Migne Reading Room

PG 44 · cols. 652–661 · Read from the page

On Ecclesiastes

On Ecclesiastes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:652Read from the page
γράψειεν, αισχύνη μὲν ἐπιτεταμένη αἰδώς· αἰδὼς δὲ τὸ ἔμπαλιν ὑφειμένη αἰσχύνη. Δείκνυται δὲ καὶ τῷ κατὰ πρόσωπον χρώματι ἡ τῶν παθῶν διαφορά τε καὶ κοινωνία. Ἡ μὲν γὰρ αἰδὼς ἐρυθήματι μόνῳ ἐπισημαίνεται, συμπαθόντος πως τῇ ψυχῇ τοῦ σώματος κατά τινα φυσικὴν διάθεσιν, καὶ τοῦ περικαρδίου θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τῆς ὄψεως ἀναζέσαντος· ὁ δὲ αἰσχυνθεὶς ἐπὶ τῇ φανερώσει τοῦ πλημμελήματος πελιδνὸς γίνεται καὶ ὑπέρυθρος, τοῦ φόβου τὴν χολὴν τῷ ἐρυθήματι μίξαντος. Τὸ οὖν τοιοῦτον πάθος, ἱκανὸν ἂν γένοιτο τοῖς προειλημμένοις τινὶ τῶν ἀτόπων εἰς τὸ μηκέτι ἐν τούτοις γενέσθαι, ὧν ἂν τὸν ἔλεγχον ἐν αἰσχύνῃ ποιήσωνται. Εἰ δὴ ταῦτα οὕτως ἔχοι, καὶ δέοντος ὁ λόγος τοῦ πάθους κατεστοχάσατο, ὡς ἐπὶ φυλακῇ τῶν πλημμελημάτων τῆς τοιαύτης διαθέσεως ἐγγινομένης τῇ φύσει, καλόν ἐστιν ἴδιον μάθημα τῆς Ἐκκλησίας ἡγήσασθαι τὸ διὰ τῆς ἐξαγορεύσεως τῶν πεπλημμελημένων κατόρθωμα· ἔστι γὰρ διὰ τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν τῷ τῆς αἰσχύνης ὅπλῳ κατασφαλίσασθαι. Ὥσπερ γὰρ εἴ τις ἐκ λαιμαργίας ἀμέτρου δυσπέπτους τινὰς χυμοὺς ἐν αὐτῷ συναγάγῃ, εἶτα ἐν φλεγμονῇ γενομένου τοῦ σώματος τομῇ καὶ καυστῆρι θεραπευθεὶς τὴν νόσον, καθάπερ τινὰ παιδαγωγὸν πρὸς τὴν ἀταξίαν ἔχοι τοῦ ἐφεξῆς βίου, τὴν οὐλὴν τοῦ καυστῆρος ἐπὶ τοῦ σώματος βλέπων· οὕτως ὁ στηλιτεύσας ἑαυτὸν διὰ τῆς τῶν κρυφίων ἐξαγορεύσεως, τὴν μνήμην τοῦ κατ' αἰσχύνην πάθους πρὸς τὸν ἑξῆς παιδαγωγὸν τίθεται βίον.
delineate their difference, disgrace is intensified modesty, whereas conversely modesty is relaxed disgrace. Both the difference and the kinship of the affections are shown also by the colour upon the face. For modesty is indicated by a blush alone, the body somehow sympathizing with the soul according to a certain natural disposition, and the warmth round the heart boiling up towards the surface of the countenance; whereas he who is put to disgrace upon the disclosure of his transgression turns livid and reddish beneath, as fear mingles bile with the blush. Such an affection, then, would suffice for those previously caught in something unseemly, so that they no longer come into those things whereof they have undergone reproof in disgrace. Now if these things stand thus, and our account has rightly conjectured concerning the affection — namely, that such a disposition arises in nature as a safeguard against transgressions — it is good to regard the right achievement accomplished through the open declaration of sins committed as the Church's own lesson; for through this it is possible to secure one's own soul with the weapon of disgrace. For just as if someone out of immoderate gluttony gathers within himself certain humours hard to digest, and then, when his body falls into inflammation, having been healed of the disease by incision and cautery, holds the scar of the cautery as he looks upon it on his body like a tutor against disorder in his subsequent life; so too he who has pilloried himself through the open declaration of hidden deeds sets the memory of his affection of disgrace as a tutor for his life thereafter.
Ταῦτα τοίνυν ἐστὶν, ἃ διὰ τῆς νῦν ἀναγνώσεως τῶν ἐν τῷ Ἐκκλησιαστῇ γεγραμμένων ἡ Ἐκκλησία παιδεύεται. Λέγει γὰρ ἐλευθέρᾳ φωνῇ δημοσιεύων ἐκεῖνο, καὶ ἐπὶ πάντων ἀνθρώπων καθάπερ τινὰ στήλην ἔγγραφον ἀνατιθεὶς τὴν τῶν γεγενημένων παρ' αὐτοῦ ἐξαγόρευσιν, ἃ τοιαῦτά ἐστιν, ὡς τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν σιωπὴν εἶναι τοῦ λόγου ἐνδοξοτέραν. Λέγει δὲ, εἰ μὲν ἀληθῶς πεποιηκὼς ᾖ, ταῦτα διὰ τὴν ἡμετέραν ὠφέλειαν πλασσόμενος, ἐφ' ᾧ τε δι' ἀκολούθου τὸν λόγον πρὸς τὸν σκοπὸν διαπεράναι, οὐκ ἔχω τοῦτο μετ' ἀκριβείας εἰπεῖν· λέγει δ' οὖν ὅμως ταῦτα οἷ⟨…⟩ οὐκ ἂν ὁ πρὸς ἀρετὴν βλέπων ἑκουσίως συνενεχθείη. Ἀλλ' εἴτε οἰκονομίας χάριν τὰ μὴ γενόμενα, ὡς γεγονότα διέξεισι, καὶ κατηγορεῖ ὡς ἐν πείρᾳ γενόμενος, ἵνα ἡμεῖς πρὸ τῆς πείρας τὴν τῶν κατηγορημένων ἐπιθυμίαν ἐκκλίνωμεν, εἴτε καὶ καθῆκεν ἑαυτὸν ἑκουσίως πρὸς τὴν τῶν τοιούτων ἀπόλαυσιν, ὥστε καὶ τὰ αἰσθητήρια ἑαυτοῦ διὰ τῶν ἐναντίων γυμνάσαι, προκείσθω κατ' ἐξουσίαν τῷ βουλομένῳ, ἐφ' ὅπερ ἂν ἐθέλῃ τὸν στοχασμὸν ἄγειν. Εἰ δέ τις λέγοι τῷ ὄντι γεγενῆσθαι ἐν τῇ τῶν ἡδέων πείρᾳ, οὕτως ὑπολαμβάνομεν. Καθάπερ γὰρ οἱ ἐπὶ τὸν βυθὸν τῆς θαλάττης δυόμενοι, καὶ διερευνῶντες ἐν τῷ πυθμένι τοῦ ὕδατος, εἴ πού τινα μαργαρίτην εὕροιεν, ἤ τι ἄλλο τοιοῦτον τῶν ἐν βυθῷ τικτομένων, οἷς ἡδονὴν μὲν οὐδεμίαν ἡ ὑπὸ τὸ ὕδωρ ταλαιπωρία φέρει, ἡ δὲ τοῦ κέρδους ἐλπὶς βυθίους ἐποίησεν· οὕτως εἰ γέγονεν ὁ
These, then, are the things whereby the Church is instructed through the present reading of what is written in Ecclesiastes. For he speaks, publishing that matter with a free voice, and setting up before all men like some inscribed pillar the open declaration of the things done by him — things of such a sort that ignorance of them and silence are more glorious than speech. Yet whether he speaks having truly done them, or fashioning these things for our benefit so as to carry his discourse consecutively through to its aim, I cannot say with precision; nevertheless, he utters such things as one who looks towards virtue would not willingly be swept along with. Nay, whether for the sake of dispensation he recounts things that did not happen as though they had happened, and inveighs against them as one who had experienced them, in order that prior to experience we might shun desire for the things inveighed against, or whether he even willingly let himself down into the enjoyment of such things so as to exercise his own organs of sense through opposites as well, let it lie open at the discretion of whoever wishes to direct his conjecture whichever way he will. Yet if someone should say that in reality he came into the experience of pleasures, we suppose as follows. Just as those who dive down into the deep of the sea and search upon the bottom of the water, in case they might somewhere find some pearl or some other such thing bred in the deep — to whom the hardship beneath the water brings no pleasure at all, whereas the hope of gain made them divers of the deep — so too, if
Notes, col. 652

