Migne Reading Room

PG 44 · cols. 616–625 · Read from the page

On Ecclesiastes

On Ecclesiastes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:616Read from the page
αὐτῆς ἡμῖν γινόμενον κέρδος εὐηγγελίσατο, εἰποῦσα, ὅτι « Εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ μετὰ δακρύων πρὸς αὐτὸν ἐπιστρέφοντος. » Οὗ γενομένου, ὡς ἂν πρὸς τὸν ἐφεξῆς χρόνον ἀμετάπτωτον ἡμῖν τὸ ἀγαθὸν παραμένοι, τὸν ἀφανισμὸν τῶν ἐχθρῶν νοημάτων δι' αἰσχύνης γενέσθαι παρακαλεῖ ὁ Προφήτης. Οὐ γὰρ ἔστιν ἄλλως ἐχθρόν τι καὶ παράνομον νόημα κατασβεσθῆναι, μὴ αἰσχύνης αὐτοῦ τὸν ἀφανισμὸν ἐμποιούσης. Χάσμα γὰρ γίνεται διὰ βάθους ἐστηριγμένον, ἡ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνη, δι' ἑαυτῆς τοῦ ἀνθρώπου τὴν ἁμαρτίαν ἀποτειχίζουσα. Εἴπω οὖν, ὅτι « Αισχυνθείησαν καὶ ἐντραπείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. » Ἐχθροὶ δὲ δηλονότι οἱ οἰκιακοὶ αὐτοῦ, οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι, καὶ κοινοῦντες τὸν ἄνθρωπον· ὧν διατάχους ἀποστραφέντων μετ' αἰσχύνης, διαδέξεται ἡμᾶς ἡ ἐλπὶς τῆς δόξης, ἡ εἰς αἰσχύνην μὴ καταλήγουσα, χάριτι τοῦ Κυρίου· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
profit arising for us from it she proclaimed as good tidings, saying: "The Lord has heard the voice of him who turns back towards Him with tears." Which having come to pass, in order that for the time to come the good might abide with us unshaken, the Prophet exhorts that the blotting out of hostile thoughts come about through shame. For it is not otherwise possible for any hostile and lawless thought to be quenched, unless shame effects its blotting out. For shame over things wickedly lived becomes a chasm fixed deep down, walling off sin from man through itself. Let me say, then, that "Let all my enemies be put to shame and sore troubled." And his enemies are plainly those of his own household, those that proceed out of the heart and defile the man; and when these have speedily been turned back with shame, there will succeed for us the hope of glory, which does not end in shame, by the grace of the Lord; to Whom be glory unto the ages. Amen.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΕΞΗΓΗΣΙΣ ΑΚΡΙΒΗΣ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΤΟΥ ΣΑΛΟΜΩΝΤΟΣ.
Of Gregory of Nyssa, among the Saints: Exact Exposition on Ecclesiastes of Solomon.
ΟΜΙΛΙΑ Αʹ.
Homily I.
Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ, βασιλέως Ἰσραὴλ ἐν Ἰερουσαλήμ.
Words of the Preacher, the son of David, king of Israel in Jerusalem.
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, εἶπεν ὁ Ἐκκλησιαστής. Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται, γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. Καὶ ἀνατέλλει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ἀνατέλλων αὐτὸς ἐκεῖ, πορεύεται πρὸς νότον, καὶ κυκλοῖ πρὸς βοῤῥᾶν. Κυκλοῦν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. Πάντες οἱ χειμάῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη. Εἰς τὸν τόπον οὗ οἱ χειμάῤῥοι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πορευθῆναι. Πάντες οἱ
Vanity of vanities, all things are vanity, said the Preacher. What abundance is there for man in all his toil wherewith he toils under the sun? A generation goes, a generation comes, and the earth stands unto the age. And the sun rises, and draws towards its own place. Rising there itself, it goes towards the south, and circles round towards the north. Circling round goes the wind, and upon its circuits the wind returns. All the torrents go into the sea, and the sea is not filled. Unto the place whither the torrents go, thither they themselves return so as to go. All
Notes, col. 616

On the reading

Printed Αισχυνθείησαν, for Αἰσχυνθείησαν.

