μηκέτι τὴν ἡλιακὴν θερμότητα διαδύεσθαι τῇ πυκνότητι τοῦ λίθου κωλυομένην· τότε λεπταί τινες τοῦ ὕδατος φλέβες διὰ τῆς ἐργασίας ἀνεστομώθησαν, ἀφ' ὧν ἐν κύκλῳ περὶ τὸ βάθος τῆς συνδέσεως γινομένης, εὐθηνεῖται τὸ φρέαρ τῷ ὕδατι. Ὅπερ τοίνυν ἐνταῦθα γίνεται πρὸς τὴν χειροποίητον κοιλότητα, συνδοθείσης τῆς πανταχόθεν περὶ τὸ φρέαρ συνθλιβομένης ἰκμάδος, τοῦτο εἰκὸς ἐν παντὶ γίνεσθαι τόπῳ, καὶ τὸ διὰ τῆς λεπτῆς ἰκμάδος ἀεὶ συνδιδόμενον διὰ φλεβῶν τινῶν ἐπὶ τοὺς εὐρυτέρους ὀχετεύεσθαι πόρους, ἤδη τῆς λεπτῆς συῤῥοίας πρὸς ἑαυτὴν ἑνωθείσης. Οὕτως οὖν ἀπογεννᾶται τὸ ὕδωρ, τοῦ μὲν ψυχροῦ τὴν γῆν καθυγραίνοντος, τῆς δὲ ὑγρότητος τῆς ἐκ τοῦ ψυχροῦ συνισταμένης, καὶ ὅλην τὴν τοῦ ὕδατος φύσιν ἐν ἑαυτῇ τελειούσης. Ὅθεν ἀθροισθὲν ἤδη, καὶ ῥεῖθρον γενόμενον, ᾗπερ ἂν εὐοδοθῇ, κατ' ἐκεῖνο τὴν γῆν ἀνεστόμωσεν. Τοῦτο δὲ πηγὴ ὀνομάζεται. Τεκμήριον δὲ τοῦ καθηγεῖσθαι τὴν ψυχρότητα τῆς τῶν ὑδάτων γενέσεως, τὸ τοὺς πρὸς ἀρκτώους τῶν τόπων καὶ μᾶλλον κατεψυγμένους εὐθηνεῖσθαι τοῖς ὕδασιν. Ἦ γὰρ ἂν ἐπίσης τὰ ἡλιούμενά τε καὶ νότια, διάβροχα τοῖς ὕδασιν ἦν, εἰ μηδὲν ἡ ἀπουσία τῆς ψύξεως τῇ γενέσει τῶν ὑγρῶν ἐνεπόδιζεν. Ὥσπερ δὲ τὸ ἐξ ὀμβρίας ὕδωρ ἀθροισθὲν μὲν ἐκ τῆς τῶν σταγόνων συῤῥοίας, χειμάῤῥους γίνεται, εἰ δὲ αὐτὰς τὰς σταγόνας ἐφ' ἑαυτῶν τις βλέποι, βραχύ τι καὶ ἀντ' οὐδενὸς τὸ ἐν ἑκάστῃ φανήσεται· οὕτω καὶ ἡ τῆς κατὰ λεπτὸν κάτωθεν ἀεὶ τοῦ ὑγροῦ συνισταμένης ποσότητος· ὅταν ἓν ἐκ πολλῶν ῥείθρων τὸ τῶν λεπτῶν ἄθροισμα γένηται, τὸ τοιοῦτον εἰς ποταμοῦ φύσιν ἐκδίδοται. Ὁ δὲ ταύτας τὰς ὑπολήψεις παραγραφόμενος, πόθεν ἂν οἰηθείη τοὺς ἀεννάους τῶν ποταμῶν ἀναδίδοσθαι; Ἆρα μή τινας λίμνας ἐντὸς τῶν τῆς γῆς κόλπων ὑπονοήσειεν; Ἀλλὰ καὶ αὗται πάντως εἰ μὴ τὸ ἐπιῤῥέον ἔχοιεν, ἐν βραχεῖ κενωθήσονται, ὥστε κατ' ἀνάγκην καὶ ἄλλας τούτων ὑπερκεῖσθαι νομίσει· ἡ δὲ ἀκολουθία τοῦ λόγου, καὶ τὰς ἄλλας ἀναπληροῦν ἀναζητήσει· κἂν ἄλλας ὑπερκεῖσθαι λίμνας ἐκείνων ὑποτίθηται, καὶ τὸ τῶν ἄλλων πλήρωμα ποίας ἔχει τὰς ἀφορμὰς ἀναγκαίως διερευνήσεται. Καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται, λιμνῶν λίμνας ὑπερτιθείς· ἵνα αἱ πρὸς ταῖς πηγαῖς λίμναι μὴ ἐπιλείπωσιν, ἕως ἂν τῶν ἐσχάτων τὰς ἀφορμὰς καταλάβῃ, δι' ὧν ἡ τοῦ ὕδατος γένεσις τὴν ἀρχὴν λαμβάνει. Ὅπερ τοίνυν εἰκός ἐστι τῆς πρώτης τοῦ ὕδατος φύσεως αἰτίαν ἐξευρεθῆναι, πολὺ ἂν εὐλογώτερον εἴη τοῦτο περὶ τὴν τῶν πηγῶν σύστασιν ἐννοεῖν, καὶ μὴ τὰς ὑπογείους λίμνας φαντάζεσθαι, ἀφ' ὧν εὐθὺς καὶ τὸ κατωφερὲς τῆς τοῦ ὕδατος φύσεως ἐξ ἐναντίου πρὸς τὸν λόγον ἵσταται. Πῶς γὰρ ἐπὶ τὸ ἄνω ῥυήσεται οὗ ἡ φύσις ἰδίαν ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν; Ἔπειτα δὲ καὶ ὅσον τὸ μέγεθος τῶν λιμνῶν ἐκείνων ἡ διηνεκὴς τῶν τοσούτων ὑδάτων ἀποῤῥοὴ στοχάζεσθαι δίδωσιν, ὥστε τοσοῦτον προχεύουσαν ἐν τοσούτοις χρόνοις, ἀκένωτον μένειν, μηδενὸς ἔνδοθεν τὸ ἐξιὸν ἀντεισάγοντος; Ἀλλὰ δῆλον ἂν εἴη διὰ τῶν ἐξητασμένων, ὅτι τῷ ποταμῷ μὲν οὐ λείπει ἡ χορηγία τοῦ ὕδατος, τῆς γῆς πρὸς τοῦτο μεθισταμένης. Ὁ δὲ ὄγκος τῆς γῆς οὐκ ἐλαττοῦται
