Migne Reading Room

PG 44 · cols. 517–528 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:517Read from the page
ἣν ὁ Ἑβραῖος οὐ δέχεται διὰ τὸν τῆς εὐσεβείας λόγον, καὶ ἣν ὑπὸ ἀπιστίας οὐ παρεδέξαντο. Εἰσὶ δὲ οἱ τοιοῦτοι ψαλμοὶ, ὡς ἐν κεφαλαίῳ μὲν εἰπεῖν, τὸν ἀριθμὸν δύο καὶ δέκα, ὡς δ' ἂν καὶ ἀκριβέστερον τὰ περὶ αὐτῶν ἐκτεθείη, καὶ τὴν τάξιν τῆς ἀκολουθίας ἐφ' ἑκάστῳ γνωρίσωμεν· ὁ δεύτερος καὶ τριακοστὸς, καὶ τεσσαρακοστὸς καὶ δεύτερος. Καὶ ἐπὶ τούτοις ὁ ἑβδομηκοστὸς, εἶτα ὁ τρίτος μετ' αὐτὸν, καὶ μετὰ τούτους ὁ ἐννενηκοστός. Εἶτα ὁ δεύτερος, καὶ καθεξῆς ἕως τοῦ ἕκτου, καὶ πάλιν ὁ ὄγδοος καὶ τελευταῖος ἐν τοῖς ἀνεπιγράφοις, ὁ ἑκατοστός τε καὶ τρίτος. Ἡ μὲν οὖν τάξις τῶν παρ' Ἑβραίοις ἀνεπιγράφων ψαλμῶν αὕτη. Τὴν δὲ αἰτίαν τοῦ μὴ παραδεχθῆναι παρ' αὐτῶν τὰς ἐπιγραφὰς ταύτας, οὐκ ἄλλην οἶμαί τινα παρὰ τὴν εἰρημένην εἶναι. Μᾶλλον δ' ἂν ἡμῖν ὁ περὶ τούτων λόγος εἰς ἀπόδειξιν ἦλθεν, εἰ δι' ὀλίγων τινὰς τῶν ἀνεπιγράφων ψαλμῶν ἐξ ἐπιδραμῆς θεωρήσομεν, ὡς ἂν ἡ κατηγορία τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης δι' αὐτῆς τῆς τῶν ῥητῶν θεωρίας τὸ πιστὸν ἔχοι.
which the Hebrew does not accept on account of the principle of piety, and which out of unbelief they did not receive. Now such psalms are, to speak summarily, twelve in number; and that the particulars concerning them might be set forth even more accurately, let us also make known the order of sequence in each case: the thirty-second, and the forty-second; and after these the seventieth, then the third after it, and after these the ninetieth; then the second after that, and successively up to the sixth, and again the eighth; and last among those without superscriptions, the hundred and third. Such, then, is the order of the psalms without superscriptions among the Hebrews. And the reason why these superscriptions were not received by them I deem to be none other than that which has been stated. Rather would our account concerning these matters come to demonstration if we briefly examine certain of the psalms without superscriptions in passing, so that the charge against the perversity of the Jews may possess credibility through the very contemplation of the words.
Ἐπειδὴ τῷ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν ἐλθόντι κελεύει ὁ ψαλμὸς ἐπαγάλλεσθαι, λέγων, « Ἀγαλλιᾶσθε, δίκαιοι ἐν Κυρίῳ, » ὡς τοῦ παντὸς ἐπιστατῶν, καὶ ἐξ οὐκ ὄντος τὸ πᾶν εἰς τὸ εἶναι παραγαγὼν, καὶ συντηρῶν ἐν τῷ εἶναι τὰ πάντα· οὗ τὸ πρόσταγμα οὐσία γίνεται. Αὕτη γὰρ τῶν θείων ῥημάτων ἡ ἔννοια, ὅτι « Αὐτὸς εἶπε καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. » Οὗτος μακάριον ποιεῖ τὸ ἔθνος τὸ ἐπὶ τῷ ὀνόματι αὐτοῦ στηριζόμενον, ἡμᾶς λέγων τὸ ἔθνος, οἷς ἡ ἐλπὶς τῆς σωτηρίας τὸ ὄνομα τοῦ Χριστοῦ ἐστιν, ᾧ συνονομαζόμεθα οἱ πεπιστευκότες. « Ὅτι ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, τοῦ ἰδεῖν πάντας υἱοὺς τῶν ἀνθρώπων, ἐκ τοῦ ἑτοίμου κατοικητηρίου αὐτοῦ. » Κατοικητήριον δὲ αὐτοῦ ἕτοιμον τὸ ἀεὶ ὂν, τὸν Πατέρα ὠνόμασεν, οὗ τὸ εἶναι ἀεί ἐστιν, οὐκ ἔκ τινος γενόμενον, ἀλλὰ πάντοτε ἕτοιμον· καὶ οὐ ξενιζόμεθα, ὅτι ἐξ ἐκείνου τοῦ κατοικητηρίου τοῖς τῶν ἀνθρώπων υἱοῖς καταμίγνυται, Υἱὸς ἀνθρώπου γενόμενος, διὰ τὸ πεπεῖσθαι, ὅτι αὐτός ἐστιν « Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν. » Εἰ γὰρ ἐκείνου πλάσμα ἡ ἀνθρωπίνη φύσις, τί καινὸν ἐκ τοῦ μυστηρίου μανθάνομεν; Ὅτι ὁ Δεσπότης τῆς φύσεως εἰς τὰ ἴδια ἦλθεν· ἀλλ' οἱ Ἑβραῖοι αὐτὸν οὐκ ἐδέξαντο. Διὸ τούτοις ἡ ἐπιγραφὴ οὐκ ἔστιν, οὐδὲ ὁ ἥλιος τῷ μὴ βλέποντι. Ὅθεν τὸν κατὰ σάρκα τοῦ νόμου δρόμον, ὃν « ψευδῆ ἵππον » λέγει, καὶ πᾶσαν τὴν σωματώδη τῶν ἐντολῶν κατανόησιν (τοῦτο δ' ἂν εἴη ὁ γίγας), ἄχρηστον εἰς σωτηρίαν κρίνομεν· καθὼς διαβάλλει τὰ
Since the psalm bids us exult in Him Who came from the heavens upon the earth, saying, "Rejoice in the Lord, O righteous ones," as presiding over the universe, both bringing all things out of non-existence into being and preserving all things in being—Whose command becomes substance; for this is the sense of the divine words, "He spoke and they were begotten, He commanded and they were created"—He makes blessed the nation that is stayed upon His name, meaning by the nation ourselves, for whom the hope of salvation is the name of Christ, by Whom we who have believed are called in common: "Because the Lord looked down from heaven to behold all the sons of men, from His prepared dwelling-place." By His prepared dwelling-place that ever is, it named the Father, Whose being ever is, not having come to be from anything, but always prepared; and we are not astonished that from that dwelling-place He mingles with the sons of men, having become Son of man, because we are persuaded that He Himself is "He Who fashioned our hearts individually." For if human nature is His handiwork, what strange thing do we learn from the mystery? Namely that the Master of nature came unto His own, yet the Hebrews did not receive Him. Wherefore for them the superscription does not exist, any more than the sun exists for one who does not see. Hence the fleshly course of the law, which it calls a "false horse," and every corporeal understanding of the commandments (and this would be the "giant"), we judge unprofitable unto salvation, just as
Notes, col. 517