PG 44:617Read from the page
λόγοι ἔγκοποι, οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. Τί τὸ γεγονός; αὐτὸ τὸ γενηθησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον ὃς λαλήσει καὶ ἐρεῖ· Ἰδοὺ τοῦτο καινὸν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν· οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις· οὐκ ἔσται αὐτῶν μνήμη μετὰ τῶν γενομένων εἰς τὴν ἐσχάτην.
words are wearisome; a man will not be able to speak. And the eye will not be satisfied with seeing, and the ear will not be filled from hearing. What is that which has come to be? The very thing that will come to be; and what is that which has been done? The very thing that will be done. And there is nothing fresh under the sun whereof one will speak and say: Behold, this is new; already it has come to be in the ages that came to be before us. There is no remembrance for the first things, and even for the things that have come to be last, there will be no remembrance of them among those that come to be at the last.
Πρόκειται ἡμῖν ὁ Ἐκκλητιαστὴς εἰς ἐξήγησιν ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς θεωρίας. Τῶν γὰρ παροιμιακῶν νοημάτων ἤδη προγυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινοὶ λόγοι καὶ αἱ σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα, καὶ αἱ ποικίλαι τῶν λόγων ἀναστροφαὶ, καθὼς περιέχει τὸ τοῦ βιβλίου ἐκείνου προοίμιον, τότε τοῖς πρὸς τὰ τελειότερα τῶν μαθημάτων αὐξηθεῖσιν, ἐπὶ ταύτην τὴν Γραφὴν τὴν ὑψηλὴν οὕτως καὶ θεόπνευστον, ἡ ἄνοδος γίνεται. Εἰ οὖν ἡ παροιμία καὶ ἡ μελέτη ἡ πρὸς ταῦτα ἡμᾶς ἑτοιμάζουσα τὰ μαθήματα, οὕτως ἐπίπονός τίς ἐστι καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾷν τοῖς ὑψηλοῖς τούτοις νοήμασι, τοῖς νῦν προκειμένοις εἰς θεωρίαν ἡμῖν; Ὥσπερ γὰρ οἱ ἐν παιδοτρίβου παλαιστρικὴν ἐκπονήσαντες, πρὸς μείζονας ἱδρῶτας καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἀποδύονται· οὕτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδασκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδοτριβοῦσα τὰς ψυχὰς ἡμῶν καὶ προμαλάσσουσα. Εἰ οὖν ἡ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσασθαι; Ἤτοι ποίαν τις ὑπερβολὴν ἐννοήσας, οὐκ ἂν παραστήσειε κατ' ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι πόνους τὸ τῆς Γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζομένοις πρὸς τὴν τῶν νοητῶν ἀσφάλειαν διὰ τῆς ἀθλητικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λόγον, ἀλλ' ἐν πάσῃ νοήματος συμπλοκῇ ὄρθιον διασῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν. Πλὴν ἀλλ' ἐπειδὴ καὶ τοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ, τὸ δεῖν ἐρευνᾷν τὰς Γραφὰς, ἀνάγκη πᾶσα, κἂν κατόπιν τῆς ἀληθείας ὁ ἡμέτερος ἐρευνηθῇ νοῦς τοῦ μεγέθους τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως διὰ τὸ μὴ δοκεῖν παρορᾷν τὴν ἐντολὴν τοῦ Κυρίου, διὰ τῆς κατὰ δύναμιν περὶ τὸν λόγον σπουδῆς κατορθῶσαι. Οὐκοῦν ἐρευνήσωμεν τὴν προκειμένην Γραφὴν ὡς δυνάμεθα. Πάντως γὰρ ὁ τοῦ ἐρευνᾷν τὴν ἐντολὴν δεδωκὼς, καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς γέγραπται· ὅτι « Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. »
Ecclesiastes is set before us for exposition, holding a labour of contemplation equal to the greatness of its benefit. For once the proverbial thoughts have already exercised our mind in advance—whose dark sayings and wise utterances and riddles, and manifold turns of speech, are contained in the proem of that book—then for those who have grown towards the more perfect of teachings, the ascent takes place unto this Scripture, so lofty and divinely inspired. If, therefore, the proverb and the practice that prepares us towards these teachings is something so laborious and hard to contemplate, how much labour must one perceive in these lofty thoughts themselves, which are now set before us for contemplation? For just as those who have worked through wrestling-training in the trainer's school strip for greater sweat and labours in the gymnastic contests, so the proverbial teaching seems to me to be a kind of practice, training our souls and softening them beforehand towards the contests of Ecclesiastes. If, therefore, the practice is accomplished with such great sweat and labours, what must one reckon concerning the contests themselves? Or what hyperbole might one conceive and yet fail to set forth worthily in speech how many labours the stadium of this Scripture displays to those contending through athletic experience for the security of intelligible truths, so as not to show one's reasoning in a fall, but in every grapple of thought to preserve the mind upright through the truth? Nevertheless, since this too belongs to the Master's precepts, namely that we must search the Scriptures, there is every necessity, even if our mind should be proved upon inquiry to lag behind the truth, failing to attain the greatness of the thoughts, yet so as not to seem to overlook the commandment of the Lord, to succeed through earnestness concerning the word according to our power. Let us therefore search the Scripture set before us as we are able. For assuredly He Who has given the commandment to search will also give the power for this very thing, even as it is written: "The Lord will give a word with much power to those who proclaim good tidings."
Καὶ πρῶτόν γε ἡμῖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου προτεθήτω εἰς θεωρίαν. Κατὰ πᾶσαν Ἐκκλησίαν Μωϋσῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἡ ψαλμῳδία, ἱστορία πᾶσα, καὶ εἴ τι Ἀρχαίας τε καὶ τῆς Καινῆς Διαθήκης ἐστὶ, πάντα ἐπὶ τῶν Ἐκκλησιῶν καταγγέλλεται. Πῶς οὖν τοῦτο μόνον καὶ ἐξαίρετον τῇ ἐπιγραφῇ τοῦ Ἐκκλησιαστοῦ καλλωπίζεται; Τί
And first of all let the superscription of the book be set before us for contemplation. Throughout every Church Moses and the Law are read, the Prophets, the Psalmody, all history, and whatsoever belongs to both the Old and the New Covenant—all things are proclaimed in the Churches. How then is this book alone and pre-eminently adorned with the superscription of Ecclesiastes? What
Notes, col. 617

On the reading

Printed Ἐκκλητιαστὴς, for Ἐκκλησιαστὴς.

