Migne Reading Room

PG 44 · cols. 688–697 · Read from the page

On Ecclesiastes

On Ecclesiastes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:688Read from the page
ἐρχόμεναι· τὰ πάντα ἐπελήσθη, καὶ πῶς ἀποθανεῖται σοφὸς μετὰ τοῦ ἄφρονος; » Οἷς ἐπάγει τὸ μίσους ἄξια νομίσαι τὰ πάντα, περὶ ἃ πρότερον ἐμπαθῶς εἶχε, τὸ μάταιον ὡς ἀγαθὸν ἀσπαζόμενος. Καὶ πάντα μεμισηκέναι φησὶν, ὅσα πρὸς τὴν ζωὴν ταύτην βλέπων ἐπόνησε· διότι οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ μετ' αὐτὸν πάντα ἐπόνησεν· ὃς τί χρήσεται τοῖς πεπονημένοις προγνῶναι διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν οὐχ οἷός τε. Λέγει δὲ κατὰ λέξιν οὕτως· « Καὶ ἐμίσησα τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος. Καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενομένῳ μετ' ἐμέ. Καὶ τίς οἶδεν, ει σοφὸς ἔσται ἢ ἄφρων, καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ ᾧ ἐμόχθησα, καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; Καί γε τοῦτο ματαιότης. » Ταῦτα ειπὼν, ἀλλοτρίως φησὶ καὶ πρὸς τοῦτο τῇ ψυχῇ διατεθῆναι, τῷ νομίσαι μίαν εἶναι τῷ τε κατ' ἀρετὴν βεβιωκότι, καὶ τῷ μηδεμίαν πρὸς τοῦτο πεποιημένῳ σπουδὴν, τὴν μερίδα. Τῷ μὲν γὰρ τὸν μόχθον εἶναί φησιν ἐν σοφίᾳ, καὶ γνώσει, καὶ ἀνδρείᾳ· τῷ δὲ ἑτέρῳ ἐν θυμῷ καὶ ἐν ἀλγήμασι τοῖς διὰ τὴν περὶ τὸν βίον σπουδὴν προσγινομένοις. Τὸ οὖν εἰς ἶσον ἀλλήλοις ἄγειν τούτους, οὐ ματαιότητος μόνον, ἀλλὰ καὶ πονηρίας εἶναί φησιν. Ἔχει δὲ καὶ αὗτη ἡ λέξις οὕτως· « Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου, ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον· ὅτι Ἔστιν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει, καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ. Καί γε τοῦτο ματαιότης, καὶ πονηρία μεγάλη. »
are coming: all things have been forgotten; and how shall the wise man die along with the fool?" To these words he subjoins that he deemed worthy of hatred all the things towards which he was formerly passionately disposed, embracing the vain as good. And he says that he has come to hate all the things at which he laboured with an eye to this life, because he laboured at nothing for himself, but at all things for him who comes after him—and how that man will use what has been wrought by labour, he is unable to foreknow owing to the uncertainty of the future. And he speaks word for word thus: "And I hated life, because evil unto me is the work wrought under the sun, because all things are vanity and choice of spirit. And I hated the whole of my toil wherein I toil under the sun, because I leave it to the man who comes into being after me. And who knows whether he will be wise or a fool, and whether he will exercise authority in all my toil wherein I toiled and grew wise under the sun? This also is vanity." Having said these things, he declares that in his soul he was estranged towards this also, through thinking that there is a single portion both for him who has lived according to virtue and for him who has made no effort towards this. For the one, he says, has his toil in wisdom, and knowledge, and courage; whereas the other has it in wrath and in griefs that accrue through eagerness over worldly life. To put these men on an equal footing with one another, therefore, he declares to be a mark not only of vanity, but also of wickedness. And this wording too runs thus: "And I turned to bid my heart farewell in all my toil wherein I toiled under the sun; because there is a man whose toil is in wisdom and in knowledge and in courage, and to a man who has not toiled therein he will give his portion. This also is vanity and a great evil."
« Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον· ὅτι Πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καί γε τοῦτο ματαιότης. » Πάλιν ἑτέραν ἀνθυποφορὰν τῶν τὸν ἀπολαυστικὸν βίον προτιμότερον κρινόντων τῆς ὑψηλοτέρας ζωῆς, προφέρεται αὐτὸς ἑαυτῷ, καὶ ἀνατρέπει τὸ προφερόμενον ἐν τῷ ἰδίῳ προσώπῳ διεξιὼν ἑκάτερα, καὶ τὴν λύσιν καὶ τὴν ἀντίθεσιν. Τὸ γὰρ ἀντιτεθέν ἐστι, τὸ μηδὲν ἀγαθὸν οἴεσθαι δεῖν ἄλλο, ἢ ὅπερ ἄν τις εἰς ἑαυτὸν καταδέξηται. Τοῦτο δέ ἐστι βρῶσις καὶ πόσις. Ἡ δὲ πρὸς τοῦτο ἀπάντησις, τὸ μὴ ταῦτα εἶναι οἷς ὁ ἄνθρωπος τρέφεται καὶ εὐφραίνεται, ἀλλὰ σοφίαν καὶ γνῶσιν. Ὡς τοῦτο μὲν ἀγαθὸν εἶναι τὸ ἐν τούτοις τὴν σπουδὴν ἔχειν· τὸ δὲ διὰ σαρκὸς σπουδαζόμενον, περισπασμὸν ψυχῆς εἶναι καὶ ματαιότητα. Τὰ δὲ ῥήματα τῆς ὑψηλῆς διδασκαλίας τοῦτον ἔχει τὸν τρόπον· « Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ ὃς φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ, ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν, ὃ τί τις φάγεται καὶ πίεται παρὲξ αὐτοῦ· ὅτι Ἀνθρώπῳ τῷ ἀγαθῷ, πρὸ προσώπου αὐτοῦ, ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν,
"What comes to be for a man in all his toil and in the choice of his heart wherein he himself toils under the sun? Because all his days are days of griefs, and distraction of wrath is his, and even by night his heart does not sleep. This also is vanity." Again he brings forward against himself another counter-objection from those who judge the life of enjoyment more worthy of honour than the loftier life, and he overturns what is alleged by going through both in his own person—both the solution and the objection. For what was objected is that one ought to deem nothing else good save whatever a man takes into himself; and this is eating and drinking. And the reply to this is that these are not the things whereby man is nourished and gladdened, but wisdom and knowledge; so that this is good, to hold one's earnest pursuit in these things, whereas what is eagerly pursued through the flesh is distraction of soul and vanity. And the words of the lofty teaching run in this manner: "There is no good for a man who will eat and drink and show his soul good in his toil. Even this I saw, that it is from the hand of God, whatever a man will eat and drink apart from Him; because to the good man before His face He has given wisdom and knowledge and gladness, and to the sinner He has given distraction, to add and to gather together,
Notes, col. 688

