ τὸ τῷ χρώματι τῆς λιγνύος καὶ αὐτὸ καταχρώννυσθαι τῷ διὰ τῆς τοῦ ἀέρος ἀναπνοῆς συνεισπίπτοντι.
is borne along, and once the wind is quenched the flame too dies away together with it. Since, therefore, it is impossible to say that vapours are formed again by wind in the disappearance of the cloud, so that through them, after the likeness of what was stated of the lower region, one might hope for the return of the moisture that was taken up, there is a necessity to agree with those who maintain that moisture is burned up and brought round into non-being. Yet for my part, while I am persuaded that the moisture in the vapours is made to disappear by the surpassing blaze — judging it idle and contentious to fight against plain facts — nevertheless, since it befits those tracking down the truth from every side not to grow weary, I say that even while these things take place no less, the measure of the moist nature is preserved undiminished, and what is expended is ever assuredly reintroduced to replace what is lacking. And what makes such a supposition firm for me is this: in the working of fire among us, we learn this through experience, that fire does not feed upon all the qualities of the matter whereof it seizes hold; as, for instance, in the matter of olive oil, since it has been separated from the cold quality, in this matter the moisture was easily drawn out by the heat of the fire and became flame. Yet not only was the oil altered into flame through fire, but also the moisture of the fire arising from the oil, one says, becomes dry dust after the fire — which the soot from the lamp clearly shows as it blackens what lies above the flame; and should this go on further, a certain mass too gathers beneath upon the place blackened through the soot. Whence it is clear that the oil, dried out through fire, is altered into fine and invisible particles, and thus comes to be in the air, and thence settles down upon the earth. And that there is in the air a fine-particled diffusion of soot is shown from the fact that the nostrils of those breathing this air are blackened slightly; and oftentimes too what is coughed up from within out of the chest is seen to be black, because it also is tinged by the colour of the soot entering in together through the inhalation of the air.
Οὐκοῦν δῆλόν ἐστιν ἐκ τούτων, ὅτι τοῦ ἐλαίου τὸ μὲν ὑγρὸν εἰς ξηρότητα μετεποιήθη, ὁ δὲ κατὰ τὴν ὕλην ὄγκος οὐκ εἰς ἀνυπαρξίαν ἠφανίσθη διὰ τῶν λεπτῶν τε καὶ ἀφανῶν μορίων ἐνσκεδασθεὶς τῷ ἀέρι. Ὅπερ τοίνυν ἐπὶ τοῦ ὑγροῦ τούτου διὰ τῆς τῶν γινομένων ἐνεργείας ἐμάθομεν, ὅτι ἀλλοιοῦται μόνον τὸ ὑγρὸν εἰς ξηρότητα, οὐκ εἰς τὸ παντελὲς τὸ ὑλικὸν ἀφανίζεται· τοῦτό τις καὶ περὶ τοῦ παντὸς ἐννοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται· δῆλον γὰρ ὅτι ἐκ μερῶν τὸ ὅλον συνέστηκεν. Ὅπερ δ' ἂν ἐν τῷ μέρει ἐμάθομεν, τοῦτο καὶ περὶ τοῦ παντὸς ἐδιδάχθημεν. Μίαν δὲ τῷ γένει τὴν ὑγρότητα εἶναι, οὐδ' ἂν τῶν ἐριστικῶν τις ἀντείποι. Ἀλλὰ μὴν λεπτὴ κόνις ἐκκαυθεῖσα διὰ τοῦ πυρὸς ἡ ὑγρότης ἐγένετο· ἄρα καὶ πᾶν ὑγρὸν ἐν τῷ πυρὶ γενόμενον μεταβάλλει τὴν ἐν τοῖς μορίοις ποιότητα, πρὸς τὸ ξηρὸν ἐκ τοῦ ὑγροῦ μεθιστάμενον, οὐκ εἰς τὸ παντελὲς ἀφανίζεται. Ἐπεὶ οὖν ἀτμοῦ σύστασις τὸ νέφος ἐστὶν, ὁ δὲ ἀτμὸς ἡ λεπτομερὴς τοῦ ὑγροῦ ἐστιν ἀναθυμίασις, ἀνάγκη πᾶσα, ὅταν καταφρυγὲν τῷ φλογμῷ τὸ νέφος, τὸν λεπτὸν ἐκεῖνον καὶ ἀμερῆ τοῦ ἀτμοῦ ὄγκον, κἂν τὴν ὑγρὰν μὴ διασώζῃ ποιότητα, μὴ μέντοι κατὰ τὸ ὑποκείμενον εἰς ἀφανισμὸν μεταβαίνειν εἰς τὸ μηδὲ ἀναλυόμενον. Τέσσαρα γὰρ περὶ τὸν ἀτμὸν θεωρεῖ-
Accordingly, it is clear from these things that while the moisture of the oil was transformed into dryness, the material bulk was not made to vanish into non-existence when scattered abroad in the air through fine and invisible particles. That very thing, therefore, which in the case of this liquid we learned through the actual working of events — namely that the liquid is merely altered into dryness, and the material substrate does not vanish altogether — whoever conceives this concerning the whole as well will not miss likelihood; for it is clear that the whole has stood together out of parts, and whatsoever we have learned in the part, this we have also been taught concerning the whole. And that moisture is one in kind, not even one of the contentious could gainsay. Now truly moisture, when burned out through fire, became fine dust; therefore every liquid too, when it comes to be in fire, changes the quality in its particles, shifting over from the moist towards the dry, and does not vanish altogether. Since, therefore, a cloud is a gathering of vapour, and vapour is the fine-particled exhalation of liquid, there is every necessity, whenever the cloud [is] parched up by the blaze, that that fine and partless bulk of vapour, even though it does not preserve the moist quality, nevertheless does not pass over in its substrate into disappearance, being dissolved into nothing. For four things are contem-
Notes, col. 97

On the reading

Printed οὕτὼς, for οὕτως.

Printed μηδὲ, for μηδὲν.