Migne Reading Room

PG 44 · cols. 348–357 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:348Read from the page
ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, » περὶ τῶν ἀρρενοφθορούντων λέγων, καὶ περὶ τῶν ἐν τοῖς ἀτίμοις τε καὶ ἀρρήτοις τῆς ἀσωτίας τρόποις ἀσχημονούντων. Ἀλλ' εἰ καὶ οὕτω λέγεται παρὰ τῆς θείας Γραφῆς τὰ εἰρημένα· οὔτε τῷ πάθει τῆς ἀτιμίας ὁ Θεὸς ἔκδοτον δίδωσι τὸν πρὸς τοῦτο φερόμενον, οὔτε Φαραὼ θείᾳ βουλήσει σκληρύνεται, οὔτε ὁ βατραχώδης βίος ὑπὸ τῆς ἀρετῆς πλάσσεται. Εἰ γὰρ βουλητὸν ἦν τῇ θείᾳ φύσει, πάντως ἂν ἐπὶ πάντων κατὰ τὸ ἴσον ἡ τοιαύτη προαίρεσις ἴσχυσεν, ὡς μηδεμιᾶς ἀρετῆς καὶ κακίας παρὰ τὸν βίον διαφορὰν θεωρεῖσθαι. Ἄλλων δὲ ἄλλως μετεχόντων τοῦ βίου, καὶ τῶν μὲν δι' ἀρετῆς κατορθουμένων, τῶν δὲ εἰς κακίαν ἀπορρεόντων· οὐκ ἄν τις εὐλόγως ὑπερκειμέναις τισὶν ἀνάγκαις, ταῖς κατὰ τὸ θεῖον βούλημα συνισταμέναις, τὰς διαφορὰς τῶν βίων λογίσαιτο, ὧν ἡ προαίρεσις ἐφ' ἑκάστου τὸ κράτος ἔχει.
knowledge, God gave them over to passions of dishonour," speaking concerning those who corrupt males, and concerning those who behave unseemly in the dishonourable and unspeakable ways of profligacy. Yet even if what has been said is thus spoken by divine Scripture, neither does God hand over as a captive to the passion of dishonour the one who is borne towards this, nor is Pharaoh hardened by the divine counsel, nor is the frog-like life fashioned by virtue. For if this were willed by the divine nature, assuredly such a choice would have prevailed equally in the case of all, so that no difference between virtue and vice would be observed throughout life. Since, however, different men partake of life differently, some being set upright through virtue and others slipping away into vice, one could not reasonably reckon to certain overarching necessities subsisting according to the divine will the differences of lives, over each of which free choice holds sovereignty.
Τίς οὖν παραδίδοται τῷ πάθει τῆς ἀτιμίας, σαφῶς ἔστι παρὰ τοῦ Ἀποστόλου μαθεῖν· ὁ μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, ὃν οὐκ ἀμυνόμενος ὁ Θεὸς διὰ τὸ μὴ ἐπιγνωσθῆναι Θεὸν εἶναι παρ' αὐτοῦ, παραδίδωσι τῷ πάθει. Ἀλλὰ δὴ τὸ μὴ ἐπιγνῶναι τὸν Θεὸν, αἴτιον αὐτῷ γίνεται τοῦ εἰς τὴν ἐμπαθῆ καὶ ἄτιμον βίον κατασυρῆναι. Ὥσπερ γὰρ εἴ τινος εἰπόντος, ὅτι μὴ ὀφθεὶς ὁ ἥλιος τὸν δεῖνα τῷ βόθρῳ ἐνέρριψεν, οὐ τοῦτο λογιζόμεθα, ὅτι ὀργῇ χρώμενος ὁ φωστὴρ τὸν μὴ βουληθέντα πρὸς αὐτὸν ἰδεῖν, ἐπὶ τὸν βόθρον ἀπώσατο, ἀλλ' οὕτως ἂν τὸ ῥηθὲν νοηθείη κατὰ τὸ εὔλογον, ὅτι τὸ μὴ μετέχειν τοῦ φωτὸς, αἴτιον τῷ μὴ βλέποντι τῆς εἰς τὸν βόθρον ἐστὶ καταπτώσεως· οὕτως εὐαγὲς ἂν εἴη καὶ τὸ τοῦ Ἀποστόλου νοεῖν, τὸ τοὺς μὴ ἐπιγνόντας τὸν Θεὸν τοῖς τῆς ἀτιμίας ἐκδίδοσθαι πάθεσι, καὶ τὸ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν Αἰγύπτιον τύραννον· οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ τοῦ Φαραὼ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ' ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης. Οὕτω καὶ ἡ τῆς ἀρετῆς ῥάβδος ἐν τοῖς Αἰγυπτίοις φανεῖσα, τὸν μὲν Ἑβραῖον καθαρὸν τῆς βατραχώδους ζωῆς ἀπεργάζεται· τὸν δὲ Αἰγύπτιον βίον πλήρη τῆς τοιαύτης δείκνυσι νόσου. Ἀλλ' ἔσθ' ὅτε τοῦ Μωσέως καὶ ὑπὲρ τούτων τὰς χεῖρας ἐκτείναντος, ἀφανισμὸς τῶν βατράχων γίνεται. Ὃ δὴ καὶ νῦν ἔστι γνῶναι γινόμενον. Οἱ γὰρ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ νομοθέτου κατανοήσαντες (συνήσεις δὲ πάντως, ὅτι σοὶ λέγει τὸ αἴνιγμα· ὥ⟨…⟩ νοῆσαι διὰ μὲν τοῦ νομοθέτου τὸν ἀληθινὸν νομοθ⟨…⟩την, διὰ δὲ τῆς τῶν χειρῶν ἐκτάσεως, τὸν ἐπὶ ⟨…⟩ σταυροῦ τὰς χεῖρας ἐκτείναντα), οἱ τοίνυν πρὸς ὀλίγον τοῖς ῥυπαροῖς τούτοις καὶ βατραχώδεσι λογισμοῖς συζῶντες, εἰ πρὸς τὸν ὑπὲρ ἡμῶν τὰς χεῖρας. ἐκτείναντα ἴδοιεν· ἀπαλλάσσονται τῆς πονηρᾶς αὐτῶν συνοικήσεως, νεκρωθέντος τοῦ πάθους καὶ ἀποζέσαντος. Ἀληθῶς γὰρ τοῖς ἀπηλλαγμένοις τῆς τοιαύτης νόσου,
Who, then, is handed over to the passion of dishonour may be clearly learned from the Apostle: he who did not see fit to have God in knowledge—not that God hands him over to the passion in vengeance for not having been acknowledged as God by him, but indeed the failure to acknowledge God becomes for him the cause of being dragged down into the passionate and dishonourable life. For just as if someone were to say that the sun, through not being seen, cast such-and-such a man into a pit, we do not reckon that the luminary in anger thrust into the pit the one who did not wish to look towards it, rather what was said would reasonably be understood thus, that the failure to partake of the light is for the one who does not see the cause of his falling down into the pit; so also it would be pious to understand the saying of the Apostle: that those who did not acknowledge God are given over to the passions of dishonour, and that the Egyptian tyrant was hardened by God, not because the divine counsel implanted obstinacy in the soul of Pharaoh, but because his free choice, through its inclination towards wickedness, did not receive the word that softens obstinacy. Thus also the rod of virtue, appearing among the Egyptians, renders the Hebrew pure of the frog-like life, whereas it shows the Egyptian life full of such a disease. Yet at times, when Moses stretches out his hands on behalf of these men as well, a disappearance of the frogs takes place. Which very thing may be known to take place even now. For those who have perceived the stretching out of the hands of the lawgiver (and you will assuredly understand that the enigma speaks to you, so as [?] to perceive through the lawgiver the true Lawgiver, and through the stretching out of the hands Him Who stretched out His hands upon [the] cross)—those, therefore, who for a little while live together with these filthy and frog-like thoughts, if they look towards Him Who stretched out His hands on our behalf, are set free from their wicked cohabitation with them, once the passion has been put to death and has bred corruption. For truly, to those who have been set free from such a disease,
Notes, col. 348