On the reading

Printed αισχύνη, for αἰσχύνη.

PG 44:653Read from the page
Σολομὼν ἐν τούτοις, πάντως ὥσπερ τις τῶν κατὰ θάλατταν πορφυρευόντων, ἑαυτὸν ἔδωκε τῇ τρυφῇ ὑποβρύχιον· οὐκ ἐφ' ᾧτε καταπλησθῆναι τῆς θαλαττίας ἅλμης, ἅλμην δὲ λέγω τὴν ἡδονήν· ἀλλὰ τοῦ ζητῆσαι τί τῇ διανοίᾳ χρήσιμον ἐν τῷ τοιούτῳ βυθῷ. Χρήσιμον δ' ἂν εἴη διὰ τῶν τοιούτων εὑρισκόμενον, κατά γε τὸν ἐμὸν στοχασμὸν, ἢ τὸ ἀμβλῦναι τὰς τοῦ σώματος ὁρμὰς, διὰ τοῦ προθεῖναι κατ' ἐξουσίαν ὃ βούλεται. Πρὸς γὰρ τὸ κωλυόμενον φιλονεικοτέρας ἀεὶ τὰς κινήσεις ἡ φύσις ἔχει. Ἤτοι τοῦ ἀξιοπίστου χάριν, ἐν τούτοις γίνεται ὁ διδάσκαλος, ὡς μηκέτι τοῖς ἀνθρώποις ἀσπαστὸν νομισθῆναι τὸ καταπεφρονημένον πρᾶγμα ὑπὸ τοῦ διὰ τῆς πείρας διδαχθέντος τὸ μάταιον. Καὶ γὰρ καὶ τοὺς ἰατρούς φασιν ἐν ἐκείνῳ κατορθοῦν τὴν τέχνην, οὗ ἂν διὰ τῶν ἰδίων σωμάτων τὸ εἶδος τῆς ἀῤῥωστίας γνωρίσωσι, καὶ ἀσφαλέστεροι τῶν τοιούτων γίνονται σύμβουλοί τε καὶ θεραπευταὶ, ὧν διὰ τοῦ προθεραπευθῆναι τὴν γνῶσιν εἶχον· ὅσῳ τῷ ἰδίῳ πάθει προεδιδάχθησαν.
Solomon [came to be] among these things, then, altogether like one of those who fish for purple-shell in the sea, he gave himself over submerged into luxury — not in order to be filled to repletion with the sea-brine (and by brine I mean pleasure), but to seek what might be useful to the mind in such a deep. And what is found useful through such things, by my conjecture at least, would be either to blunt the impulses of the body by setting before it at its discretion what it wishes — for nature ever holds its movements more contentious towards what is forbidden — or else for the sake of credibility the teacher engages among these things, so that a matter despised by one taught its vanity through experience might no longer be deemed welcome by men. For indeed they say that physicians too succeed best in their art in that wherein they have come to know the form of the infirmity through their own bodies, and become surer counsellors and healers of those ailments whereof they possessed knowledge through having previously been healed, inasmuch as they were foretaught by their own suffering.
Ἴδωμεν τοίνυν τί λέγει πεπονθέναι τῷ καθ' ἑαυτὸν βίῳ, ὁ τὸν ἡμέτερον ἰατρεύων βίον. « Ἐμεγάλυνα, » φησὶ, « ποίημά μου, ᾠκοδόμησα οἴκους. » Εὐθὺς ἐκ κατηγορίας ὁ λόγος ἄρχεται. Οὐ γὰρ τὸ τοῦ Θεοῦ ποίημά φησιν, ὅπερ εἰμὶ ἐγὼ, ἀλλὰ τὸ ἐμὸν ἐμεγάλυνα. Ἐμὸν ποίημα οὐδέν ἐστιν ἄλλο, ἢ ὅπερ τῇ αἰσθήσει τὴν ἡδονὴν φέρει. Ἔστι δὲ τοῦτο τὸ ποίημα, τῷ μὲν γενικῷ λόγῳ ἓν, τῇ δὲ κατὰ λεπτὸν διαιρέσει, εἰς πολλὰ ταῖς τῆς τρυφῆς χρείαις καταναγκάζεται μερίζεσθαι. Τὸν γὰρ ἅπαξ ἐντὸς τῆς ὕλης τοῦ βυθοῦ γενόμενον, ἀνάγκη πᾶσα πανταχόσε τὸν ὀφθαλμὸν περιάγειν, ὅθεν ἂν ᾖ δυνατὸν ἡδονὴν ἐκφυῆναι. Καθάπερ γὰρ ἐκ μιᾶς πηγῆς πολλαχῆ διὰ σωλήνων ὀχετηγεῖται τὸ ὕδωρ, καὶ οὐδὲν ἧττον ἢ τὸ ὕδωρ ἐστὶ, τὸ ἐκ τῆς πηγῆς μεριζόμενον, κἂν ἐν μυρίοις κρουνοῖς τύχοι ῥέον· οὕτω μία τῇ φύσει οὖσα ἡ ἡδονὴ, ἄλλως καὶ ἄλλως ἐν ταῖς τῶν ἐπιτηδευμάτων διαφοραῖς ὑπονοοῦσα ῥέει πανταχοῦ, ταῖς τοῦ βίου χρείαις ἑαυτὴν συνεισάγουσα. Οἷον ὁ βίος ἀναγκαίαν ἐποίησε τῇ φύσει τὴν οἴκησιν· ἀσθενέστερον γὰρ πέφυκε τὸ ἀνθρώπινον, ἢ ὥστε τὰς ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίας φέρειν. Μέχρι