On the reading

Printed ἐπιδραμῆς, for ἐπιδρομῆς.

PG 44:520Read from the page
τοιαῦτα ὁ Ψαλμῳδὸς δι' αἰνίγματος λέγων· « Ψευδὴς ἵππος εἰς σωτηρίαν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. » Βλέποντες δὲ ἐπὶ τὸν ῥυόμενον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν διὰ τῆς οὐρανίας τροφῆς (καθώς φησιν ὁ Προφήτης, ὅτι « Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ »), φαμὲν ἐκεῖνο, ὅτι « Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, τῷ ἐξ οὐρανῶν ἡμᾶς ἐπιβλέψαντι. » Καὶ, ὅτι « Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. »
the Psalmist disparages such things through an enigma, saying: "A horse is false unto salvation, and a giant shall not be saved by the abundance of his strength." Looking rather unto Him Who delivers our souls from death through heavenly nourishment (just as the Prophet says: "The eyes of the Lord are upon those who fear Him, those who hope upon His mercy, to deliver their souls from death and to nourish them in famine"), we utter that saying: "Our soul shall wait for the Lord, Who looked upon us from the heavens"; and: "Let Thy mercy, O Lord, be upon us, even as we have hoped upon Thee."
Διὰ ταῦτα τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ τούτου ὁ Ἑβραῖος οὐ δέχεται. Πάλιν κατὰ τὸν αὐτὸν τρόπον ὁ τεσσαρακοστός τε καὶ δεύτερος τοῖς Ἑβραίοις ἐπιγραφὴν οὐκ ἔχει, δεικνῦντος, οἶμαι, τοῦ λόγου, ὅτι τὸ ἐν τῷ ψαλμῷ τούτῳ μυστήριον τοῖς Ἑβραΐζουσι κατὰ τὴν αἵρεσιν ἀπαράδεκτον ἦν. Εἰσελεύσεσθαι γὰρ εἰς τὸ θυσιαστήριον ἐπαγγέλλεται, νέος γενόμενος. Ἀλλὰ τῷ Ἑβραίῳ τοῦτο οὐκ ἔστιν. Οὐ γὰρ δέχεται τῷ μυστηρίῳ τῆς σωτηρίας διὰ τῆς ἄνωθεν γεννήσεως ἀνανεάσαι.
On account of these things the Hebrew does not accept the superscription of this psalm. Again, in the same manner, the forty-second also has no superscription among the Hebrews, the word showing, as I deem, that the mystery in this psalm was unacceptable to those who Judaize according to their sect. For he promises that he will enter unto the altar, having become young. Yet for the Hebrew this is not so; for he does not consent to grow young anew in the mystery of salvation through the birth from above.
Ἐν δὲ τῷ ἑβδομηκοστῷ τῆς ἐκκλησιαστικῆς ἐκδόσεως ἐπιγραφὴν ἐχούσης, « Ὑπὲρ τῶν υἱῶν Ἰωναδὰμ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, » παρὰ τοῖς Ἑβραίοις τοῦτο σεσίγηται. Ἡ δὲ αἰτία σαφὴς, ὅτι φανερωτέρας τῆς εἰς τὸν Κύριον προφητείας ἐν τούτοις οὔσης, ἡ ἀπιστία τῶν Ἰουδαίων κατηγορεῖται, ὡς δέξασθαι τὴν φανερὰν τοῦ μυστηρίου διδασκαλίαν μὴ δυνηθέντων. Ὥσπερ γὰρ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, ἢ οἱ τῷ πάθει τῆς ὑδροφόβης περιπεσόντες, οὔτε τῆς ἀκτῖνος οὗτοι τὴν προσβολὴν, οὔτε τοῦ ὕδατος ἐκεῖνοι τὴν ὄψιν τοῖς ὀφθαλμοῖς ὑποφέρουσιν, ἀλλὰ μεμυκόσι τοῖς βλεφάροις, οἱ μὲν ἐμπαθεῖς τὰ ὄμματα τῆς ἀκτῖνος χωρίζονται, οἱ δὲ ὑδροφοβοῦντες τῆς τοῦ ὕδατος ὄψεως. Τὸν αὐτὸν τρόπον, καὶ ἡ τῶν Ἰουδαίων κακία διὰ τὸ μὴ θέλειν ὁμολογεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπαράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλήθειαν. Ἔξεστι δὲ καὶ δι' αὐτῆς τῆς ψαλμῳδίας ἐπιγνῶναι τὰ τῆς προφητείας αἰνίγματα. Λέγει γὰρ ἐν τῷ ἑβδομηκοστῷ, ἐν ᾧ « Περὶ τῶν πρώτων αἰχμαλωτισθέντων » ἐστὶν ἡ ἐπιγραφὴ, ὡς ἐκ προσώπου τοῦ αἰχμαλώτου ὁ λόγος, ἄλλα τέ τινα πρέποντα τῇ τοῦ ἱκέτου φωνῇ, καὶ ὅτι « Ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· » τούτοις τοῖς ὀνόμασι τὸν αἰχμαλωτίσαντα ἡμῶν τὴν ζωὴν ἐνδεικνύμενος. Καὶ ἐν τοῖς ὑπολοίποις μετὰ πολλὰς τὰς παρακλητικὰς ἐκείνας φωνὰς, τὴν ἐκ τῆς αἰχμαλωσίας γενομένην ἐπάνοδον διασημαίνει τῷ λόγῳ· ἐν οἷς φησιν, ὅτι « Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς, καὶ ἐπιστρέψας ἐζωοποίησά;
And in the seventieth, where the ecclesiastical edition has the superscription, "For the sons of Jonadab, and the first who were led captive," among the Hebrews this has been passed over in silence. The reason is clear: because the prophecy concerning the Lord in these words is more manifest, the unbelief of the Jews is convicted, inasmuch as they could not accept the plain teaching of the mystery. For just as those suffering in their eyes, or those who have fallen into the malady of hydrophobia, cannot endure with their eyes—the former the impact of the sunbeam, the latter the sight of water—but with closed eyelids those afflicted in their sight part their eyes from the beam and those dreading water from the sight of water: in the same manner the malice of the Jews also, through refusing to confess the glory of the divine proclamation, renders the truth unacceptable through silence. Yet it is possible even through the psalmody itself to recognize the enigmas of the prophecy. For in the seventieth, wherein the superscription is "Concerning the first who were led captive," the speech says, as from the person of the captive, both certain other things befitting the voice of a suppliant and: "Deliver me out of the hand of the sinner, out of the hand of the transgressor of the law and the unrighteous one"—indicating by these names him who led our life captive. And in what follows, after those many supplicatory utterances, he signifies by his word the return that took place out of captivity, wherein he says: "How many sore and evil afflictions Thou hast shown me, and turning again Thou hast quickened
Notes, col. 520

On the reading

Printed ἐζωοποίησά;, for ἐζωοποίησας.

