Migne Reading Room

PG 44 · cols. 589–600 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:589Read from the page
θείσης, ὑπὲρ ἀμφοτέρων ἡ προφητεία τῷ Θεῷ προσάγει τὴν εὐχαριστίαν, ὅτι τῆς ἁμαρτίας εἰς ἄπειρον αὐξηθείσης, ὑπερέχει ἐν τῷ ἰδίῳ μεγέθει ὁ τοῦ Θεοῦ ἔλεος, καὶ αὐτοῦ τοῦ οὐρανίου ὕψους ὑπεράνω γενόμενος. « Μέγα » γὰρ, φησὶν, « ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. » Τὰ ῥήματα τῆς ὑπὲρ τούτων δοξολογίας οἶμαι τὰς τελευταίας εἶναι τῆς ψαλμῳδίας φωνὰς, ἐν οἷς φησιν· « Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. » Ὅσον γὰρ πλεονάζει κατὰ γῆν ἡ τοῦ Θεοῦ δοξολογία ἡ διὰ τῶν σωζομένων ἐκ πίστεως ἐπαυξομένη, τοσοῦτον αἱ ὑποκόσμιοι δυνάμεις ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν ἀγαλλιώμεναι, τὸν Θεὸν ἀνυμνοῦσί τε καὶ δοξολογοῦσιν, καθώς φησιν ἐπὶ τῶν ποιμένων ἡ ἐπουράνιος στρατιὰ, ὅτε ἴδον οἱ ἄγγελοι ἐπὶ γῆς τὴν εἰρήνην τὴν ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας τῷ βίῳ ἡμῶν ἐπιφανεῖσαν, ὅτι « Δόξα ἐν ὑψίστοις Θεῷ. »
prophecy offers up thanksgiving to God on behalf of both, because although sin has increased unto infinity, the mercy of God surpasses it in its own greatness, rising even above the height of heaven itself: "For great," he says, "above the heavens is Thy mercy." The words of doxology for these things I take to be the closing utterances of the psalmody, wherein he says: "Be Thou exalted above the heavens, O God, and Thy glory above all the earth." For the more the doxology of God abounds upon earth, growing ever greater through those who are being saved by faith, so much the more do the cosmic powers, exulting over our salvation, hymn and glorify God, even as the heavenly host says over the shepherds when the angels saw upon earth the peace on behalf of goodwill among men manifested to our life: "Glory to God in the highest."
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὑπερκειμένη διαδοχὴ τοσοῦτον ἐπὶ τὸ μεγαλειότερον διαφέρει, ὅσον ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν. Καὶ ὥσπερ ἐν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδραμὼν, μείζονα τοῦ προτέρου τὴν δόξαν ἤρατο, κρείττων ἐπιδειχθεὶς τοῦ προτρέχοντος· οὕτως ἔοικεν ἡ ἑβδόμη τε καὶ πεντηκοστὴ ψαλμῳδία, μεγάλης ἐπιδειχθείσης κατ' ἔννοιαν τῆς προδιηνυσμένης, νικᾷν αὐτὴν τῇ μεγαλοφυΐᾳ τοῖς ἰδίοις νοήμασιν· ὡς γὰρ ἐκείνη κατὰ τῶν ἄλλων εἶχε τὰ νικητήρια, οὕτως αὕτη τῆς ὑπερεχούσης τῶν ἄλλων τὸ πλέον ἔχει· καὶ ταύτῃ γὰρ μαρτυρεῖ τὴν νίκην ἡ « Εἰς τὸ τέλος » ἐπιγραφή. Ἀλλ' ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντιπάλων ἧτταν, ἀλλὰ τὸν ἐν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύτης τῆς νίκης ὁ λόγος διαμαρτύρεσθαι. Ἔχει δὲ τῆς ἐπιγραφῆς οὕτως ἡ λέξις· « Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν. » Ποσάκις ὁ τῆς μακροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύτης ὑπ' αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ αὐτοῦ τάχα τοῦ Πνεύματος τοῦ ἁγίου θαυμαστικῶς τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμβάνοντος, ὡς κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως, καὶ τῶν τῆς φύσεως ὅρων ὑπερεκπίπτουσαν. Μόνης γὰρ τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν εἰπεῖν, ἧς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτεται. Ἄνθρωπος δέ τις ὢν καὶ θυμὸν συνουσιωμένον ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρὰ τοῦ μηδεμίαν μὲν εἰληφότος εἰς τὸ κακὸν ἀφορμὴν, πολλῶν καὶ μεγάλων ἀγαθῶν ἠξιωμένου, ὑπέρ τε τῆς κενῆς ἀρχῆς καὶ ὑπὲρ τῶν εἰς αὐτὸν ἐκεῖνον γεγενημένων, οὗτος μετανάστης ὑπ' αὐτοῦ τοῦ τῆς εὐποιΐας τετυχηκότος καὶ φυγὰς γίνεται τῆς οἰκείας ἑστίας ἐπὶ θανάτῳ παρὰ τοῦ εὖ πεπονθότος συνελαυνόμενος. Ἄλλοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον ἐρήμοις ἐναυλιζόμενος, ἀκρωρείαις προσφεύγων, ἀλλοφύλων ἱκέτης γενόμενος, ἐν ἐνδείᾳ τῶν ἀναγκαίων κακοπαθῶν, ὕπαιθρος τὰ πολλὰ διακαρτερῶν, πολλάκις παρ' αὐτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστὰς, νῦν μὲν αὐτόχειρ διὰ τῆς λόγχης πρὸς τὸν κατ' αὐτοῦ φόνον ὁρμήσαντος· πάλιν δὲ τὸν οἶκον, ἐν ᾧ διῆγεν, διὰ τῶν δορυφόρων διαλαβόντος, ὡς ἂν μὴ φύγοι τὸν θάνατον.