On the reading

Printed τὴν ἐμπαθῆ, for τὸν ἐμπαθῆ.

Printed χεῖρας., for χεῖρας.

PG 44:349Read from the page
μετὰ την νέκρωσιν τῶν ἑρπυστικῶν κινημάτων, ἄτοπός τις καὶ δυσώδης ἡ τῶν προβεβιωμένων γίνεται μνήμη, δι' αἰσχύνης την ψυχὴν ἀηδίζουσα, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τοὺς ἐκ τῆς τοῦ κακοῦ μεταβολῆς τὴν ἀρετὴν μετιόντας· ὅτι Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Κατὰ τὴν διάνοιαν ταύτην νόει μοι καὶ τὸν ἀέρα διὰ τῆς ῥάβδου, τοῖς μὲν τῶν Αἰγυπτίων ὀφθαλμοῖς μελαινόμενον, ἐπὶ δὲ τῶν Ἑβραίων τῷ ἡλίῳ καταλαμπόμενον.
after the putting to death of the creeping movements, the memory of their former deeds becomes something foul and ill-smelling, sickening the soul through shame, just as the Apostle says to those who pursue virtue out of a change from evil: "What fruit, then, did you have at that time in the things of which you are now ashamed?" (Rom. 6:21). According to this meaning understand for me also the air through the rod: darkened to the eyes of the Egyptians, whereas over the Hebrews illumined by the sun.
Δι' οὗ μάλιστα βεβαιοῦται τῆς ἀποδοθείσης διανοίας ὁ λόγος· ὅτι οὐκ ἄνωθέν τις ἀναγκαστικὴ δύναμις τὸν μὲν ἐν ζόφῳ, τὸν δὲ ἐν φωτὶ γενέσθαι παρασκευάζει, ἀλλ' οἴκοθεν ἔχομεν ἐν τῇ ἑαυτῶν φύσει τε καὶ προαιρέσει τὰς τοῦ φωτός τε καὶ σκότους αἰτίας οἱ ἄνθρωποι, πρὸς ὅπερ ἂν ἐθέλωμεν τούτων, γινόμενοι. Καὶ γὰρ, κατὰ τὴν ἱστορίαν, οὐ διά τινος τείχους ἢ ὄρους ἐπιπροσθοῦντος τὰς ὄψεις, καὶ τὰς ἀκτῖνας ἀποσκευάζοντος, οἱ μὲν Ἑβραῖοι τοῦ φωτὸς κατετρύφων· οἱ δὲ ἀναισθήτως εἶχον τῆς χάριτος· οὕτω πᾶσι κατὰ τὸ ἴσον τοῦ φωτεινοῦ βίου κατ' ἐξουσίαν προκειμένου· οἱ μὲν ἐν σκότει διαπορεύονται, διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων πρὸς τὸν τῆς κακίας ζόφον συνελαυνόμενοι· οἱ δὲ τῷ φωτὶ τῆς ἀρετῆς ἐλλαμπρύνονται. Εἰ δὲ μετὰ τὴν τριήμερον ἐν σκότῳ κακοπάθειαν γίνεται καὶ τοῖς Αἰγυπτίοις ἡ τοῦ φωτὸς μετουσία· τάχα τις ἀπὸ τούτων ὁρμώμενος, πρὸς τὴν ἀπὸ κακίας πρὸς ἀρετὴν δι' ἐπιγνώσεως τοῦ σταυρωθέντος καὶ μετανοίας μετάστασιν τῶν πρὶν κατὰ τὸν βίον Αἰγυπτιαζόντων ἀγάγοι τὸ νόημα. Τὸ γὰρ ψηλαφητὸν ἐκεῖνο σκότος, καθώς φησιν ἡ ἱστορία, πρὸς τὸ τῆς ἀγνοίας καὶ ἁμαρτίας σκότος πολλὴν ἔν τε τῷ ῥήματι καὶ τῷ νοήματι τὴν συγγένειαν ἔχει. Λύεται δὲ τούτων ἑκάτερον, τοῦ Μωσέως (καθὼς ἐν τῷ πρὸ τούτου νενόηται) ὑπὲρ τῶν ἐν σκότει τὰς χεῖρας ἐκτείναντος. Ὡσαύτως καὶ ἡ καμιναία κόνις ἐκείνη, ἡ τὰς ὀδυνηρὰς φλυκταίνας τοῖς Αἰγυπτίοις ἐπάγουσα, κατὰ λόγον ἂν νοηθείη, διὰ τοῦ κατὰ τὸ ὄνομα τῆς καμίνου αἰνίγματος, ἡ διὰ τοῦ πυρὸς κατὰ τὴν γέενναν ἀπειληθεῖσα κόλασις, ἣ μόνον ἅπτεται τῶν Αἰγυπτιαζόντων κατὰ τὸν βίον, τοῦτ' ἔστιν καθὼς πολλάκις εἴπαμεν, τῶν κακῶς ζώντων καὶ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ Χριστοῦ μὴ προσκυνούντων. Εἰ δέ τις ἀληθῶς Ἰσραηλίτης ἐστὶ, καὶ τοῦ Ἀβραὰμ υἱὸς, καὶ πρὸς ἐκεῖνον τῷ βίῳ βλέπει, ὡς δεῖξαι τῇ προαιρέσει τὴν πρὸς τοὺς ἐκλεκτοὺς ἀγχιστείαν τοῦ γένους· οὗτος φυλάσσεται ἀπὸ τῆς καμιναίας ἐκείνης ὀδύνης. Γένοιτο δ' ἂν κἀκείνοις ποτὲ ἡ ἀποδοθεῖσα τῆς ἐκτάσεως τῶν χειρῶν τοῦ Μωσέως ἑρμηνεία, θεραπεία τῆς ὀδύνης, καὶ ἀπαλλαγὴ τῶν κολάσεων. Τοὺς δὲ λεπτοὺς σκνίπας ἐκείνους, οἳ τοῖς ἀφανέσι δήγμασι τοὺς Αἰγυπτίους ἀλγύνουσι· τήν τε κυνόμυιαν ὀδυνηρῶς διὰ τοῦ δήγματος ἐμφυομένην τοῖς σώμασι· τήν τε ὑπὸ τῶν ἀκρίδων καταφθειρομένην γεωπονίαν· καὶ τοὺς ἄνωθεν πρηστῆρας τοῖς τῆς χαλάζης λίθοις συγκαταπίπτοντας· οὐκ ἄν τις τῷ εἱρμῷ τῶν προεξητασμένων ἑπόμενος κάμνοι, τὰ καθ' ἕκαστον προσαρμόζων τοῖς καταλλήλοις νοήμασι· ἅπερ πάντα ποιεῖ μὲν κατὰ τὸ προηγούμενον ἡ Αἰγυπτία προαίρεσις, ἐπάγει δὲ ἡ ἀδέκαστος τοῦ Θεοῦ δίκη.