τούτου ὁ οἶκος ἔχει πρὸς τὴν ζωὴν τὸ ὠφέλιμον, ἀλλὰ τὸ παρελθεῖν τοὺς ὅρους τῆς χρείας ἡ ἡδονὴ τὸν ἄνθρωπον ἐβιάσατο. Ὡς γὰρ οὐχὶ σώματι τὸ χρειῶδες πορίζων, ἀλλὰ τοῖς ὀφθαλμοῖς ἐπιτηδεύων τέρψεις καὶ ἐντρυφήματα, λυπεῖται σχεδὸν, ὅτι μὴ τὸν οὐρανὸν αὐτὸν ἐποίησεν ὑπωρόφιον, μηδὲ τὰς τοῦ ἡλίου ἀκτῖνας ἔχει τῷ ὀρόφῳ καὶ αὐτὰς ἐντεκτήνασθαι. Διὸ πλατύνει μὲν ἁπανταχόθεν τὰς τῶν κατασκευασμάτων περιγραφὰς, τὴν τῆς συνοικείας περιβολὴν ὡς οἰκουμένην τινὰ ἄλλην ἑαυτῷ κτίζων. Ἀνατείνει δὲ εἰς ὅτι μήκιστον ὕψος τοὺς τοίχους· ποικίλλει δὲ ταῖς ἔνδον τῶν οἰκημάτων διασκευαῖς. Ἐκ Λακώνων δὲ καὶ Θεσσαλῆς καὶ ἐκ Καρύστου λίθος ἀναπτύσσεται, καὶ διὰ σιδήρου εἰς πλάκα τά τε Νειλῷα μέταλλα καὶ τὰ τῆς Νουμιδίας ἀναζητεῖται, καί που καὶ ἡ Φρυγία πέτρα ταῖς σπουδαῖς ταύταις συμπαρελήφθη, ἣ τῇ λευκότητι τοῦ μαρμάρου τὴν πορφυρᾶν βαφὴν πρὸς τὸ συμβὰν κατασπείρουσα, τρυφὴ γίνεται τοῖς λιχνοτέροις ὄμμασι, πολυειδῆ τινα
Let us see, then, what he who heals our life says that he underwent in his own life. "I magnified," says he, "my work; I built houses" (Eccles. 2:4). Straightway the discourse begins from accusation. For he does not say "the work of God" — which I myself am — "but my own work I magnified." My own work is nothing other than that which brings pleasure to sense-perception. And this work, though one in generic principle, by minute division is compelled to be parcelled out into many forms for the needs of luxury. For whoever has once come inside the matter of the deep is under every necessity of turning his eye in every direction whence it might be possible for pleasure to spring up. For just as from a single spring water is conducted in many directions through pipes, and that which is parted from the spring is none the less water, even if it should happen to flow in ten thousand spouts; so too pleasure, being one by nature, steals in under one guise and another among the varieties of pursuits and flows everywhere, introducing itself alongside the needs of life. Thus, for instance, life has made dwelling necessary for nature; for human nature is too weak to endure the irregularities of heat and cold. Up to this point a house holds what is beneficial for life, whereas pleasure forced man to overstep the bounds of need. For as though providing not what is needful for the body, but contriving delights and luxuries for the eyes, he is well-nigh grieved that he has not made heaven itself his ceiling, and is unable to build the very rays of the sun into his roof as well. Wherefore he widens on every side the outlines of his structures, founding the circuit of his group of dwellings like some other inhabited world for himself. He rears up the walls to the greatest height possible, and variegates them with the interior fittings of the chambers. Stone from the Laconians and from Thessaly and from Carystus is laid open, and by iron both the quarries of the Nile and those of Numidia are searched out for slabs, and somewhere the Phrygian rock too has been taken in along with these pursuits, which, scattering at random its purple dye over the whiteness of the marble, becomes a luxury for greedier eyes, painting a manifold
Notes, col. 653

