τὴν πονεῖ, καὶ πρὸς οὐδὲν ἀνθρώπινον τὴν ἐπιθυμίαν κατάγει, ὁ δὲ ἕτερος, κατὰ τὸ ἔμπαλιν, πόνον μέν τινα τῶν ἐναρέτων οὐχ ὑπομένει, μόνοις δὲ τοῖς σωματικοῖς μόχθοις ἐγκατατρίβεται. Ὅταν οὖν τις πρὸς τοῦτον φέρει τοῦ καλοῦ τὴν ψῆφον, παρορῶν τὸν ἐν τῇ σοφίᾳ προέχοντα, οὐ μόνον ματαίαν, ἀλλὰ καὶ πονηρὰν τὴν ἄδικον ταύτην ἀποφαίνεται κρίσιν. Λέγει δὲ τοῖς ῥήμασιν οὕτως· « Καὶ ἐπέστρεψα, » φησὶν, « ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου πρὸς τῷ ἄλλῳ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον. » Τί οὖν ἐστιν ὃ ἀπεταξάμην; Ὅτι ἔστιν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄλλος ἄνθρωπος οὐδὲν ἐν τοῖς τοιούτοις πονήσας. Πῶς οὖν τις τὴν μερίδα τῆς προτιμήσεως τῷ τοιούτῳ προσθήσει; Καὶ ἄνθρωπος γὰρ, φησὶν, ᾧ ἐμόχθησεν ἐν αὐτῷ, τουτέστι, τῷ βίον μοχθήσαντι ἐν τῷ ἀγαθῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ, ἀντὶ τοῦ, ἐν ἀγαθοῦ μοίρᾳ τὸν τοιοῦτον βίον ὁρίσεται. Ἀλλὰ ματαιότης, φησὶ, τοῦτο καὶ πονηρία μεγάλη. Πῶς γὰρ οὐκ ἔστιν πονηρία μεγάλη, ὅταν γινώσκῃ τὴν ἐγκειμένην τῷ ἀνθρώπῳ περὶ τοὺς μόχθους σπουδὴν καὶ προαίρεσιν; Τοῦτο γάρ ἐστιν ἐν οἷς φησιν, ὅτι Γινώσκει τῷ ἀνθρώπῳ, ἐν παντὶ μόχθῳ αὐτοῦ, καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. Τί οὖν ἐστιν ὃ γινώσκει; Ὅτι πᾶσαι, φησὶν, αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Τῷ ὄντι γὰρ τοῖς εἰς τὸν πειρασμὸν τοῦτον τὴν ψυχὴν ἀσχολοῦσιν, ἐπαλγὴς μὲν ἡ ζωὴ, οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα· ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδὴ, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη, ὅσον ἀλγυνομένη τοῖς λείπουσιν, οἷς μερίζεται νυκτὶ καὶ ἡμέρᾳ ὁ πόνος, καταλλήλως δι' ἑκατέρας αὐτῶν ἐνεργούμενος, τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις· τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον. Αἱ γὰρ τοῦ κέρδους φροντίδες τὸν ὕπνον ἐκκρούουσιν. Ὁ οὖν πρὸς ταῦτα βλέπων, πῶς οὐ καταψηφίζεται τῆς σπουδῆς ταύτης τὴν ματαιότητα; Διὰ τοῦτο προστίθησι τοῖς προειρημένοις, ὅτι καί γε τοῦτο ματαιότης· πάλιν ἄλλης ἀντιθέσεως καθάπτεται· τὸ δὲ ἀντιτιθέμενον τοῦτό ἐστιν·
tue and brings his desire down to nothing merely human, whereas the other, on the contrary, endures no labour belonging to virtuous men, but wears himself away solely in bodily toils—whenever, therefore, anyone casts the vote of the good in favour of the latter while overlooking him who excels in wisdom, he pronounces this unjust judgement not only vain, but also wicked. And he speaks in these words thus: "And I turned," he says, "to bid my heart farewell regarding the other toil wherein I toiled under the sun." What, then, is it to which I bade farewell? That there is a man whose toil is in wisdom and in knowledge and in courage, and another man who has laboured at nothing among such things. How, then, will anyone assign the portion of preferential honour to such a man? For a man, too, he says, to whom he has toiled therein—that is, to him who has toiled at life in the good—will give him his portion; meaning, he will assign such a life to the lot of the good. Yet this, he says, is vanity and a great evil. For how is it not a great evil, when one knows the eagerness and deliberate choice regarding toils that lies in man? For this is what is meant where he says: One knows for a man, in all his toil and in the choice of his heart wherein he himself toils under the sun. What, then, is it that he knows? That all his days, he says, are days of griefs, and distraction of wrath is his; and even by night his heart does not sleep. For in truth, to those who busy their soul with this temptation, life is painful, scourging the heart as with goads by desires for more; and painful is the eagerness for covetousness, not so much gladdened by what it possesses as grieved by what is lacking—among whom labour is divided between night and day, wrought conformably through each of the two, as the day is spent in toils while the night banishes sleep from the eyes; for anxieties over gain drive away sleep. How, then, does he who looks upon these things not condemn the vanity of this pursuit? Therefore he adds to what was said before that this also is vanity; again he touches upon another objection, and what is objected is this:
Εἰ τὸ ἔξω ἡμῶν ἐν τοῖς ματαίοις ἀριθμεῖς, ὦ διδάσκαλε· ὅπερ ἂν εἰς ἑαυτοὺς ἀναλάβωμεν, οὐκ ἂν εικότως καταγνωσθῇ ὡς μάταιον. Ἀλλὰ μὴν ἡ βρῶσίς τε καὶ ἡ πόσις ἐν ἡμῖν αὐτοῖς γίνεται. Οὐ τῶν ἀποβλήτων ἄρα τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ θείαν τις εὐεργεσίαν τὴν τοιαύτην χάριν ὁρισαιτο. Αὗτη τῆς ἀντιθέσεως ἡ διάνοια· τὰ δὲ ῥήματα τοῦτον ἔχει τὸν τρόπον· « Οὐκ ἔστιν ἀγαθὸν, » φησὶν, « ἐν ἀνθρώπῳ, ἢ ὃ φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ, ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν, ὅτι τις πίεται πάρεξ αὐτοῦ. » Ταῦτα ὁ τῆς λαιμαργίας συνήγορος ἀνθυποφέρει τῷ διδασκάλῳ· ὅτι δὲ πρὸς ταῦτα ὁ τῆς σοφίας ὑφηγητὴς τῷ ἀνθρώπῳ φησὶ τῷ ἀγαθῷ· ἡ δὲ τοῦ ἀγαθοῦ προσθήκη πάντως καὶ τὴν διαστολὴν ἐν-
If what is outside us you number among vain things, O teacher, whatever we take up into ourselves could not reasonably be condemned as vain. Yet surely eating and drinking take place within our very selves. Such a thing, therefore, does not belong to things to be cast away; rather, one might define such a gift as a divine benefaction. This is the meaning of the objection; and the words run in this manner: "There is no good," he says, "in a man, save what he will eat and drink, and what will show his soul good in his toil. Even this I saw, that it is from the hand of God, that anyone will drink apart from Him." These pleas the advocate of gluttony brings forward in reply to the teacher; whereas to these things the guide of wisdom says, "to the good man"—and the addition of "the good" assuredly also