Whereby the account of the explanation we have rendered is most greatly confirmed: namely, that no compulsive power from above contrives that one man come to be in gloom and another in light, rather we human beings possess from within, in our own nature and free choice, the causes of both light and darkness, coming to be towards whichever of these we wish. For indeed, according to the history, it was not through some wall or mountain screening their sight and shutting off the rays that the Hebrews revelled in the light while those others were insensible of the grace; so too, while the luminous life lies open equally to all within their own authority, some pass their way in darkness, driven together through wicked pursuits towards the gloom of wickedness, whereas others are made radiant by the light of virtue. And if, after the three days' distress in darkness, participation in the light comes about for the Egyptians also, perhaps someone taking his start from these things might lead the thought to the transition from wickedness to virtue—through knowledge of the Crucified One and repentance—of those who previously lived after the Egyptian manner in life. For that palpable darkness, just as the history says, has great kinship both in word and in meaning with the darkness of ignorance and sin. And each of these is dissolved when Moses (as has been understood in what preceded this) stretches out his hands on behalf of those in darkness. In like manner also that furnace ash, which brings painful blisters upon the Egyptians, would reasonably be understood, through the enigma contained in the name of the furnace, as the chastisement threatened through fire in Gehenna, which lays hold only of those who live after the Egyptian manner in life—that is, as we have often said, those who live wickedly and do not worship the stretching out of the hands of Christ. But if anyone is truly an Israelite, and a son of Abraham, and looks towards him in his life so as to show by his free choice his kinship of race with the elect, this man is preserved from that furnace pain. Yet for those others too, the interpretation rendered concerning the stretching out of the hands of Moses might one day become a healing of their pain and a deliverance from their chastisements. And those tiny gnats, which pain the Egyptians with unseen bites; and the dog-fly painfully fastening itself into their bodies through its bite; and the tillage destroyed by the locusts; and the fiery bolts from above falling down together with the hailstones—one who follows the sequence of what has already been examined would not grow weary in adapting the particulars to their corresponding meanings: all of which things the Egyptian free choice produces antecedently, while the impartial justice of God brings them upon them.
Ἐπακολουθέντες νοήσωμεν ὅτι παρὰ Θεοῦ γίνεται τὰ λυπηρὰ τοῖς τῶν τοιούτων ἀξίοις· ἀλλ' ὅτι ἕκαστος ἑαυτῷ τῶν πληγῶν γίνεται δημιουργὸς, διὰ τῆς οἰ-
Following closely, let us understand [not] that painful things come from God upon those worthy of such things [sic; negative omitted in printed Greek before "let us understand", cf. facing Latin], but that each man becomes for himself the artificer of his plagues, through his own
Notes, col. 349