On the reading

Printed 655, for 653.

Printed πολλαχῆ, for πολλαχῇ.

PG 44:656Read from the page
καὶ πολυσχημάτιστον τὴν διάχυσιν τοῦ χρώματος ἐν τῷ λευκῷ ζωγραφήσασα. Ὁπόσαι περὶ τούτων σπουδαί; πόσα τὰ σχήματα; πόσα τὰ μηχανήματα; τῶν μὲν ὕδατι καὶ σιδήρῳ διαπριόντων τὰς ὕλας, ἄλλων δὲ διὰ χειρῶν ἀνθρωπίνων, νύκτα καὶ ἡμέραν πονούντων τῶν κατεργαζομένων τὴν ἔκπρησιν; Καὶ οὐδὲ ταῦτα ἤρκεσε τοῖς πονοῦσι περὶ τὸν μάταιον κόσμον· ἀλλὰ καὶ τὸ καθαρὸν τῆς ὑέλου διὰ φαρμάκων εἰς βαφὰς ποικίλας καταμολύνεται, ὡς ἂν καὶ παρὰ ταύτης τι συναχθείη τῇ τῶν νοημάτων χλιδῇ. Πῶς δ' ἄν τις εἴποι τὰς τῶν ὀρόφων περιεργίας, ἐφ' ὧν τὰ ξύλα ἐκ κέδρου γινόμενα πάλιν ἐπαναστρέφοντα διὰ τῶν σοφισμάτων τῆς τέχνης δένδρα νομιζόμενα, κλάδους καὶ φύλλα καὶ καρποὺς ἐν ταῖς γλυφίσιν ἐκφύοντα. Σιωπῶ τὸν χρυσὸν τὸν εἰς λεπτοὺς καὶ ἀερώδεις ὑμένας διατεινόμενον, καὶ πανταχοῦ τούτοις ἐπιχρωννύμενον ὡς ἂν τὴν λιχνείαν τῶν ὀμμάτων πρὸς ἑαυτὸν ἐπιστρέφοι. Τὴν δὲ τῶν ἐλεφάντων εισφορὰν, εἰς τὸν περίεργον καλλωπισμὸν τῶν εἰσόδων, τόν τε ἀλειφόμενον ταῖς γλυφίσι τούτων ἢ χρυσὸν, ἢ τὸν διὰ τῶν ἥλων ἐγκροτούμενον ἄργυρον, καὶ πάντα τὰ τοιαῦτα τί ἄν τις λέγοι; ἢ τὰ ἐδάφη τῶν οἰκιῶν ταῖς ποικίλαις τῶν λίθων βαφαῖς ὑπολάμποντα, ὡς ἂν καὶ οἱ πόδες αὐτῶν τῆς αὐγῆς τῶν λίθων κατατρυφῶσι, τήν τε κατὰ τὸ πλῆθος τῶν τοιούτων οἴκων φιλοτιμίαν, ὧν οὐχὶ ἡ χρεία τῆς ζωῆς τὴν κατασκευὴν ἀναγκαίαν ποιεῖ, ἀλλ' ἡ ἐπιθυμία διὰ τῶν ἀνοήτων προϊοῦσα εὑρίσκει ἀκαιρίαν. Χρὴ γὰρ τῶν οἴκων τοὺς μὲν δρόμους εἶναι, τοὺς δὲ περιπάτους', τοὺς μὲν εισοδίους, τοὺς δὲ προεισοδίους, ἄλλους ἐπιπυλίους. Οὐ γὰρ ἀρκεῖν ἡγοῦνται πρὸς κόμπον τὰς πύλας καὶ τὰ προπύλαια, καὶ τὴν ἐντὸς τῶν πυλῶν εὐρυχωρίαν, εἰ μή τι τοιοῦτον προεντυγχάνει τοῖς εισιοῦσιν, οἷον εὐθὺς καταπλῆξαι τοῦ ὁρωμένου τὸν εἰσερχόμενον. Λουτρά τε πρὸς τούτοις συμπαριόντα τῇ φιλοτιμίᾳ τὴν χρῆσιν ποταμοῖς ὅλοις ἐν τῇ τῶν κρουνῶν δαψιλείᾳ κατακλυζόμενα, καὶ τούτων προβεβλημένα γυμνάσια, καὶ ταῦτα περισσῶς διὰ ποικίλων μαρμάρων εἰς κόσμον ἐξησκημένα, στοαί τε πανταχόθεν περὶ τὴν οἴκησιν Νουμιδίοις, ἢ Θεσσαλοῖς, ἢ Αιγινίταις στύλοις ὑπερειδόμεναι, ὅ τε ἐν τοῖς ἀνδριᾶσι χαλκὸς ὢν, εἰς μυρία εἴδη σχηματίζοιτο, πρὸς ὅ τι ἡ ἐπιθυμία τῆς περιεργείας χέει τὴν ὕλην, τά τε ἐκ τῶν μαρμάρων εἴδωλα, καὶ τὰς ἐπὶ τῶν πινάκων ἐπιγραφὰς, δι' ὧν καὶ τοῖς ὀφθαλμοῖς ἐκπορνεύουσιν, ἀπογυμνούσης τῆς τέχνης ἀπὸ μιμήσεως τὰ ἀθέατα, καὶ ὅσα ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν εἰς ἔκπληξίν τε καὶ ὥραν ἐπιτεχνώμενα.
and multi-shaped suffusion of colour upon the white ground. How great are the efforts spent upon these things! How many the shapes! How many the contrivances — some men sawing through the materials with water and iron, and others through human hands toiling night and day as they work out the cutting! Nor did even these things suffice for those who labour over vain adornment; nay, the purity of glass too is defiled through drugs into varied dyes, so that from this also something might be gathered for the luxury of their conceits. And how could anyone tell of the curious elaborations of ceilings, upon which timbers of cedar turn back again through the subtleties of art into seeming trees, putting forth branches and leaves and fruits in their carvings? I pass over in silence the gold stretched out into thin and airy membranes, and everywhere overlaid upon these things so as to turn the greediness of the eyes towards itself. And the contribution of elephants towards the curious embellishment of entrances, and either the gold smeared upon their carvings or the silver hammered in by means of nails, and all such things — what could one say of them? Or the pavements of the houses gleaming beneath with the varied hues of stones, so that even their feet may revel in the radiance of the stones, and the ostentation in the multitude of such houses, whose construction no need of life renders necessary, but desire advancing through follies finds unseasonable occasion for them? For some of the chambers must be race-courses, and others promenades; some entrance-halls, and others fore-entrances, and others gate-chambers. For they do not account the gates and fore-gates and the spaciousness within the gates sufficient for pomp unless some such thing first meets those entering as will straightway astound him who comes in by what is seen. Baths, too, besides these, matching usefulness with ostentation, flooded with whole rivers in the abundance of their spouts, and gymnasia set out in front of these, and these too lavishly wrought for adornment with varied marbles, and porticoes round about the dwelling on every side propped up on Numidian, or Thessalian, or Aeginetan columns; and whatever bronze there is in statues would be fashioned into ten thousand forms, towards whatever object the desire of curiosity pours the molten matter, and the figures wrought of marble, and the pictures painted upon panels, through which men even commit fornication with their eyes as art strips bare by imitation things not to be looked upon, and all that may be seen among such things contrived for amazement and beauty.
Πῶς ἄν τις τὰ καθ' ἕκαστον διεξέλθοι τῷ λόγῳ, ἐν οἷς ἡ σπουδὴ κατηγορία καὶ ἔλεγχος τῆς περὶ τὰ πρότερα ῥαθυμίας ἐστίν; Ὅσῳ γὰρ ἂν πλεθνάσῃ τῷ πλήθει καὶ τῇ περὶ τὰς ὕλας φιλοτιμίᾳ τὴν ἐν τοῖς κατασκευαζομένοις σπουδὴν, τοσούτῳ μᾶλλον ἐλέγχει τὸ τῆς ψυχῆς ἀκαλλώπιστον. Ὁ γὰρ πρὸς ἑαυτὸν βλέπων, καὶ τὴν ἰδίαν ὄντως οἴκησιν καλλωπίζων, ὥστε ποτὲ καὶ τὸν Θεὸν ἔνοικον δέξασθαι, ἄλλας ἔχει τὰς ὕλας ἐξ ὧν τὸ κάλλος εῇ τοιαύτῃ
How could anyone go through each detail in speech, wherein earnestness is an accusation and reproof of sloth concerning the things that come first? For the more one multiplies in abundance and in lavishness over materials one's zeal in buildings, so much the more does one convict the soul of being unadorned. For he who looks to himself, and adorns the dwelling that is truly his own so as one day to receive even God as an indweller, possesses other materials wherefrom beauty for such a
Notes, col. 656

On the reading

Printed εισφορὰν, for εἰσφορὰν.

Printed περιπάτους', for περιπάτους,.

Printed εισοδίους, for εἰσοδίους.

Printed εισιοῦσιν, for εἰσιοῦσιν.