PG 44:521Read from the page
με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλωσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. » Τοῦτο δὲ σαφέστερον ἐκ τῆς τοῦ μεγάλου Παύλου διδασκαλίας νοήσομεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάρει τῆς ἁμαρτίας καθελκυσθεὶς εἰς την ἄβυσσον διὰ τοῦ κατελθόντος δι' ἡμᾶς εἰς τὴν ἄβυσσον. Περὶ οὗ φησιν· « Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. Ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. » Ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν πάλιν καὶ ἐξωκίσθη. Δι' ἀνθρώπου εἰσῆλθε, δι' ἀνθρώπου καὶ ἐξοικίζεται. Ὁ πρῶτος ἄνθρωπος ἤνθιξε τῷ θανάτῳ τὴν εἴσοδον· διὰ τοῦ δευτέρου ἡ ζωὴ ἀντεισάγεται, ἧς ἡ εἴσοδος ἀφανισμὸν τοῦ θανάτου ἐργάζεται. Διὰ τοῦτο ἐν τῇ ἀβύσσῳ τοῦ θανάτου, κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου, κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην, ἐφ' ᾧ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον.
me, and out of the abysses of the earth Thou hast brought me up again; Thou hast multiplied Thy greatness upon me, and turning again Thou hast comforted me." This we shall understand more clearly from the teaching of the great Paul: how he who was dragged down into the abyss by the weight of sin is brought up out of the abysses through Him Who descended for our sake into the abyss; concerning Whom he says: "Say not in your heart, Who shall ascend into heaven?—that is, to bring Christ down—or, Who shall descend into the abyss?—that is, to bring Christ up from the dead." For whence death entered into the world, thence again it was also banished: through man it entered, and through man it is driven out. The first man opened the entrance to death; through the second, life is brought in instead, whose entrance works the abolition of death. Therefore in the abyss of death, while the captive was held fast by death, He descended through His passion into this abyss, in order to gather up again together with Himself towards the heights the one plunged in the deep.
Ταῦτα γὰρ δι' ἀκριβείας ἡ μεγάλη τοῦ Ἀποστόλου φωνὴ δισσάφησεν, ἄλλὰ τε πολλὰ περὶ τούτων εἰπὼν, φησὶ καὶ τοῦτο· « Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα. » Διὰ τοῦτο τῆς ἐπιγραφῆς « Ὑπὲρ τῶν πρώτων αἰχμαλωτισθέντων » γίνεσθαι τὴν διὰ σαρκὸς οἰκονομίαν τοῦ Κυρίου βοώσης, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι, καὶ τὴν ἐπιγραφὴν οὐ προσίενται.
For these things the great voice of the Apostle made plain with exactness, and after saying many other things concerning them, he says this also: "Just as in Adam we all die, so in Christ we shall all be made alive." Therefore, when the superscription "For the first who were led captive" cries aloud that the dispensation of the Lord in the flesh is taking place, the Hebrews stop up their hearing and do not admit the superscription.
Οὕτως ἐν τῷ ἐννενηκοστῷ τὴν αὐτὴν εὑρήσεις αἰτίαν τοῦ μὴ παραδέχεσθαι τοὺς Ἑβραίους τὴν δηλωτικὴν τῆς τοῦ Χριστοῦ θεοφανείας ἐπιγραφήν. Ἡμῖν μὲν γὰρ ὁ μνημονευθεὶς ψαλμὸς, « Αἶνός » ἐστιν « ᾠδῆς. » Πᾶς γὰρ αἶνος εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει. Οἱ δὲ Ἑβραῖοι σιγῶσι τὸν αἶνον, καὶ τοῖς αἰνοῦσι τὸν Κύριον σιγᾷν ἐγκελεύονται. Κωλύειν γοῦν ἐπιχειροῦσιν ἐν τῷ ἱερῷ τοὺς παῖδας αἰνεῖν ἐπὶ ταῖς εὐποιίαις τὸν Κύριον, καθὼς στηλιτεύει αὐτῶν τὴν ἀγνωμοσύνην τὸ Εὐαγγέλιον. Αὐτὰ δὲ τοῦ αἴνου τῆς ᾠδῆς ταύτης τὰ ῥήματα, περιττὸν ἂν εἴη διὰ τῆς θεωρίας ἀποδεικνύειν, πρὸς τὸν Κύριον βλέποντα, γυμνότερον αὐτῆς τῆς λέξεως τῶν γεγραμμένων τὴν τοιαύτην ἐμφαινούσης διάνοιαν.
Thus in the ninetieth you will find the very same reason why the Hebrews do not accept the superscription indicative of the manifestation of Christ as God. For to us the psalm mentioned is "A praise of a song," since every praise has its reference unto God; whereas the Hebrews keep silence regarding the praise, and bid those who praise the Lord keep silence. At any rate, they attempt in the temple to hinder the children from praising the Lord for His benefits, just as the Gospel pillories their perversity. As for the actual words of the praise of this song, it would be superfluous to demonstrate through contemplation that they look towards the Lord, since the very wording of what is written displays such a meaning more openly.
Ὁ δὲ μετὰ τὸν πρῶτον καὶ ἐννενηκοστὸν, ἔχει τι πάλιν ἐν τῇ ἐπιγραφῇ φανερώτερον, οὗ χάριν φεύγει ὁ Ἰουδαΐζων τὴν τῆς ἐπιγραφῆς συγκατάθεσιν. Φησὶν γὰρ ἡ λέξις οὕτως· « Αἶνος ᾠδῆς τοῦ Δαυῒδ, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, ὅτε κατῴκισται ἡ γῆ. » Τίς γὰρ οὐκ οἶδε τῶν παραδεδεγμένων τὸν περὶ τῆς εὐσεβείας λόγον, ὅτι τῇ ἡμέρᾳ τοῦ Σαββάτου, τὸ κατὰ τὸν θάνατον ἐνηργήθη μυστήριον, ἀκριβῶς κατὰ τὸν νόμον ἀκινήτου μείναντος ἐν τῷ μνήματι κοίτης ἐκείνου τοῦ σώματος; Καὶ τὴν ἡμέραν ἐκείνην, ὅτε κατῳκίσθη ἡ γῆ ὑπὸ τοῦ οἰκιστοῦ ἡμῶν, ὃς διὰ
And the psalm after the ninety-first again possesses something yet clearer in its superscription, on account of which he who Judaizes shuns assent to the superscription. For the wording runs thus: "A praise of a song of David, for the day of the Sabbath, when the earth was settled." For who among those who have received the doctrine of piety does not know that on the day of the Sabbath the mystery concerning death was wrought, that body remaining motionless in the sepulchral couch strictly according to the law? And as for that day when the earth was settled by our Founder, Who through
Notes, col. 521

On the reading

Printed την, for τὴν.