On the reading

Printed ει, for εἰ.

Printed ειπὼν, for εἰπὼν.

Printed αὗτη, for αὕτη.

PG 44:689Read from the page
τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. » Ἡ μὲν οὖν διάνοια τῶν ἐφεξῆς γεγραμμένων, καὶ ἡ κατὰ τὸ ἀκόλουθον προθεωρία, αὗτη ἐστίν ἣν δι' ὀλίγων νῦν παρεθέμεθα. Καιρὸς δ' ἂν εἴη πάλιν ἐπαναλαβεῖν τὴν λέξιν, καὶ προσαρμόσαι δι' ἀκριβείας τοῖς ῥητοῖς τὰ νοήματα. Καὶ ἔγνων καί γε ἐγὼ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς, καὶ εἶπα ἐγὼ ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην; Τοῦτο δέ ἐστιν ἡ ἀντίθεσις ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι, λέγων· Εἰ ἕν ἐστιν ἐπ' ἀμφοτέρων τοῦτο θανάτου συνάντημα, καὶ οὐκ ἐξαιρεῖται τῆς τοῦ θανάτου μετουσίας ἡ ἀρετὴ τὸν ἐν σοφίᾳ γενόμενον, εις μάτην μοι γέγονεν ἡ περὶ τὴν σοφίαν σπουδή. Ἡ δὲ πρὸς τὰ εἰρημένα τοῦ λόγου ἀπάντησις ποία; Ἐγὼ, φησὶ, τοῦτο περισσὸν ἐλάλησα ἐν τῇ καρδίᾳ μου, ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ. Καὶ ὅτι γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα. Καταγινώσκει γὰρ ὡς περιττῶς τε καὶ ἀκολούθως τῆς ἀντιθέσεως ταύτης ἐπενεχθείσης, καὶ ἄφρονα ὀνομάζει τὸν λόγον, ὃς οὐχὶ τῶν ἀποθέτων ἐστὶν, οὐδὲ ἔνδοθεν ἐκ τῶν ταμείων τῆς σοφίας προσφέρεται, ἀλλ' ὥσπερ τι περίττωμα τῆς διανοίας ἐστὶν, ἀφροῦ δίκην ἀποπτυόμενος. Ἄφρων γὰρ ἐκ περισσεύματος λαλεῖ. Τὸ δὲ οὕτως χρῆσθαι τῷ λόγῳ, μάταιόν τε καὶ εἰς οὐδὲν πλέον ἐστὶ, πρὸς οὐδὲν ἕτερον τοῦ λόγου τὴν σπουδὴν ἔχοντος, ἢ πεῖσαι μὴ τὰ φαινόμενα βλέπειν. Ἐκ τῶν ὁρωμένων γὰρ ποιεῖται ὁ ἀντιλέγων τὴν μάχην· καὶ γὰρ ὁ θάνατος τῶν φαινομένων ἐστίν. Τί δήποτε λέγων; Οὐκ ἐν τούτῳ τοῦ ἐναρέτου τε καὶ τοῦ πονηροῦ βίου ἡ κρίσις γίνεται, ὡς δέον μόνον τὸν πονηρὸν τεθνάναι τῷ σώματι· τὸν δὲ ἀγαθὸν μένειν τοῦ σωματικοῦ θανάτου ἀπείραστον, οὐκ εἰδὼς ἐν τίνι ἐστὶ τῆς ἀρετῆς τὸ ἀθάνατον, καὶ τίς τῶν ἐν κακίᾳ ζώντων ὁ θάνατος. Σοφοῦ, φησὶν, ἡ μνήμη διαπαντὸς ζῇ, καὶ παντὶ τῷ αἰῶνι συμπαρατείνεται· τῷ δὲ ἄφρονι ἐναπεσβέσθη καὶ τὸ μνημόσυνον. Περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ Προφήτης, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν περιφανῶς καὶ εὐδήλως. Τοῦτο γὰρ ἡ ἤχου προσθήκη ἐνδείκνυται. Οὐκ ἔστιν οὖν, φησὶ, μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα· ἀλλὰ τοῦ μὲν σοφοῦ ἡ ζωὴ διαιωνίζει διὰ τῆς μνήμης· τὸν δὲ ἄφρονα διαδέχεται λήθη. Ἐν γὰρ ταῖς ἐρχομέναις ἡμέραις τὰ πάντα τοῦ ἄφρονος ἐν λήθῃ γίνεται· οὕτως ἀεὶ λέγων τῷ ῥήματι καθ' ὅτι ἤδη αἱ ἡμέραι ἐρχόμεναι, τὰ πάντα ἐπελήσθη.
to give to the good man before the face of God; because this also is vanity and choice of spirit." The meaning, therefore, of what is written next, and the preliminary survey following in due order, is this which we have now set forth in brief. And it would be seasonable to take up the wording again and fit the thoughts accurately to the expressions. And even I knew that one event will befall them all, and I said that as the event of the fool, even so will it befall me too; and why did I gain wisdom? Now this is the objection which he himself sets over against himself, saying: If this event of death is one in the case of both, and virtue does not exempt from participation in death the man who has come to be in wisdom, in vain has my earnestness over wisdom been spent. And what is the reply of the discourse to what has been said? I, he says, spoke this in excess in my heart, because the fool speaks out of superfluity. And this indeed is vanity. Because there is no remembrance of the wise man with the fool for ever. For he condemns this objection as having been brought forward superfluously and consequently, and calls foolish the speech that does not belong to treasured truths nor is brought forth from within out of the storehouses of wisdom, but is like some waste matter of the mind, spat out after the manner of foam. For the fool speaks out of superfluity. And to use speech in this way is vain and serves for nothing more, since the discourse has its aim directed towards nothing else than persuading us not to look at things that appear. For out of things seen does the gainsayer wage his battle, inasmuch as death too belongs to things that appear. With what intent does he speak? Not in this does the judgement between the virtuous and the wicked life consist, as though the wicked man alone ought to die in body, while the good man remains untried by bodily death—not knowing wherein lies the immortality of virtue, and what is the death of those who live in wickedness. Of the wise man, he says, the remembrance lives continually and extends alongside every age, whereas for the fool his very memorial is quenched within him. For concerning such men the Prophet also says that their memorial perished resoundingly and manifestly; for this is what the addition of "sound" indicates. There is, therefore, he says, no remembrance of the wise man with the fool for ever; rather, the life of the wise man endures perpetually through remembrance, while oblivion succeeds the fool. For in the days to come all the things of the fool pass into oblivion—ever speaking thus by the phrase: inasmuch as already the days are coming, all things have been forgotten.
Εἰ οὖν ὁ μὲν σοφὸς ζητεῖ σοφίαν, ὁ δὲ ἄφρων τῷ θανάτῳ τῆς λήθης ἐνηφανίσθη, πῶς, φησὶ, λέγεις ὅτι ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Διὰ τοῦτο τοῖς κατὰ τὴν ζωὴν ταύτην ἐσπουδασμένοις αὐτῷ ἀλγύνεται καὶ ἐπαισχύνεται, καὶ μισεῖν λέγει πάντα ὅσα αὐτῷ πρὸς τὴν ζωὴν ταύτην ἐσπούδασται, ὅμοιον πάσχων ὥσπερ ἂν εἴ τις φαρμακωμένου μέλιτος ἀναιδῶς ἐμφορηθεὶς ἐκ λαιμαργίας, εἶτα εἰς χυμὸν αὐτῷ πονηρὸν τῆς λιχνείας μεταβληθείσης, ἐν τῷ ἐμέτῳ λάβοι τοῦ ἀνακεκραμένου φαρμάκου τὴν αἴσθησιν τοῦ συνεκπτυομένου μετὰ τοῦ μέλιτος· καὶ διὰ τοῦτο
If, then, the wise man seeks wisdom, whereas the fool vanishes away in the death of oblivion, how, he says, do you declare that the wise man will die along with the fool? Therefore he is grieved and ashamed over the things eagerly pursued by him in this life, and says that he hates all the things earnestly pursued by him with an eye to this life, experiencing the like of one who, having shamelessly gorged himself out of gluttony on drugged honey, and his daintiness having afterwards turned into an evil humour within him, perceives in vomiting the drug mixed therein as it is spat out together with the honey; and on this account
Notes, col. 689