PG 44:620Read from the page
οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς ὑπειλήφαμεν; Ὅτι ταῖς μὲν ἄλλαις πάσαις Γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ Ἐκκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει. Τί γὰρ μέλει τῇ Ἐκκλησίᾳ τὰς τῶν πολέμων συμφορὰς δι' ἀκριβείας μαθεῖν, ἢ τίνες ἐθνῶν ἄρχοντες καὶ πόλεων γεγόνασιν οἰκισταὶ, καὶ τίνες τίνων ἄποικοι, ἢ ποῖαι βασιλεῖαι κατὰ τὸν ἐφεξῆς χρόνον διαφανήσονται, καὶ ὅσοι γάμοι καὶ παιδοποιῗαι δι' ἐπιμελείας ἐμνημονεύθησαν, καὶ πάντα τὰ τοιαῦτα, ὅσα ἑκάστης ἐστὶ διδαχθῆναι Γραφῆς, τί ἂν τοσοῦτον πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας τῇ Ἐκκλησίᾳ συναγωνίσαιτο; Ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην τὴν ἐκκλησιαστικὴν πολιτείαν βλέπει, δι' ὧν ἂν τὸν ἐνάρετόν τις κατορθώσειε βίον, ταῦτα ὑφηγουμένη. Ὁ γὰρ σκοπὸς τῶν ἐνταῦθα λεγομένων ἐστὶ, τὸ ὑπερθεῖναι τὸν νοῦν τῆς αἰσθήσεως, καὶ παῦσαι καταλιπόντα πᾶν ὅτιπέρ ἐστι μέγα τε καὶ λαμπρὸν ἐν τοῖς οὖσι φαινόμενον· πρὸς τὰ ἀνέφικτα τῇ αἰσθητικῇ καταλήψει διὰ τῆς ψυχῆς ὑπερκύψαι, κἀκείνων τὴν ἐπιθυμίαν λαβεῖν, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις. Τάχα δὲ καὶ πρὸς τὸν καθηγεμόνα τῆς Ἐκκλησίας ἡ ἐπιγραφὴ βλέπει. Ὁ γὰρ ἀληθινὸς Ἐκκλησιαστὴς, ὁ τὰ ἐσκορπισμένα συναγαγὼν εἰς ἓν πλήρωμα, καὶ τοὺς πολλαχῆ κατὰ τὰς ποικίλας ἀπάτας πεπλανημένους εἰς ἕνα σύλλογον ἐκκλησιάζων, τίς ἂν ἄλλος εἴη, εἰ μὴ ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ Υἱὸς τοῦ Θεοῦ, πρὸς ὃν εἶπεν ὁ Ναθαναὴλ, ὅτι « Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ; » Εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶ τοῦ Ἰσραὴλ, ὁ δὲ αὐτὸς οὗτος καὶ Θεοῦ Υἱός ἐστι, καθὼς λέγει τὸ Εὐαγγέλιον· ἄρα καὶ ὁ αὐτὸς Ἐκκλησιαστὴς ὀνομάζεται. Τάχα δὲ οὐκ ἔξω τοῦ εἰκότος εἰς ταύτην τὴν διάνοιαν τὴν τῆς ἐπιγραφῆς ἀναφέρομεν σημασίαν, ἵνα διὰ τοῦτο μάθωμεν, ὅτι εἰς αὐτὸν τὸν διὰ τοῦ Εὐαγγελίου τὴν Ἐκκλησίαν πηξάμενον, ἡ τῶν ῥημάτων τούτων ἀναφέρεται δύναμις. « Ῥήματα » γὰρ, φησὶν, « Ἐκκλησιαστοῦ υἱοῦ Δαβίδ. » Οὕτω δὲ αὐτὸν καὶ Ματθαῖος ἐν ἀρχαῖς τοῦ Εὐαγγελίου κατονομάζει, υἱὸν Δαβὶδ, λέγων τὸν Κύριον.
then is it that we have supposed concerning these things? That in all the other Scriptures—both histories and prophecies—the aim looks also towards certain other matters not altogether serviceable to the Church. For what concern is it to the Church to learn with exactness the calamities of wars, or who became rulers of nations and founders of cities, and who became colonists from whom, or what kingdoms will come to light in the time thereafter, and how many marriages and begettings of children have been carefully recorded, and all such things as may be taught from each Scripture—how much could all this contribute to the Church towards the aim of godliness? Whereas the teaching of this book looks solely towards the conduct of the Church, guiding us in those things through which one might rightly accomplish a virtuous life. For the aim of the things spoken here is to raise the mind above sense-perception, and to make it cease, having left behind everything whatsoever that appears great and splendid among things that exist; to peer out through the soul towards the things unattainable by sensory apprehension, and to conceive a desire for those things which sense-perception does not attain. And perhaps the superscription looks also towards the Leader of the Church. For the true Ecclesiastes—He Who has gathered together into one fullness the things scattered abroad, and Who convokes into one assembly those who in many places have wandered astray according to manifold deceits—who else could He be save the true King of Israel, the Son of God, to Whom Nathanael said: "Thou art the Son of God; Thou art the King of Israel"? If, therefore, these words belong to the King of Israel, and this very same One is also Son of God, even as the Gospel says, then the very same One is also named Ecclesiastes. And perhaps not beyond likelihood do we refer the signification of the superscription unto this meaning, so that through this we may learn that unto Him Who through the Gospel established the Church, the force of these words is referred. For "Words," it says, "of the Preacher, the son of David." And thus Matthew also at the beginning of the Gospel names Him, calling the Lord the son of David.
« Ματαιότης ματαιοτήτων, » εἶπεν ὁ Ἐκκλησιαστὴς, « τὰ πάντα ματαιότης. » Μάταιον νοεῖται τὸ ἀνυπόστατον, ὃ ἐν μόνῃ τῇ τοῦ ῥήματος προφορᾷ τὸ εἶναι ἔχει· πρᾶγμα δὲ ὑφεστὸς τῇ τοῦ ὀνόματος σημασίᾳ οὐ συνεμφαίνεται, ἀλλ' ἔστι τις ψόφος ἀργὸς καὶ διάκενος, ἐν σχήματι λέξεώς τινος, διὰ συλλαβῶν προφερόμενος εἰκῆ, προσπίπτων τῇ ἀκοῇ χωρὶς σημασίας, οἷα δὴ παίζοντές τινες ὀνοματοποιοῦσιν, ὧν τὸ σημαινόμενόν ἐστιν οὐδέν. Ἓν μὲν τοῦτο εἶδος τῆς ματαιότητος. Ἄλλη δὲ ματαιότης λέγεται τῶν κατά τινα σπουδὴν πρὸς οὐδένα σκοπὸν γινομένων ἡ ἀχρηστία, ὡς τὰ τῶν ἐν ψάμμῳ παιδίων οἰκοδομήματα, καὶ ἡ κατὰ τῶν ἄστρων τοξεία, καὶ ἡ τῶν ἀνέμων θήρα, καὶ ἡ πρὸς τὴν ἰδίαν σκιὰν τοῦ δρομέως ἅμιλλα, ὅτε φιλονεικῇ τις τοῦ σκιάσματος τῆς κορυφῆς ἐπιβῆναι, καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν τοῖς εἰκῇ γενομένοις εὑρίσκομεν, ἅπερ πάντα τῷ τῆς ματαιότητος ὑπάγεται ῥήματι. Ἔστι δὲ πολλάκις κἀκεῖνο μάταιον ἐν τῇ συνηθείᾳ λεγόμενον, ὅταν πρός τινα σκοπόν τις
"Vanity of vanities," said the Preacher, "all things are vanity." That is understood as vain which is non-existent, having its being solely in the utterance of the word; whereas no subsisting reality is indicated together with the signification of the name, but it is a kind of idle and empty noise in the form of some expression, uttered at random through syllables, falling upon the hearing without signification, just as some people in sport coin words whose meaning is nothing. This, then, is one kind of vanity. And another vanity is so called: the uselessness of things done with a certain earnestness towards no aim, such as children's buildings in the sand, and shooting arrows against the stars, and chasing the winds, and the runner's rivalry against his own shadow, when someone strives contentiously to tread upon the crown of the shadow's head, and whatsoever other such thing we find among things done at random, all of which fall under the term vanity. Moreover, that too is oftentimes called vain in common usage, whenever someone, looking towards some aim
Notes, col. 620

