αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. » Σκύμνοι δὲ ὄντως μοι ἦσαν αἱ ἁμαρτίαι τὸ πρότερον, ἤτοι σκύμνοι λεόντων, οἳ τῷ φοβερῷ χάσματι, καὶ ταῖς τῶν ὀνύχων ἀκμαῖς κατεσπάρασσον. Ἀλλ' ἦλθον οἱ σύμμαχοι, ὁ ἔλεός τε καὶ ἡ ἀλήθεια, ἡ καλὴ συζυγία. Οὔτε γὰρ ἄκριτος ὁ ἔλεος, οὔτε ἀνελεὴς ἡ ἀλήθεια. Καὶ διὰ τούτων ἐλευθεροῦμαι τῆς μετὰ τῶν σκύμνων τούτων διαγωγῆς. Τὰ δὲ θηρία ταῦτα, φησὶν, « υἱοὶ ἀνθρώπων » εἰσὶν, ὧν « οἱ ὀδόντες ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. » Οὐκ οἶδεν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ τὰ αἰσθητὰ μέλη ταῦτα τοῖς ἀνθρωπίνοις στόμασιν ἀντὶ ὀδόντων ἐγκείμενα, ἀλλ' ὅτ' ἂν τις ὁμοιωθῇ πρὸς τὸ πάθος, καὶ μεταμορφωθῇ πρὸς τὴν ἐπικρατοῦσαν κακίαν, ἀπολέσας τὴν κατὰ φύσιν μορφὴν, θηρίον γίνεται. Διὰ τοῦτο λεόντων μνησθεὶς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὠνόμασεν, ᾧ ὀδόντες καὶ γλῶσσα, τὰ τοῦ πολέμου ὄργανα.
and His truth, and delivered my soul from the midst of whelps." Whelps indeed were my sins to me formerly—even whelps of lions, which tore me apart with their fearful jaws and the points of their claws. Yet the allies came, mercy and truth, that noble pair; for neither is mercy unjudging, nor is truth merciless, and through them I am set free from dwelling among those whelps. Now these beasts, he says, are "the sons of men," whose "teeth are weapons and arrows, and their tongue a sharp sword." The frame of our nature knows no such sensible members set inside human mouths in place of teeth; rather, whenever someone assimilates himself to passion and is transformed into the prevailing wickedness, having lost his natural form, he becomes a beast. Therefore, after mentioning lions, he named the sons of men, for whom teeth and tongue are the instruments of war.
Ὁ οὖν τοσοῦτον ὑπεραρθεὶς τὴν διάνοιαν, ὡς ὑπὸ τὴν σκιὰν τῶν θείων πτερύγων αὐλίζεσθαι, καὶ ἀπὸ τῆς γῆς εἰς τὴν οὐράνιον λῆξιν ἀναληφθῆναι (« Ἐξαπέστειλεν » γὰρ, φησὶν, « ἐξ οὐρανοῦ, καὶ ἔσωσέν με »), οὐκέτι πρὸς τὰ περίγεια βλέπει, ἀλλὰ τὴν ἐν τοῖς ἐπουρανίοις δόξαν περιεργάζεται, « Ὑψώθητι, » λέγων, « ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. » Καὶ διηγούμενος τὰς τῶν ἐχθρῶν προσβολὰς, ἐκείνοις φησὶν αὐτοῖς τοῖς ἑαυτῶν κακοῖς περιστρέφεσθαι τοῖς βόθροις καταπίπτοντας. Φησὶ γὰρ, ὅτι « Παγίδα ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου. Ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσον εἰς αὐτόν. » Αὐτὸς δὲ ἐν ἑτοίμῳ εἶναί φησιν τοῦ τὴν θείαν δόξαν δι' εὐφημίας ὑμνεῖν. Ὡς μακάριος τῆς τοσαύτης μεγαλοφυΐας ἐκεῖνος, οὗ ἡ καρδία πρὸς εὐφημίαν τῆς θείας δόξης ἡτοίμασται, χωροῦσα ἐν ἑαυτῇ τὸ ἀχώρητον· εὐτρεπής τε εἶναι λέγων καὶ ἕτοιμος, καὶ οὐκ ἀναβάλλεται τὴν ᾠδὴν, ἀλλὰ προσκαλεῖται τὰ ζῶντα αὐτοῦ ὄργανα ὀνομαστὶ πρὸς τὴν τῆς ὑμνῳδίας ὑπηρεσίαν καλῶν, « Ἐξεγέρθητι, » λέγων, « ψαλτήριον καὶ κιθάρα. » Ὕπερ τοῦ διπλοῦ ἀνθρώπου τοῦ φαινομένου