On the reading

Printed την νέκρωσιν, for τὴν νέκρωσιν.

Printed την ψυχὴν, for τὴν ψυχὴν.

Printed Ἐπακολουθέντες, for Ἐπακολουθοῦντες.

PG 44:352Read from the page
κείας προαιρέσεως την τῶν ἀλγεινῶν παρασκευὴν ἑτοιμάζων, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τὸν τοιοῦτον λέγων, ὅτι « Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. » Ὥσπερ γὰρ διὰ τῆς ἀτακτοτέρας διαίτης φθοροποιός τις χυμὸς καὶ χολώδης ἐν τοῖς σπλάγχνοις συνίσταται· ὃν ὁ ἰατρὸς διὰ τῆς τέχνης εἰς ἔμετον ἐφελκυσάμενος, οὐκ ἂν ἐν αἰτίᾳ γένοιτο τοῦ αὐτὸς ἐμποιῆσαι τῷ σώματι τὸν νοσώδη χυμὸν, ἀλλ' ἐποίησε μὲν ἡ τῆς τροφῆς ἀταξία, εἰς δὲ τὸ ἐμφανὲς ἤγαγεν ἡ ἰατρικὴ ἐπιστήμη· οὕτως κἂν παρὰ τοῦ Θεοῦ γίνεσθαι λέγηται τοῖς μοχθηροῖς τὴν προαίρεσιν ἡ ἀλγεινὴ ἀνταπόδοσις, εὔλογον ἂν εἴη νοεῖν, ἐξ ἡμῶν αὐτῶν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τὰ τοιαῦτα λαμβάνειν πάθη. Τῷ γὰρ ἀναμαρτήτως βεβιωκότι οὐ σκότος ἐστὶν, οὐ σκώληξ, οὐ γέεννα, οὐ πῦρ, οὐχ ἄλλο τι τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων, ὡς δὴ καὶ ἡ ἱστορία φησὶ, τοῖς Ἑβραίοις μὴ εἶναι τὰς Αἰγυπτίας πληγάς. Εἰ οὖν ἐν τῷ αὐτῷ, τῷ μὲν εἰς κακὸν, τῷ δὲ οὐκ ἔστι, τῆς τῶν προαιρέσεων διαφορᾶς ἐν τοῖς καταλλήλοις δεικνυούσης ἑκάτερον· δῆλον ἂν εἴη τὸ μηδὲν τῶν κακῶν δίχα τῆς ἡμετέρας προαιρέσεως δύνασθαι συστῆναι.
choice preparing the provision of painful things, just as the Apostle says when speaking to such a man: "According to your hardness and unrepentant heart you are treasuring up for yourself wrath in the day of wrath and of revelation and of the righteous judgement of God, Who will render to each according to his works" (Rom. 2:5-6). For just as through a more disorderly regimen some destructive and bilious humour gathers in the inward parts—which the physician, drawing forth to vomiting through his art, could not be blamed for having himself engendered the diseased humour in the body, rather disorder of diet produced it while medical science brought it into the open—so also, even if the painful recompense is said to come from God upon those depraved in their free choice, it would be reasonable to understand that such sufferings take their beginnings and causes from ourselves. For to the one who has lived sinlessly there is no darkness, no worm, no Gehenna, no fire, nor any other of the fearful names and realities, just as indeed the history says that the Egyptian plagues did not exist for the Hebrews. If, therefore, in the very same place, for the one man it turns to evil whereas for the other it does not, the difference of free choices in corresponding circumstances demonstrating each, it would be clear that none of these evils can subsist apart from our own free choice.
Ἀλλὰ πρὸς τὸ ἑξῆς τοῦ λόγου προΐωμεν, τοσοῦτον παιδευθέντες διὰ τῶν ἐξητασμένων, ὅτι Μωσῆς τε ἐκεῖνος, καὶ ὁ κατ' ἐκεῖνον διὰ τῆς ἀρετῆς ἑαυτὸν ἐπαίρων, ἐπειδὰν διά τε τῆς χρονίας προσοχῆς τοῦ ὀρθίου τε καὶ ὑψηλοῦ βίου, καὶ διὰ τῆς ανωθεν γινομένης φωταγωγίας δυναμωθῇ τὴν ψυχὴν, ζημίαν ἡγεῖται τὸ μὴ καὶ τοῖς ὁμογενέσι πρὸς τὸν ἐλεύθερον καθηγήσασθαι βίον. Καὶ πρὸς αὐτοὺς γενόμενος, τῇ παραθέσει τῶν χειρόνων παθῶν σφοδροτέραν αὐτοῖς τῆς ἐλευθερίας τὴν ἐπιθυμίαν ἐντίθησι· καὶ μέλλων ἐξαιρεῖσθαι τοῦ κακοῦ τὸ ὁμόφυλον, θάνατον ἐπάγει παντὶ πρωτοτόκῳ Αἰγυπτίῳ. Τοῦτο δι' ὧν ἐποίησεν ἡμῖν νομοθετῶν, τὸ δεῖν τὴν πρώτην τοῦ κακοῦ γένεσιν ἐξαφανίζειν· μὴ γὰρ ἄλλως εἶναι δυνατὸν διαφυγεῖν τὸν Αἰγύπτιον βίον. Καί μοι δοκεῖ καλῶς ἔχειν, τὴν διάνοιαν ταύτην μὴ παραδραμεῖν ἀθεώρητον. Εἰ γάρ τις μόνον εἰς τὴν ἱστορίαν βλέποι, πῶς ἡ θεοπρεπὴς ἔννοια τοῖς γεγενῆσθαι λεγομένοις διασωθήσεται; Ἀδικεῖ ὁ Αἰγύπτιος, καὶ ἀντ' ἐκείνου κολάζεται τὸ ἀρτιγενὲς αὐτοῦ νήπιον, ᾧ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς οὐδεμία τίς ἐστι καλοῦ τε καὶ μὴ τοιούτου διάκρισις· ἔξω τοῦ κατὰ κακίαν πάθους ἡ ζωὴ αὐτοῦ. Οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης, δεξιᾶς ἢ ἀριστερᾶς διαφορὰν οὐκ ἐπίσταται, πρὸς μόνην ἀναβλέπει τὴν θηλὴν, μίαν τοῦ λυποῦντος σημαντικὴν αἴσθησιν ἔχει τὸ δάκρυον, καὶ εἰ τύχοι τινὸς, οὗ ἡ φύσις ἐφίεται, μειδιάματι τὴν ἡδονὴν ἐπεσήμανε. Τοῦτο τῆς πατρικῆς κακίας ἐκτίνει τὴν δίκην. Ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ποῦ Ἰεζεκιὴλ βοῶν, ὅτι « Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται· » καὶ, ὅτι « Οὐ λήψεται τὴν τοῦ πατρὸς ἁμαρτίαν ὁ ἐξ ἐκείνου γενώμενος; »
Let us, however, advance to what follows in the discourse, having been instructed thus far through what has been examined: that both Moses himself and he who after his pattern exalts himself through virtue, once he has been strengthened in soul both through long-continued attentiveness to an upright and lofty life and through the illumination coming from above, counts it a loss not to lead his kinsmen also towards the free life. And coming to them, by comparison with worse sufferings he implants in them a more vehement desire for freedom; and being about to rescue his own race from evil, he brings death upon every Egyptian firstborn—legislating for us through the things he did that one must blot out the first generation of evil, since it is not otherwise possible to escape the Egyptian life. And it seems good to me not to pass over this meaning unexamined. For if someone were to look solely at the literal history, how shall a conception worthy of God be preserved in the things said to have taken place? The Egyptian commits injustice, and in his stead his newborn infant is punished, in whom, owing to the immaturity of age, there is no discernment whatever of good and its opposite; its life lies outside any passion of wickedness. For infancy has no room for passion; it knows no difference between right hand and left; it looks up solely towards the breast; it has tears as its single expressive perception of what pains it, and if it happens upon something that nature desires, it signifies its pleasure with a smile. Yet this child pays the penalty of its father's wickedness! Where is justice? Where is piety? Where is holiness? Where is Ezekiel crying out: "The soul that sins, it shall die," and: "Shall not the one born from him not bear his father's sin?" (Ezek. 18:20).
Πῶς ἀντινομοθετεῖ ἡ ἱστορία τῷ λόγῳ; Οὐκοῦν ουκ εὐλογώτερον ἂν εἴη, πρὸς τὴν ἀναγωγὴν τοῦ νοήματος ὁρῶντας, ει καί τι γέγονε τυπικῶς, δόγμα διὰ τῶν γε-
How does the history legislate in opposition to the word? Would it not, then, be more reasonable, looking towards the anagogical elevation of the meaning, even if something took place typically, [to believe] that a doctrine through the things that
Notes, col. 352

On the reading

Printed την τῶν, for τὴν τῶν.

