Migne Reading Room

PG 44 · cols. 496–504 · Read from the page

On the Psalms

On the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:496Read from the page
καὶ ὁ τοῦ μέλους ῥυθμὸς, καὶ τῶν ῥημάτων ἡ δύναμις ἡ συνδιεξαγομένη μετὰ τοῦ μέλους, ἣν ἀγνοεῖσθαι πᾶσα ἀνάγκη, ὅταν διὰ μόνων τῶν μουσικῶν ὀργάνων ἡ μελῳδία γένηται· οὕτω καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων συμβαίνει. Οἱ μὲν γὰρ τῇ θεωρητικῇ τε καὶ ἐποπτικῇ τῶν ὄντων φιλοσοφίᾳ τὸν νοῦν προσανέχοντες, ἄδηλον τοῖς πολλοῖς τὴν ἀρετὴν κατορθοῦσιν, ἐν τῷ ἰδίῳ συνειδότι τὸ ἀγαθὸν κατακλείοντες· οἷς δὲ καὶ τὸ ἦθος τοῦ βίου κατὰ σπουδὴν συγκατορθοῦται, οὗτοι τῇ περὶ τὸ φαινόμενον εὐσχημοσύνῃ, καθάπερ τινὶ λόγῳ τὴν τῆς ζωῆς ἑαυτῶν εὐρυθμίαν δημοσιεύουσιν. Ὅταν τοίνυν δι' ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδραμούσης, « Ὠδὴ ψαλμοῦ γίνεται, » ἢ « Ψαλμὸς ᾠδῆς· » ὅταν δὲ τὸ ἕτερον ᾖ τούτων ἐφ' ἑαυτοῦ τοῖς ἐπαίνοις προκείμενον, ἢ τὸ κατὰ διάνοιαν ἀγαθὸν διὰ τοῦ « Ψαλμοῦ » μόνον σημαίνεται· ἢ τὸ ἦθος καὶ ἡ περὶ τὸ φαινόμενον εὐσχημοσύνη, διὰ τῆς « Ὠδῆς » ἑρμηνεύεται.
both the rhythm of the melody and the force of the words carried along together with the melody, which must of necessity remain unknown whenever the music is produced through musical instruments alone; so too does it happen among those who pursue virtue. For those who apply their mind to the contemplative and visionary philosophy of realities achieve virtue unseen by the multitude, enclosing the good within their own conscience; whereas those by whom moral character of life is also earnestly cultivated in tandem publish the harmonious order of their own life, as though by a kind of speech, through seemliness in outward conduct. Whenever, therefore, the good is achieved through both together, moral philosophy concurring with contemplative philosophy, there arises a "Canticle of a psalm," or a "Psalm of a canticle"; whereas when either one of these is set forth by itself in the praises, either the good according to the understanding is signified through "Psalm" alone, or moral character and seemliness in outward conduct is expressed through "Canticle."
Ὕμνος δὲ ἢ αἶνος τῇ ᾠδῇ συμμιγνύμενος, παράγγελμα γίνεται, μὴ πρότερον ἡμᾶς κατατολμᾷν τῶν περὶ Θεοῦ νοημάτων, πρὶν ἂν τὸν βίον ἡμῶν τῆς τοιαύτης παῤῥησίας ποιήσωμεν ἄξιον. « Οὐ » γὰρ « ὡραῖος, » φησὶν, « αἶνος ἐν στόματι ἁμαρτωλοῦ. » Καὶ τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς· « Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; » Ὡσαύτως δὲ καὶ ἡ « Μετ' ᾠδῆς προσευχὴ » τὸ ἴσον ἡμῖν ὑποτίθεται, πρότερον περὶ τὸν βίον σπουδάζειν, ὡς ἂν μή τις ῥάθυμός τε καὶ παρηχημένος τοῖς ἐπιτηδεύμασι τύχῃ, καὶ τότε προσιέναι διὰ προσευχῆς τῷ Θεῷ. Καί μοι δοκεῖ τὴν τοιαύτην ὁ Κύριος ἔννοιαν παραδιδόναι τοῖς εἰποῦσι πρὸς αὐτὸν, ὅτι « Δίδαξον ἡμᾶς προσεύχεσθαι· » ὡς οὐκ ἐν ῥήμασι τῆς προσευχῆς, ἀλλ' ἐν τῷ βίῳ κατορθουμένης, ἐν οἷς φησιν, ὅτι « Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος τὰς ἁμαρτίας ὑμῶν. »
Now a hymn or praise mingled with the canticle becomes a precept that we should not presume upon conceptions concerning God before we have rendered our life worthy of such boldness of speech. For "praise," it says, "is not comely in the mouth of a sinner." And to the sinner God said: "Why do you recount My statutes?" In like manner also "Prayer with a canticle" suggests the very same thing to us: first to be diligent concerning our life, lest anyone chance to be sluggish and out of tune in his pursuits, and then to approach God through prayer. And the Lord seems to me to hand down such a thought to those who said to Him, "Teach us to pray," inasmuch as prayer is accomplished not in words, but in one's life, when He says: "If you forgive men their trespasses, your heavenly Father will also forgive you your sins."