From this height of the psalmody, the succeeding psalm rises to something all the more majestic, as one may learn from the written words themselves. And just as among runners he who outstrips the victor over the others wins greater glory than the former, having shown himself superior to the front-runner, so the fifty-seventh psalm, though the preceding one was shown to be great in thought, seems by its nobility of nature to surpass it in its own conceptions; for just as that one held the prize of victory over the others, so this one holds the pre-eminence over the one that surpassed the others, since to this psalm too the inscription "Unto the end" bears witness of victory. Yet in this victory the discourse seems to attest not so much the defeat of adversaries as the superabundance of good things; and the wording of the inscription runs thus: "Unto the end, destroy not, for David for an inscription on a pillar." How many times is the athlete of long-suffering proclaimed by the Judge of the games Himself over the crown of this victory—the Holy Spirit Himself perhaps taking up this utterance repeatedly in wonder, as something surpassing human strength and exceeding the bounds of nature! For to utter such a word belonged solely to the incorporeal and immaterial nature, which no human passion touches. Yet a certain man, possessing wrath bound up with his nature, and suffering ill treatment from one who had received no pretext whatever for evil, nay rather had been deemed worthy of many great benefits, on account of empty sovereignty and the very services done to that man himself, is driven from his home as a migrant by the very recipient of his benefaction and becomes an exile from his own hearth, hounded unto death by him who had been treated well—betaking himself in distress now to one place, now to another, lodging in deserts, fleeing to mountain ridges, becoming a suppliant among foreigners, suffering hardship in want of necessities, enduring for the most part under the open sky, and many times undergoing danger unto death at his hands, when at one moment with his own hand he lunged with his spear to murder him, and at another surrounded with bodyguards the house wherein he was staying, lest he should escape death.
PG 44:592Read from the page
Εἶτα πανταχοῦ πολυπραγμονοῦντος, ἐν οἷς ηὐλίζετο καὶ οἷς κατέφαγεν, παρὰ τίνας εἴη, καὶ πρὸς οὓς μετανίστατο. Καὶ ἐπειδὴ δὶς αὐτῷ συνέδραμεν ἡ τοῦ ἀποκτεῖναι τὸν ἐχθρὸν εὐκαιρία, νῦν μὲν ἐν τῷ σπηλαίῳ ἀπροόπτως τοῦ Σαοὺλ ταῖς τοῦ Δαβὶδ ἐμπεσόντος χερσίν· πάλιν δὲ κατὰ τὴν σκηνὴν, ὅτε ὁ μὲν τῷ ὕπνῳ πάρετος ἦν, ὁ δὲ Δαβὶδ ἐφειστήκει καθεύδοντι, ὅτε πᾶσαν ἐξῆν αὐτῷ τὴν ὀργὴν ἐν τῷ φόνῳ τοῦ διώκοντος αὐτὸν ἀποπληρῶσαι· οὔτε αὐτὸς τὴν χεῖρα ἐπήγαγεν, καὶ τῷ πρὸς τὴν ἀναίρεσιν σπεύδοντι, « Μὴ διαφθείρῃς, » λέγει. Θεοῦ τις ἄντικρύς ἐστιν ἡ φωνὴ, τὴν φθορὰν ἐπὶ τοῦ ἀνθρώπου κωλύουσα.
Then too he pried everywhere into where he lodged and where he ate, with whom he stayed, and to whom he removed. And when twice the opportunity of slaying his enemy converged upon him—first in the cave, when Saul unexpectedly fell into David's hands, and again at the tent, when the one lay relaxed in sleep and David stood over him as he slept, when it lay in his power to glut all his anger in the slaying of his pursuer—neither did he lay his own hand upon him, and to the man hastening to dispatch him he says: "Destroy not." Truly of God is that voice, forbidding destruction upon man.