Printed Αιγινίταις, for Αἰγινίταις.

Printed πλεθνάσῃ, for πλεονάσῃ.

Printed εῇ, for τῇ.

PG 44:657Read from the page
οἰκήσει συνερανίζεται. Οἶδα ἐγὼ χρυσὸν τοῖς τοιούτοις ἔργοις ἐνστίλβοντα, τὸν ἐκ τῆς Γραφῆς νοημάτων μεταλλευόμενον· οἶδα ἄργυρον τὰ θεῖα λόγια τὰ πεπυρωμένα, ὧν ἀστράπτει ἡ λαμπηδὼν διὰ τῆς ἀληθείας ἐκλάμπουσα. Λίθων δὲ ποικίλων αὐγὰς, ἐξ ὧν οἵ τε τοῖχοι τοῦ τοιούτου ναοῦ κατακοσμοῦνται, καὶ τῆς κατασκευῆς τὰ ἐδάφη τὰς ποικίλας τῶν ἀρετῶν διαθέσεις νοήσας, οὐκ ἂν ἁμάρτοις τοῦ τῇ οἰκίᾳ πρέποντος κόσμου. Κατεστορέσθω τῇ ἐγκρατείᾳ τὸ ἔδαφος, δι' ἧς ἡ τῆς γηΐνης διανοίας κόνις οὐ διοχλήσει τὸν διαιτώμενον. Ἡ τῶν οὐρανῶν ἐλπὶς ὡραϊζέτω τὸν ὄροφον, πρὸς ἣν ἀναβλέπων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, οὐκ εἰδώλοις κάλλους διὰ γλυφίδων μεμορφωμένοις, ἀλλ' αὐτὸ ὄψει τὸ ἀρχέτυπον κάλλος, οὐ χρυσῷ τινι καὶ ἀργύρῳ διηνθισμένον, ἀλλ' ὅπερ ὑπὲρ χρυσίον καὶ λίθον τίμιόν ἐστι πολύν. Εἰ δὲ χρὴ καὶ ἐκ πλαγίων κόσμον ὑπογράψαι τῷ λόγῳ, ἔνθεν ἡ ἀφθαρσία καὶ ἡ ἀπάθεια διαπλακούτω τὸν οἶκον· ἐκεῖθεν ἡ δικαιοσύνη καὶ τὸ ἀόργητον κοσμείτω τὴν οἴκησιν. Καθ' ἕτερον μέρος ἡ ταπεινοφροσύνη καὶ τὸ μακρόθυμον διαλαμπέτω, καὶ κατ' ἄλλο πάλιν, ἡ περὶ τὸ Θεῖον εὐσέβεια· πάντα δὲ ταῦτα ὁ καλὸς τεχνίτης ἡ ἀγάπη εὐθέτως πρὸς ἄλληλα συναρμοζέτω. Κἂν λουτρῶν ἐπιθυμῇς, ἐὰν θέλῃς, ἔχεις καὶ λουτρὸν κατοικίδιον, καὶ κρουνοὺς ἰδίους δι' ὧν ἔστι τὰς κηλίδας τῆς ψυχῆς ἀπονίψασθαι, ᾧ ἐκέχρητο καὶ ὁ μέγας Δαβὶδ, κατὰ νύκτα ἐντρυφῶν τῷ τοιούτῳ λουτρῷ. Στύλους δὲ τὴν τῆς ψυχῆς στοὰν ὑπερείδοντας, μὴ Φρυγίους τινὰς, ἢ πορφυρίτας περιεργάζου, ἀλλὰ τὸ ἐν παντὶ ἀγαθῷ στάσιμόν τε καὶ ἀμετακίνητον τῶν ὑλικῶν ἔστω σοι τούτων καλλωπισμάτων πολυτιμότερον. Εἴδωλα δὲ παντοδαπὰ, ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅσα πρὸς μίμησιν τῆς ἀληθείας δι' ἀπάτης ἐπιτεχνῶνται οἱ ἄνθρωποι, ἡ τοιαύτη οὐ καταδέχεται οἴκησις, ἐν ᾗ γέμει τὰ τῆς ἀληθείας ἀγάλματα. Δρόμους δὲ καὶ περιπάτους ἐπιθυμῶν, τὴν ἐν ταῖς ἐντολαῖς ἔχεις διαγωγήν. Οὕτω γάρ φησιν ἡ Σοφία, Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι. Ὡς καλόν ἐστιν ἐν τούτοις διακινεῖσθαι καὶ διαγυμνάζεσθαι τὴν ψυχὴν, καὶ διελθόντα τῇ κινήσει τὸν τῆς ἐντολῆς τόπον, ἐπὶ τὸ αὐτὸ πάλιν ἀναστρέφειν· τουτέστι, πληρώσαντα τὴν τῶν σπουδαζομένων αὐτῷ ἐντολὴν, πάλιν πρὸς τὸν δεύτερόν τε καὶ τρίτον ἡ τοῦ ἤθους κατόρθωσις καὶ ἡ εὐσχημοσύνη τοῦ βίου καλλωπιζέτω. Ὁ τοῦτον τὸν τρόπον ἐξασκῶν εἰς κάλλος τὸ οἰκοδόμημα τὸ ἑαυτοῦ, μικρὰ φροντιεῖ τῆς γηΐνης ὕλης, οὐκ ἐνοχλήσει μετάλλοις οὐκ Ἰνδικὰ περάσει πελάγη, ἵνα τὰ τῶν ἐλεφάντων ὀστᾶ ἐμπορεύσηται, οὐ τεχνιτῶν περιεργείας μισθώσεται, ὧν ἡ τέχνη προσαπτομένη τῇ ὕλῃ· ἀλλ' οἴκοθεν ἔχει τὸν πλοῦτον τὸν ταῖς τοιαύταις κατασκευαῖς χορηγοῦντα τὰς ὕλας.
dwelling is contributed. I know gold gleaming in such works — that which is mined out of the thoughts of Scripture; I know silver — the divine oracles refined by fire (Ps. 11:7), whose brightness flashes forth shining out through truth. And if by the gleams of varied stones, wherewith both the walls of such a temple and the pavements of the structure are adorned, you understand the varied dispositions of the virtues, you would not err from the adornment that befits the house. Let the floor be paved with self-control, through which the dust of earthly mindedness will not trouble him who dwells within. Let the hope of the heavens beautify the ceiling, looking up towards which with the eye of the soul you will behold not idols of beauty fashioned by chisels, but the archetypal beauty itself, not tricked out with some gold and silver, but that which is precious beyond gold and much precious stone (Ps. 18:11). And if one must also sketch in speech the adornment along the sides, on this side let incorruptibility and impassibility wainscot the house; on that side let righteousness and freedom from anger adorn the dwelling. Along another part let humility and long-suffering shine forth, and along yet another again, piety towards the Divine; and let that good craftsman, love, fitly join all these things together to one another. And even if you desire baths, if you wish, you have a domestic bath as well, and spouts of your own whereby it is possible to wash away the stains of the soul — the bath that great David too used, revelling by night in such a bath (Ps. 6:7). And as for columns propping up the portico of the soul, do not busy yourself curiously with Phrygian or porphyry ones, but let steadfastness and immovability in every good be for you more precious than these material embellishments. And idols of all sorts, whether in paintings or in moulded figures, such as men contrive through deceit in imitation of truth, such a dwelling does not admit, wherein abound the statues of truth. And if you desire race-courses and promenades, you have your pastime in the commandments. For thus says Wisdom: In the ways of righteousness I walk, and in the midst of the paths of just ordinance I go to and fro (Prov. 8:20). How fair it is for the soul to move about and exercise itself in these, and having traversed in its movement the course of the commandment, to return again to the same spot — that is, having fulfilled the commandment of the things earnestly pursued by him, let the right ordering of character and seemliness of life adorn him again for a second and a third course! He who in this manner works out his own edifice unto beauty will care little for earthly matter: he will not trouble quarries, will not cross Indian seas to traffic in the bones of elephants, will not hire the curious skills of craftsmen whose art clings to matter; rather, from within his own home he possesses the wealth that supplies the materials for such structures.
Τοῖς μὲν γὰρ εὐνουστέροις τῶν παίδων, ἐλέου ἄξιον ἐνομίσθη τὸ ἀσχημάτιστον· τῷ δὲ ἀτασθάλῳ τε καὶ ἀπαιδεύτῳ, γέλωτος ἀφορμὴ, τὸ τῆς μέθης γίνεται θέαμα. Παλὺν δὲ περιλαμβάνει παθημάτων κατάλογον ἡ τῆς τῶν ἀμπελώνων φυτείας ἐξομολόγησις. Ὅσα
For by the more well-disposed of the sons, the unseemly state was deemed worthy of pity; whereas for the reckless and uninstructed one, the spectacle of drunkenness becomes an occasion for laughter. Now the confession concerning the planting of vineyards embraces a vast catalogue of passions. For as many
Notes, col. 657