Ὅταν δὲ καθ' ἑαυτὴν ἡ Αἴνεσις γράφηται, μαρτυρίαν τινὰ τοῦ ἀνατιθέντος τῷ θεῷ τοὺς ἐπαίνους περιέχει τὸ νόημα. Οὐ γὰρ ἄλλου τινός ἐστιν τὸ ἐπαινεῖν τὸν Θεὸν, ἀλλ' Αἴνεσις, φησὶ, τοῦ Δαυῖδ· ὡς ἂν διὰ τούτου μάθοιμεν, ὅτι εἰ κατ' ἐκεῖνον γενοίμεθα, τότε καὶ ἡμεῖς τὴν τοῦ αἰνεῖν τὸν Θεὸν παῤῥησίαν ληψόμεθα.
And whenever "Praise" is written by itself, the thought contains a certain testimony regarding the one who offers the praises to God. For to praise God belongs not to just anyone, but it says, "Praise of David," so that through this we might learn that if we become like him, then we too shall receive the boldness to praise God.
Ὁ δὲ « Ἐν ὕμνοις ψαλμὸς, » εἰς ὑψηλοτέραν ἡμᾶς ἀνάγει κατάστασιν, ἣν ᾔδει καὶ ὁ θεῖος Ἀπόστολος, καθὼς πρὸς Κορινθίους φησὶν, ἑαυτὸν νῦν μὲν τῷ πνεύματι ψάλλειν, νῦν δὲ τῷ νοΐ. Οὐκοῦν ἡ μὲν τῷ νῷ συμμιγνυμένη ψαλμῳδία τὸν προαποδοθέντα λόγον διερμηνεύει, τοῦ δεῖν τὸ φαινό-
Moreover, the "Psalm among hymns" leads us up to a loftier state, which the divine Apostle also knew when, as he says to the Corinthians, he sings psalms now with the spirit, and now with the mind. Accordingly, psalmody mingled with the mind interprets the account already given, namely that what appears outwardly must
PG 44:497Read from the page
μενον ἄξιον εἶναι τοῦ κεκρυμμένου, ἵνα ἡ ᾠδὴ σημαίνῃ τῷ τοιούτῳ νοήματι. Ἡ δὲ πνεύματι μόνῳ κατορθουμένη ψαλμῳδία, τὴν ὑπερέχουσαν κατάστασιν τῶν ἁγίων ἐνδείκνυται, ὅταν κρεῖττον ᾖ τῆς διὰ τῶν φαινομένων ἐνδείξεως τὸ τῷ Θεῷ προσαγόμενον. Οὐ γὰρ ἐν ᾠδαῖς τισιν ὁ ψαλμὸς ταῖς διὰ ῥημάτων διαρθρούσαις τῶν νοουμένων τὴν δύναμιν, ἀλλ' « Ἐν ὕμνοις, » φησὶν, « ὁ ψαλμός. » Τοῦτο δέ ἐστι, κατά γε τὴν ἐμὴν κρίσιν, διδασκαλία, τί χρὴ ὑπὸ τοῦ ὕμνου γινώσκειν. Μανθάνομεν γὰρ ὅτι ὁ ὑψηλὸς βίος καὶ τὸ τὰ ἄνω φρονεῖν, καὶ ἐκ τῶν οὐρανίων τε καὶ ὑπερκειμένων