On the reading

Printed Ἐκκκλησίᾳ, for Ἐκκλησίᾳ.

PG 44:621Read from the page
ὁρῶν, καὶ ὥς τι λυσιτελὲς τῶν προκειμένων κατὰ σπουδὴν μετιὼν, ἕκαστα πράττῃ, εἶτά τινος ἐναντίου γεγενημένου, εἰς ἀνόνητον περιέλθῃ ὁ πόνος, καὶ τότε καὶ ἐπὶ μηδενὶ κατορθώματι τὴν σπουδὴν προχωρῆσαι τῷ ῥήματι τοῦ ματαίου διασημαίνεται. Λέγει γὰρ ἐπὶ τῶν τοιούτων ἡ συνήθεια τὸ, Μάτην ἐκοπίασα, καὶ μάτην ἐπήλπισα, καὶ ἐπὶ ματαίῳ τοὺς πολλοὺς ὑπέστην καμάτους. Καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον διεξίωμεν, ἐφ' οἷς τὸ ὄνομα τῆς ματαιότητος κυρίως λέγεται, ἐν ὀλίγῳ τὴν ἔννοιαν τῆς φωνῆς ταύτης περιληψώμεθα. Ματαιότης ἐστὶν, ἢ ῥῆμα ἀδιανόητον, ἢ πρᾶγμα ἀνόνητον, ἢ βουλὴ ἀνυπόστατος, ἢ σπουδὴ πέρας οὐκ ἔχουσα, ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. Εἰ δὴ νενόηται ἡμῖν τοῦ ματαίου ἡ ἔννοια, ἐξεταστέον ἂν εἴη, τί βούλεται ἡ ματαιότης τῶν ματαιοτήτων. Τάχα δ' ἂν ἡμῖν γνωριμώτερον τὸ ζητούμενον νόημα γένοιτο, εἰ τὴν γραφικὴν συνήθειαν ἐπὶ τῶν πρὸς τὸ κρεῖττον νοουμένων, συνεξετάσαιμεν. Ἡ τῶν ἀναγκαίων τε καὶ συμφερόντων πρᾶξις, ἔργον παρὰ τῆς Γραφῆς ὀνομάζεται· ἀλλὰ τὰ ὑπερβαίνοντα τῶν σπουδαζομένων, ὅσα εἰς αὐτὴν ὁρᾷ τὴν τοῦ Θεοῦ λατρείαν, ἔργα ἔργων λέγεται, καθὼς ἡ ἱστορία δηλοῖ, δεικνῦντος, οἶμαι, τοῦ λόγου, διά τινος ἀναλογίας ἡμῖν ἐκ τοῦ ἔργου τῶν ἔργων, τί τὸ ἐν τοῖς σπουδαζομένοις ἐστὶ προτιμότερον. Ὃν γὰρ ἐπέχει λόγον πρὸς τὴν καθόλου ἀργίαν ἡ περὶ τὰ ἔργα σπουδὴ, τοιοῦτον ἔχει λόγον πρὸς τὰ λοιπὰ ἔργα ἡ πρὸς τὰ ὑψηλότερα καὶ προτιμότερα τῶν σπουδαζομένων ἐνέργεια. Οὕτω καὶ ἅγιόν τι παρὰ τῇ Γραφῇ λέγεται· καὶ πάλιν ἅγιον ἁγίων, ὡς ἴσῳ τῷ μέτρῳ τοῦ τε ἐξ ἁγίου τὸ ἅγιον ὑπερέχων ἐν ἁγιότητι· καὶ τούτου πάλιν, τὸ τῶν ἁγίων ἅγιον, τὸ καθ' ὑπέρθεσιν ἐν ἁγιασμῷ θεωρούμενον.
and pursuing with earnestness some profitable thing among those set before him, performs each detail, and then, when something untoward has happened, the labour comes round to naught, and then too the fact that his earnestness has advanced upon no right accomplishment is signified by the word vain. For in such cases common usage says: In vain have I laboured, and in vain have I hoped, and unto vanity have I undergone my many toils. And that we may not go through each particular instance to which the name of vanity is properly applied, let us encompass in brief the meaning of this expression. Vanity is either an inconceivable word, or an unprofitable thing, or an unsubstantial counsel, or an earnestness having no end, or in general that which has no existence in anything profitable. Now if the meaning of the vain has been understood by us, we ought to examine what the vanity of vanities means. Perhaps the thought sought for might become better known to us if we should examine alongside it the Scriptural usage in things understood towards the better. The doing of things necessary and advantageous is named a work by Scripture; yet those pursuits that surpass the rest, as many as look unto the very worship of God, are called works of works, even as the history makes clear—the word showing us, I think, through a certain analogy