On the reading

Printed Παλὺν, for Πολὺν.

PG 44:660Read from the page
γὰρ καὶ οἷά ἐστι τὰ τοῦ οἴνου ἀποτελούμενα πάθη, πάντα τῇ δυνάμει περιέχει ὁ λόγος. Τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι οἶνος, ὅταν παρήει τῇ ἀμετρίᾳ τὴν χρείαν, ἀκολασίας ἐστὶν ὑπέκκαυμα, ἡδονῶν χορηγία, νεότητος λύμη, γήρως ἀσχημοσύνη, γυναικῶν ἀτιμία, μανίας φάρμακον, παροινίας ἐφόδιον, ψυχῆς δηλητήριον, διανοίας νέκρωσις, ἀρετῆς ἀλλοτρίωσις; Ἐκεῖθεν ὁ ἀπροφάσιστος γέλως, ὁ ἄνευ αἰτίας θρῆνος, τὸ αὐτόματον δάκρυον, ἡ ἀνυπόστατος μεγαλαυχία, ἡ ἐπὶ τῷ ψεύδει ἀναισχυντία, ἡ τῶν ἀνυπάρκτων ἐπιθυμία, ἡ τῶν ἀμηχάνων ἐλπὶς, ἡ ὑπέρογκος ἀπειλὴ, ὁ ἄλογος φόβος, ἡ τῶν κατὰ ἀλήθειαν φοβερῶν ἀναισθησία, ἡ ἀναίτιος ὑποψία, ἡ παράλογος φιλανθρωπία, ἡ τῶν ἀδυνάτων ἐπαγγελία· ἵνα παρῶμεν τὰ ἄλλα, τὸν ἀπρεπῆ νυσταγμὸν, τὴν πάρετον καρηβαρίαν, τὴν ἐκ τῆς ἀμέτρου πληθώρας ἀσχημοσύνην, τὴν τῶν ἄρθρων λύσιν, τὸν λυγισμὸν τοῦ αὐχένος, οὐκέτι ἑαυτὸν ἐπὶ τῶν ὤμων ἀνέχοντος, τῆς ἐκ τοῦ οἴνου ὑγρότητος τὸν σύνδεσμον τοῦ αὐχένος ὑπολυούσης. Τί τὸ παράνομον ἄγος τῆς θυγατρομιξίας εἰργάσατο; τί τὴν διάνοιαν τοῦ Λὼτ ἀπὸ τῶν γινομένων ἐξέκλεψεν, ὃς καὶ τὸ ἄγος ἐτόλμησε, καὶ ἠγνόησεν ὅπερ ἐτόλμησεν; τίς ὥσπερ ἐν αἰνίγματι τὴν ἀλλόκοτον τῶν τέκνων ἐκείνων προσηγορίαν ἐκαινοτόμησεν; πῶς αἱ τοῦ ἐναγοῦς τόκου μητέρες ἀδελφαὶ τῶν ἰδίων τέκνων ἐγένοντο; πῶς οἱ παῖδες τὸν αὐτὸν ἔσχον πατέρα τε ὁμοῦ καὶ προπάτορα; τίς ὁ συγχέας ἐν παρανομίᾳ τὴν φύσιν; οὐκ οἶνος ἐκβὰς τὰ μέτρα τὴν ἀπιστουμένην ταύτην τραγῳδίαν εἰσήνεγκεν; οὐ μέθη τὸν τοιοῦτον μύθον τῆς ἱστορίας συνέπλεξεν, ὃς ταῖς ὑπερβολαῖς καὶ τοὺς ὄντως μύθους παρέρχεται; Ἐπότισαν γὰρ, φησὶν, οἶνον τὸν ἑαυτῶν πατέρα· καὶ οὕτως αὐτῷ τῆς διανοίας ἐξωσθείσης ἀπὸ τοῦ οἴνου, καθάπερ μαγίᾳ τινὶ κατεχόμενος τὸ τραγικὸν τοῦτο διήγημα τῷ βίῳ κατέλιπεν, ἐκκλαπείσης παρὰ τὸν τοῦ ἄγους καιρὸν ὑπὸ τῆς μέθης αὐτῷ τῆς αισθήσεως. Ὦ κακῶς τῶν Σοδομιτικῶν ἀποθέτων αἱ γυναῖκες ἐκεῖναι μεθ' ἑαυτῶν τὸν οἶνον ἐκκομίσασαι! ὦ κακὴν φιλοτησίαν ἐκ πονηροῦ κρατῆρος τῷ πατρὶ παρεγχέασαι! Ὡς πολύ τε ἄμεινον ἦν μετὰ πάντων κἀκεῖνον τὸν οἶνον ἐν Σοδόμοις καταφθαρῆναι, πρὶν τῆς τοιαύτης τραγῳδίας χορηγὸν γενέσθαι! Καὶ τοιούτων ὄντων ὑποδειγμάτων καὶ τοσούτων καθ' ἑκάστην ἡμέραν τῶν ἐκ τοῦ οἴνου κακῶν τῷ βίῳ, καὶ τοῦτο πεποιηκέναι φησὶν ὁ ἀνεπαισχύντως διὰ τῆς ἐξαγορεύσεως τὰ ἑαυτοῦ στηλιτεύων, τὸ μὴ μόνον τῷ ὄντι κεχρῆσθαι οἴνῳ, ἀλλ' ὅπως ἂν καὶ πλεονάσειεν ἡ τοῦ τοιούτου κτήματος χορηγία προνοηθῆναι.
and of such a sort as are the passions wrought by wine, the discourse potentially embraces them all. For who among all men does not know that wine, when through immoderateness it oversteps need, is the tinder of licentiousness, the purveyor of pleasures, the ruin of youth, the unseemliness of old age, the dishonour of women, the drug of madness, the provision for drunkenness, the poison of the soul, the deadening of the mind, the alienation of virtue? Thence come unprovoked laughter, lamentation without cause, the spontaneous tear, groundless boasting, shamelessness in falsehood, desire for things non-existent, hope for things impossible, overweening threats, irrational fear, insensibility to things truly fearful, causeless suspicion, irrational benevolence, the promise of things impossible — to pass over the rest: unseemly drowsiness, slack heaviness of head, the unseemliness arising from immoderate repletion, the loosening of the joints, the lolling of the neck as it no longer holds itself up upon the shoulders while the moisture from the wine slackens the ligament of the neck. What wrought the lawless abomination of incest with daughters? What stole away Lot's mind from what was taking place, who both dared the abomination and was ignorant of what he dared? Who, as though in a riddle, innovated the strange appellation of those children? How did the mothers of the accursed birth become sisters of their own children? How did the children have the selfsame man at once as father and grandfather? Who confounded nature in transgression of law? Did not wine, overstepping due measure, bring in this incredible tragedy? Did not drunkenness weave such a tale into history as in its excesses surpasses even actual myths? For they gave their own father wine to drink, says Scripture (Gen. 19:32-33); and thus, his mind having been driven out by the wine, as though held fast by some sorcery, he left behind for human life this tragic narrative, his perception having been stolen away from him by drunkenness at the season of the abomination. Oh, in an evil hour did those women bring out the wine with themselves from the stores of Sodom! Oh, an evil draught of friendship did they pour in beside for their father out of a wicked bowl! How far better it would have been for that wine too to perish in Sodom along with all the rest, before becoming the purveyor of such a tragedy! And though there are such examples and so many evils arising from wine for human life every day, he who unashamedly pillories his own deeds through open declaration says that he did this too: not only to have actually made use of wine, but to have taken forethought how the supply of such a possession might even abound.
« Ἐφύτευσα γάρ μοι, » φησὶν, « ἀμπελῶνας » ὧν οὐκ ἂν δεηθείην, ὁ αὐτὸς ἄμπελος εὐθηνοῦσα γενόμενος, ἄμπελος πνευματικὴ, εὐθαλής τε καὶ ἀμφιλαφὴς, τοῖς τοῦ βίου κλάδοις καὶ ταῖς ἀγαπητικαῖς ἕλιξι διαπλεκομένη πρὸς τὸ ὁμόφυλον· καὶ κομῶσα μὲν, ἀντὶ φύλλων τῇ εὐσχημοσύνῃ τῶν τρόπων, ἡδὺν δὲ καὶ πέπηρον τῆς ἀρετῆς βότρυν ἐκτρέφουσα.
"For I planted for myself," says he, "vineyards" (Eccles. 2:4) — of which I would have had no need had I myself become a flourishing vine, a spiritual vine, thriving and spreading, intertwined with those of like race by the branches of life and the tendrils of love; leafy with seemliness of conduct in place of foliage, and nurturing the sweet and ripe cluster of virtue.
Notes, col. 660