νοημάτων ἔχειν τὸ ἡμέτερον ὄργανον, τοῦτο ὕμνος ἐστὶ τοῦ Θεοῦ, οὐχ ἐν δυνάμει ῥημάτων, ἀλλ' ἐν τῷ ὑπερέχοντι κατορθούμενος βίῳ· ὅταν δὲ τὴν τῆς « συνέσεως » φωνὴν συγγράφοι τοῖς ὕμνοις, συμβουλίαν τινὰ δοκεῖ μοι ποιεῖσθαι ὁ λόγος, μὴ ἀσυνέτως ἔχειν τῶν εἰς δοξολογίαν τῷ Θεῷ ἀνατιθεμένων ῥημάτων· μήποτε λάθοιμεν ἀνεξετάστῳ καὶ ἀσυνέτῳ τινὶ ὁρμῇ τὰ μὴ πρέποντα τῇ θείᾳ μεγαλειότητι ἀνατιθέντες νοήματα· οἷόν ἐστι τὸ οἴεσθαι τοῖς κατὰ Θεὸν ζῶσιν ἐν τῇ τοῦ βίου τούτου εὐκληρίᾳ προκεῖσθαι τὰς ἀμοιβὰς, καὶ τὸ νομίζειν ἐκεῖνο, καὶ παρὰ τῷ Θεῷ καλὸν κρίνεσθαι, ὅπερ ἂν τῇ αἰσθήσει τῶν ἀνθρώπων τοιοῦτον δόξῃ· καὶ πολλὰ τοιαῦτα δυνατόν ἐστιν εὑρεθῆναι νοήματα, ταῖς περὶ Θεοῦ ὑπολήψεσι παρὰ τῶν ἀσυνέτων ἀνατιθέμενα. Σοὶ δὲ χρεία συνέσεως τοῦ ἐκεῖνα περὶ αὐτοῦ γινώσκειν, ὅσα μὴ μῶμον φέρει προσφερόμενα. Τὸ μὲν γὰρ οὕτως αὐτῷ πρέπον εἰς ἔπαινον, κρεῖττόν ἐστιν, ἢ ὥστε ὑπὸ ἀνθρωπίνης φύσεως εὑρεθῆναι· ἡμῖν δὲ τοσοῦτον ἀγαπητὸν, οὐδὲ τὸ δέον περὶ αὐτοῦ γινώσκειν εὑρεῖν, ἀλλὰ τὸ μηδενὶ τῶν ἀπεμφαινόντων συνενεχθῆναι· ὅπερ δὴ ἐπὶ τῆς αἰνέσεως τοῦ Δαυῖδ ἐνοήσαμεν, ὡς τῷ τοιούτῳ μόνῳ πρεπούσης τῆς θείας αἰνέσεως. Ταύτόν μοι δοκεῖ καὶ περὶ τῆς « προσευχῆς » γινώσκειν, ὅταν ἀκούσωμεν, « Προσευχὴ τοῦ Δαυῖδ, » ὡς δέον, καὶ τὸν ἡμέτερον βίον κατὰ τὸν ἐκείνου σπουδάζειν εἶναι, ἵνα τοῦ προσεύχεσθαι τὴν παῤῥησίαν κτησώμεθα. Οὕτω καὶ τὸ, « Προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. » Πολλὴ γὰρ ἡμῖν χρεία τῆς κατὰ Θεὸν ἀναβάσεως, ἵνα νοήσωμεν, τίνων πτωχεύομεν· οὐ γὰρ ἂν εἰς ἐπιθυμίαν ἔλθοιμεν τῶν ἀληθινῶν ἀγαθῶν, εἰ μὴ τὴν ἐν τοιούτοις ἑαυτῶν πτωχείαν κατανοήσωμεν. Ἀλλ' ἔμψυχός τις γένηται, καὶ ἐνδιάθετος τῆς προσευχῆς ὁ τόνος, ὅταν γνῶμεν τίνων πτωχεύομεν, καὶ πρὸς τὴν ἀναβολὴν τῶν ποθουμένων ἀκηδιάσωμεν· καὶ οὕτως ἐκχεῖται ἡ δέησις ἡμῶν διὰ τῶν ὀφθαλμῶν ἀντὶ ῥημάτων χρωμένη τοῖς δάκρυσιν.