from the work of works, what is more honourable among objects of earnestness. For the ratio that earnestness concerning works holds towards utter idleness, such a ratio does activity directed towards the loftier and more honourable objects of earnestness hold towards the remaining works. Thus also something is called holy in Scripture; and again holy of holies, as though by an equal measure both the holy surpasses in holiness that which is of the holy, and this again is surpassed by the holy of holies, that which is contemplated by way of superlative degree in sanctification.
Ὅπερ οὖν ἐπὶ τοῦ κρείττονος ἐδιδάχθημεν λόγου, τῆς γραφικῆς συνηθείας τῷ τοιούτῳ εἴδει τὴν ἐπίτασιν τοῦ ὑποκειμένου νοήματος σημαινούσης, τοῦτο καὶ ἐπὶ τῆς τῶν ματαιοτήτων ματαιότητος νοοῦντες, οὐ σφαλησόμεθα. Λέγει γὰρ οὐχ ἁπλῶς εἶναι μάταια ἐν τοῖς οὖσι φαινόμενα, ἀλλὰ κατὰ ὑπέρθεσίν τινα τῆς κατὰ τὸ μάταιον σημασίας εἶναι τοιαῦτα· ὡς εἴ τις λέγοι τοῦ νεκροῦ νεκρότερον, καὶ τοῦ ἀψύχου ἀψυχότερον· καί τοι ἡ συγκριτικὴ ἐπίτασις χώραν ἐπὶ τῶν τοιούτων οὐκ ἔχει, ἀλλ' ὅμως λέγεται τούτῳ τῷ ῥήματι, πρὸς τὴν τῆς ὑπερβολῆς τοῦ δηλουμένου σαφήνειαν. Ὥσπερ οὖν ἐστι τὰ ἔργα τῶν ἔργων, καὶ τὰ ἅγια τῶν ἁγίων νοούμενα, ὧν ἡ ὑπερθετικὴ πρὸς τὸ κρεῖττον ἔνδειξις ἑρμηνεύεται· οὕτω καὶ ἡ τῶν ματαιοτήτων ματαιότης, τὸ ἀνυπέρθετον δείκνυσι τῆς ἐν τῷ ματαίῳ ὑπερβολῆς. Καὶ μηδεὶς ὑπολάβοι κατηγορίαν εἶναι τῆς κτίσεως τὰ λεγόμενα· καὶ γὰρ ἂν εἰς τὸν πεποιηκότα πάντα διαβαίνοι τὸ ἔγκλημα, εἰ τούτων ἡμῖν δημιουργὸς ἀναφανείη, ὁ συστησάμενος ἐξ οὐκ ὄντων τὰ πάντα, εἴπερ ματαιότητος εἴη τὰ πάντα. Ἀλλ' ἐπειδὴ διπλῆ μέν ἐστιν ἡ τοῦ ἀνθρώπου κατασκευὴ, ψυχῆς σώματι συνδραμούσης· μεμέρισται δὲ
Whatsoever, therefore, we were taught in the case of the better sense, since Scriptural usage signifies by such a form the intensification of the underlying thought—if we understand this also in the case of the vanity of vanities, we shall not err. For he says not simply that things appearing among beings are vain, but that they are such according to a certain superlative degree of the signification of vanity; just as if someone were to speak of something more dead than a corpse, and more lifeless than the lifeless—albeit comparative intensification has no place in such matters, yet it is spoken with this expression for the clearness of the hyperbole of what is signified. Just as, therefore, there are works of works and holies of holies understood, whose superlative indication towards the better is thus interpreted, so also the vanity of vanities shows the unsurpassable excess within that which is vain. And let no one suppose that the things spoken are an accusation against creation; for indeed the charge would pass over unto Him Who has made all things, if He Who constituted all things out of non-being should prove to be for us the Fashioner of such things, if indeed all things belonged to vanity. Rather, since the constitution of man is twofold, soul having concurred with body, there is divided
Notes, col. 621

On the reading

Printed ὑπερέχων, for ὑπερέχον.