Printed ανωθεν, for ἄνωθεν.

Printed γενώμενος, for γενόμενος.

Printed ουκ, for οὐκ.

Printed ει καί, for εἰ καί.

PG 44:353Read from the page
νομένων πιστεύειν τὴν νομοθέτην ἐκτίθεσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι· τὸ δεῖν πρὸς τὴν κακίαν τινὰ δι' ἀρετῆς συμπλεκόμενον, τὰς πρώτας τῶν κακῶν ἀρχὰς εἰς ἀφανισμὸν ἔχειν. Τῇ γὰρ ἀναιρέσει τῆς ἀρχῆς καὶ τὸ μετ' ἐκείνην συναφανίζεται, καθὼς διδάσκει διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, μονονουχὶ διαρρήδην βοῶν ἀναιρεῖν τῶν Αἰγυπτίων κακῶν τὰ πρωτότοκα, δι' ὧν κελεύει τὴν ἐπιθυμίαν ἀνελόντας, καὶ τὴν ὀργὴν, μηκέτι δεδοικέναι, μήτε τῆς μοιχείας τὸ μίασμα, μήτε τοῦ φόνου τὸ ἄγος. Οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ συσταίη τούτων ἑκάτερον, εἰ μὴ φόνον μὲν ἡ ὀργὴ, μοιχείαν δὲ ἡ ἐπιθυμία τελεσφορήσειεν. Ἐπεὶ οὖν ὁ εἰς κακίαν τεκνογονῶν, πρὸ τῆς μοιχείας τίκτει τὴν ἐπιθυμίαν, καὶ τὴν ὀργὴν πρὸ τοῦ φόνου· ὁ ἀνελὼν τὸν πρωτότακον, συνανεῖλε πάντως καὶ τὴν ἀκολουθοῦσαν τῷ πρωτοτόκῳ γονὴν, ὥσπερ καὶ ἐπὶ τοῦ ὄφεως ὁ τὴν κεφαλὴν πλήξας, ὅλον συναπενέκρωσε τὸν κατόπιν ὁλκὸν ὃν ἐφέλκεται. Τοῦτο δὲ οὐκ ἂν γένοιτο, μὴ προχεθέντος ἡμῶν ταῖς εἰσόδοις ἐκείνου τοῦ αἵματος, ὃ τὸν ὀλοθρευτὴν ἀποστρέφει. Καὶ εἰ χρὴ τὴν ἀποδοθεῖσαν διάνοιαν ἀκριβέστερον ἐν τοῖς εἰρημένοις κατανοῆσαι· τοῦτο δι' ἑκατέρων δίδωσιν ἡ ἱστορία νοεῖν, ἔκ τε τοῦ ἀνελεῖν τὰ πρωτότοκα, καὶ ἐκ τοῦ δι' αἵματος κατασφαλισθῆναι τὴν εἴσοδον. Ἐκεῖ τε γὰρ ἡ πρώτη ὁρμὴ τοῦ κακοῦ ἀφανίζεται, καὶ ἐνταῦθα ἡ πρώτη τῆς κακίας εἴσοδος καθ' ἡμῶν διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ ἀποστρέφεται. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλοθρευτὴν δι' ἐπινοίας ἐκβάλλομεν, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν ἡμῖν παρεισδύσῃ, φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια τὸ τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημήνασθαι· ταῦτα περὶ ψυχῆς ἡμῖν φυσιολογοῦντος δι' αἰνιγμάτων τοῦ λόγου, ὃ καὶ ἡ ἔξωθεν παίδευσις ἐφαντάσθη, διαιροῦσα τὴν ψυχὴν εἰς τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές. Τούτοις δὲ καὶ τὴν ἐπιθυμίαν ὑποβεβηκέναι φασὶν, ἑκατέρωθεν τὸ διανοητικὸν τῆς ψυχῆς ὑπερείδουσαν· τὸν δὲ λαγισμὸν ἀμφοτέροις ἐπεζευγμένον, συνέχειν τε αὐτοὺς, καὶ ὑπὸ ἐκείνων ἀνέχεσθαι· πρὸς μὲν ἀνδρείαν τῷ θυμῷ στομούμενον, πρὸς δὲ τὴν τοῦ ἀγαθοῦ μετουσίαν δι' ἐπιθυμίας ὑψούμενον. Ἕως ἂν οὖν ἡ ψυχὴ τῷ σχήματι τούτῳ κατησφαλισμένη τύχῃ, καθάπερ τισὶ γόμφοις τοῖς κατ' ἀρετὴν νοήμασι τὸ βέβαιον ἔχουσα, ἐν πάσῃ δι' ἀλλήλων γίνεται τῇ πρὸς τὸ καλὸν συνεργίᾳ· παρέχοντος ἤδη δι' ἑαυτοῦ τοῖς ὑποβεβηκόσι τοῦ λογισμοῦ τὴν ἀσφάλειαν, καὶ ἐν τῷ μέρει παρ' ἐκείνων τὴν ἴσην χάριν ἀντιλαμβάνοντος. Εἰ δὲ ἀναστραφείη τὸ σχῆμα, καὶ τὰ ἄνω γένοιτο κάτω, ὥστε κατὰ τὸ πατούμενον μέρος τὸν λογισμὸν πεσόντα ἄνω ἑαυτοῦ ποιῆσαι τὴν ἐπιθυμητικήν τε καὶ θυμώδη διάθεσιν· τότε ὁ ὀλοθρεύων εἰς τὰ ἐντὸς παραδύεται, μηδεμιᾶς τῆς ἐκ τοῦ αἵματος ἀντιπαθείας ἀντιβαινούσης αὐτῷ πρὸς τὴν εἴσοδον, τουτέστι, τοῖς οὕτω διακειμένοις τῆς εἰς Χριστὸν πίστεως συμμαχούσης. Τῷ γὰρ αἵματι πρῶτον ἐπαλείφειν κελεύει τὴν ἄνω φλιὰν, εἶθ' οὕτως ἐπιθιγγάνειν τῶν σταθμῶν ἑκατέρωθεν. Πῶς ἂν οὖν τις ἐπαλείψιε τὸ ἄνω πρῶτον, τὸ μὴ εὑρισκόμενον
have come to pass is set forth by the lawgiver? And the doctrine is of this sort: that one who grapples with wickedness through virtue must hold the first beginnings of evils marked for destruction. For with the slaying of the beginning, what comes after it is blotted out together with it, just as the Lord teaches through the Gospel (Matt. 5:21-28), crying out all but explicitly to slay the firstborn of the Egyptian evils, whereby He commands us, having destroyed desire and anger, no longer to fear either the defilement of adultery or the pollution of murder. For neither of these could subsist of itself unless anger brought murder to birth and desire brought adultery to completion. Since, therefore, he who begets unto wickedness brings forth desire before adultery, and anger before murder, he who slays the firstborn has assuredly slain along with it the offspring that follows the firstborn as well, just as in the case of a serpent he who strikes the head puts to death along with it the entire trailing coil that it drags behind. Yet this could not come about unless that blood which turns away the destroyer were poured forth beforehand at our entrances. And if one must perceive the meaning we have rendered more accurately in what has been said, the history grants us to understand this through both things: both from the slaying of the firstborn and from the securing of the entrance through blood. For both there the first impulse of evil is blotted out, and here the first entrance of wickedness against us is turned away through the true Lamb. For we do not cast out the destroyer by contrivance once he has got inside, rather we keep watch through the law so that he may not slip in upon us in the very beginning. And our watch and security consist in marking with the blood of the Lamb both the lintel and the side-posts of the entrance—the discourse discoursing to us concerning the nature of the soul through enigmas about that which outward learning too glimpsed in fancy when dividing the soul into the rational, the appetitive, and the spirited parts. And they say that appetite too stands subordinate [alongside spirit], propping up the intellectual faculty of the soul on either side [sic; Greek reads "to these appetite too stands subordinate", cf. facing Latin], while reason, yoked over both, both holds them together and is upheld by them—tempered to courage by spirit, and lifted up towards participation in the Good through desire. So long, therefore, as the soul happens to remain secured in this configuration, holding its steadfastness as though by certain pegs in virtuous thoughts, everything takes place through one another in synergy towards what is noble, reason already of itself affording security to the subordinate faculties and in turn receiving back from them an equal favour. But if the configuration should be overturned and what belongs above should come to be below, so that reason falls into the trampled part and sets the appetitive and spirited disposition above itself, then the destroyer slips into the interior, no counteracting force from the blood withstanding him at the entrance—that is, faith in Christ lending no alliance to those who are thus disposed. For the law commands first to anoint the upper lintel with the blood, and then in this way to touch the side-posts on either side. How, then, could anyone anoint first what is above, when it is not found
Notes, col. 353

