προσήκει εἶναι τους διϊόντας τὸ ὕδωρ, μηδὲν τῆς ἐναντίας στρατιᾶς μετὰ τὸ ἀναδῦναι τοῦ ὕδατος ἐφελκομένους. Ει γὰρ συναναβῇ αὐτῷ ὁ πολέμιος, μένει καὶ μετὰ τὸ ὕδωρ ἐν τῇ δουλεία, συνεκβαλὼν ἑαυτῷ ζῶντα τὸν τύραννον, ὃν ἐν τῷ βυθῷ οὐ κατέδυσε. Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἄν τις πρὸς τὸ γυμνότερον τὸ αἴνιγμα μεταβαλὼν σαφηνίσειε, τὸ δεῖν πάντας τοὺς διερχομένους τὸ μυστικὸν ὕδωρ ἐν τῷ βαπτίσματι, πᾶσαν τὴν τῆς κακίας παρεμβολὴν νεκρὰν ποιεῖν ἐν τῷ ὕδατι· οἷον τὴν πλεονεξίαν, τὴν ἀκόλαστον ἐπιθυμίαν, τὴν ἁρπακτικήν διάνοιαν, τὸ κατὰ τὸν τύφον καὶ ὑπερηφανίαν πάθος, τὴν θυμώδη ὁρμήν, τὴν ὀργήν, τὴν μῆνιν, τὴν βασκανίαν, τὸν φθόνον, ταῦτα πάντα, καὶ τὰ τοιαῦτα, ἐπειδή πως πέφυκεν ἕπεσθαι τῇ φύσει τὰ πάθη, νεκρὰ ποιεῖν ἐν τῷ ὕδατι· αὐτά τε τὰ πονηρὰ τῆς διανοίας κινήματα, καὶ τὰ ἐκ τούτων ἀποτελέσματα, καθάπερ ἐν τῷ μυστηρίῳ τοῦ πάσχα· τοῦτο γὰρ ὄνομα τῷ ἱερείῳ, οὗ τὸ αἷμα κωλυτικὸν θανάτου τῷ χρησαμένῳ γίνεται. Ὥσπερ τοίνυν ἐκεῖ τὸν ἄρτον ἄζυμον κελεύει ἐπεσθίειν τὸ πάσχα (ἄζυμος δ' ἂν εἴη ὁ τῆς ἐωλοτέρας ἀνεπίμικτος ζύμης), νοεῖν τε δίδωσι διὰ τούτων ὁ νόμος, τὸ μηδὲν τῆς λαχίας λείψανον τῷ ἐφεξῆς καταμιγνύειν βίῳ, ἀλλ' ἀπὸ ἰδίας ἀρχῆς τῆς μετὰ ταῦτα ζωῆς ἄρξασθαι, τὸν τὸ συνεχὲς τῆς τῶν καιρῶν ἀκολουθίας τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ διακόψαντα· οὕτω καὶ ἐνταῦθα βούλεται πᾶν Αἰγύπτιον πρόσωπον, τουτέστι, πᾶν ἁμαρτίας εἶδος, ὥσπερ τινὶ βυθῷ τῷ σωτηρίῳ βαπτίσματι καταπνίξαντας, μόνους ἀναδῦναι, μηδὲν κατὰ τὸν βίον ἐπισυρομένους ἀλλόφυλον. Τοῦτο γάρ ἐστιν ὃ διὰ τῆς ἱστορίας ἀκούομεν, ἥ φησιν, ἐν τῷ αὐτῷ ὕδατι, θανάτῳ καὶ ζωῇ διακρίνεσθαι τὸ ἐχθρὸν καὶ τὸ φίλον· τοῦ μὲν ἐχθροῦ φθειρομένου, τοῦ δὲ φίλου ζωογονουμένου, ὡς οἵ γε πολλοὶ τῶν τὸ μυστικὸν βάπτισμα προσδεξαμένων, ἀγνοίᾳ τῶν τοῦ νόμου παραγγελμάτων, τὴν παρελθοῦσαν τῆς κακίας ζύμην, τῇ ζωῇ τοῦ μετὰ ταῦτα βίου καταμιγνύουσι, καὶ τὸν στρατὸν τὸν Αἰγύπτιον, καὶ μετὰ τὸ περάσαι τὸ ὕδωρ, ζῶντα μεθ' ἑαυτῶν διὰ τῶν ἐπιτηδευμάτων ἐπάγονται. Ὁ γὰρ δι' ἁρπαγῆς ἢ ἀδικίας πλουτήσας, ἤ τινα χῶρον ἐξ ἐπιορκίας κτησάμενος, ἢ διὰ μοιχείας γυναικὶ συνοικήσας, ἢ ἄλλο τι τῶν ἀπειρημένων πρὸ τῆς τοῦ βαπτίσματος δωρεᾶς παρὰ τὸν βίον τολμήσας, οἴεται τῇ ἀπολαύσει τῶν κακῶς αὐτῷ προσγενομένων καὶ μετὰ τὸ λουτρὸν παραμείνας, ἠλευθερῶσθαι τῆς τῶν ἁμαρτημάτων δουλείας, ὥσπερ οὐχ ὁρῶν ἑαυτὸν τοῖς πονηροῖς ὑποκεκυφότα δεσπόταις. Δεσπότης γάρ τίς ἐστιν ἄγριος καὶ λυσσώδης, τὸ ἀκόλαστον πάθος, τῷ ἀνδραποδώδει λογισμῷ, οἷόν τισι μάστιξι ταῖς ἡδοναῖς αἰκιζόμενος. Ἄλλος τοιοῦτος δεσπότης ἡ πλεονεξία, μηδεμίαν ἄνεσιν τῷ δουλεύοντι παρεχόμενος, ἀλλὰ κἂν πολλὰ ἐργάσηται, τοῖς ἐπιτάγμασιν ὑπηρετῶν τοῦ