Διὰ τοῦτο καθάπερ οἱ ἐπισημότερα ποιοῦντες τὰ ἐν τοῖς λίθοις χαράγματα, εἰς βάθος ἐντέμνουσι τῇ γλυφῇ τῶν στοιχείων τοὺς χαρακτῆρας, πολλάκις ἐπάγοντες τὴν γραφίδα τοῖς τύποις· οὕτως διὰ τῆς συνεχοῦς ἐπαναλήψεως, τὸ Πνεῦμα τὸ ἅγιον τρανώτερον καὶ εὔδηλον ἐν τῇ στήλῃ τῆς μνήμης ἡμῶν τὴν μεγάλην ταύτην ῥῆσιν γενέσθαι παρασκευάζει· ὡς ἂν τρανόν τε καὶ ἀσύγχυτον ἐντετυπωμένον ἡμῖν τοῦτο τὸ γράμμα, ἐν τῷ καιρῷ τῶν παθημάτων ἀναγινώσκοιτο. Πρὸς τοῦτο γὰρ οἶμαι τὴν τοῦ ἁγίου Πνεύματος οἰκονομίαν ὁρᾷν, ὥστε τὰ προλαβόντα τῶν ἁγίων ἀνδρῶν κατορθώματα, εἰς ὁδηγίαν προκεῖσθαι τῷ μετὰ ταῦτα βίῳ, πρὸς τὸ ἴσον τε καὶ ὅμοιον ἀγαθὸν προαγούσης ἡμᾶς τῆς μιμήσεως. Ὅτ' ἂν γὰρ διοιδήσῃ πρὸς τὴν τοῦ παροξύνοντος ἄμυναν ἡ ψυχὴ, καὶ ζέσῃ τῷ θυμῷ τὸ περικάρδιον αἷμα κατὰ τοῦ λελυπηκότος, τότε πρὸς ταύτην τις ἀναβλέψας τὴν στήλην, ἣν τὸ ἅγιον Πνεῦμα τῷ Δαβὶδ ἀνεστήσατο, καὶ τὴν ἐν αὐτῷ φωνὴν ἀναγνοὺς, ἣν ὁ Δαβὶδ ὑπὲρ τοῦ φονῶντος ἐφθέγξατο· καταστορέσει πάντως τὴν ἐν τῇ ψυχῇ τῶν λογισμῶν ταραχὴν, πόθῳ τῆς τῶν ὁμοίων μιμήσεως καταπραΰνων τὸ πάθος. Πάρεστι δὲ τὸ μέγεθος τοῦ διὰ προκοπῆς ἐπὶ τὸν βαθμὸν τῆς ψαλμῳδίας ταύτης ἀναβεβηκότος, καὶ δι' αὐτῶν κατιδεῖν τῶν τῆς ψαλμῳδίας ῥημάτων, ὅσον τοῦ παρῳχηκότος μεγέθους ὑπερανέστησεν. Οὐκέτι γὰρ οὔτε τὸ πατεῖσθαι παρὰ τῶν ἐχθρῶν αἰτιᾶται, οὔτε τὸν ἔλεον εἰς συμμαχίαν ἐφέλκεται, ἀλλ' ἄνω γενόμενος, ὥσπερ ἔκ τινος ὑψηλῆς σκοπιᾶς ; τοῖς κάτω κατὰ τὰ κοῖλα τῆς τοῦ βίου τῶν ἀνθρώπων ὑπωρείας διάγουσιν ἐλεγκτικῶς ἐμβοᾷ ταῦτα λέγων· Ὧ ἄνθρωποι, τι λαλεῖτε καὶ πράττετε; ἄρα δικαιοσύνη ἐστὶ τὸ λαλούμενον; ἄρα δι' εὐθύτητος τὴν κρίσιν προσάγετε; Καὶ μὴν ὁρῶ ὅτι ἐν γῇ μὲν ὑμῶν εἰσιν αἱ καρδίαι, καὶ πᾶν ἐγκάρδιον κίνημα, ἔργον ἐστὶ καὶ οὐχὶ νόημα. Εὐθὺς γὰρ ὁμοῦ τῷ συστῆναι τὸ κακὸν ἐν τῇ διανοίᾳ, συμπλέκεται τὸ ἔργον διὰ τῶν χειρῶν τοῖς νοήμασιν. Ταῦτα σαφηνείας χάριν, μικρόν τι παραφράσας τῆς ψαλμικῆς λέξεως, ἐξεθέμην ῥήματα ἔχοντα οὕτως· « Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. » Εἶτα ἐπάγει σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων τὰς μετὰ ταῦτα φωνὰς, « Ἀπηλλοτριώθησαν, » λέγων, « οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν. »
For this reason, just as those who make more conspicuous inscriptions on stones carve the characters of the letters deep with the chisel, drawing the graver repeatedly over the strokes, so through continual repetition the Holy Spirit causes this great saying to become clearer and more manifest upon the pillar of our memory, so that, stamped vividly and without confusion within us, this writing may be read in the season of passions. For to this end, I think, looks the dispensation of the Holy Spirit: that the prior achievements of holy men should lie open for the guidance of life thereafter, imitation leading us onward towards an equal and like good. Whenever, then, the soul swells towards vengeance against one who provokes it, and the blood around the heart boils with wrath against the offender, then anyone who looks up at this pillar which the Holy Spirit set up for David, and reads the utterance upon it which David spoke on behalf of his would-be murderer, will altogether calm the tumult of thoughts within his soul, soothing his passion by desire to imitate like deeds. Moreover, one may also perceive through the very words of the psalmody the stature of him who has ascended by progress to the step of this psalm, and by how much he has risen above his former greatness. For he no longer complains of being trampled down by enemies, nor draws mercy into alliance, but having come to stand on high as from some lofty watchtower, he cries out in reproof to those dwelling below in the hollows at the foot of human life, saying these words: O men, what do you speak and do? Is what is spoken righteousness? Do you bring forward judgement in uprightness? Yet indeed I see that your hearts are in the earth, and every movement within the heart is a deed and not mere thought; for straightway, no sooner has evil taken form in the mind than the deed is plaited together with the thoughts through your hands. For the sake of clarity, paraphrasing slightly the wording of the psalm, I have set out these words, which run thus: "If truly indeed you speak righteousness, judge uprightly, O sons of men. For indeed in your heart you work iniquity in the earth; your hands plait unrighteousness." Then, lamenting over those who have fallen away from salvation, he adds the utterances that follow, saying: "Sinners were estranged from the womb, and went astray from the belly."
Γνοίης δ' ἂν τὸ λεγόμενον ἐξετάσας τίς ἡ πρώτη
You may understand what is meant by examining what was the first
Notes, col. 592