be worthy of what is hidden, so that the canticle may signify according to such a meaning. Yet psalmody accomplished by the spirit alone displays the surpassing state of the saints, whenever what is offered to God is superior to outward manifestation. For the psalm does not consist in certain canticles that articulate through words the force of the things conceived, but, "Among hymns," it says, "is the psalm." And this, in my judgement at least, is an instruction as to what one ought to understand by the hymn. For we learn that the lofty life, and setting one's mind on the things above, and having our instrument tuned from heavenly and transcendent conceptions—this is the hymn of God, accomplished not in the force of words, but in a surpassing life; and whenever it joins the expression "of understanding" to the hymns, the word seems to me to offer a certain counsel not to be unintelligent regarding the words dedicated to God for doxology, lest perchance by some unexamined and unintelligent impulse we unawares attribute conceptions unbefitting the divine majesty—such as supposing that for those who live according to God the rewards are set forth in the prosperity of this present life, and reckoning that too to be judged noble even before God which may appear such to human sense; and many such notions can be found attributed by the unintelligent to their suppositions concerning God. You, however, have need of understanding so as to recognize concerning Him those things which, when offered, bring no blemish. For what is truly fitting for His praise is greater than can be discovered by human nature; whereas for us it is desirable enough, since we cannot even find how to know what is due concerning Him, not to be carried away with anything incongruous—which very point we perceived regarding the praise of David, inasmuch as divine praise befits only one of such character. It seems to me that we should recognize the very same point concerning "prayer" as well, whenever we hear "A Prayer of David," namely that it is needful to strive that our own life also be patterned after his, so that we may acquire the boldness to pray. So too with the inscription, "A prayer for the poor man when he becomes despondent, and pours out his supplication before the Lord." For we have great need of the ascent towards God in order that we may understand in what things we are poor; for we would never come into a desire for the true goods unless we perceived our own poverty in such things. Rather, let the intensity of prayer become living and inward whenever we come to know in what things we are poor and grow despondent at the delay of the things longed for; and thus our supplication is poured forth through our eyes, employing tears in place of words.
PG 44:500Read from the page
Οὕτω νοήσεις καὶ τὸ, « Προσευχὴ τῷ Μωϋσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ, » ὡς οὐκ ἐνὸν ἄλλως προσελθεῖν διὰ προσευχῆς τῷ Θεῷ, εἰ μή τις τοῦ κόσμου τούτου ἀποστὰς, Θεοῦ μόνου γένοιτο ἄνθρωπος.
Thus also you will understand the inscription, "A prayer of Moses the man of God," inasmuch as it is impossible otherwise to approach God through prayer unless one withdraws from this world and becomes a man of God alone.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ἡ δὲ « Ὑπὲρ τῶν ἀλλοιωθησομένων » ἐπιγραφὴ τοῦτόν μοι δοκεῖ τὸν νοῦν ἔχειν, ὅτι μόνη κρείττων ἐστὶ τροπῆς τε καὶ ἀλλοιώσεως ἡ θεία φύσις· οὐ γὰρ ἔχει πρὸς ὅ τι χρήσεται τῇ τροπῇ, τοῦ μὲν κακοῦ ἀνεπίδεκτος οὖσα καθόλου· πρὸς δὲ τὸ κρεῖττον τραπῆναι μὴ δυναμένη· οὐκ ἔστι γὰρ πρὸς ὅ τι δέξεται τὴν ἀλλοίωσιν· οὐ γὰρ ἔχει τὸ ἑαυτῆς κρεῖττον, πρὸς ὃ μεταβήσεται. Ἡμεῖς δὲ οἱ ἄνθρωποι, ἐν τροπῇ τε καὶ ἀλλοιώσει κείμενοι, κατ' ἀμφότερα διὰ τῆς ἀλλοιωτικῆς ἐνεργείας, ἢ χείρους, ἢ βελτίους γινόμεθα· χείρους μὲν, ὅταν τῆς μετουσίας τῶν ἀγαθῶν ἀποῤῥέωμεν· ἀμείνους δὲ πάλιν, ὅταν πρὸς τὸ κρεῖττον ἀλλοιούμενοι τύχωμεν. Ἐπεὶ οὖν τῷ κακῷ διὰ τῆς τροπῆς συνηνέχθημεν, χρεία τῆς ἀγαθῆς ἡμῖν ἀλλοιώσεως, ὡς ἂν διὰ ταύτης γένοιτο ἡμῖν ἡ πρὸς τὸ κρεῖττον μεταβολή· καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῆς συμφράσεως τῶν « τοῖς ἀλλοιωθησομένοις » συγγεγραμμένων· οὐ γὰρ μόνον τὸ « δεῖν ἀλλοιωθῆναι συμβουλεύει » ὁ λόγος, ἀλλὰ καὶ τρόπον τινὰ ὑποτίθεται, ὅπως ἂν τὸ τοιοῦτον κατορθωθείη, δι' ὑποδειγμάτων τινῶν τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν προδεικνύων.
Now the inscription "For those who shall be changed" seems to me to hold this meaning: that the divine nature alone is superior to mutability and alteration; for it has nothing towards which it will employ mutability, being altogether incapable of evil, and unable to turn towards what is better; for there is nothing towards which it will admit alteration, since it has nothing better than itself to which it might pass over. Yet we human beings, situated in mutability and alteration, become either worse or better in both directions through our capacity for change: worse whenever we slip away from participation in what is good, and better again whenever we come to be altered towards what is better. Since, therefore, we have been carried away with evil through mutability, we have need of the good alteration, so that through it the transition towards what is better might come about for us; and this is evident from the context of what is written along with "for those who shall be changed"; for the word not only counsels that "one must be changed," but also suggests a certain manner whereby such a thing might be accomplished, foreshadowing through certain examples the transition towards what is better.
Ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· « Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς στηλογραφίαν τῷ Δαυῖδ εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας. » Δῆλον γὰρ ἂν εἴη διὰ τῶν εἰρημένων, ὅτι διδασκαλίαν τινὰ καὶ συμβουλὴν περιέχει ὁ λόγος εἰπὼν, ὅτι « Εἰς στηλογραφίαν τῷ Δαυῖδ εἰς διδαχήν. » Οὐ γὰρ ἂν ἡ διδαχὴ προσέκειτο, μὴ πρὸς διδασκαλίαν τοῦ λόγου βλέποντος· ἡ δὲ « Εἰς στηλογραφίαν » τὸ τοῦ δεῖν ἀνεξάλειπτόν τε καὶ ἐντετυπωμένον ἔχειν τῇ μνήμῃ τὸν λόγον ἐνδείκνυται, ὡς εἶναι στήλην μὲν τὸ μνημονικὸν τῆς ψυχῆς, τὰ δὲ ἐπὶ τῆς στήλης χαράγματα, τὰ τῶν ἀγαθῶν ὑποδείγματα. Ταῦτα δὲ ἦν ἡ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως τοῦ Δαυῖδ ἀριστεία, δι' ὧν διπλοῦν γίνεται κατὰ τῶν πολεμίων τὸ πάθος, τῶν μὲν πυρὶ δαπανηθέντων, τῶν δὲ διὰ πληγῆς ἐν ἀφανισμῷ γενομένων. Ἡ μὲν γὰρ μέση τῶν ποταμῶν Συρία διὰ τοῦ πυρὸς ἀναλίσκεται καὶ τὸ πρόσχωρον αὐτοῖς μέρος τῶν Σύρων, ὡσαύτως δὲ καὶ ἡ φάραγξ τῶν ἁλῶν ἐν πολλαῖς χι-
And the wording of the inscription runs thus: "Unto the end, for those who shall be changed, for an inscription on a pillar, to David for instruction, when he burned Mesopotamia of Syria and Syria Sobal, and Joab returned and struck down twelve thousand in the Valley of Salt." For it should be clear from what has been said that the word contains a certain instruction and counsel when it says, "For an inscription on a pillar, to David for instruction." For "instruction" would not have been added if the word did not look towards teaching; whereas "For an inscription on a pillar" indicates the duty of keeping the word indelible and imprinted in memory, so that the soul's faculty of memory is a pillar, and the carvings upon the pillar are the examples of noble deeds. And these were the exploit of the commander-in-chief of David's host, whereby the calamity inflicted upon the enemies is twofold, some being consumed by fire and others brought to destruction by the stroke of the sword. For Syria between the rivers is consumed by fire, together with the part of the Syrians bordering upon them, and in like manner also the Valley of Salt in many thousands
PG 44:501Read from the page