On the reading

Printed αὗτη, for αὕτη.

Printed εις, for εἰς.

Printed ἀκολούθως, for ἀνακολούθως.

PG 44:692Read from the page
τῇ μνήμῃ τῆς ἀηδίας μισῶν τὸ μέλι· ὅτι πλησμονὴ διὰ τοῦ φαρμάκου τὴν ἀνατροπὴν κατειργάσατο. Τούτου χάριν, οὐ μέχρι κόρου τῶν πρὸς τρυφὴν σπουδαζομένων ἑαυτὸν ἐμπλήσας ἐν τῷ τῆς ἐξαγορεύσεως ἐμέτῳ, καθάπερ τινὸς δηλητηρίου ποιότητα τὴν ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνην σικχανθείς τε καὶ βδελυξάμενος, μισεῖν βοᾷ τὴν ζωὴν ἐκείνην λέγων οὑτωσὶ κατὰ τὴν λέξιν, ὅτι « Καὶ ἐμίσησα τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. » Οὐ γὰρ ἄλλῳ τινὶ, φησὶν, ἀλλ' ἐμαυτῷ γέγονα πονηρὸς, οἷς ἐποίησα ὑπὸ τὸν ἥλιον. Ἕστηκε γάρ μοι τῶν γενομένων οὐδέν· ἀλλ' οἴησις ἦν πάντα τὰ σπουδαζόμενα, καὶ ὁρμὴ προαιρέσεως. Τὰ γὰρ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος, φησί. Καὶ ἄλλος λέγει μίσους ἀξίαν εἶναι τὴν ὧδε σπουδὴν, ὅτι μὴ ἑαυτῷ τις, ἀλλὰ τῷ μεθ' ἑαυτὸν πονεῖ, ὅπερ ἂν ἐν τῇ ζωῇ ταύτῃ κατὰ σπουδὴν ἐνεργήσας τύχοι, νεώρια, λιμένας, τὰς λαμπράς τε καὶ πολυτελεῖς τῶν ἐπάλξεών τε καὶ οἰκοδομημάτων κατασκευὰς, προπύλαιά τε καὶ πύργους, καὶ κάλλη στοῶν, ἀναστήματά τε, τάς τε κατὰ γῆν φιλεργίας, ἄλση παντοδαπὰ, καὶ λειμώνων κάλλη, καὶ ἀμπελῶνας μιμουμένους τὰ πελάγη τοῖς πλάτεσι, καὶ εἴ τι ἄλλο τοιοῦτον πονεῖ μὲν ὅσπερ ἂν τύχῃ πονήσας, μετέχει δὲ ὁ μετ' ἐκεῖνον ἐπιδημῶν τῷ βίῳ.
hates the honey through remembrance of the nausea, because surfeit wrought an overturning of the stomach by means of the drug. For this sake, having filled himself not to satiety with the things eagerly pursued for luxury, in the vomit of confession, loathing and abominating like the quality of some poison the shame over what had been done, he cries aloud that he hates that life, speaking thus word for word: "And I hated life, because evil unto me is the work wrought under the sun." For to none other, he says, save to myself have I become evil in the things I wrought under the sun. For nothing of the things that came to pass has stood firm for me; rather, all the objects of my pursuit were mere conceit and an impulse of choice. For all things are vanity and choice of spirit, he says. And another too declares that eagerness here is worthy of hatred, because a man labours not for himself, but for him who comes after him, at whatever he may happen to have wrought in earnest during this life—shipyards, harbours, splendid and costly constructions of battlements and buildings, gateways and towers, beauties of porticoes, lofty erections, works of husbandry upon the land, groves of every sort, beauties of meadows, and vineyards imitating the seas in their breadth, and whatever else of such a kind whoever happens to have laboured at toils over, while he who sojourns in life after him partakes thereof.