On the reading

Printed αισθήσεως, for αἰσθήσεως.

PG 44:661Read from the page
Ὁ ταῦτα ἐν τῇ ἰδίᾳ καταφυτεύων ψυχῇ, καὶ γεωργῶν οἶνον τὸν την καρδίαν εὐφραίνοντα, καὶ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν κατὰ τὴν παροιμιώδη φωνήν, ὡς ὁ τῆς τοιαύτης γεωργίας ἀπαιτεῖ νόμος, οἷόν περ εισκαλῶν τοῖς λογισμοῖς τὸν βίον, καὶ τὰ νόθα τῶν παραφυομένων ταῖς τῶν ἀρετῶν ῥίζαις ἐκτίλλων, ἐπάρδων τοῖς μαθήμασι την ψυχήν, καὶ τῇ δρεπάνῃ τοῦ κριτικοῦ λόγου περικόπτων τὴν εἰς τὰ περιττὰ καὶ ἀνόνητα τῆς διανοίας φοράν· μακαριστὸς ἂν εἴη τῆς γεωργίας οὗτος, τῷ τῆς σοφίας κρατῆρι τὸν ἑαυτοῦ βότρυν ἐκθλίβων. Ἀλλ' οὐ γινώσκει την τοιαύτην φυτουργίαν, πρὸς τὴν γῆν λέγων, καὶ τὰ αὐτῆς ἀσπαζόμενος. Προστίθησι γὰρ τούτοις τὰ τῶν κήπων τε καὶ παραδείσων τοῦ πλούτου ἐγκαλλωπίσματα. Τίς χρεία παραδείσων πολλῶν τῷ πρὸς τὸν ἕνα παράδεισον βλέποντι ; τίς δέ μοι ἡ ἐκ κήπου ὄνησις τοῦ τὰ λάχανα φύοντος τὴν τῶν ἀσθενούντων τροφήν ; Εἰ ἐν τῷ παραδείσῳ ἤμην, οὐκ ἂν εις πολλῶν παραδείσων ἐπιθυμίαν διεχεόμην. Εἰ ἐν ὑγείᾳ τὴν ψυχὴν διῆγον, ὡς δύνασθαι τῆς στερεωτέρας μετέχειν τροφῆς, οὐκ ἂν ἐν τοῖς λαχάνοις ἐπησχολούμην, κηπεύων ἐμαυτῷ τὴν κατάλληλον τῇ ἀσθενείᾳ τροφήν. Ἀλλ' ἐπειδὴ ἅπαξ συνεισῆλθε τρυφὴ τῇ χρείᾳ, παρῆλθε δὲ τοὺς ὅρους αὐτῆς ἡ ἐπιθυμία, μετὰ τὴν ἐν τοῖς οἴκοις πολυτέλειαν, καὶ τὴν ὑπωροφίαν τῶν ματαίων δαπάνην, τότε καὶ τὴν ὕπαιθρον ἐπιτηδεύει τρυφήν· καὶ τῇ τοῦ ἀέρος φύσει πρὸς τὴν τῶν ἡδονῶν ἐπιθυμίαν συγκέχρηται. Δένδρα γὰρ αὐτῷ διὰ γεωργίας ἐπιτηδεύεται ἀειθαλῆ τε καὶ δασέα, καὶ ἀντὶ ὀρόφου τῷ ἀέρι γινόμενα· ἵνα καὶ ὕπαιθρος ὢν ἐν οἴκῳ τρυφῶν, καὶ παντοδαπαῖς πόαις διὰ τῆς τῶν κηπευόντων τέχνης ἡ ἐπιφάνεια τῆς γῆς ἀμφιέννυται· ὡς τὰ πανταχόθεν ἡδέα πάντα τῷ ὀφθαλμῷ προσπίπτειν, ἐφ' ὅπερ ἂν περιαγάγῃ τὸ βλέμμα, καὶ διαπαντὸς ἐν τοῖς καταθυμίοις εἶναι, καὶ βλέπειν ἐν ἑκάστῃ τοῦ ἔτους ὥρᾳ τὸ ὑπὲρ τὴν ὥραν, πόαν ἐν χειμῶνι, καὶ ἄνθη πρόωρα, καὶ τὴν ἀναδενδρουμένην ἄμπελον, τὴν τοῖς ἀλλοτρίοις κλάδοις τοὺς ιδίους ἐνδιαπλέκουσαν, καὶ τὰς γλαφυρὰς τοῦ κισσοῦ πρὸς τὰ δένδρα περιπλοκὰς, ὅσα τε αὐτοῖς καρπῶν εἴδη, ἐξ ἑτερογενῶν ἀλλήλοις μιγνύμενα τὴν φύσιν βιάζεται, τῷ εἴδει τε καὶ τῇ γεύσει τὸ ἐπαμφοτερίζον ἐπισημαίνοντα, ὡς ἀμφότερα εἶναι δοκεῖν, ἅπερ ἂν ἐκ τῆς τῶν ἑτεροφυῶν συγκράσεως γίνεται. Πάντα ταῦτα καὶ εἴ τι ἄλλο ἐξεῦρεν ἐν τοῖς φυτοῖς ἡ τέχνη βιασαμένη τὴν φύσιν, ἃ ἡ χρεία μὲν τῆς ζωῆς οὐκ ἐζήτησεν, ἐπιζητεῖ δὲ ἡ ἀπαιδαγώγητος ἐπιθυμία· ταῦτα ἐν τῇ τῶν κήπων καὶ παραδείσων φιλοτεχνίᾳ γεγενῆσθαι ὁ τὰ ἑαυτοῦ ἐξαγορεύων λέγει. Ὁ γὰρ ειπὼν, ὅτι « Ἐφύτευσα πᾶν ξύλον καρποῦ, » τῇ περιληπτικῇ ταύτῃ φωνῇ τὸ μηδὲν ἐκλελοιπέναι τῶν τοιούτων συνενεδείξατο. Εἶτα μετὰ τὴν τροφὴν τὴν ὕπαιθρόν τε καὶ ὑπωρόφιον, οὐδὲ τὸ ὕδωρ ἀσυντελὲς πρὸς τὴν τῶν ἡδονῶν εισφορὰν καταλείπεται, ὡς δέον πᾶσιν ἐντρυφᾷν τοῖς στοιχείοις· τῇ γῇ διὰ τῶν οικείων, τῷ ἀέρι διὰ τῶν δένδρων, τῷ ὕδατι διὰ τῆς χειροποιήτου θαλάσσης. Ἵνα γὰρ καὶ τοῦ ὕδατος ὄψις ἐφηδύνῃ τῶν ὀφθαλμῶν τὴν ἀπάτην,