Printed ἤνθιξε, for ἤνοιξε.

Printed δισσάφησεν, for διεσάφησεν.

Printed ἄλλὰ, for ἄλλα.

PG 44:524Read from the page
τὸ καταλῦσαι τὸν καθαιρέτην τῆς ἡμετέρας οἰκήσεως, πάλιν τὸ ἐρειπωθὲν ἐξ ὑπαρχῆς ᾠκοδόμησεν; Ὁ δὲ καθαιρέτης ἡμῶν ὁ θάνατος ἦν, ὃν τότε κατήργησεν, ὅτε ἡμῖν μὲν σαββατίζειν ἐδόκει, μένων ἐν ᾧ ἦν τόπῳ ἀκίνητος. Τὴν δὲ τοῦ θανάτου κατηγωνίζετο δύναμιν, ὁδοποιῶν δι' ἑαυτοῦ τοῖς τεθνεῶσι πᾶσι τὴν ἐκ τοῦ θανάτου ἀνάστασιν. Ἀλλ' οὐ δέχεται τὸ τοῦ Σαββάτου μυστήριον ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διὸ καὶ οὗτός ἐστιν ὁ αἶνος παρ' αὐτοῖς ἀνεπίγραφος. Οὐ γὰρ συντίθεται ὅτι οὗτός ἐστιν ὁ Κύριος, ὁ καθ' ἡμᾶς ἑαυτὸν σχηματίσας, καὶ τὴν ἡμετέραν αἰσχύνην περιβαλλόμενος ἐν τῇ τοῦ δούλου μορφῇ, πάλιν ἐβασίλευσε, καὶ τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἑαυτοῦ περιεβάλετο δύναμιν. Δύναμις δὲ καὶ εὐπρέπεια τοῦ Υἱοῦ ὁ Πατήρ. Οὗτος λυθεῖσαν δι' ἁμαρτίας τὴν ἀνθρωπίνην φύσιν, πάλιν στεῤῥὰν ἀπειργάσατο· ὡς μηκέτι αὐτὴν πρὸς κακίαν ἀπωσθῆναι, μηδὲ τὸν ἐν ἁμαρτίᾳ δέξασθαι σάλον. Καὶ πολλὰ ἄλλα δι' αἰνιγμάτων ἀνευφημήσας τὴν χάριν, ποταμούς τινας μεγάλα ἠχοῦντας τῷ λόγῳ προστίθησι, τὰς τῶν Εὐαγγελίων, ὡς οἶμαι, λέγων φωνάς. Καὶ τί χρὴ τὰ καθ' ἕκαστον διεξιέναι τῶν ἐν τῇ ψαλμῳδίᾳ γεγραμμένων, οὐδεμιᾶς οὔσης ἐν τοῖς θείοις ῥητοῖς ἀμφιβολίας τοῦ εις ἐκεῖνον βλέπειν τὴν ὑμνῳδίαν, τὸν ἀναβάντα Θεὸν ἐν ἀλαλαγμῷ, καὶ τὰ μαρτύρια αὐτοῦ διὰ τῆς ἀγαθῆς ὁμολογίας πιστώσαντα, καὶ τὸ ἁγίασμα τοῦ πνεύματος τῷ ἰδίῳ οἴκῳ τῆς Ἐκκλησίας ἐμπρέψαι παρασκευάσαντα;
overthrowing the destroyer of our dwelling rebuilt anew from the beginning that which had been cast down in ruins, who does not know what day it is? Now our destroyer was death, which He then abolished when to us indeed He seemed to be keeping the Sabbath, remaining motionless in the place wherein He was; yet He was vanquishing the power of death, opening through Himself for all the dead a way to the resurrection from death. Yet the enemy of the cross of Christ does not accept the mystery of the Sabbath. Wherefore among them this praise also is without superscription; for they do not agree that He is the Lord Who, after fashioning Himself in our likeness and clothing Himself with our shame in the form of a servant, reigned again, put on His own comeliness, and clothed Himself with His own power. And the power and comeliness of the Son is the Father. He rendered human nature, which had been dissolved through sin, firm once more, so that it is no longer thrust away towards vice nor admits the tossing of sin. And after celebrating grace in many other ways through enigmas, he adds in his discourse certain rivers sounding