PG 44:624Read from the page
καταλλήλως ἑκατέρῳ τῶν ἐν ἡμῖν θεωρουμένων καὶ τῆς ζωῆς εἶδος. Ἄλλη γὰρ ψυχῆς, καὶ ἑτέρα σώματός ἐστι ζωή· ἡ μὲν γὰρ, θνητὴ καὶ ἐπίκηρος· ἡ δὲ, ἀπαθὴς καὶ ἀκήρατος· καὶ αὕτη μὲν εἰς τὸ παρὸν βλέπει μόνον, τῆς δὲ ὁ σκοπὸς εἰς τὸ διηνεκὲς παρατείνεται. Ἐπεὶ οὖν πολλὴ διαφορὰ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον, καὶ τοῦ προσκαίρου πρὸς τὸ ἀΐδιον, πρὸς τοῦτο φέρει τοῦ Ἐκκλησιαστοῦ ἡ φωνὴ, τὸ μὴ δεῖν πρὸς τὴν αἰσθητὴν ταύτην βλέπειν ζωήν· ἥτις συγκρινομένη πρὸς τὴν ὄντως ζωὴν, ἀνύπαρκτός τις καὶ ἀνυπόστατός ἐσειν. Ἀλλ' οὐδὲν ἧττον εἴποι τις ἂν μὴ ἔξω τῆς τοῦ δημιουργοῦ κατηγορίας καὶ τοῦτον εἶναι τὸν λόγον, διότι παρ' αὐτοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα. Ὡς εἰ ἡ δια σαρκὸς κατηγορεῖται ζωὴ, σαρκὸς δὲ ποιητὴς ὁ Θεὸς, εἰς ἐκεῖνον ἀναγκαίως ἡ τοιαύτη μέμψις τὴν ἀναφορὰν ἔχοι.
correspondingly to each of the two elements contemplated within us the form of life as well. For one is the life of the soul, and another that of the body: the one mortal and subject to decay, the other impassible and uncorrupted; and this one looks only towards the present, whereas the aim of the other extends unto perpetuity. Since, therefore, great is the difference of the mortal from the immortal, and of the temporary from the everlasting, hereunto tends the voice of the Preacher: that one must not look towards this sensory life, which when compared with true life is something non-existent and unsubstantial. Yet nonetheless someone might say that neither is this argument outside an accusation against the Fashioner, because from Him are both the soul and the body; so that if life through the flesh is accused, and God is the Maker of the flesh, such blame would necessarily have its reference unto Him.
Ἀλλὰ ταῦτα μὲν ἐρεῖ πάντως ὁ μή πω τῆς σαρκὸς ἔξω γενόμενος, μηδὲ ἀκριβῶς πρὸς τὴν ὑψηλοτέραν διακύψας ζωήν. Ἐπεὶ ὅ γε πεπαιδευμένος τὰ θεῖα μυστήρια, οὐκ ἀγνοεῖ πάντως, ὅτι οἰκεία μὲν καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστὶν ἡ ζωὴ ἡ πρὸς τὴν θείαν φύσιν ὡμοιωμένη· ἡ δὲ αἰσθητικὴ ζωὴ, διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας διεξαγομένη, ἐπὶ τούτῳ φύσει δέδοται, ἐφ' ᾧ τὴν τῶν φαινομένων γνῶσιν ὁδηγὸν γενέσθαι τῆς ψυχῆς πρὸς τὴν τῶν ἀοράτων ἐπίγνωσιν· καθὼς φησιν ἡ Σοφία. « Ἐκ μεγέθους καλλονῆς κτισμάτων, ἀναλόγως τὸν πάντων γενεσιουργὸν καθορᾶσθαι. » Ἡ δὲ ἀνθρωπίνη ἀβουλία, οὐ τὸ διὰ τῶν φαινομένων θαυμαζόμενον εἶδεν, ἀλλ' ὃ εἶδεν ἐθαύμασεν. Ἐπεὶ οὖν πρόσκαιρός τε καὶ ὠκύμορος ἡ τῶν αἰσθητηρίων ἐνέργεια, τοῦτο μανθάνομεν διὰ τῆς ὑψηλῆς ταύτης φωνῆς, ὅτι ὁ πρὸς ταῦτα βλέπων, βλέπει οὐδέν. Ὁ δὲ διὰ τρύτων πρὸς τὴν τοῦ ὄντος κατανόησιν ὁδηγούμενος, καὶ διὰ τῶν παρατρεχόντων τὴν στάσιμον φύσιν κατανοήσας, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος ἐν περινοίᾳ γενόμενος, εἶδέ τε τὸ ὄντως ὂν ἀγαθὸν, καὶ ὃ εἶδεν ἐκτήσατο· κτῆσις γάρ ἐστι τοῦ ἀγαθοῦ τούτου ἡ εἴδησις. « Τίς » γὰρ, φησὶ, « περισσεία τῷ ἀνθρώπῳ, ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; » Τὴν ἐν τῷ σώματι ζωὴν προσηγόρευσε μόχθον, ἐπὶ μηδενὶ κατορθώματι κέρδος σπουδαζόμενον. « Τίς γὰρ περισσεία, φησὶ, τῷ ἀνθρώπῳ; » Τουτέστι, τί περιγίνεται τῇ ψυχῇ διὰ τοῦ βιωτικοῦ μόχθου τοῖς πρὸς τὸ φαινόμενον ζῶσιν; Ἐν τίνι δὲ καὶ ἔστιν ἡ ζωή; Τί μένει τῶν φαινομένων καλῶν ἐν ταυτότητι Ἥλιος περιέρχεται τὸν ἴδιον δρόμον λάμπων ἀνὰ μέρος καὶ σκοτιζόμενος, φωτίζων τὸν ὑπερκείμενον ἡμῖν ἀέρα, ὅταν ὑπὲρ γῆς ἑαυτὸν δείξῃ, καὶ σκότος διὰ τῶν δυσμῶν ἐφελκόμενος. Ἕστηκε δὲ ἡ γῆ, καὶ μένει ἐν τῷ παγίῳ ἀκίνητος, καὶ τὸ ἑστὸς οὐ κινεῖται, καὶ οὐχ ἵσταται τὸ κινούμενον. Πάντα δι' αὐτῶν ἐν παντὶ τῷ χρονικῷ διαστήματι δείκνυται κατ' οὐδὲν, διὰ τῆς πρὸς τὸ καινότερον μεταβολῆς ἀλλασσόμενον. Δοχεῖόν ἐστι τῶν πανταχόθεν συῤῥεόντων ὑδάτων ἡ θάλασσα, καὶ
Yet these things will assuredly be spoken by someone who has not yet come to be outside the flesh, nor peered with exactness towards the loftier life. For he who has been instructed in the divine mysteries is assuredly not ignorant that proper and according to nature for human beings is the life assimilated to the divine nature; whereas the sensory life, conducted through the activity of the organs of sense, has been given by nature for this purpose: that the knowledge of apparent things might become a guide for the soul towards the full knowledge of things invisible, even as Wisdom says: "From the greatness of the beauty of creatures, correspondingly the Author of the generation of all things is beheld." Yet human want of counsel did not see Him Who is marvelled at through apparent things, but marvelled at what it saw. Since, therefore, the activity of the organs of sense is temporary and fleeting, we learn through this lofty voice that he who looks towards these things sees nothing. Whereas he who is guided through these things towards the comprehension of That Which Is, and who through things passing by has comprehended the steadfast nature, and has come to a conception of That Which is ever in the same state, has both seen the Good that truly is, and acquired what he saw; for the knowledge of this Good is its possession. "For what abundance," he says, "is there for man in all his toil wherewith he toils under the sun?" He termed life in the body toil, a gain pursued upon no right accomplishment. "For what abundance," he says, "is there for man?" That is to say, what accrues to the soul through the toil of this life for those who live with an eye to outward appearance? And wherein does their life even consist? What among apparent goods abides in sameness? The sun goes round its own course, shining in turn and growing darkened, illuminating the air that lies above us whenever it shows itself above the earth, and drawing darkness after it through its settings. And the earth stands fast, and abides immovable in its fixedness, and that which stands fast is not moved, and that which is moved does not stand still. All things are shown remaining in themselves throughout every interval of time, in no respect altered through a change towards something newer. The sea is a receptacle of the waters flowing together from every side, and
Notes, col. 624