Ἄδηλον δὲ εἰ μὴ κακίας ὕλην τὴν περιουσίαν ποιήσηται. Οὐ γὰρ πάντων ἐστὶ τὸ γνώσεως ἕνεκεν εἰς τὴν τῶν τοιούτων πεῖραν καθεῖναι τὴν αἴσθησιν. Ὅπερ ἐγὼ, φησὶν, ὑπὸ σοφίας πεποίηκα. Κατ' ἐξουσίαν, οἷόν τινα πῶλον, τὴν τῆς φύσεως ὁρμὴν μικρὸν ἀφεὶς ἐπισκιρτῆσαι τοῖς κάτω πάθεσι, πάλιν ἀνεστόμωσα τῇ τοῦ λογισμοῦ ἡνίᾳ, καὶ τῇ τούτου ἐξουσίᾳ ὑπήγαγον. Τίς οἶδε, φησὶν, ει κἀκεῖνος ὅστις ποτὲ μεθ' ἡμᾶς ἐν τούτοις γενόμενος, ἐξουσιάσει τῆς ἀπολαύσεως, καὶ οὐκ αὐτοῖς μᾶλλον κυριευθήσεται, οἷόν τι ἀνδράποδον τῇ δυναστείᾳ τῆς ἡδονῆς ὑποκύψας; Διὰ τοῦτο, φησὶν, ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον· ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενομένῳ κατ' ἐμέ. Καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων, καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; Ταύτην γὰρ οἶμαι τοῦ ῥητοῦ τούτου εἶναι τὴν ἔννοιαν, τὸ μὴ πάθει αὐτὸν πρὸς τὸν ἀπολαυστικὸν βίον κατολισθῆσαι, ἀλλά τινι λόγῳ σοφίας ἐπὶ τοῦτο ἐλθεῖν, ἐν ἐξουσίᾳ ποιούμενον τὴν μετουσίαν, καὶ οὐκ αὐτὸν ὑπὸ τῆς δυναστείας ταύτης κατακρατούμενον. Τίς οὖν οἶδε, φησὶν, ει μὴ ἐξουσιασθήσεται ὑπὸ τούτων ὁ μετ' ἐμὲ, ἅπερ οὐ διὰ πάθους ἐγὼ, ἀλλὰ ὑπὸ σοφίας ἐμόχθησα; Δηλοῖ γὰρ διὰ τοῦ μόχθου ὀνομάσαι τὴν τρυφὴν, ὅτι βεβιασμένως οἷόν τινα δυσκαταγώνιστον ἆθλον τῆς ἡδονῆς τὴν μετουσίαν προσήκατο. Καὶ τοῦτο οὖν, φησὶν, ἐν τοῖς ματαίοις καταριθμείσθω. Καὶ ἄλλῳ δέ τινι λέγει τῶν ὧδε, τὴν ἑαυτοῦ ψυχὴν ἀποτετάχθαι, καὶ φανεροῖ τῷ λογῳ ὃ βούλεται. Διαβέβληται γὰρ πρὸς τὸν τῆς ὀρθῆς κρίσεως ἁμαρτάνοντα, ὅτι βλέπων ἐναργῆ τῶν ἐναντίων βίων τὴν διαφορὰν, ἐξ ὧν ὁ μὲν περὶ τὴν ἀρε-
Yet it is uncertain whether he will not make that abundance material for wickedness. For it does not belong to all men to let down their sense into the trial of such things for the sake of knowledge—which I, he says, have done under the guidance of wisdom. With authority, having suffered the impulse of nature, like some colt, to gambol a little among the passions below, I curbed it back again with the rein of reason and brought it under the authority thereof. Who knows, he says, whether that man also, whoever comes to be among these things after us, will hold mastery over enjoyment, and will not rather be mastered by them, bowing down like some slave to the tyranny of pleasure? Therefore, he says, I hated the whole of my toil wherein I toil under the sun, because I leave it to the man who comes into being according to me. And who knows whether he will be wise or a fool, and whether he will exercise authority in all my toil wherein I toiled and grew wise under the sun? For I think the sense of this saying to be this: that he did not slip down into the life of enjoyment through passion, but came to this by a certain principle of wisdom, making his participation with authority, and not being himself overpowered by that tyranny. Who knows, then, he says, whether he who comes after me will not be brought under the authority of these things, at which I toiled not through passion, but under the guidance of wisdom? For by naming luxury toil he makes plain that it was under constraint, like some hard-fought contest, that he admitted participation in pleasure. Let this too, therefore, he says, be numbered among vain things. And to something else also among the things here he says that his own soul has bidden farewell, and he manifests by his discourse what he means. For he is set at variance with the man who errs from right judgement, because, seeing the manifest difference between opposite lives, whereof the one toils over vir-
Notes, col. 692

On the reading

Printed ει, for εἰ.

Printed λογῳ, for λόγῳ.