τε καὶ κεκρυμμένου, τὴν ἐναρμόνιον συνῳδίαν πρὸς τὴν θείαν δοξολογίαν ἐνδείκνυται, καὶ ὑπακούει τῷ καλοῦντι τὰ ὄργανα. Ὁ δὲ καιρὸς τῆς τοιαύτης μουσικῆς ὄρθρος ἐστίν. Οὐδὲ γὰρ τῶν μὴ ἀποθεμένων τὰ ἔργὰ τοῦ σκότους ἡ δόξα τοῦ Θεοῦ διεγείρεται. « Ἐξεγερθήσομαι » οὖν « ἐν τῷ ὄρθρῳ, » φήσὶ πρὸς τὸν καλοῦντα τὸ ψαλτήριόν τε καὶ ἡ κιθάρα. Καὶ οὕτως ἐπαγγέλλεται πληρώσειν τῷ Θεῷ τὴν εὐχαριστίαν, ἣν ἐξομολόγησιν λέγει, ἐν λαοῖς πληρουμένην καὶ ἔθνεσι. Μερίζεται γὰρ πρὸς τὰ δύο ταῦτα ὀνόματα κατὰ τὸ ἴσον ἡ χάρις τῆς πίστεως, πρός τε τοὺς λαοὺς καὶ τὰ ἔθνη. Οὐ γὰρ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. Ἐπείπερ εἷς « ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, ἀκροβυστίαν διὰ τῆς πίστεως. » Διὰ τοῦτο καθάπερ διπλοῦ τινος ῥεύματος τῆς θείας εὐλογίας ἐπ' ἄμφω χυθείσης, πῆ μὲν ἐπὶ τοὺς λαοὺς, πῆ δὲ πρὸς τὰ ἔθνη διαιρε-
He who has been lifted so high in mind as to lodge beneath the shadow of the divine wings and to be taken up from earth to the heavenly portion ("For He sent forth," he says, "from heaven, and saved me") no longer looks towards earthly things, but busies himself with the glory in the heavenly realms, saying: "Be Thou exalted above the heavens, O God, and Thy glory above all the earth." And recounting the assaults of his enemies, he says that they are turned round by their very own evils, falling down into their pits; for he says: "They prepared a snare for my feet, and bowed down my soul; they dug a pit before my face, and fell into it." He himself, however, declares that he is in readiness to hymn the divine glory with praise. How blessed in such nobility of nature is that man whose heart has been prepared for the praise of the divine glory, containing within itself the Uncontainable! Declaring himself ready and prepared, he does not put off the ode, but summons his living instruments, calling them by name to the ministry of hymnody, saying: "Awake, psaltery and harp"—which indicates the harmonious concord of the twofold man, both the visible and the hidden, towards the divine doxology, and the instruments obey him who calls. Now the season for such music is dawn; for in those who have not put off the works of darkness the glory of God is not awakened. "I will awake," therefore, "at dawn," say both the psaltery and the harp to him who calls; and thus he promises to fulfil thanksgiving unto God, which he calls confession, fulfilled among peoples and nations. For the grace of faith is divided equally between these two names, towards both the peoples and the nations; for God is not the God of Jews only, but also of Gentiles, seeing that "God is one, Who shall justify the circumcision by faith, and the uncircumcision through faith." Therefore, just as when a twofold stream of divine blessing is poured out upon both, divided partly unto the peoples and partly towards the nations—