He who plants these things in his own soul, and cultivates wine that gladdens the heart, and tills his own land according to the proverbial utterance, as the law of such husbandry demands—summoning his life, as it were, before his reflections, plucking out the bastard shoots that spring up beside the roots of the virtues, watering the soul with teachings, and with the sickle of discerning reason lopping off the impulse of the mind towards things superfluous and unprofitable—blessed would such a man be in his husbandry, pressing out his own cluster into the mixing-bowl of wisdom. Yet he who speaks with an eye to the earth and embraces the things that belong to it does not know such planting as this; for to these he adds the sumptuous adornments of gardens and parks of wealth. What need is there of many parks for one who looks towards the one Paradise? And what profit have I from a garden that grows pot-herbs, the food of the weak? Had I remained in Paradise, I would not have been poured out into a desire for many parks. Had I kept my soul in health, so as to be able to partake of more solid nourishment, I would not have busied myself among pot-herbs, gardening for myself the fare suited to infirmity. But once luxury slipped in alongside necessity, and desire overstepped its bounds, after the lavishness within houses and the indoor outlay upon vain things, it then cultivates open-air luxury as well, and exploits even the nature of the air for its craving after pleasures. For trees are cultivated for him through husbandry, evergreen and thick-shaded, becoming a roof to the air instead of a ceiling, so that even while in the open air he may revel as though indoors; and through the gardener's art the surface of the earth is clothed with grasses of every kind, so that pleasant sights on every side meet the eye wheresoever it turns its gaze, and he is continually amidst things gratifying to his wishes, beholding in each season of the year what is beyond the season: grass in winter, early-blooming flowers, the tree-climbing vine interweaving its own shoots with alien branches, the graceful twinings of ivy round the trees, and all the kinds of fruit among them which, mingled with one another from different species, do violence to nature, displaying both in appearance and in taste an ambiguous character, so that whatever arises from the blending of distinct natures seems to be both at once. All these things, and whatever else art has devised among plants by forcing nature—things which the need of life never sought, yet undisciplined desire craves—he who confesses his own deeds says were brought about in his ingenious contrivance of gardens and parks. For in saying, "I planted every tree of fruit," by this comprehensive expression he indicated together that nothing of the sort had been left out. Then, after nourishment both open-air and indoor, not even water is left unprofitable towards the contribution of pleasures, as though one must luxuriate in all the elements: in earth through its own products, in air through trees, and in water through an artificial sea. For so that even the sight of water may sweeten the deception of the eyes,
Notes, col. 661

On the reading

Printed την, for τὴν.

Printed εισκαλῶν, for εἰσκαλῶν.

Printed εις, for εἰς.

Printed ιδίους, for ἰδίους.

Printed ειπὼν, for εἰπὼν.

Printed εισφορὰν, for εἰσφορὰν.

Printed οικείων, for οἰκείων.