PG 44:693Read from the page
τὴν πονεῖ, καὶ πρὸς οὐδὲν ἀνθρώπινον τὴν ἐπιθυμίαν κατάγει, ὁ δὲ ἕτερος, κατὰ τὸ ἔμπαλιν, πόνον μέν τινα τῶν ἐναρέτων οὐχ ὑπομένει, μόνοις δὲ τοῖς σωματικοῖς μόχθοις ἐγκατατρίβεται. Ὅταν οὖν τις πρὸς τοῦτον φέρει τοῦ καλοῦ τὴν ψῆφον, παρορῶν τὸν ἐν τῇ σοφίᾳ προέχοντα, οὐ μόνον ματαίαν, ἀλλὰ καὶ πονηρὰν τὴν ἄδικον ταύτην ἀποφαίνεται κρίσιν. Λέγει δὲ τοῖς ῥήμασιν οὕτως· « Καὶ ἐπέστρεψα, » φησὶν, « ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου πρὸς τῷ ἄλλῳ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον. » Τί οὖν ἐστιν ὃ ἀπεταξάμην; Ὅτι ἔστιν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄλλος ἄνθρωπος οὐδὲν ἐν τοῖς τοιούτοις πονήσας. Πῶς οὖν τις τὴν μερίδα τῆς προτιμήσεως τῷ τοιούτῳ προσθήσει; Καὶ ἄνθρωπος γὰρ, φησὶν, ᾧ ἐμόχθησεν ἐν αὐτῷ, τουτέστι, τῷ βίον μοχθήσαντι ἐν τῷ ἀγαθῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ, ἀντὶ τοῦ, ἐν ἀγαθοῦ μοίρᾳ τὸν τοιοῦτον βίον ὁρίσεται. Ἀλλὰ ματαιότης, φησὶ, τοῦτο καὶ πονηρία μεγάλη. Πῶς γὰρ οὐκ ἔστιν πονηρία μεγάλη, ὅταν γινώσκῃ τὴν ἐγκειμένην τῷ ἀνθρώπῳ περὶ τοὺς μόχθους σπουδὴν καὶ προαίρεσιν; Τοῦτο γάρ ἐστιν ἐν οἷς φησιν, ὅτι Γινώσκει τῷ ἀνθρώπῳ, ἐν παντὶ μόχθῳ αὐτοῦ, καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. Τί οὖν ἐστιν ὃ γινώσκει; Ὅτι πᾶσαι, φησὶν, αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Τῷ ὄντι γὰρ τοῖς εἰς τὸν πειρασμὸν τοῦτον τὴν ψυχὴν ἀσχολοῦσιν, ἐπαλγὴς μὲν ἡ ζωὴ, οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα· ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδὴ, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη, ὅσον ἀλγυνομένη τοῖς λείπουσιν, οἷς μερίζεται νυκτὶ καὶ ἡμέρᾳ ὁ πόνος, καταλλήλως δι' ἑκατέρας αὐτῶν ἐνεργούμενος, τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις· τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον. Αἱ γὰρ τοῦ κέρδους φροντίδες τὸν ὕπνον ἐκκρούουσιν. Ὁ οὖν πρὸς ταῦτα βλέπων, πῶς οὐ καταψηφίζεται τῆς σπουδῆς ταύτης τὴν ματαιότητα; Διὰ τοῦτο προστίθησι τοῖς προειρημένοις, ὅτι καί γε τοῦτο ματαιότης· πάλιν ἄλλης ἀντιθέσεως καθάπτεται· τὸ δὲ ἀντιτιθέμενον τοῦτό ἐστιν·
tue and brings his desire down to nothing merely human, whereas the other, on the contrary, endures no labour belonging to virtuous men, but wears himself away solely in bodily toils—whenever, therefore, anyone casts the vote of the good in favour of the latter while overlooking him who excels in wisdom, he pronounces this unjust judgement not only vain, but also wicked. And he speaks in these words thus: "And I turned," he says, "to bid my heart farewell regarding the other toil wherein I toiled under the sun." What, then, is it to which I bade farewell? That there is a man whose toil is in wisdom and in knowledge and in courage, and another man who has laboured at nothing among such things. How, then, will anyone assign the portion of preferential honour to such a man? For a man, too, he says, to whom he has toiled therein—that is, to him who has toiled at life in the good—will give him his portion; meaning, he will assign such a life to the lot of the good. Yet this, he says, is vanity and a great evil. For how is it not a great evil, when one knows the eagerness and deliberate choice regarding toils that lies in man? For this is what is meant where he says: One knows for a man, in all his toil and in the choice of his heart wherein he himself toils under the sun. What, then, is it that he knows? That all his days, he says, are days of griefs, and distraction of wrath is his; and even by night his heart does not sleep. For in truth, to those who busy their soul with this temptation, life is painful, scourging the heart as with goads by desires for more; and painful is the eagerness for covetousness, not so much gladdened by what it possesses as grieved by what is lacking—among whom labour is divided between night and day, wrought conformably through each of the two, as the day is spent in toils while the night banishes sleep from the eyes; for anxieties over gain drive away sleep. How, then, does he who looks upon these things not condemn the vanity of this pursuit? Therefore he adds to what was said before that this also is vanity; again he touches upon another objection, and what is objected is this:
Εἰ τὸ ἔξω ἡμῶν ἐν τοῖς ματαίοις ἀριθμεῖς, ὦ διδάσκαλε· ὅπερ ἂν εἰς ἑαυτοὺς ἀναλάβωμεν, οὐκ ἂν εικότως καταγνωσθῇ ὡς μάταιον. Ἀλλὰ μὴν ἡ βρῶσίς τε καὶ ἡ πόσις ἐν ἡμῖν αὐτοῖς γίνεται. Οὐ τῶν ἀποβλήτων ἄρα τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ θείαν τις εὐεργεσίαν τὴν τοιαύτην χάριν ὁρισαιτο. Αὗτη τῆς ἀντιθέσεως ἡ διάνοια· τὰ δὲ ῥήματα τοῦτον ἔχει τὸν τρόπον· « Οὐκ ἔστιν ἀγαθὸν, » φησὶν, « ἐν ἀνθρώπῳ, ἢ ὃ φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ, ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν, ὅτι τις πίεται πάρεξ αὐτοῦ. » Ταῦτα ὁ τῆς λαιμαργίας συνήγορος ἀνθυποφέρει τῷ διδασκάλῳ· ὅτι δὲ πρὸς ταῦτα ὁ τῆς σοφίας ὑφηγητὴς τῷ ἀνθρώπῳ φησὶ τῷ ἀγαθῷ· ἡ δὲ τοῦ ἀγαθοῦ προσθήκη πάντως καὶ τὴν διαστολὴν ἐν-
If what is outside us you number among vain things, O teacher, whatever we take up into ourselves could not reasonably be condemned as vain. Yet surely eating and drinking take place within our very selves. Such a thing, therefore, does not belong to things to be cast away; rather, one might define such a gift as a divine benefaction. This is the meaning of the objection; and the words run in this manner: "There is no good," he says, "in a man, save what he will eat and drink, and what will show his soul good in his toil. Even this I saw, that it is from the hand of God, that anyone will drink apart from Him." These pleas the advocate of gluttony brings forward in reply to the teacher; whereas to these things the guide of wisdom says, "to the good man"—and the addition of "the good" assuredly also
Notes, col. 693