On the reading

Printed σκοπιᾶς ;, for σκοπιᾶς,.

Printed Ὧ, for Ὦ.

Printed τι, for τί.

PG 44:593Read from the page
τῆς ἀνθρωπίνης συστάσεως μήτρα, καὶ τίς γαστὴρ ἡ κυοφορήσασα τὸ ἀθρώπινον. Οἶμαι γὰρ μὴ ἄλλην εἶναι παρὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ἀφ' ἧς ἐπλάσθημέν τε καὶ ἐγεννήθημεν. Εἶπεν γάρ· « Παιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ἁμοίωσιν, » ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. Καὶ πάλιν φησίν· ς Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. » Καὶ μυρίας ἐστὶ τοιαύτας φωνὰς ἐκ τῆς ἁγίας Γραφῆς ἀναλέξασθαι, δι' ὧν ἐπιγινώσκεται, τίς ἡ πλάσασα ἡμᾶς γαστὴρ, καὶ τίς ἡ « μήτηρ ἡ εἰς φῶς προαγαγοῦσα διὰ γεννήσεως. » Πρὸς ταῦτα οὖν βλέπων ὁ σχετλιάζων ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀφεστηκότων, ὀδύρεται· θρῆνος γὰρ ἄντικρύς ἐστιν ἡ φωνὴ, δι' ἧς τοὺς ἁμαρτωλαὺς ὀλοφύρεται. « Πῶς ἠλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας; » πῶς ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, τὰ δὲ ψεῦδος πρὸ τῆς ἀληθείας τιμήσαντες, ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ἔχει τὴν ἁμοιότητα; « Ὡσεὶ ἀσπίδος, » φησὶν, « κωφῆς καὶ βυαύσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμακοῦ τε φαρμακευομένη παρὰ σοφοῦ. » Ταύτην γὰρ ἐνίδον τοῦ θηρίου τὴν φύσιν οἱ περὶ ταῦτα σοφοί· ὅτι θυμὸν διαπιμπραμένη, ἀποκρατεῖ τὸ πνεῦμα τῇ φάρυγγι, καὶ οὐ προΐεται, ἀσκοῦ δίκην τῇ τοῦ πνεύματος ἐν ἀπολήψει περιοιδαίνουσα, ὡς πάντα ἐπ' αὐτῆς ἀργὰ μένειν καὶ ἄπρακτα, ὅσα θηρίων θέλγητρα διά τινος φυσικῆς ἀντιπαθείας παρὰ τῶν τὰ τοιαῦτα σοφῶν ἐξηυρέθη. Νοεῖν δὲ δίδωσι διὰ τούτων, ὅτι ἀνήκοος μένει τῶν ἐν κακίᾳ κεκρατημένων ἡ καρδία, τῆς παρὰ τῶν διδασκάλων ἐπαγομένης αὐτοῖς θεραπείας. Καὶ πᾶσα δὲ ἡ τῆς ψαλμῳδίας ἀκολουθία διὰ θρήνου προῆκται τῷ τῇ ἀπωλείᾳ τῶν δειλαίων ἐπιστενάζοντι. Προαναφωνεῖ γὰρ κατ' αὐτῶν τὸ ἐσόμενον, λέγων· « Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. » Ποίους ὀδόντας, ἢ δηλαδὴ τοὺς τῆς παρακοῆς βρωτῆρας, τοὺς τῶν ἡδονῶν τῆς γαστρὸς ὑπηρέτας (οὓς ὅπλα καὶ βέλη διὰ τῆς προλαβούσης ψαλμῳδίας ὠνόμασεν), δι' ὧν τῆς ἀληθείας λόγος κατασπαράττεται; « Καὶ τὰς μύλας τῶν λεόντων, » φησὶ, « συνέθλασεν ὁ Κύριος. » Γνοίης δ' ἂν τίνας ὠνόμασε λέοντας, εἰ μάθοις τῶν θηρίων τούτων τὰ ἰδιώματα. Λέγουσι γὰρ εἶναι τοὺς λέοντας, ἐνδιαστρόφους τὸ ὄμμα, ὧν σαρκοβόρος ἡ φύσις, καὶ τῷ αἵματι φίλη.
womb of human constitution, and what belly it was that conceived humanity. For I suppose it is none other than the love towards mankind and goodness of God, wherefrom we were both fashioned and begotten. For He Who fashioned their hearts individually said: "Let Us make man according to Our image and according to likeness"; and again He says: "I begot and exalted sons, but they rejected Me." Countless such utterances may be gathered from Holy Scripture, whereby is recognized what belly fashioned us and who is the "mother that brought us forth into light through birth." Looking to these things, therefore, he who grieves over the destruction of the apostates weeps; for truly a dirge is the utterance whereby he bewails sinners: "How were sinners estranged from the womb?"—how did they go astray from the belly, honouring falsehood above truth, whose wrath bears a likeness to the first father of falsehood? "Like that of an asp," he says, "that is deaf and stops her ears, which will not hearken to the voice of charmers, nor while charmed with drugs by a wise man." For those skilled in these matters observed this nature in the beast: when inflamed with rage, it holds back the breath in its throat and does not let it go, swelling all round like a wineskin through retention of breath, so that upon it all charms for beasts discovered through some natural antipathy by men skilled in such things remain idle and ineffectual. Through this he gives us to understand that the heart of those mastered by wickedness remains deaf to the healing brought to them by teachers. Moreover, the whole sequence of the psalmody is carried forward in lamentation by him who groans over the destruction of the wretched; for he proclaims beforehand against them what is to come, saying: "God shall shatter their teeth in their mouth." What teeth, save plainly the devourers of disobedience, the servants of the pleasures of the belly (which in the preceding psalm he named weapons and arrows), whereby the word of truth is torn in pieces? "And the molars of the lions," he says, "the Lord has crushed." You may know whom he named lions if you learn the characteristics of these beasts; for they say that lions are squint-eyed, and that their nature is carnivorous and fond of blood.
Οἶδας δὲ πάντως τὸ αἴνιγμα τῆζ τῶν ὀμμάτων διαστροφῆς, τῶν μὴ πρὸς τὸ εὐθὺ βλεπόντων, καὶ τῆς ἀηδίας τοῦ ἄσθματος, τῶν εἰς βλασφημίαν κεχρημένων τῷ στόματι, καὶ διὰ τοῦτο συγγενῶς ἐχόντων πρὸς τὴν τῆς ἁμαρτίας δυσωδίαν. Καὶ ὅσα νοεῖται διὰ τοῦ ἄσθματος, ὅτι σὰρξ καὶ αἷμα, ὅπερ μάλιστα τρέφει τῶν λεόντων τὴν φύσιν, ταῦτα εἰς τοῦ Θεοῦ βασιλείαν ἀπόβλητα. Ἐν γὰρ τῷ καιρῷ τῆς τῶν ἀξίων τιμῆς, « Οὗτοι, » φησὶν, « ἐξουδενωθήσονται, » τῇ ἀστάτῳ φύσει τῶν ὑλικῶν πραγμάτων οἷς προσῳκειώθησαν, κατὰ τὸν βίον συγκαταρέοντες. « Ἐξουδενωθήσονται » γὰρ, φησὶν, « ὡς ὕδωρ διαπορευήμενον. » Ὁ γὰρ πονηρὸς κατὰ τῶν ψυχῶν ἡμῶν τοξότης, ὁ τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας κατὰ τῆς ἀνθρωπίνης
You surely know the enigma of the squinting of the eyes in those who do not look towards what is straight, and of the foulness of breath in those who use their mouth for blasphemy and on that account have kinship with the stench of sin; and whatever else is understood through their breath—for flesh and blood, which above all nourishes the nature of lions, are rejected from the kingdom of God. For in the season when the worthy are honoured, "these," he says, "shall be brought to naught," flowing away together down the course of life along with the unstable nature of the material things to which they attached themselves. "For they shall be brought to naught," he says, "like water running past." For the wicked archer against our souls, who shoots the fiery darts of sin against human
Notes, col. 593

On the reading

Printed ἀθρώπινον, for ἀνθρώπινον.

Printed Παιήσωμεν, for Ποιήσωμεν.

Printed ἁμοίωσιν, for ὁμοίωσιν.

Printed ς Υἱοὺς, for « Υἱοὺς.

Printed ἁμαρτωλαὺς, for ἁμαρτωλοὺς.

Printed τὰ δὲ ψεῦδος, for τὸ δὲ ψεῦδος.

Printed ἁμοιότητα, for ὁμοιότητα.

Printed βυαύσης, for βυούσης.

Printed τῆζ, for τῆς.

Printed διαπορευήμενον, for διαπορευόμενον.