On the reading

Printed τὴν νομοθέτην, for τὸν νομοθέτην.

Printed πρωτότακον, for πρωτότοκον.

Printed λαγισμὸν, for λογισμὸν.

Printed ἐπαλείψιε, for ἐπαλείψειε.

PG 44:356Read from the page
ἄνω; Εἰ δὲ καὶ μὴ τὰ δύο τοῖς Ἰσραηλίταις γεγένηται, ἥ τε τῶν πρωτοτόκων ἀναίρεσις καὶ ἡ τοῦ αἵματος πρόσχυσις· μὴ θαυμάσῃς μηδὲν, μήτε διὰ τοῦτο τὴν ἀποδοθεῖσαν περὶ τῆς ἀναιρέσεως τοῦ κακοῦ θεωρίαν ἀποβάλῃς, ὡς ἔξω τῆς ἀληθείας παρευρημένην. Νῦν γὰρ τῇ διαφορᾷ τῶν ὀνομάτων, τοῦ Ἰσραηλιτικοῦ τε καὶ τοῦ Αἰγυπτίου, τὸ τῆς ἀρετῆς πρὸς τὴν κακίαν διάφορον ἐνοήσαμεν. Εἰ οὖν Ἰσραηλιτικὸν τὸν ἐνάρετον ἡ ἀναγωγὴ νοεῖν ὑποτίθεται· οὐκ ἂν εὐλόγως τῶν τῆς ἀρετῆς γεννημάτων τὰς ἀρχὰς ἐπιζητοίη τις καταφονεύεσθαι, ἀλλ' ἐκεῖνα, ὧν ὁ ἀφανισμὸς τῆς ἀνατροφῆς ἐστι λυσιτελέστερος.
above? And even if both things did not happen to the Israelites—both the slaying of the firstborn and the sprinkling of the blood—do not marvel at all, nor on this account cast aside the contemplation we have rendered concerning the slaying of evil as though it had been devised outside the truth. For just now, by the difference of the names—the Israelite and the Egyptian—we understood the difference between virtue and wickedness. If, therefore, the anagogical sense proposes to understand the virtuous man as the Israelite, one could not reasonably seek that the beginnings of the offspring of virtue be slaughtered, but rather those things whose destruction is more profitable than their rearing.
Οὐκοῦν ἀκολούθως τῆς Αἰγυπτίας γονῆς τὰς ἀρχὰς δεῖν ἀναιρεῖσθαι, παρὰ τοῦ Θεοῦ μεμαθήκαμεν, ὡς ἂν ἐπιλίποι τὸ κακὸν τῷ τῆς ἀρχῆς ὀλέθρῳ συνδαπανώμενον. Καὶ συμβαίνει τῇ ἱστορίᾳ τὸ νόημα· τῶν μὲν Ἰσραηλιτικῶν γεννημάτων διὰ τῆς τοῦ αἵματος προσχύσεως γίνεται ἡ φρουρὰ, ὅπως ἂν εἰς τελείωσιν τὸ ἀγαθὸν ἔλθῃ. Ὅπερ δὲ τελειωθὲν εἰς Αἰγύπτιον συντελέσει δῆμον, τοῦτο πρὸ τῆς ἐν τῷ κακῷ τελειώσεως ἠφανίσθη. Συνεργεῖ δὲ πρὸς τὴν προκειμένην ἡμῶν ἀναγωγὴν τοῦ νοήματος καὶ τὰ ἐφεξῆς συμπαραλαμβανόμενα τῇ θεωρίᾳ τοῦ λόγου. Βούλεται γὰρ τροφὴν ἡμῶν γενέσθαι τὸ σῶμα, ὅθεν ἀπερρύη τὸ αἷμα, ὃ χωρίζει τοῦ ὀλοθρευτοῦ τῶν Αἰγυπτίων, ἐπὶ τῶν εἰσόδων δεικνύμενον. Τό τε σχῆμα τῶν τὴν τροφὴν ταύτην προσφερομένων, σύντονόν τε καὶ κατεσπουδασμένον εἶναι, οὐχ οἷον ἐπὶ τῶν εὐπαθούντων ἐν συμποσίοις ὁρᾶται· ὧν ἄνετοι μὲν αἱ χεῖρες, ἐλαφραὶ δὲ ἱματίων ἐπιβολαὶ, τῆς τε ὁδοιπορικῆς παρασκευῆς οἱ πόδες ἐλεύθεροι· ἀλλ' ἐκ τοῦ ἐναντίου τὰ πάντα. Πόδες μὲν διειλημμένοι τοῖς ὑποδήμασι, ζώνη δὲ τὸ περιρρέον τοῦ χιτῶνος τῇ ἰξύϊ συσφίγγουσα, διὰ χειρὸς δὲ ἡ ἀμυντικὴ τῶν κυνῶν βακτηρία. Καὶ ἐν τούτῳ τῷ σχήματι προστίθεται αὐτοῖς ἡ βρῶσις ἄνευ τινὸς ὀψαρτυτικῆς καρυκείας, ἐπὶ πυρὸς κατὰ τὸ συμβὰν ἐκ τοῦ παρατυχόντος σχεδιασθεῖσα, ἣν κατὰ πᾶσαν ἔπειξιν ἁρπαλέως οἱ δαιτυμόνες καταναλίσκουσι, μέχρις ἂν ἅπαν δαπανηθῇ τοῦ ζώου τὸ σῶμα· καὶ τῶν ὀστέων περιεσθίοντες, ὅσον ἐδώδιμον, τοῦ ἐντὸς οὐ προσάπτονται. Τὸ γὰρ συντρίβειν τοῦ ζώου τούτου τὰ ὀστᾶ, τῶν ἀπειρημένων ἐστίν· ὅ τι δ' ἂν ὑπολειφθείη τῆς βρώσεως, τῷ πυρὶ δεδαπάνηται. Ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι πρός τινα ὑψηλοτέραν διάνοιαν τὸ γράμμα βλέπει, οὐχὶ τὸν τρόπον τῆς βρώσεως ἡμῖν ὑφηγουμένου τοῦ νόμου (ἱκανὸς γὰρ τῶν τοιούτων νομοθέτης ἡ φύσις, ἡ τὴν ὄρεξιν ἡμῖν τῆς τροφῆς ἐντιθεῖσα), ἀλλὰ ἕτερόν τι διὰ τούτων σημαίνεται. Τί γὰρ ἂν παρὰ τοῦτο γένοιτο πρὸς ἀρετὴν ἢ κακίαν, οὕτως ἢ οὕτως τὴν τροφὴν προσενέγκασθαι; λελυμένον ἢ περιειλημμένον τῇ ζώνῃ, γυμνὸν τοὺς πόδας, ῆ ἐνειλημμένον τοῖς ὑποδήμασι, διὰ χειρὸς ἔχοντα τὴν βακτηρίαν, ἢ ἀποθέμενον; Ἀλλὰ δῆλον ἂν εἴη, ὅπερ ἡ τοῦ ὁδοιπορικοῦ σχήματος διασκευὴ δείκνυσι δι' αἰνίγματος. Κελεύει γὰρ ἄντικρυς ἐπιγνῶναι τὸν ὧδε βίον, ὅτι παροδικῶς ἐπιφοιτῶμεν τῇ παρούσῃ
Consistently, therefore, we have learned from God that the beginnings of the Egyptian offspring must be slain, so that evil may fail through being consumed together with the destruction of its beginning. And the meaning accords with the history: over the Israelite offspring guard is kept through the sprinkling of the blood, so that the good may come to perfection, whereas whatever upon reaching maturity would belong to the Egyptian populace was blotted out before its perfection in evil. And what follows next, taken together into the contemplation of the discourse, also cooperates towards our proposed anagogical elevation of the meaning. For the law wills that our food become the body from which flowed forth the blood that, displayed upon the entrances, separates us from the destroyer of the Egyptians; and that the bearing of those who partake of this food be taut and earnest, not such as is seen among revellers at banquets—whose hands are slack, whose wraps of garments are light, and whose feet are unencumbered by wayfaring gear—rather everything on the contrary: feet bound fast with sandals, a girdle cinching to the waist the flowing folds of the tunic, and in the hand the staff that wards off dogs (Exod. 12:8-11). And in this posture the food is set before them without any culinary seasoning, improvised over fire just as it happened from whatever was at hand, which the banqueters consume eagerly in all haste until the entire body of the animal has been used up; and eating round the bones whatever is edible, they do not touch what is inside. For to crush the bones of this animal is among the things forbidden; and whatever may be left over from the eating is consumed by fire (Exod. 12:10, 46). From all of which it is clear that the letter looks towards some loftier meaning—not that the law is instructing us in the manner of eating (for nature, which implanted in us the appetite for food, is a sufficient lawgiver of such matters), rather something else is signified through these things. For what difference could it make besides this towards virtue or wickedness to partake of food in this way or in that: ungirt or girt about with a girdle, bare of foot or wrapped in sandals, holding the staff in hand or having laid it aside? Assuredly, however, what the equipment of the wayfaring posture shows through an enigma would be clear: for it commands us outright to recognize our life here—that as passers-by we visit the present
Notes, col. 356

On the reading

Printed ῆ ἐνειλημμένον, for ἢ ἐνειλημμένον.