λιάσι καταφονεύεται· ἀλλὰ τὸ μὲν δι' ἀκριβείας τὴν ἱστορικὴν ἀκολουθίαν ἐκθέσθαι, μακρὸν ἂν εἴη, καὶ περιττὸν ἅμα. Τί γὰρ ἂν γένοιτο πλέον ἡμῖν δι' ἀκολούθου τὴν ἔκθεσιν τῶν γεγονότων μαθοῦσιν; ἀλλὰ πρὸς τί φέρει τῆς ἱστορικῆς μνήμης τὸ αἴνιγμα, κρεῖττον οἶμαι δι' ὀλίγων προθεῖναι τῷ λόγῳ, ὡς ἂν γένοιτο ἡμῖν ἡ τοιαύτη « στηλογραφία » εἰς διδαχὴν τοῦ ἡμετέρου βίου. Τί οὖν ἐστιν ὅ φημι; ὅλον τὸ ἔθνος Συρίαν ὠνόμασε, μερίζει δὲ τοῦτο εἰς δύο τμήματα, ἕκαστον αὐτῶν ἰδίοις γνωρίσμασι σημειούμενος· ἡ μὲν γὰρ αὐτῶν, Μεσοποταμία Συρίας λέγεται· ἡ δὲ ἑτέρα, τοῦ Σοβὰλ Συρία κατονομάζεται· καταπίμπραται δὲ καὶ αὕτη, καὶ αὕτη. Καὶ μετὰ τοῦτο ἐξ ἐπιστροφῆς τοῦ ἀρχιστρατήγου ἡ φάραγξ τῶν ἁλῶν, ἐν δυοκαίδεκα χιλιάσι τῷ θανάτῳ καταδικάζεται· οὐκοῦν νοήσωμεν, ὅτι διπλοῦν ἐστι τῆς Συρίας τὸ εἶδος. Οἱ μὲν γὰρ αὐτῶν εἰσι τοῖς μεσοποταμίοις ῥεύμασιν ἐν κύκλῳ διειλημμένοι· αὐτοὶ δ' ἂν εἶεν οἱ τοῖς παθήμασι πανταχόθεν περιῤῥεόμενοι. Οἱ δὲ ἀνάκεινται τῷ Σοβὰλ, διὰ τοῦ ὀνόματος τούτου τὴν τῆς ἀντικειμένης δυνάμεως τυραννίδα τοῦ λόγου σημαίνοντος· οὐκοῦν αὕτη γένοιτο ἂν ἡμῖν τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἡ ὁδὸς, εἰ τῷ καθαρσίῳ πυρὶ τὸ διπλοῦν τοῦτο τῆς κακίας ἔθνος ἀφανισθείη· ὡς γὰρ ἡ ἀρετὴ βίῳ καὶ διανοίᾳ χαρακτηρίζεται, οὕτω καὶ ἡ κακία τοῖς δύο τούτοις ἐνθεωρεῖται· καὶ ἡ μὲν κατὰ τὸν βίον ἀταξία, ᾗ τὰ τῶν παθῶν ῥεύματα κύκλῳ τὴν ψυχὴν διαλαμβάνει, ἡ τῶν ποταμῶν λέγεται μέση, ἡ δὲ διὰ τῶν πονηρῶν δογμάτων ἀνακειμένη τῷ ἄρχοντι τοῦ κόσμου, Σοβὰλ Συρίας κατονομάζεται· ὧν τῷ καυστικῷ τε καὶ καθαρσίῳ λόγῳ δαπανηθέντων, ἕπεται τὸ τὴν ἄγονόν τε καὶ ἁλμῶσαν γῆν, ἥτις στρατόπεδόν ἐστι τῶν ἀντικειμένων δυνάμεων, τῇ τοῦ ἀρχιστρατήγου πληγῇ παραχθῆναι· οὐ γὰρ ἂν γένοιτο ἡμῖν ἡ κατὰ τῶν ἐχθρῶν νίκη, μὴ τοῦ ἄρχοντος τῶν στρατιῶν ὑπερσχόντος τῇ χειρί. Τῇ δὲ τῶν πολεμίων ἀπωλείᾳ εἰρήνη κατὰ τὸ ἀκόλουθον ἕπεται· καὶ τοῦτ' ἔστι τὸ ἀκόλουθον τῆς νίκης, πρὸς ὃ βλέπουσα ἡ ἐπιγραφὴ, ἐνστηλιτεύει ταῖς μνήμαις ἡμῶν τὴν πρὸς τὸ ἀλλοιωθῆναι ὑφήγησιν, διὰ τῶν ἱστορικῶν ὑποδειγμάτων τὴν ἀπαλλαγὴν τῶν παθημάτων ὑποδεικνύουσα. Μᾶλλον δ' ἂν ἡμῖν φανερὸν γένοιτο τὸ κατὰ τὴν ἀλλοίωσιν μάθημα, εἰ τοῖς λοιποῖς τῶν ἑρμηνέων ἀκολουθήσαιμεν, ὧν ὁ μὲν « Ὑπὲρ τῶν ἀνθῶν, » ὁ δὲ « Ὑπὲρ τῶν κρίνων, » ἀντὶ τῆς ἀλλοιώσεως τῷ λόγῳ προσέγραψαν. Τό τε γὰρ ἄνθος ἐνδείκνυται τοῦ χειμῶνος τὴν εἰς ἔαρ μεταβολήν. Ὅπερ σημαίνει τὴν ἀπὸ κακίας εἰς τὸν κατ' ἀρετὴν βίον μετάστασιν. Ἥ τε τοῦ κρίνου ὄψις πρὸς ὅ τι χρὴ γενέσθαι τὴν ἀλλοίωσιν, διερμηνεύει· ὁ γὰρ δι' ἀλλοιώσεως λαμπρὸς γενόμενος, δηλονότι ἐκ μέλανός τε καὶ ἐσκοτισμένου λαμπρόν τε καὶ χιονῶδες εἶδος μεταλαμβά-
is slaughtered; yet to set forth the historical sequence in detail would be lengthy and at the same time superfluous. For what advantage would accrue to us from learning the exposition of past events in sequence? Rather, I think it better to set forth briefly in our discourse towards what end the enigma of the historical remembrance points, so that such an "inscription on a pillar" may serve for the instruction of our own life. What, then, is it that I mean? It called the whole nation Syria, and divides it into two parts, marking out each of them by its own distinguishing signs: for one of them is called Mesopotamia of Syria, while the other is named Syria of Sobal; and both this one and that one are burned down. And after this, upon the return of the commander-in-chief, the Valley of Salt is condemned to death in twelve thousand men; let us therefore understand that the form of Syria is twofold. For some of them are enclosed round about by the streams between the