On the reading

Printed ἐσειν, for ἐστιν.

Printed δια, for διὰ.

Printed καθὼς φησιν, for καθώς φησιν.

Printed τρύτων, for τούτων.

PG 44:625Read from the page
οὔτε ἡ σύῤῥοια λήγει, οὔτε ἡ θάλασσα αὔξεται. Τίς ὁ σκοπὸς τοῦ δρόμου τοῖς ὕδασιν ἀεὶ πληροῦσι τὸ πληρούμενον; Ἐπὶ τίνι δέχεται τὰς ἐπιῤῥοὰς τῶν ὑδάτων ἡ θάλασσα, ἀναυξὴς διὰ τῆς προσθήκης εἰς ἀεὶ διαμένουσα;
neither does the confluence cease, nor does the sea increase. What is the aim of the course for the waters that ever fill that which is being filled? Wherefore does the sea receive the inflows of the waters, remaining ever unaugmented through the addition?
Ταῦτα λέγει, ἵνα ἐξ αὐτῶν τῶν στοιχείων, ἐν οἷς ἐστιν ἡ ζωὴ τῶν ἀνθρώπων, προερμηνεύσῃ τῶν ἐν ἡμῖν σπουδαζομένων τὸ ἀνυπόστατον. Εἰ γὰρ ὁ συντεταγμένος οὗτος τοῦ ἡλίου δρόμος ὅρον οὐκ ἔχει· οὔτε ἡ ἀνὰ μέρος φωτός τε καὶ σκότους διαδοχὴ, στάσιν ἐκδέχεται, ἥ τε γῆ καταδεδικασμένη τὴν στάσιν, μένει ἐν τῷ παγίῳ ἀκίνητος, ἀνήνυτα δὲ μοχθοῦσιν οἱ ποταμοὶ, τῇ ἀπλήστῳ φύσει τῆς θαλάσσης δαπανώμενοι· μάτην δὲ τὰς ἐπιῤῥοὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, εἰς οὐδὲν πλέον ὑπολαμβάνουσα τοῖς κόλποις τὸ διαπαντὸς εἰσχεόμενον· ει ταῦτα ἐν τούτοις ἐστὶν, ἐν τίνι εἰκὸς τὸ ἀνθρώπινον εἶναι, ὃ ἐν τούτοις τὴν ζωὴν ἔχει, καὶ τί ξενιζόμεθα, εἰ γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ οὐκ ἐπιλείπει τὴν φύσιν οὗτος ὁ δρόμος, τῆς ἐπεισιούσης γενεᾶς τῶν ἀνθρώπων, τό τε προεισελθὸν ἐξωθούσης, καὶ ὑπὸ τοῦ ἐπεισιόντος ἐξωθουμένης; Τί οὖν βοᾷ διὰ τούτων τῇ Ἐκκλησίᾳ ὁ λόγος; ὅτι, Ὦ ἄνθρωποι, εἰς τὸ πᾶν ἀποβλέποντες, τὴν ἑαυτῶν φύσιν νοήσατε. Ἃ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν βλέπεις, ἃ ἐν τῷ ἡλίῳ καθορᾷς, ἃ ἐν τῇ θαλάσσῃ κατανοεῖς, ταῦτά σοι καὶ τὴν σὴν φύσιν ἑρμηνευέτω. Ἔστι γὰρ καθ' ὁμοιότητα τοῦ ἡλίου καὶ τῆς φύσεως ἡμῶν ἀνατολή τε καὶ δύσις· μία ὁδὸς τοῖς πᾶσιν, εἷς ὁ κύκλος τῆς τοῦ βίου πορείας. Ὅταν διὰ γενέσεως ἀνατείλωμεν, πάλιν εἰς τὸ συγγενὲς χωρίον ἡμῶν καθελκόμεθα. Τῆς γὰρ ζωῆς ἡμῶν ἐπιδυείσης, ὑπόγειον καὶ τὸ ἡμέτερον γίνεται φέγγος, ὅταν ἡ ἀντιληπτικὴ τοῦ φωτὸς ἡμῶν αἴσθησις γίνεται· πάντως δὲ ἡ γῆ πρὸς τὸ συγγενὲς ἀναλύεται, καὶ οὗτος κύκλος ἐστὶ διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος. Καθάπερ ἐπὶ ἡλίου, φησὶν, ὁ δρόμος, ὅτι ἀνατέλλων μὲν κατὰ τὸ ἄνω τῆς γῆς μέρος τοῖς νοτίοις ἐνδιοδεύει, ὑπόγειος δὲ κατὰ τὸ ἀντικείμενον τὸ βόῤῥειον ὑπέρχεται μέρος· καὶ τοῦτον τὸν τρόπον εἰς ἀεὶ περιοδεύων κυκλοῖ τὸν ἑαυτοῦ δρόμον, καὶ πάλιν ἀνακυκλῶν περιέρχεται· Κυκλοῖ γὰρ, φησὶ, κυκλῶν· οὕτω τοίνυν καὶ τὸ σὸν πορεύεται πνεῦμα (ἀπὸ μέρους ἅπαν ὀνομάζων τὸ ἀνθρώπινον πνεῦμα) τὴν ἐγκύκλιον ταύτην διὰ τῶν ὁμοίων περιτρέχον φοράν. « Πορεύεται » γὰρ, φησὶ, « τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. » Ὁ δὲ ταῦτα κατανοήσας οὐκ ἂν μικρὰ πρὸς τὸν ἑαυτοῦ βίον ὠφεληθείη. Τί λαμπρότερον τοῦ φωτός; Τί τῶν ἀκτίνων φανερώτερον; ἀλλ' ὅμως εἰ ὑπὸ γῆν ὁ ἥλιος ἔλθῃ, κρύπτεται τὸ φέγγος, καὶ ἡ ἀκτὶς ἀφανίζεται.