PG 44:357Read from the page
ζωῇ, ἅμα τῇ γενέσει πρὸς τὴν ἔξοδον ὑπ' αὐτῆς τῆς ἀνάγκης συνελαυνόμενοι, πρὸς ἣν παρεσκευάσθαι χρὴ χερσί τε καὶ ποσὶ, καὶ τῇ λοιπῇ τῇ πρὸς τὴν ὁδὸν ἀσφαλείᾳ. Καὶ ὡς ἂν μὴ ταῖς ἀκάνθαις τοῦ βίου τούτου (ἄκανθαι δ' ἂν εἶεν αἱ ἁμαρτίαι) γυμνοῖς τε καὶ ἀφυλάκτοις τοῖς ποσὶ βλαβείημεν, τὴν τῶν ὑποδημάτων στερρότητα τῶν ποδῶν προβαλλώμεθα. Ταῦτα δέ ἐστιν ἐγκρατής τε καὶ κατεσκληκὼς βίος, ὁ θραύων δι' ἑαυτοῦ καὶ περικλῶν τὰς τῆς ἀκάνθης ἀκμὰς, καὶ κωλύων ἐκ λεπτῆς τε καὶ ἀφανοῦς ἀρχῆς τὴν ἁμαρτίαν ἐπὶ τὸ ἐντὸς παραδύεσθαι. Ὅ τε τοῖς ποσὶ περικεχυμένος χιτὼν, καὶ μέχρι ποδῶν καθειμένος, ἐμπόδιον ἂν εἴη τῷ τὴν ὁδὸν ταύτην κατὰ σπουδὴν διαθέοντι. Χιτὼν δ' ἂν ἡμῖν, κατὰ τὸ ἀκόλουθον, νοηθείη, ἡ ἀπολαυστικὴ τῶν ἐν τῷ βίῳ τούτῳ σπουδαζομένων πλατύτης, ἣν εἰς ὀλίγον ὁ σώφρων λογισμὸς συστέλλει, ζώνη τοῦ ὁδοιποροῦντος γινόμενος. Τὸ δὲ σωφροσύνην εἶναι τὴν ζώνην, μαρτύρεται τῷ τρόπῳ, περὶ ὃν ἐνεργεῖται ἡ ζωή. Ἥ τ' αὖ τῶν θηρίων ἀμυντικὴ βακτηρία, ὁ τῆς ἐλπίδος λόγος ἐστὶν, ᾧ καὶ τὸ καμμύον τῆς ψυχῆς ὑπερείδομεν, καὶ τὸ ὑλακτοῦν ἀμυνόμεθα. Ἐκ πυρὸς δὲ προτεθεῖσαν ἡμῖν τὴν ἐδωδὴν, τὴν θερμὴν ταύτην λέγω καὶ ἔκπυρον πίστιν, ἣν ἀμελλητὶ προσδεχόμεθα, ἧς ἐμφαγόντες ὅσον ἐκ προχείρου γίνεται ληπτὸν τῷ ἐσθίοντι, καὶ τὸν κεκρυμμένον τοῖς στερροτέροις τε καὶ δυστρίπτοις νοήμασι, καὶ τῷ λόγῳ, ἀπεριέργαστόν τε καὶ ἀπολυπραγμόνητον καταλιμπάνομεν, τῷ πυρὶ προτιθέντες τὴν τοιαύτην τροφήν. Ὡς δ' ἂν σαφηνισθείη τὰ περὶ τούτων αἰνίγματα, ταῦτά φαμεν, ὅτι τῶν θείων παραγγελμάτων ὅσα μὲν πρόχειρον τὴν κατανόησιν ἔχει, οὐ νωθρῶς, οὐδὲ κατηναγκασμένως μετιέναι προσήκει· ἀλλ' οἷον πεινῶντας καὶ μετ' ὀρέξεως ἐμφορεῖσθαι τῶν προκειμένων, ὥστε γενέσθαι τὴν τροφὴν ἡμῖν εὐεξίας ἐφόδιον. Ὅσα δὲ κέκρυπται τῶν νοημάτων, οἷον τὸ ζητεῖν, τίς ἡ οὐσία τοῦ Θεοῦ; τί πρὸ τῆς κτίσεως ἦν; τί τὸ ἔξω τῶν φαινομένων; τίς ἡ ἀνάγκη τῶν γινομένων; καὶ ὅσα τοιαῦτα ὑπὸ τῶν περιέργων ἐρευνᾶται· τῷ ἁγίῳ Πνεύματι συγχωρεῖν μόνῳ γινώσκειν, τῷ τὰ βάθη τοῦ Θεοῦ διερευνῶντι, καθώς φησιν ὁ Ἀπόστολος. Τὸ γὰρ ἀντὶ τοῦ Πνεύματος ὑπὸ τῆς Γραφῆς πολλαχῆ τὸ πῦρ μνημονεύεσθαί τε καὶ ὀνομάζεσθαι, οὐκ ἄν τις τῶν πεπαιδευμένων τὴν Γραφὴν ἀγνοήσειε. Προσάγει δὲ τῇ τοιαύτῃ διανοίᾳ ἡμᾶς καὶ τὸ τῆς Σοφίας παράγγελμα, ὅτι « Ἰσχυρότερά σου μὴ ἐρεύνα, » τουτέστι, τὰ ὀστᾶ τοῦ λόγου μὴ σύντριβε· οὐ γάρ σοι χρεία τῶν κρυπτῶν.
life, driven onward simultaneously with our birth by necessity itself towards our departure, for which we must be prepared with hands and feet and the rest of our security for the road. And lest we be harmed in bare and unguarded feet by the thorns of this life (and the thorns would be sins), let us put forward the firmness of sandals upon our feet: and these are a continent and austere life, which of itself crushes and bends back the sharp points of the thorn and prevents sin from slipping into our interior from a slight and unseen beginning. And the tunic poured round the feet and reaching down to the ankles would be a hindrance to one running this road in haste; and by the tunic, consistently, we would understand the indulgent breadth of the things eagerly pursued in this life, which sober reason gathers into a narrow compass, becoming the wayfarer's girdle. And that the girdle is temperance is attested by the manner around which life operates. And in turn the staff that wards off wild beasts is the word of hope, whereby we both prop up what droops in the soul and ward off what barks at us. And as for the food set before us from the fire—I mean this warm and fiery faith, which we welcome without delay—having eaten of it as much as is readily graspable by the eater, we leave behind unpried-into and unmeddled-with the marrow hidden within the harder and less tractable meanings of the word, setting such nourishment before the fire. And that the enigmas concerning these things may be made plain, we say this: as many of the divine precepts as have a ready comprehension, it befits us to pursue neither sluggishly nor under compulsion, rather like hungry men to take our fill with appetite of what lies before us, so that the nourishment may become for us a provision of sound health; whereas as many of the meanings as lie hidden—such as inquiring what the essence of God is, what existed before creation, what lies outside visible things, what necessity governs things that come to pass, and whatever such questions are pried into by the curious—we concede to the Holy Spirit alone to know, Who searches the depths of God, just as the Apostle says (1 Cor. 2:10). For that fire is in many places mentioned and named by Scripture in place of the Spirit, none of those trained in Scripture could fail to know. And the precept of Wisdom also leads us to such a meaning: "Seek not things too strong for you" (Ecclus. 3:22)—that is, do not crush the bones of the word—"for you have no need of the hidden things."
Οὕτως ἐκβάλλει τῆς Αἰγύπτου ὁ Μωϋσῆς τὸν λαόν· καὶ πᾶς ὁ τῷ Μωϋσεῖ κατ' ἴχνος ἑπόμενος, τῷ τρόπῳ τούτῳ τῆς Αἰγυπτίας τυραννίδος ἐλευθεροῖ πάντας, ὧν ἂν ὁ λόγος καθηγῆται. Δεῖ δὲ, οἶμαι, τοὺς ἑπο-
Thus Moses casts the people out of Egypt; and everyone who follows step by step after Moses in this manner sets free from the Egyptian tyranny all whom the word leads. And it is necessary, I think, that those who follow