On the reading

Printed εικότως, for εἰκότως.

Printed ὁρισαιτο, for ὁρίσαιτο.

Printed Αὗτη, for Αὕτη.

PG 44:696Read from the page
εδείξατο, ὥστε δῆλον εἶναι τὸ τῇ ἀγαθότητι ἐκ τοῦ ἐναντίου νοούμενον. Τῷ οὖν ἀνθρώπῳ, οὐ τῷ βοσκήματι, οὐδὲ τῷ τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφότι, τῷ λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένῳ · ἀλλὰ τῷ ἀγαθῷ τῷ κατ' εἰκόνα μόνου τοῦ ἀγαθοῦ ζῶντι· οὐ ταύτην ἐνομοθέτησεν ὁ Θεὸς τὴν τρυφήν, περὶ ἣν ἡ κτηνώδης κέχηνε φύσις· ἀλλ' ἔδωκεν αὐτῷ, φησὶν, ἀντὶ τροφῆς σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην. Πῶς γάρ τίς τε ἀγαθότητος διὰ τῶν τῆς γαστρὸς ἐδωδίμων αὐξήσειεν ; « Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος. » Οὗτος τοῦ ἀληθινοῦ Λόγου ὁ λόγος. Οὐ τρέφεται ἄρτῳ ἡ ἀρετὴ, οὐ διὰ κρεῶν ἡ τῆς ψυχῆς δύναμις εὐεκτεῖ καὶ πιαίνεται. Ἄλλοις ἐδέσμασιν ὁ ὑψηλὸς βίος τρέφεται καὶ ἀδρύνεται. Τροφὴ τοῦ ἀγαθοῦ ἡ σωφροσύνη, ἄρτος ἡ σοφία, ὄψον ἡ δικαιοσύνη, ποτὸν ἡ ἀπάθεια, ἡδονὴ οὐχ ἡ τοῦ σώματος, ὁποία δὴ ἡ περὶ τὸ καταθύμιον σχέσις · ἀλλ' ἧς ὄνομά τε καὶ ἔργον ἡ εὐφροσύνη ἐστίν· διὰ τοῦτο γὰρ καὶ ὠνόμασε τῇ προσηγορίᾳ ταύτῃ τὴν ἐν τῇ ψυχῇ πρὸς τὸ καλὸν γινομένην διάθεσιν, ὅτι ἐκ τοῦ εὐφρονεῖν, ἡ τοιαύτη παραγίνεται κατάστασις. Χρὴ τοίνυν καὶ ἐνταῦθα μαθεῖν, ἅπερ καὶ παρὰ τοῦ Ἀποστόλου ἠκούσαμεν, ὅτι οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἀπάθεια, καὶ μακαριότης. Ἃ δὲ τῆς σωματικῆς ἀπαλαύσεως ἕνεκεν παρὰ τῶν ἀνθρώπων σπουδάζεται, ἁμαρτωλῶν ἐστι σπουδὴ καὶ περισπασμὸς ψυχῆς, ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω κατασπωμένης, ἧς πᾶν τὸ διάστημα τῆς ἐν τῷ βίῳ τούτῳ διαγωγῆς εἰς τὴν περὶ τοῦ προσθεῖναι καὶ συναγαγεῖν σπουδὴν ἀναλίσκεται. Ὁ οὖν τοῦτο ἀγαθὸν ἐν τῷ προσώπῳ τοῦ Θεοῦ κρίνων, ἀγνοεῖ ἐν τῷ ματαίῳ τὸ ἀγαθὸν ὁριζόμενος. Ταῦτα εἶπον ἐγὼ, τῇ ἐμαυτοῦ φωνῇ.
showed forth the distinction, so that what is conceived in opposition to goodness is plain. For the human being, therefore—not for the beast, nor for him who bends down over his own belly, possessing a gullet in place of reason, but for the good man who lives according to the image of the sole Good One—God did not ordain this luxury after which brutish nature gapes; rather, He gave him, he says, wisdom and knowledge and gladness in place of nourishment. For how could anyone increase in goodness through things edible for the belly? "Man shall not live by bread alone." This is the word of the true Word. Virtue is not nourished by bread, nor does the power of the soul thrive and grow fat through meats. By other viands is the lofty life nourished and matured. The nourishment of the good man is temperance, his bread wisdom, his relish righteousness, his drink impassibility, his pleasure not that of the body—such as is one's attachment to what gratifies desire—but that whose very name and work is gladness; for on this account too he called by this title the disposition arising in the soul towards the noble, because such a state comes about from being rightly minded. Here too, accordingly, we must learn the very things we also heard from the Apostle, that the kingdom of God is not eating and drinking, but righteousness and impassibility and blessedness. Yet the things eagerly pursued by men for the sake of bodily enjoyment are the pursuit of sinners and a distraction of a soul dragged down from things above towards things below, whose entire span of conduct in this life is spent upon eagerness to add and to gather together. Whoever, then, judges this to be good in the sight of God fails to see that he is defining the good in what is vain. These things I have spoken in my own voice.
Ἐπισφραγίσει δὲ τὴν διάνοιαν ταύτην ἡ τῶν θείων ῥημάτων παράθεσις. Φησὶ γὰρ, « Τῷ ἁμαρτωλῷ ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ. Ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. »
The citation of the divine words will set its seal upon this thought. For he says, "To the sinner He has given the distraction of adding and gathering together, so as to give to the good man before the face of God; for this also is vanity and waywardness of spirit."
Ὅσα τοίνυν ἐκ τῆς παραλλήλου ταύτης συνεξετάσεως
Whatever things, therefore, from this parallel joint examination
ΟΜΙΛΙΑ Ϛʹ.
Homily VI.
Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν · αὕτη τῶν προκειμένων ἡμῖν λογίων εἰς θεωρίαν ἀρχή. Ἔστι δὲ καὶ ὁ πόνος τῆς ἐξετάσεως οὐ μικρὸς, καὶ τὸ ἐκ τοῦ πόνου κέρδος, τοῦ πόνου ἄξιον. Τάχα γὰρ ὁ σκοπὸς τῶν ἐν τοῖς πρώτοις τοῦ βιβλίου θεωρηθέντων ἡμῖν, ἐν τούτῳ μάλιστα φανεροῦται τῷ μέρει, ὡς προϊὼν ἐπιδείξει διὰ τῆς ἀκολουθίας ὁ λόγος. Κατεγνώσθη τὰ πάντα ἐν τοῖς προλαβοῦσι λόγοις ὡς μάταια , ὅσα κατὰ τὸν ἄνθρωπον ἐπ' οὐδενὶ ψυχικῷ κέρδει σπουδάζεται. Ὑπεδείχθη γὰρ τὸ ἀγαθὸν, πρὸς ὃ χρὴ διὰ τῶν τῇ κεφαλῇ ἐγκειμένων νοημάτων βλέπειν · τοῖς δὲ τὴν σωματικὴν προϊσχομένοις ἀπόλαυσιν ἀντετέθη ἡ κατὰ τὴν σοφίαν τρυφή. Λείπει τὸ γνῶναι πῶς ἄν τις κατ' ἀρετὴν βιώσει, καθάπερ τινὰ τέχνην καὶ ἔφοδον
For all things there is time, and a season for every matter under heaven: this is the starting-point of the oracles set before us for contemplation. Moreover, the labour of the inquiry is not slight, and the profit arising from the labour is worthy of the labour. For perhaps the aim of what we contemplated in the opening parts of the book becomes clearest above all in this section, as the discourse will demonstrate in sequence as it proceeds. Everything was condemned as vain in the preceding discourses that is eagerly pursued in human affairs for no profit of the soul. For the good was indicated towards which one ought to look through the faculties of thought implanted in the head; and over against those who put forward bodily enjoyment was set the luxury that accords with wisdom. What remains is to know how one may live according to virtue, having received, as it were, a kind of art and method
Notes, col. 696