PG 44:596Read from the page
εὐθύνων ζωῆς, οὐ παύεται κατ' αὐτῶν τοξαζόμενος, ἕως αὐτῶν ἐκνευρώση τὴν δύναμιν. « Ἐντενεῖ γὰρ, » φησὶν, « τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν. » Καὶ γίνονται κηρὸς τηκόμενος, πρὸς πᾶν εἶδος τοῦ κατὰ τὴν ἁμαρτίαν χαρακτῆρος εὐκόλως μορφούμενος· καὶ τούτοις ἔτι προστίθησι τὰς ὀδυρτικὰς ἐκείνας κατὰ τῶν δειλαίων φωνὰς, « Ἔπεσεν πῦρ, » λέγων, « καὶ οὐκ ἶδον τὸν ἥλιον. » Σαφηνίζει δὲ τοῦ ῥητοῦ τούτου τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνέων, τὴν παρὰ καιρὸν γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας τούτοις τοῖς ῥήμασιν· « Ἔκτρωμα, » φησὶν, « γυναικὸς οὐχ ὁραματισθήσεται ἥλιον. » Ἐπεὶ τοίνυν παρὰ τὴν ἀρχὴν τῆς ψαλμῳδίας φησὶν, ὅτι « Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ γαστρὸς ἐπλανήθησαν, » ὅπερ ταύτόν ἐστι τῷ ἠμβλώθησαν, αἴτιον δὲ τοῦ τοιούτου πάθους αὐτῶν λέγει τὴν πρὸς τὸν ὄφιν τε καὶ τὴν ἀσπίδα ὁμοίωσιν, διὰ τοῦτο καὶ νῦν τὸν ἴσον ἐπαναλαβὼν λόγον, φησὶ, ὅτι ἀτελεῖς ἐν τῷ λόγῳ τῆς φύσεως καὶ ἀμβλωθρίδιοι διὰ κακίας γενόμενοι, ἐξωλίσθησάν τε καὶ ἔπεσαν αὐτοὶ ἀπὸ τῆς νοηθείσης ἡμῖν ἐκείνης μήτρας, πῦρ καθ' ἑαυτῶν γενόμενοι, διὰ τῆς ὑλικῆς προαιρέσεως· οὗ χάριν οὐκ ἀνέβλεψαν πρὸς τὸν ἥλιον. Ἐνδείκνυται δὲ ἐκ τοῦ ἡλίου τὸ ἀληθινὸν φῶς, πρὸς ὃ ἡ ἀτελεσφόρητος τῶν Ἰουδαίων γονὴ οὐκ ἀνέβλεψεν. Καὶ ὁ ἐφεξῆς λόγος ἁρμόζει κατὰ τὸ ἀκόλουθον τῷ προάγοντι. Ὃ γὰρ ἐκεῖ κωφὴν ἀσπίδα ὠνόμασεν, τοῦτο νῦν μεταβαλὼν, ἀσύνετον ἄκανθαν λέγει· ἐκ γὰρ τοῦ ἀκοῦσαι τὸ συνιέναι γίνεται· ὁ δὲ τὴν ἀκοὴν οὐ δεξάμενος, συναποβάλλει πάντως μετὰ τῆς ἀκοῆς καὶ τὴν σύνεσιν.
directing of life, does not cease shooting arrows against them until he unnerves their strength. "For he shall bend his bow," it says, "until they are weakened". And they become melting wax, easily moulded into every form of the stamp of sin; and to these words it further adds those mournful utterances against the wretched ones, saying, "Fire fell upon them, and they did not see the sun". Now another of the interpreters clarifies the meaning of this text, rendering the untimely slipping of the abortive foetus from the womb in these words: "The untimely birth of a woman," he says, "shall not behold the sun." Since, therefore, near the beginning of the psalmody it says that "Sinners were estranged from the womb, and strayed from the belly", which is equivalent to saying that they were miscarried, and states that the cause of such an affliction of theirs is their likeness to the serpent and the asp, for this reason here also, resuming the same argument, it says that having become imperfect in the principle of nature and abortive through wickedness, they themselves slipped away and fell from that womb which we conceived in thought, having become a fire against themselves through their material deliberate choice; on account of which they did not look up towards the sun. And by the sun is indicated the true Light, towards which the unripened offspring of the Jews did not look up. And the statement that follows fits in sequence with what precedes. For what it there named a deaf asp, this it now alters and calls an unintelligent thorn; for understanding comes from hearing, and he who has not received hearing altogether casts away understanding along with hearing.
Διὰ τοῦτο ὥσπερ ἐκεῖ μὲν γενικώτερον μνημονεύσας τοῦ κατὰ τὸν ὄφιν ὀνόματος, ἐπάγει τὸ εἶδος τοῦ θηρίου τὸ ἐν τῷ γένει πικρότατον, τὴν ἀσπίδα λέγων· οὕτω καὶ ἐνταῦθα, οἷον ἐν γένει τινὶ τὸ τῆς ἀκάνθης ὄνομα προεκθέμενος, ἐπάγει τὸ χαλεπώτερον ἐν ταῖς ἀκάνθαις εἶδος, τὴν ῥάμνον εἰπὼν, ἧς ὀξεῖαι μὲν [αἱ] ἀκμαὶ, συνεχεῖς δὲ αἱ προβολαὶ, βλαπτικαὶ δὲ τῶν προσεγγιζόντων καὶ ἰώδεις αἱ ἀμυχαί. Πλὴν ἀλλὰ καὶ ἄκανθα ἦτε, φησὶν, κἂν ἐν ἀκάνθαις ἡ ῥάμνος, ὡς ἔτι οἴεσθαι ζῇν· οὐ γὰρ ἀληθῶς ζῇ, τὴν ἀληθῆ μὴ ἔχων ζωήν. Ἡ ὀργὴ καταπίεται ὑμᾶς· καὶ ὥσπερ τῶν ἁμαρτωλῶν ἡ ζωὴ οὐκ ἂν ἀληθῶς ἐστιν ὃ λέγεται, ἀλλ' ὀνομάζεται μόνον (τὸ γὰρ τῆς ἀληθινῆς ζωῆς διεζευγμένον, ζωὴ οὐκ ἔστιν)· οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ ἡ ὀργὴ, κἂν τοῖς ἁμαρτωλοῖς τοῦτο καὶ φαίνεται καὶ παρ' αὐτῶν ὀνομάζεται, οὐδὲν μᾶλλόν ἐστιν ὀργὴ, ἀλλ' « ὡς ὀργὴ » τοῖς οὕτω τὴν κατὰ τὸ δίκαιον τοῦ Θεοῦ ἀντιδιδομένην ἀμοιβὴν ὀνομάζουσι. Τοῦτο οὖν ἐστιν τὸ, « Ὡσεὶ ζῶντας. » Καὶ, « Ὡς ἐν ὀργῇ καταπίεται ὑμᾶς, » οὐκ ἐν ἀληθινῇ ζωῇ ὄντας, οὔτε ἀληθῶς ἐκεῖνος ἐν ὀργῇ θεωρούμενος. Εἶτά φησιν· « Εὐφρανθήσεται δίκαιος ὅτ' ἂν ἴδῃ ἐκδίκησιν. » Οὐχ ὡς ἐπιχαίρων τοῖς ἀπολλυμένοις, ἀλλ' ὡς ἐκ παραλλήλου τὰ ἑαυτοῦ πρὸς τὰ ἐκείνων ἀνατιθεὶς, τότε μακαρίσει ἑαυτὸν τῆς εὐβουλίας, ὅτι μὴ ἐν ἐκείνοις ἐγένετο, ἐν οἷς ὁρᾷ τῶν ἁμαρτωλῶν τὴν ἐκδίκησιν. Τὴν γὰρ τῶν ἰδίων χει-
For this reason, just as there, after mentioning more generally the name of the serpent, he brings forward the most bitter species of the beast within that genus, naming the asp; so here also, having first set forth as in a genus the name of the thorn, he brings forward the harsher species among thorns, naming the buckthorn, whose points are sharp, whose projections are continuous, harmful to those who approach, and whose scratches are venomous. Nevertheless, even if you were a thorn, he says, and even if the buckthorn among thorns, so as still to suppose that you live—for he does not truly live who does not possess the true life—wrath shall swallow you up; and just as the life of sinners would not truly be what it is called, but is merely named so (for what is severed from the true life is not life), so also in the case of God, wrath, even though this both appears so to sinners and is so named by them, is none the more wrath, but is "as wrath" to those who thus name the recompense rendered by God according to justice. This, then, is the meaning of "As living," and, "As in wrath he shall swallow you up"—since you are not in true life, nor is He truly contemplated in wrath. Then it says: "The righteous man shall rejoice when he sees vengeance." Not as exulting over those who perish, but as setting his own state side by side against theirs, he will then count himself blessed for his good counsel, in that he did not come to be among those in whom he beholds the vengeance upon sinners. For of his own hands
Notes, col. 596