solar heat no longer penetrates, being hindered by the density of the rock—then slender veins of water are opened up through their labour, and as these unite in a circle around the bottom, the well abounds with water. Now the very thing that happens here with respect to the artificial hollow, as the moisture squeezed together from every side around the well is gathered in, is likely to happen in every place, and what is continually contributed through fine moisture is conducted through certain veins into wider channels once the slender confluence has already been united with itself. Thus, therefore, water is generated, as coldness moistens the earth while the moisture formed out of coldness brings the entire nature of water to completion within itself. Hence, once gathered together and become a stream, wherever a way opens up for it, along that path it bursts open the earth. And this is named a spring. Now a token that coldness leads the way in the generation of waters is the fact that places towards the north and more chilled abound in waters. Indeed, sunlit and southern regions would be equally drenched with waters if the absence of chilling in no way hindered the generation of liquids. And just as rain-water, when gathered together out of the confluence of drops, becomes a torrent, whereas if someone looks at the drops themselves by themselves, what is in each will appear slight and next to nothing, so too is the case of the quantity of liquid continually forming little by little from below: whenever out of many rivulets the gathering of small amounts becomes one, such a thing issues forth into the nature of a river. Yet he who sets aside these suppositions—from whence would he suppose the ever-flowing rivers are sent up? Would he perchance surmise certain lakes within the bosoms of the earth? Yet these too assuredly, unless they have an inflow, will in a brief space be emptied, so that of necessity he will suppose still others to lie above these; and the sequence of the argument will seek to replenish those others too; and even if he posits further lakes lying above those, he will necessarily investigate what sources supply the fulness of the others as well. And thus, advancing to infinity, the argument will nowhere come to a halt, setting lakes above lakes lest the lakes beside the springs fail, until it grasps the sources of the ultimate ones, through which the generation of water takes its beginning. Whatever cause, therefore, is likely to be discovered for the first nature of water, it would be far more reasonable to conceive this with respect to the formation of the springs themselves, and not to imagine subterranean lakes, from which at once the downward tendency of the nature of water also stands directly opposed to the account. For how will that flow upwards whose nature has as its own proper motion a downward tendency? Next, how great a size for those lakes does the continual outflow of such vast waters lead one to conjecture, such that pouring forth so much over such long ages it remains unemptied, with nothing from within introducing a replacement for what goes out? Rather, it should be plain through what has been examined that the supply of water does not fail the river, because the earth is transposed into this. And the bulk of the earth is not diminished