On the reading

Printed ἀπαλαύσεως, for ἀπολαύσεως.

PG 44:697Read from the page
πρὸς τὴν τοῦ βίου κατόρθωσιν διὰ τοῦ λόγου λαβών. Ταῦτα οὖν ἐστιν ἃ ἐπαγγέλλεται ἡμῖν ἐν προοιμίοις ἡ προκειμένη τῶν λόγων ἐξέτασις, ἐν οἷς ἀποφαίνεται ὅτι τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. Εἰ γάρ τις τῷ βάθει τῆς διανοίας ἐγκύψειε, πολλὴν ἂν εὕροιτο φιλοσοφίαν ἐμπεριειλημμένην τοῖς ῥήμασι, θεωρητικήν τε καὶ συμβουλευτικὴν τῶν συμφερόντων. Καὶ ὡς ἂν γένοιτό τις ἡμῖν δι' ὀλίγων ἔφοδος πρὸς τὴν τοῦ ῥητοῦ θεωρίαν, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· Τῶν ὄντων, τὸ μέν ἐστιν ὑλικόν τε καὶ αἰσθητόν · τὸ δὲ νοητόν τε καὶ ἄϋλον. Τούτων τὸ μὲν ἀσώματον ὑπέρκειται τῆς αἰσθητῆς καταλήψεως, ᾗ τότε γνωσόμεθα, ὅταν τὰς αἰσθήσεις ἀποδυσώμεθα. Τῆς δὲ ὑλικῆς φύσεως ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχουσα, διαβῆναι τὸ οὐρανικὸν σῶμα, καὶ εἰς τὰ ἐπέκεινα τῶν φαινομένων διαδῦναι φύσιν οὐκ ἔχει. Οὗ χάριν τὰ περὶ τῶν γηΐνων καὶ ἐπουρανίων ὁ λόγος ἡμῖν διαλέγεται, ὅπως ἂν ἀπταίστως ἐν τούτῳ διαβιῶμεν. Ὑλικὸς οὗτος ὁ βίος, διὰ σαρκὸς ἡ ζωή. Ἐπισκοτεῖται δέ πως ὑπὸ τῶν κατ' αἴσθησιν ἐμφαινομένων ἡ τοῦ καλοῦ θεωρία. Ἐπιστήμης οὖν τινος πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐπιδεόμεθα, ἵνα καθάπερ ἐπὶ τῶν κατασκευασμάτων κανών τις ἢ ἐπιστάθμη διευθύνῃ πᾶν τὸ γινόμενον. Τοῦτο οὖν ἡμῖν ὑπὸ τοῦ λόγου προδείκνυται, δι' οὗ πρὸς τὸ δέον ἡ ζωὴ κατευθύνεται.
through reason towards the right ordering of life. Such, then, are the things promised to us in the preface by the inquiry into the words now set before us, wherein it is declared that for all things there is time, and a season for every matter under heaven. For if one should peer into the depth of the meaning, he would find abundant philosophy encompassed within the words, both contemplative and advisory as to what is beneficial. And so that we may gain in few words a way of approach to the contemplation of the text, we shall take up the argument thus: Of existing things, the one kind is material and sensible, while the other is intelligible and immaterial. Of these, that which is incorporeal transcends sensible apprehension, whereby we shall come to know it then, when we strip off the senses. Sense perception, however, holding apprehension only of material nature, does not possess a nature capable of crossing beyond the heavenly body and penetrating into the regions beyond phenomena. For this reason the discourse speaks to us concerning earthly and heavenly things, so that we may pass through this life without stumbling. Material is this life, and through flesh is our living; and the contemplation of the noble is somehow overshadowed by the things that appear according to sense. We stand in need, therefore, of a certain science for judging what is noble, so that, just as in building works, a rule or plumb-line may keep straight everything that comes to pass. This, accordingly, is set forth beforehand for us by the discourse, whereby life is guided straight towards what is needful.