On the reading

Printed ἐκνευρώση, for ἐκνευρώσῃ.

PG 44:597Read from the page
ρῶν καθαρότητα, τῇ πρὸς τὸ λύθρον τῶν ἁμαρτωλῶν ἀντεξετάσει, μᾶλλον κατόψεται. « Χεῖρας αὐτοῦ, » φησὶν, « νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. » Οἴδαμεν δὲ, ὅτι οὐκ ἄλλου τινὸς χάριν νιπτόμεθα, ἢ ἵνα τῷ ὕδατι τὸν ῥύπον ἀποκλυσώμεθα· ὁ δὲ τοῦ αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει τὸν προϋπάρχοντα ῥύπον, ἀλλ' αὐτὸς γίνεται ῥύπος. Οὐκοῦν ὥσπερ τὸ λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδηλότερον γίνεται, οὕτως καὶ ἡ τῶν χειρῶν τοῦ δικαίου καθαρότης, διὰ τῆς τοῦ ἐναντίου συγκρίσεως, λαμπροτέρα καθίσταται. Τὸ γὰρ νῦν ἀπιστούμενον, ὅτι τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως κακοπαθήσασι μετουσία τοῦ κρείττονος, τότε διὰ τῆς πείρας φανερωθήσεται· ὁ γὰρ ταῦτα βλέπων ἐρεῖ, ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει. Ὁρᾷς οἵας ἐπιβέβηκεν ἀκρωρείας ὁ λόγος; ὅσον ὑπεραίρει τῶν προδεικνυμένων ἐν τοῖς Ψαλμοῖς τὸ μέγεθος;
the purity, by examining it alongside the gore of sinners, he will behold all the more. "He shall wash his hands," it says, "in the blood of the sinner." Yet we know that we wash for the sake of nothing else than that we may rinse away filth with water; whereas the defilement of blood does not cleanse pre-existing filth, but itself becomes filth. Therefore, just as white colour becomes more conspicuous by juxtaposition with blood, so also the purity of the hands of the righteous man is rendered brighter through comparison with its opposite. For what is now disbelieved—namely, that there is a participation in what is better for those who have voluntarily endured hardship through the labours of virtue—will then be made manifest through experience; for he who sees these things will say that there was indeed, as it seems, a fruit laid up for the righteous man in the righteous judgement of God. Do you see what a mountain ridge the discourse has mounted, and how greatly it surpasses in grandeur the things previously set forth in the Psalms?
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Ἀλλ' οὐδὲ οὗτος ὅρος τῆς εἰς τὸ ὕψος ἀναβάσεως τοῖς δι' ἀρετῆς προκόπτουσι γίνεται. Ὁ γὰρ μετὰ τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως, ὑπὲρ τοῦτον καὶ τῇ μεγαλοφυῗᾳ τῆς θεωρίας εὑρίσκεται. Πάλιν δὲ ἡ ἐπιγραφὴ ἀνακηρύσσουσα τὸν στεφανίτην· πάλιν ἐπ' αὐτῶν στήλη τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην νίκην μαρτύρεται. « Εἰς τὸ τέλος » γὰρ, φησὶ, « μὴ διαφθείρῃς. » Εἴρηται πολλάκις, ὅτι νίκη ἐστὶ τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν ἐφερμηνεύειν τῷ λόγῳ τὸ ἐγνωσμένον. Τὸ δὲ, « Μὴ διαφθείρης, » ἡ φιλάνθρωπος αὕτη φωνὴ, καὶ πᾶσαν μακροθυμίας ὑπερβολὴν παριοῦσα, μείζονος ἐπιβέβηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας. Τίς γὰρ οὐκ οἶδεν, ὅτι πρόχειρος μὲν εἰς εὐποιίαν ἐστὶ καὶ τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προενδειξαμένων κακίαν· πολλάκις δὲ καὶ μικρᾶς τινος λύπης προσγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος, ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν, καὶ ἐν τῷ καιρῷ τῆς εὐποιίας οὐκ ἀπετράπη τοῦτο ποιῆσαι καλῶς; τὸν ἐπὶ μετρίοις λυπήσαντα· ὁ δὲ μικροφυὴς τὴν διάνοιαν, κἂν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶσαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν, καιροῦ τινος εἰς κακοποιίαν λαβόμενος. Οὐκοῦν οὐκ ἴσον τὸ θαῦμα, κἂν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ μηδὲν προπεπονθότος κακὸν, καὶ ἐπὶ τοῦ εὐποιίαις ἀμειψαμένου τὸν προλυπήσαντα. Τούτου χάριν, ὡς ἂν μάλιστα τὸ ἀπαράθετόν τε καὶ ἀζήλωτον ἐπιδειχθείη τῆς τοῦ Δαβὶδ μακροθυμίας, ἥτις αὐτὴν, μικροῦ δεῖν, μιμεῖται τῆς θείας φύσεως τὴν ἀπάθειαν, παρατίθησι τὴν πονηρὰν ἐκείνην τοῦ Σαοὺλ μανίαν. Εἴρηται γὰρ, φησὶν, τῷ Δαβὶδ ἡ τοῦ « Μὴ διαφθείρῃς » φωνὴ, ἣν τῇ μνήμῃ τῶν ἐπιγενομένων ἐνστηλιτεύῃ, οὐχ ὅτε φιλικῶς πρὸς αὐτὸν εἶχεν ὁ τύραννος, ἀλλ' ἤδη γεγενημένων ἐκείνων, ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Πάντως δὲ οὐκ ἀγνοεῖς, ὁ φιλομαθὴς, τὸ μέρος
Yet not even this becomes the limit of the ascent to the height for those who advance through virtue. For the psalm that follows after this one in the sequence of order is found to surpass it also in the sublimity of its contemplation. Once again the superscription proclaims the crowned victor; once again the pillar inscribed over them bears witness that such a victory is beyond human power. "Unto the end," it says, "destroy not." It has been said many times that victory is what is signified by "the end," and there is no need to interpret afresh in our discourse what is already known. But the phrase "Destroy not"—this humane utterance, surpassing even every excess of forbearance—has mounted to a greater thought in this passage. For who does not know that even any ordinary person is ready to do good towards those who have displayed no malice beforehand; and often, even when some slight grievance has arisen, the more magnanimous man endures his displeasure over small matters, and when the occasion for kindness comes is not turned aside from doing this well towards him who grieved him in moderate things; whereas he who is petty of mind, even if what provokes him happens to be something slight, unleashes upon him his whole retaliatory power, seizing some opportunity for ill-treatment? Therefore the wonder is not equal, even if the benefaction happens to be similar, in the case of one who has suffered no harm beforehand and in the case of one who repays with kindnesses the man who previously grieved him. On this account, so that the incomparable and inimitable character of David's forbearance—which all but imitates the very impassibility of the divine nature—might above all be demonstrated, it sets beside it that wicked madness of Saul. For the utterance "Destroy not," it says, was spoken by David, so that he might inscribe it as on a pillar in the memory of generations to come, not when the tyrant was kindly disposed towards him, but after those events had already taken place, when Saul sent to his house to put him to death. Assuredly you are not ignorant, O lover of learning, of that part
Notes, col. 597