rivers; and these would be those who are surrounded on every side by the passions. Others are dedicated to Sobal, the word signifying through this name the tyranny of the opposing power; this, therefore, would become for us the way of alteration towards what is better, if this twofold nation of wickedness were destroyed by purifying fire; for just as virtue is characterized by life and thought, so too is wickedness observed in these two spheres: and disorder in one's life, whereby the streams of the passions encompass the soul round about, is called the land between the rivers, whereas that which through wicked doctrines is dedicated to the ruler of this world is named Syria of Sobal; and when these have been consumed by the cauterizing and purifying word, it follows that the barren and salt-stricken earth, which is the encampment of the opposing powers, is swept aside by the stroke of the commander-in-chief; for victory over our enemies could never become ours unless the commander of the hosts prevailed with His hand. And peace follows in due sequence upon the destruction of the enemies; and this is the sequel of victory, looking towards which the inscription engraves upon our memories the guidance towards being changed, pointing out through historical examples the deliverance from passions. Moreover, the lesson concerning alteration would become still clearer to us if we should follow the rest of the translators, of whom one prefixed "For the flowers," and another "For the lilies," to the psalm in place of alteration. For the flower indicates the change of winter into spring. Which very thing signifies the transition from wickedness unto the virtuous life. And the appearance of the lily interprets unto what sort of state the alteration ought to take place; for clearly he who has become radiant through alteration receives in exchange, out of a dark and darkened condition, a bright and snow-white form
PG 44:503Read from the page
κτήσασθαι τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν.
to acquire the alteration towards what is better.
PG 44:504Read from the page
νει. Κατὰ πᾶσαν τοίνυν ἐπιγραφὴν, ᾗ τὸ « Ὑπὲρ τῶν ἀλλοιωθησομένων » προσγέγραπται, ταύτην οἶ-
as well. According to every inscription, therefore, to which "For those who shall be changed" is prefixed, this counsel I suppose
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ἡ δὲ « Ὑπὲρ τῶν κρυφίων » ἐπιγραφὴ, τὸ περὶ τὴν θεογνωσίαν ἀκριβὲς κατορθοῦν ὑποτίθεται. Ἐπειδὴ γὰρ τὸ ἔσχατον πτῶμά ἐστι ψυχῆς ἡ διημαρτημένη περὶ τὸ Θεῖον ὑπόληψις (τί γὰρ ἄν τις ἀπώνατο τῶν ἀγαθῶν, αὐτὸ τὸ ἀγαθὸν οὐκ ἔχων;), τούτου ἕνεκεν οἷόν τινα λύχνον σοι προτείνει ἡ ἐπιγραφὴ τὸν ἐρευνητικὸν τῶν κρυφίων τῆς θεογνωσίας λόγον, ἧς κεφάλαιόν ἐστιν ἡ εἰς τὸν Υἱὸν πίστις. Οὕτω γάρ φησιν καὶ ἡ ἐπιγραφὴ, « Ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ. » Κρύφιον γὰρ ὡς ἀληθῶς ἐκεῖνό ἐστιν, τὸ ἀκατανόητόν τε καὶ ἀόρατον, καὶ πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ᾧπερ ὁ προσεγγίσας διὰ τῆς πίστεως, εἰς τὸ τῆς νίκης ἔφθασε τέλος. Ὁ δὲ « Ὑπὲρ τῆς κληρονομούσης » λόγος, δῆλός ἐστιν. Ὑπὲρ γὰρ τῆς ψυχῆς τῆς τοῦ ἰδίου κλήρου ἀποπεσούσης, ὅτε ἐπέδυ τῷ τὴν ἐντολὴν παραβεβηκότι ὁ ἥλιος, τὴν ἔντευξιν ταύτην προσάγει τῷ Θεῷ ὁ Προφήτης, ἵνα ἐν πρωΐᾳ γένηται πάλιν ἀποθεμένη τὸ σκότος, καὶ τῆς γλυκείας ἐκείνης φωνῆς ἀξία γένηται, ἣ φησι πρὸς τοὺς ἐκ δεξιῶν· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. »