Δύο γὰρ εἶναί φησι τοῦ καλοῦ κριτήρια παρὰ τὸν βίον, ἐφ' ἑκάστῳ τῶν ἐντῇ ζωῇ ταύτῃ σπουδαζομένων, τὸ σύμμετρον καὶ τὸ εὔκαιρον. Καὶ τοῦτο δογματίζει νῦν λέγων · Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι. Νοητέον δὲ ἀντὶ τοῦ χρόνου τὸ μέτρον, διότι παντὶ τῶν γινομένων συμπαρατείνεται χρόνος. Ταῦτα τοίνυν τοῦ καλοῦ τὰ κριτήρια, εἰ μὴ καθόλου πρὸς πᾶσαν ἀρετῆς κατόρθωσιν ἐπιτηδείως ἔχει, οὔπω διισχυρίζομαι, ἕως ἂν ὁ λόγος προϊὼν ἐπιδείξῃ. Ὅτι μέντοι τὸ πλεῖον τῆς τεταγμένης ζωῆς τῇ ταιαύτῃ κατορθοῦται παρατηρήσει, παντὸς ἂν εἴη κατανοῆσαι. Τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ ἡ ἀρετὴ μέτρον ἐστὶ τῇ μεσότητι τῶν παραθεωρουμένων μετρούμενον ; Οὐ γὰρ ἂν γένοιτο ἀρετὴ ἡ ἐλλιπὴς τοῦ καθήκοντος μέτρου, ἢ ὑπερπίπτουσα, οἷον ἐπὶ τῆς ἀνδρείας, ἧς τὸ μὲν ἐλλεῖπον, δειλία, τὸ δὲ ὑπερβάλλον, θράσος γίνεται. Οὗ χάριν καί τινες τῆς ἔξω σοφίας, κλέπται τάχα τῶν ἡμετέρων γενόμενοι, διελόμενοι τὴν σημαινομένην ἐν τῷ ῥητῷ τούτῳ διάνοιαν, ὁ μὲν τὸ μηδὲν ἐλλείπειν, ἐν ἀποφθέγματι συνεβούλευσεν, ὁ δὲ τὸ λίαν ἐκώλυσεν· ὁ μὲν γὰρ τὸ μέτρον ἄριστον ἀπεφήνατο, ὁ δὲ τὸ μηδὲν ἄγαν ἐνομοθέτησεν. Δείκνυται δὲ δι' ἑκατέρων, ὅτι καὶ τὸ μὴ ἐφικέσθαι τοῦ ἐπιζητουμένου κατ' ἀρετὴν μέτρου, τῶν κατεγνωσμένων ἐστὶ, καὶ τὸ ὑπερβάλλειν τὴν συμμετρίαν ἀπόβλητον. Ἀλλὰ καὶ περὶ τοῦ κατὰ τὴν εὐκαιρίαν μέρους ὁ αὐτὸς ἂν ἡμῖν ἀποδοθήσεται λόγος · ὅτι οὔτε τὸ προλαμβάνον τὴν εὐκαιρίαν, οὔτε τὸ ἐφυστερίζον ἐν ἀγαθοῦ κρίνεται μοίρᾳ. Τί ὤνησε τὸν γεωπόνον ἐμπιστεύσαντα τὴν τῶν ἀσταχύων τομὴν, πρὶν ἀδρυνθῆναι
For he says there are two criteria of what is noble throughout life in each of the pursuits undertaken in this life: due proportion and seasonableness. And this he now lays down as a teaching when he says: For all things there is time, and a season for every matter. By time, however, we must understand measure, inasmuch as time is coextensive with everything that comes into being. Whether, then, these criteria of the noble are universally suited to every right accomplishment of virtue, I do not yet positively affirm until the discourse, as it proceeds, demonstrates it. Yet that the greater part of an ordered life is rightly accomplished by such observance, anyone might perceive. For who does not know that virtue too is a measure gauged by the mean between the extremes set beside it? For virtue could not arise where it falls short of the fitting measure or overshoots it, as in the case of courage, where the deficiency becomes cowardice and the excess becomes rashness. Wherefore even certain men of the wisdom outside—having perhaps become thieves of our own teachings—dividing up the thought signified in this text, the one counselled in an apophthegm to fall short in nothing, while the other forbade what is excessive; for the one pronounced measure to be best, while the other laid down the rule of nothing in excess. Through both it is shown that failing to attain the measure sought in accordance with virtue belongs to things condemned, and exceeding due proportion is to be rejected. Moreover, concerning the part that pertains to seasonableness the very same account will be rendered by us: that neither what anticipates the right season nor what lags behind it is judged to belong to the portion of the good. What did it profit the husbandman who entrusted the cutting of the ears of corn before
Notes, col. 697

On the reading

Printed ἐντῇ, for ἐν τῇ.

Printed ταιαύτῃ, for τοιαύτῃ.