On the reading

Printed διαφθείρης, for διαφθείρῃς.

Printed καλῶς;, for καλῶς,.

PG 44:600Read from the page
τῆς ἱστορίας, τὸ ὑπὸ τῆς ἐπιγραφῆς σημαινόμενον· πῶς ἐπειδὴ κατέστη τῷ Σαοὺλ ἡ ἐκ τοῦ δαιμονίου πνεύματος πτόησις, τοῦ ἁγίου Δαβὶδ διὰ τοῦ ψαλτηρίου τὴν ἐκ τοῦ πάθους ταραχὴν κατευνάσαντος, παρεστῶσαν ἑαυτῷ τὴν λόγχην εὑρὼν ὁ Σαοὺλ τῷ εὐεργέτῃ ἑαυτοῦ ἐπαφίησιν, εὐθύνας κατ' αὐτοῦ τὴν αἰχμήν· τοῦ δὲ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτὸν ὑπεκστήσαντος, τῷ τοίχῳ διὰ βάθους ἐμπήγνυται ἡ τῆς αἰχμῆς προσβολή. Ἐξέδραμεν δὲ τῶν βασιλείων ἐν τῷ ἰδίῳ οἴκῳ, μεταβληθήσεσθαι τοῦ βασιλέως τὸν θυμὸν διὰ μετανοίας ἐλπίσας.
of the history that is signified by the superscription: how, when the terror from the demonic spirit came upon Saul, and holy David through his psaltery calmed the turmoil arising from that affliction, Saul, finding his spear standing beside him, hurled it at his own benefactor, directing its point straight against him; and when by divine aid David stepped aside from the cast, the thrust of the spear-point was driven deep into the wall. And he fled out of the palace to his own house, hoping that the king's wrath would be altered through repentance.
Τοῦ δὲ Σαοὺλ δορυφόρους ἐν κύκλῳ τῇ αἰκίᾳ τοῦ Δαβὶδ περιστήσαντος, καὶ δημίοις τὸν κατ' αὐτοῦ φόνον ἐντειλάμενος, μόλις διὰ θυρίδος τινὸς καταβαλὼν ἑαυτὸν εἰς τὸ ὕπαιθρον διαλαθὼν τὴν φρουρὰν, ἔξω τῶν κινδύνων κατέστη· καὶ μεταναστὰς ἄλλοτε ἄλλον ἐπήρχετο τόπον, ὑπὸ ἀμηχανίας τοῖς ἠθάσιν ἀνθρώποις ἐπιπλανώμενος. Καὶ οὕτως δὲ κατελήφθη ὑπὸ τοῦ Σαοὺλ πανστρατιᾷ κυκλώσαντος τὸν γεώλοφον, ἐν ᾧ μετὰ τῶν περὶ αὐτὸν ὁ Δαβὶδ προσφεύγει, καὶ νυκτὸς ἀναβολὴν πρὸς τὸν θάνατον αὐτῷ παρασχομένης (ὑπερέθετο γὰρ ὁ Σαοὺλ ἐπὶ τὸν ὄρθρον τὴν τοῦ διωκομένου σφαγὴν) ἐφίσταται τῇ σκηνῇ τοῦ πολεμίου, καὶ καταλαβὼν ἐπί τινος εὐνῆς λελυμένον τῷ ὕπνῳ, οὐ μόνον τὴν ἰδίαν ἐπέσχεν χεῖρα σπεύδουσαν ἴσως τῷ θυμῷ χαρίσασθαι, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν ἤδη κατὰ τοῦ Σαοὺλ πρὸς τὴν σφαγὴν ἐπικύψαντα (« Πατάξω » γὰρ, φησὶν, « καὶ οὐ δευτερώσω ») ἀπάγει τῆς ὁρμῆς τῇ μεγάλῃ ταύτῃ καὶ ἀοιδίμῳ φωνῇ, « Μὴ διαφθείρης, » εἰπὼν, τὸν πρὸς τὴν καθ' ἡμῶν διαφθορὰν ἐπειγόμενον. Θὐ τοῦτο δὲ μόνον ἐστὶν τὸ θαυμαστὸν ἐν τῷ πράγματι, ὅτι ζωὴν χαρίζεται τῷ κατὰ τῆς ζωῆς αὐτοῦ ἅπαντα πράσσοντι, ἀλλ' ὅτι πρὸς βασιλείαν χρισθεὶς ὁ Δαβὶδ καὶ εἰδὼς, μὴ [ἂν] ἄλλως μετασχεῖν τοῦ ἀξιώματος, εἰ μὴ ἐκ ποδῶν γένοιτο ὁ Σαούλ· κρεῖττον ἔκρινεν διὰ τῆς μακροθυμίας κακοπαθεῖν ἐν ἰδιωτικῇ ταπεινότητι, ἢ θυμὸν κατὰ τοῦ λελυπηκότος ἐκπλήσας, ἐπιβῆναι τῆς βασιλείας. Διὰ τοῦτο συμπεριγράφει τῇ τῆς φιλανθρωπίας φωνῇ, τὸ, « Ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον Δαβὶδ, τοῦ θανατῶσαι αὐτόν. » Οὐ γὰρ τότε ἐῤῥέθη, ὅτε ταῦτα ἐγένετο, ἀλλὰ προφέρει ὁ λόγος εἰς τὴν τοῦ θαύματος ἐπίτασιν, ὅτι ταῦτα εἶπεν, ὁ ἐκεῖνα παθών. Περιττὸν δὲ οἶμαι νῦν παρενθεῖναι τῷ λόγῳ πρὸς ἕτερα σπεύδοντι, τί τὸ ἐν τῇ ἱστορίᾳ ζητούμενον, πῶς εἰπόντος τοῦ λόγου, ὅτι ἐπάταξε Σαοὺλ τὸν Δαβὶδ τῇ λόγχῃ, ἐπάγει ἡ ἱστορία, ὅτι κατὰ τοίχου ἦλθε τὸ δόρυ, ὁ δὲ Δαβὶδ διεσώθη· καὶ ὅτι ἐπὶ τῆς κλίνης τοῦ Δαβὶδ αὐτὸς μὲν οὐχ εὑρίσκεται, ἀλλ' ἀντ' ἐκείνου κενοτάφια καὶ ἠπαρ αἰγῶν, ὅπερ τοῖς τότε εἰς ἀποτροπιασμὸν θανάτου, ἔκ τινος συνηθείας, τὸ τοιοῦτον ἐγίνετο, ὥστε τὸν ἄῤῥωστον ὑπεξάγεσθαι μὲν τῆς κλίνης, τὴν δὲ τοῖς τεθνηκόσιν ἐπιβαλλομένην στολὴν ἐπιτιθέναι τῷ κραββάτῳ, καὶ ἧπαρ αἰγῶν. Δῆλον γὰρ ἂν εἴη τοῖς φιλοπονωτέροις, ὅτι προφητεία τῆς κατὰ τὸν Κύριον οἰκονομίας ἐστὶν ἡ ἱστορία. Δαίμονες ἦσαν ἐν Σαοὺλ τῷ τυράννῳ· τούτους ἀπελαύνει ὁ εἰς βα-