He says these things in order that from the very elements wherein human life exists, he may interpret beforehand the unsubstantiality of the things pursued with earnestness among us. For if this appointed course of the sun has no bound, nor does the alternation of light and darkness in turn admit a halt, and the earth, condemned to stillness, abides immovable in its fixedness, and ineffectually do the rivers toil, being spent upon the insatiable nature of the sea, and in vain does the sea receive the inflows of the waters, taking up into nothing more within its bosoms that which is perpetually poured into it—if these things are so in them, wherein is it likely that human nature should be, which holds its life in them? And why are we surprised if a generation goes and a generation comes, and this course never fails nature, as the incoming generation of human beings both thrusts out that which entered before, and is thrust out by that which comes in after? What, then, does the word cry aloud through these things to the Church? Namely: O human beings, looking out upon the universe, understand your own nature! What you see around heaven and earth, what you behold in the sun, what you observe in the sea—let these things interpret for you your own nature as well. For after the likeness of the sun there belong to our nature also both a rising and a setting: one road for all, one circle of the journey of life. Whenever we have risen through birth, we are drawn down again unto our kindred place. For once our life has set beneath, subterranean becomes our radiance too, which arises whenever our sense-perception is apprehensive of the light; and altogether does earth dissolve back towards what is kindred, and this is a circle perpetually revolving in the same course. Even as in the case of the sun, he says, its course is such that rising over the upper part of the earth it journeys among the southern regions, whereas beneath the earth on the opposite side it passes under the northern part; and revolving in this manner evermore it circles round its own course, and circling back again goes round—for "circling round," he says, "it circles"—so accordingly your spirit also goes (naming by a part the whole human spirit), running round this cyclical revolution through the same stages. For "the spirit goes," he says, "and upon its circuits the spirit returns." And he who has observed these things would be benefited in no small measure towards his own life. What is brighter than light? What is more manifest than its rays? Yet if the sun comes beneath the earth, its radiance is hidden, and its ray vanishes.
Πρὸς ταῦτά τις βλέπων, σωφρονέστερον τὸν ἑαυτοῦ παρερχέσθω βίον, καταφρονῶν τῆς ὧδε περιφανείας· μαθὼν ἐκ τῶν ὁρωμένων, ὅτι οὐ διαρκεῖ πρὸς τὸ διηνεκὲς τὸ ἐπίσημον· ἀλλὰ ἀγχίστροφοί εἰσιν αἱ τῶν ἐναντίων διαδοχαί· μένει δὲ οὐδὲν εἰς τὸ τοιοῦτον, οἷον ἐν τῷ παρόντι ἐστὶν, οὐ νεότης, οὐ κάλλος,
Looking towards these things, let a man pass through his own life more temperately, despising the splendour here below; having learned from the things that are seen that distinction does not endure unto perpetuity, but swift-turning are the successions of opposites, and nothing abides such as it is in the present—not youth, not beauty,
Notes, col. 625

On the reading

Printed ει, for εἰ.