mightily, meaning, as I deem, the voices of the Gospels. And what need is there to go through each detail of what is written in the psalmody, when there is no doubt in the divine words that the hymnody looks towards Him, God Who ascended with a shout, Who confirmed His testimonies through the good confession, and Who prepared the sanctification of the Spirit to adorn His own house of the Church?
Ὡσαύτως καὶ τοῦ τρίτου μετὰ τὸν ἐννενηκοστὸν διὰ τὴν αὐτὴν αἰτίαν ὁ Ἑβραῖος τὴν ἐπιγραφὴν οὐ παραδέχεται· ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· « Τῷ Δαυῖδ, τετράδι Σαββάτων, ἀνεπίγραφος παρ' Ἑβραίοις. »
Likewise, for the same reason, the Hebrew does not accept the superscription of the ninety-third either; and the wording of the superscription runs thus: "For David, on the fourth day of the week, without superscription among the Hebrews."
Τὸ δὲ ἐν τούτῳ μυστήριον, τὴν περὶ τὸ πάθος οἰκονομίαν προαγορεύει. Τῇ γὰρ πέμπτῃ τοῦ Σαββάτου τῆς προδοσίας παρὰ τοῦ Ἰούδα [γεγενημένης ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ ὁ πάντα τὸν κόσμον δι' ἑαυτοῦ] λυτρούμενος, ὑπὸ τοῦ προδότου τρόπον τινὰ πωλεῖται· οὕτω γὰρ καὶ παρὰ τῆς προφητείας Ἰερεμίου τὸ γεγονὸς ὀνομάζεται· « Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου. » Διὰ τοῦτο δὲ, οἶμαι, πωλεῖται, ἵνα τῇ ἑαυτοῦ πράσει τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους ἐξαγοράσῃ. Ὅθεν προϊδὼν ὁ Προφήτης τὸ ἐσόμενον, θυμῷ τινι πρὸς τὸ γενόμενον διεγείρεται, Θεὸν ἐκδικήσεων αὐτὸν ὀνομάζων, καὶ ὑψωθῆναι τὸν δι' ἡμᾶς ταπεινωθέντα παρακαλῶν, ἀποδοῦναι τοῖς ὑπερηφάνοις τὴν κατ' ἀξίαν ἀντίδοσιν, ὡς ἂν μὴ ἐπικαυχοῖντο οἱ ἁμαρτωλοὶ τῇ κακίᾳ. Πρὸς οὓς βοᾷ, ἄφρονας αὐτοὺς καὶ μωροὺς ὀνομάζων, τοὺς μὴ παραδεξαμένους τὴν τοῦ ὀφθέντος
Now the mystery in this psalm foretells the dispensation concerning the passion. For since the betrayal by Judas [took place] on the fifth day of the week, [on the day before this He Who] redeems [the whole world through Himself] is in a certain manner sold by the traitor; for thus also is the event named by the prophecy of Jeremiah: "And they took the thirty pieces of silver, the price of Him Who was priced." And on this account, I deem, He is sold: that by His own sale He may buy back those sold under sin. Hence the Prophet, foreseeing what would come to pass, is stirred with a certain indignation at what took place, calling Him God of vengeances, and entreating that He Who was humbled for our sake be exalted, to render unto the proud their due recompense, lest sinners boast over vice. Unto them he cries aloud, calling foolish and senseless those who did not accept the
Notes, col. 524