Now the inscription "For the hidden things" counsels us to achieve exactitude regarding the knowledge of God. For since a mistaken supposition concerning the Divine is the ultimate fall of a soul (for what benefit would anyone derive from good things if he does not possess the Good itself?), for this reason the inscription holds out to you, like a kind of lamp, the word that searches out the hidden things of the knowledge of God, the sum and chief point of which is faith in the Son. For thus also does the inscription say, "For the hidden things of the Son." For truly hidden is that Being, incomprehensible and invisible, and transcending every apprehensive conception; and he who draws near to Him through faith has attained unto the goal of victory. Moreover, the meaning of "For her who inherits" is clear. For on behalf of the soul that fell away from her own inheritance, when the sun set upon the transgressor of the commandment, the Prophet offers this intercession to God, so that in the morning she may come to be again once she has put off the darkness, and may become worthy of that sweet voice which says to those at the right hand: "Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world."
Τὸ αὐτὸ τοῦτο, καὶ « Ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως, » τὶς νοήσας, οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. Ὄρθρον γὰρ « τὴν ἑωθινὴν » ἡ τῆς Γραφῆς ὀνομάζει συνήθεια. Ὁ δὲ ὄρθρος, χρόνος ἐστὶν νυκτὸς καὶ ἡμέρας μεθόριος, καθ' ὃν ἡ μὲν ἀφανίζεται, ἡ δὲ ἄρχεται. Τῆς δὲ κακίας πολλαχοῦ τῆς Γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοουμένης, ὅταν γένηται ἡμῖν ἐκ θείας ἀντιλήψεως ἡ τοῦ κατ' ἀρετὴν βίου ἀνατολὴ, τότε πρὸς τὴν νίκην φθάσομεν, « ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, » καθώς φησιν ὁ Ἀπόστολος.
If someone understands this very same sense in "For the morning help" as well, he would not miss what is fitting. For scriptural usage names "the morning" dawn. And dawn is the time bordering between night and day, at which the one vanishes and the other begins. And since wickedness is in many places of Scripture enigmatically understood through darkness, whenever the rising of the virtuous life comes about for us from divine help, then we shall attain unto victory, "putting off the works of darkness, and walking seemly as in the day," just as the Apostle says.
Ἐγγὺς τῶν ἐξητασμένων καὶ ὁ τῆς « Ὀγδόης » λόγος ἐστί. Πᾶσα γὰρ ἐπιμέλεια τῆς ἐναρέτου ζωῆς πρὸς τὸν ἐφεξῆς αἰῶνα βλέπει. Οὗ ἡ ἀρχὴ Ὀγδόη λέγεται, τὸν αἰσθητὸν διαδεξαμένη χρόνον, τὸν ἐν ἑβδομάσιν ἀνακυκλούμενον. Συμβουλεύει τοίνυν ἡ ὑπὲρ τῆς « Ὀγδόης » ἐπιγραφὴ, μὴ πρὸς τὸν παρόντα βλέπειν χρόνον, ἀλλὰ πρὸς τὴν Ὀγδόην ὁρᾷν Ὅταν γὰρ ὁ ῥοώδης οὗτος, καὶ παροδικὸς παύσηται χρόνος, ἐν ᾧ τὸ μὲν γίνεται, τὸ δὲ λύεται· καὶ παρέλθῃ μὲν ἡ τοῦ γενέσθαι χρεία, μηκέτι δὲ τὸ λυόμενον ᾖ, τῆς ἐλπιζομένης ἀναστάσεως εἰς ἄλλην τινὰ
Close to the topics already examined is the meaning of the "Eighth" as well. For all care devoted to the virtuous life looks towards the age to come, the beginning of which is called the Eighth, succeeding perceptible time that revolves in weeks. The inscription concerning the "Eighth" therefore counsels us not to look towards the present time, but to gaze towards the Eighth. For whenever this flowing and transitory time ceases, in which one thing comes into being and another is dissolved, and the need of coming to be passes away and that which is dissolved exists no longer, once the hoped-for resurrection into some other