it is fitting for those passing through the water to drag nothing of the opposing army after emerging from the water. For if the enemy comes up together with him, he remains even after the water in slavery, having cast out alive along with himself the tyrant whom he did not drown in the deep. Now this is of such a kind, as one might make plain by transposing the enigma into clearer terms: that all who pass through the mystical water in baptism must put to death in the water the whole encampment of vice; such as covetousness, unbridled desire, rapacious thought, the passion of conceit and arrogance, furious impulse, wrath, resentment, malice, envy—all these things and the like, since passions naturally tend somehow to follow human nature, one must put to death in the water, both the evil movements of the mind themselves and the deeds resulting from them, just as in the mystery of the Passover; for this is the name for the victim whose blood becomes an averter of death for the one who makes use of it. Just as there, accordingly, the law commands one to eat unleavened bread along with the Passover (and unleavened would mean that which is unmixed with staler leaven), and gives us to understand through these things that we are to mix no remnant of vice into our subsequent life, but to make a fresh start from its own beginning in the life thereafter, breaking off the continuity of the sequence of past seasons by the change for the better; so here too it wishes us, having drowned every Egyptian figure—that is, every form of sin—in the saving baptism as in a kind of deep, to emerge alone, trailing nothing foreign behind us in life. For this is what we hear through the history, which says that in the selfsame water foe and friend are parted by death and life, the foe perishing while the friend is kept alive; whereas the majority of those who have received mystical baptism, through ignorance of the commandments of the law, mix the bygone leaven of vice into the conduct of their subsequent life, and even after crossing the water bring the Egyptian host along with themselves alive through their pursuits. For he who has grown rich through plunder or injustice, or acquired some piece of land by perjury, or lived with a woman through adultery, or dared in his life anything else among the things forbidden before the gift of baptism, supposes, while abiding even after the laver in the enjoyment of his ill-gotten gains, that he has been freed from the slavery of sins, as though failing to see himself bowed beneath wicked masters. For unbridled passion is a savage and rabid master over the servile mind, tormenting it with pleasures as though with whips. Another such master is covetousness, affording not a single respite to its slave, but even if he labours much, serving the commands of the