On the reading

Printed εις, for εἰς.

PG 44:525Read from the page
θεότητα. Ἴδιον γάρ ἐστι τοῦ ἄφρονος, ὡς ἑτέρωθί φησι, τὸ τὸν ὄντα Θεὸν μὴ εἶναι λέγειν. Βοᾷ δὲ πρὸς τοὺς τοιούτους, ὅτι « Σύνετε, ἄφρονες ἐν τῷ λαῷ, καὶ, μωροὶ, ποτὲ φρονήσατε. » Τίς ὁ φυτεύσας τὸ οὖς; τίς ὁ πλάσας τὸν ὀφθαλμόν; τίς ὁ παιδεύων τὰ ἔθνη; τίς ὁ γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων; διὰ τούτων γὰρ οἶμαι πάντων τὸν Προφήτην τὰ κατὰ τὰς ἰάσεις μηνύειν θαύματα, δι' ὧν ὀφθαλμοί τε ἐπλάσσοντο διὰ τοῦ πτύσματος καὶ τῆς γῆς πηλουργούμενοι, καὶ ἀκοαὶ τρόπον τινὰ τοῖς ἐστερημένοις τῆς αἰσθήσεως ταύτης διὰ τῶν δακτύλων ἐνεφυτεύοντο. Καὶ ὅσα ἐν τῷ κρυπτῷ τῶν νοημάτων ἐλάνθανεν, παρὰ τοῦ βλέποντος τὰς ἐνθυμήσεις αὐτῶν διελέγετο. Ἐπειδὴ τούτοις ἐμβοῶν οὐκ ἠκούσθη, πρὸς τὸν Κύριον ἐπιστρέφει τὸν λόγον καί φησιν· « Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· » ὡς τοῦ νόμου καθ' ἑαυτὸν ὠφελοῦντος οὐδὲν, εἰ μή τις θεία διδαχὴ τὸ ἐγκείμενον αὐτῷ μυστήριον σαφηνίσειε· καθὼς εἶπεν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι « Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. » Ἢ τάχα μακαρίζει τὸν ἐξ ἐθνῶν τῷ πνευματικῷ νόμῳ πιστεύοντα, ὃς ἄνθρωπος ὢν τὸν πρὸ τούτου χρόνον, σαρκώδης τε καὶ συμπαραβεβλημένος τοῖς κτήνεσιν, ἐν τῇ παιδεύσει τοῦ θείου νόμου, τῆς κατάρας εἰς εὐλογίαν ἀναλυθείσης, μακάριος γίνεται. Ὅτι αὐτῷ μὲν ἀπὸ τῶν ἡμερῶν τῶν πονηρῶν ἡ ὀργὴ πραΰνεται, ἐκείνου δὲ ὁ βόθρος ὀρύσσεται· εἶτα μικρὸν ὑποβὰς, τὸν σκοπὸν λέγει τῆς κατὰ τὸν ἄνθρωπον τοῦ Κυρίου οἰκονομίας. « Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. » Ἡ γὰρ βοήθεια τοῦ Κυρίου, οὐκ ἀφῆκεν ἡμᾶς τοῦ ᾅδου παροίκους εἶναι. Καὶ ὅτι κατὰ τὸ πλῆθος τῶν ἐκ τῆς ἁμαρτίας ὀδυνῶν, ἀντίρροπος ἐγένετο ἡμῖν ἡ ἰατρεία παρὰ τοῦ ἰατρεύοντος· ἐν ᾧ τι καὶ μεῖζον φιλοσοφεῖ, τὸ μὴ ἐξ ἀϊδίου εἶναι τὸ κακὸν δογματίζων. Φησὶ γὰρ, ὅτι « Οὐ συμπροςέσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. » Τοῦτο δέ ἐστιν, ὅτι Οὐ συνθεωρεῖταί σοι ἡ τῆς κακίας ἀρχή. Ἀρχὴ γὰρ ὁ θρόνος, ὁ τὴν ἁμαρτίαν κτίζων διὰ προστάγματος. Δι' ὧν τὸ μὴ ἐξ ἀϊδίου τὴν κακίαν εἶναι, μηδὲ εἰς ἀεὶ παραμένειν αὐτὴν ἐνεδείξατο. Ὃ γὰρ μὴ ἀεὶ ἦν, οὐδὲ εἰς ἀεὶ ἔσται. Καὶ τὸν τρόπον τῆς τοῦ κακοῦ ἀναιρέσεως διηγεῖται, ἐν τῇ τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου μιαιφονίᾳ, τὸν ἀφανισμὸν τῆς κακίας προαγορεύων. Λέγει γὰρ, ὅτι « Οὗτοι μὲν θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. » Τοῦτο δὲ ἐμοὶ σωτήριον γίνεται. Ὁ γὰρ καταδικασθεὶς τῷ θανάτῳ Κύριος, διὰ τούτου γίνεταί μοι καταφυγή. Καὶ οὗτος ὁ Θεὸς εἰς βοηθὸν ἐλπίδος τοῖς πεπιστευκόσι καθίσταται, ὃς ἀποδιδοὺς ἐν τῇ δικαίᾳ κρίσει τὸ κατ' ἀξίαν ἑκάστῳ, ἀφανιεῖ τὴν πονηρίαν τῶν ἡμαρτηκότων, οὐχὶ τὴν φύσιν. Οὕτως εἰπὼν τῇ λέξει, « Ὅτι καὶ ἀποδώσει αὐ-
Godhead of Him Who appeared. For it is characteristic of the fool, as he says elsewhere, to say that the God Who is does not exist. And he cries aloud unto such men: "Understand, you senseless ones among the people; and you fools, at length be wise." Who is He Who planted the ear? Who is He Who fashioned the eye? Who is He Who instructs the nations? Who is He Who knows the thoughts of men? Through all these things, I deem, the Prophet indicates the miracles performed in His healings, whereby eyes were fashioned when moulded of clay through spittle and earth, and hearing in a certain manner was implanted through His fingers in those deprived of this sense, and whatever lay hidden in the secret place of men's thoughts was brought to light by Him Who beholds their imaginations. Since when crying out unto them He was not heard, he turns his discourse towards the Lord and says: "Blessed is the man whom Thou shalt instruct, O Lord, and teach