But when Saul stationed bodyguards in a circle around David's house, and commanded executioners to slay him, he barely let himself down through a certain window into the open air, eluding the guard, and got clear of the perils; and removing from place to place he went now to one spot, now to another, wandering about in perplexity among his acquaintances. And even thus he was overtaken by Saul, who surrounded with his whole army the hill upon which David had fled for refuge with those around him; and when night afforded him a postponement of death (for Saul deferred the slaughter of the pursued man until dawn), he came right up to the tent of the enemy, and finding him upon a couch relaxed in sleep, he not only held back his own hand, which was perhaps eager to gratify wrath, but also drew back from his impulse his armour-bearer, who was already bending over Saul for the slaughter ("For I will strike him," he says, "and I will not strike a second time"), by that great and celebrated utterance, saying, "Destroy not" him who hastens towards our destruction. Nor is this alone what is wondrous in the deed—that he grants life to the man who was doing everything against his own life—but that David, having been anointed for kingship and knowing that he could not otherwise partake of the dignity unless Saul were put out of the way, judged it better through forbearance to suffer hardship in the lowliness of private life than to satisfy his wrath against the one who had wronged him and so mount to the kingship. For this reason the text encompasses together with the utterance of clemency the words, "When Saul sent to David's house to put him to death." For it was not spoken then, when those events occurred, rather the account brings it forward to heighten the wonder, in that he who had suffered those things spoke these words. Now I deem it superfluous to insert at present into our discourse, as it hastens on to other matters, what is inquired into in the narrative: how, after Scripture says that Saul struck David with his spear, the narrative adds that the javelin went into the wall while David escaped safe; and that upon David's bed he himself is not found, but in his stead funerary effigies and goats' liver—which sort of thing was done among people of that time by a certain custom for the averting of death, so that the sick man was secretly removed from the bed, while the robe usually laid upon the dead was placed upon the pallet along with goats' liver. For it should be clear to the more diligent that the narrative is a prophecy of the dispensation concerning the Lord. There were demons in Saul the tyrant; these are driven away by him who unto
Notes, col. 600

On the reading

Printed αἰκίᾳ, for οἰκίᾳ.

Printed διαφθείρης, for διαφθείρῃς.

Printed Θὐ, for Οὐ.

Printed ἠπαρ, for ἧπαρ.