him out of Thy law"—inasmuch as the law of itself profits nothing unless some divine teaching make plain the mystery contained within it, just as this very same Prophet said: "Uncover my eyes, and I shall perceive the wondrous things out of Thy law." Or perhaps he pronounces blessed the man from among the nations who believes in the spiritual law, who, having been in former time a fleshly man compared to the beasts, becomes blessed in the instruction of the divine law when the curse is resolved into blessing; because for him indeed wrath is appeased from the evil days, whereas for that other a pit is dug. Then, descending a little further, he states the aim of the Lord's dispensation according to humanity: "Unless the Lord had helped me, my soul had almost dwelt in Hades." For the help of the Lord did not suffer us to remain sojourners in Hades; and according to the multitude of the pangs arising from sin, the healing from the Physician proved commensurate for us. Herein too he philosophizes something yet greater, laying down the doctrine that evil does not exist from eternity. For he says: "Shall the throne of iniquity be joined with Thee, which frames toil upon a command?" That is to say: The principle of vice is not contemplated as coexisting with Thee; for the "throne" that creates sin through a command is a ruling principle. Thereby he indicated that vice neither exists from eternity nor abides for ever; for what was not always will not be always either. And he recounts the manner of the abolition of evil, foretelling the destruction of vice in the blood-guiltiness of the Jews against the Lord. For he says: "They shall hunt after the soul of the righteous, and shall condemn innocent blood." Yet this becomes salvation to me; for the Lord Who was condemned to death thereby becomes a refuge for me. And this God is established as a helper of hope for those who have believed, Who, rendering to each according to desert in righteous judgement, will blot out the wickedness of those who have sinned, not their nature, saying thus in very words: "Because the Lord also will render unto
PG 44:528Read from the page
τοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός· » σημαίνων διὰ τῶν εἰρημένων, ὅτι οἱ νῦν τῇ ἁμαρτίᾳ μεμορφωμένοι ἀφανισθήσονται. Τῆς γὰρ κακίας οὐκ οὔσης, οὐδὲ ὁ κατ' αὐτὴν μεμορφωμένος ἔσται· ἀπολομένης οὖν τῆς κακίας, καὶ ἐν μηδενὶ τοῦ τοιούτου χαρακτῆρος ὑπολειφθέντος, πάντες κατὰ Χριστὸν μορφωθήσονται, καὶ μία πᾶσιν ἐξαστράψει μορφὴ, ἡ ἐξ ἀρχῆς ἐπιβληθεῖσα τῇ φύσει.
them their iniquity, and according to their wickedness the Lord God will blot them out"—signifying through what has been said that those who are now formed in sin will be blotted out. For when vice does not exist, neither will there be anyone formed according to it; when vice, therefore, has perished and no such stamp is left behind in anyone, all will be formed according to Christ, and one form will shine forth in all, that which was laid upon nature from the beginning.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Μετὰ ταῦτα πρόεισι κατὰ τὸ ἀκόλουθον, μηδενὶ τῶν μουσικῶν συγκεχρημένος ὀργάνων, ἀλλὰ διὰ τῆς ἰδίας φωνῆς τὸν εὔφημον αἶνον διὰ τῆς ᾠδῆς ἀνατιθεὶς τῷ Θεῷ. Φησὶ γάρ· « Αἶνος ᾠδῆς τῷ Δαβίδ. » Καὶ αὕτη δὲ τοῖς Ἑβραίοις ἡ ἐπιγραφὴ οὐκ ἔστι. Προκαλεῖται γὰρ τοὺς ἀκούοντας εἰς κοινωνίαν ἀγαλλιάματος, καὶ εἰς ἀλαλαγμὸν ἐπινίκιον, « Δεῦτε, » λέγων, « ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. » Καί τινα πρὸς τῷ τέλει καταφορικωτέραν ἀπειλὴν κατὰ τῶν ἀπιστούντων ἔχει, τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν, ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν, καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ Εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι· οἷς ἐξῆν « σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ » δι' ἡμᾶς εἰς τὸ σήμερον εἰσελθόντος, καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀϊδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος, ἀνοῖξαι ἑαυτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως. Ἀλλ' ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπιστίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι, ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις, ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ ἀπεκλείσθησαν. Πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν, οἱ ἑκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες;
After these things he proceeds in sequence, making joint use of none of the musical instruments, but offering auspicious praise unto God through song by means of his own voice. For he says: "A praise of a song for David." And among the Hebrews this superscription also does not exist. For he summons his hearers into a fellowship of exultation and unto a triumphant shout, saying: "Come, let us exult in the Lord; let us shout aloud unto God our Saviour." And towards the close it contains a somewhat more vehement threat against the unbelieving, who displayed the very same malice both during the forty years of their sojourn in the wilderness, wherein they provoked their Benefactor, and afterwards in refusing to welcome the rest from sin granted unto us through the Gospel—men for whom it was possible, had they "today heard the voice" of Him Who for our sake entered into "today" and descended out of His pre-eternal and everlasting majesty into temporal birth, to open for themselves the entrance of rest. Yet ever putting forward error and unbelief as their own guide, both in the former times and in the times thereafter, they were shut out by an oath from the entrance into the rest of God. For how could they enter into rest who of their own accord alienated themselves from the blessing?
Οὕτω καὶ ὁ μετὰ τούτους ὁ πέμπτος καὶ ἐννενηκοστὸς, τοῖς μὲν Ἑβραΐζουσιν ἀνεπίγραφος λέγεται· ἡμῖν δέ ἐστιν ᾠδὴ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ τῆς αἰχμαλωσίας τῷ θεῷ ᾀσθεῖσα, ὅτε ἀνῳκοδομήθη διαλυθεῖσα ἡ τῆς φύσεως ἡμῶν κατασκευή· οὕτω γὰρ ἡ τῆς ἐπιγραφῆς ἔχει λέξις· « Αἶνος ᾠδῆς, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ' Ἑβραίοις. » Εὐθὺς δὲ τὸ τῆς Καινῆς Διαθήκης μυστήριον ἐν προοιμίοις ἡ ψαλμῳδία εὐαγγελίζεται, λέγουσα· « Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. » Εἰκότως δὲ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τούτου παρὰ τοῖς Ἑβραίοις σεσίγηται, ὅτι μετὰ τὰς εὐαγγελικὰς φωνὰς, ἃς ἐν προοιμίοις τῆς ψαλμῳδίας πεποίηται, πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιγράφει τὸν λόγον ἡ προφητεία λέγουσα·
So too the psalm after these, the ninety-fifth, among those who Judaize is called without superscription; whereas for us it is a song sung unto God after the return from captivity, when the dissolved frame of our nature was rebuilt; for thus runs the wording of the superscription: "A praise of a song, when the house was built after the captivity; without superscription among the Hebrews." And straightway in its opening words the psalmody proclaims the good tidings of the mystery of the New Testament, saying: "Sing unto the Lord a new song." Reasonably, then, has the superscription of this psalm been passed over in silence among the Hebrews, because after the evangelical utterances which it makes in the prelude of the psalmody, the prophecy addresses its discourse unto those from among the nations, saying: