Migne Reading Room

PG 44 · cols. 336–345 · Read from the page

On the Life of Moses

On the Life of Moses

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:336Read from the page
ἀλλοιωθείσης. Καὶ γὰρ ἐκεῖ τοῦ νομοθέτου ἡ χεὶρ προβληθεῖσα τοῦ κόλπου, πρὸς τὸ παρὰ φύσιν ἠλλοιώθη χρῶμα· καὶ πάλιν ἐν κόλποις γενομένη, πρὸς τὴν ἰδίαν αὐτῆς καὶ κατὰ φύσιν ἐπανῆλθε χάριν. Καὶ ὁ μονογενὴς Θεὸς, ὁ ὢν ἐν κόλποις τοῦ Πατρὸς, οὗτός ἐστιν ἡ δεξιὰ τοῦ Ὑψίστου. Ὅτε δὲ ἡμῖν ἐκ τῶν κόλπων ἐφάνη, καθ' ἡμᾶς ἠλλοιώθη· ἐπεὶ δὲ τὰς ἡμετέρας ἀσθενείας ἐκμάξας, πάλιν ἐπανήγαγε τὴν ἐν ἡμῖν γενομένην χεῖρα, καὶ καθ' ἡμᾶς χρωσθεῖσαν ἐπὶ τὸν ἴδιον κόλπον (κόλπος δὲ τῆς δεξιᾶς ὁ Πατήρ), τότε οὐ τὸ ἀπαθὲς τῆς φύσεως εἰς πάθος ἠλλοίωσεν, ἀλλὰ τὸ τρεπτόν τε καὶ ἐμπαθὲς διὰ τῆς πρὸς τὸ ἄτρεπτον κοινωνίας εἰς ἀπάθειαν μετεστοιχείωσεν.
having been altered. For there too the lawgiver's hand, when thrust forth from his bosom, was altered to an unnatural colour; and when placed back within his bosom, it returned to its own natural grace. And the only-begotten God, Who is in the bosom of the Father, He is the right hand of the Most High. When He appeared to us from the Father's bosom, He was altered after our likeness; and when, having wiped away our infirmities, He brought back again to His own bosom the hand that had been among us and taken on our complexion (now the Father is the bosom of the right hand), He did not then alter the impassibility of His nature into passion, but transformed what is mutable and passible into impassibility through communion with the immutable.
Ἡ δὲ εἰς ὄφιν μεταβολὴ τῆς βακτηρίας, μὴ ταρασσέσθω τοὺς φιλοχρίστους, ὡς ἀπεμφαίνοντι ζώῳ προσαρμοζόντων ἡμῶν τὸν τοῦ μυστηρίου λόγον. Αὐτὴ γὰρ ἡ Ἀλήθεια διὰ τῆς εὐαγγελικῆς φωνῆς οὐ παραιτεῖται τὴν τοιαύτην εἰκόνα, δι' ὧν φησιν· « Ὥσπερ γὰρ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. » Καὶ σαφὴς ὁ λόγος. Εἰ γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, ὄφις ὠνομάσθη ὑπὸ τῆς θείας Γραφῆς· καὶ τὸ ἐκ τοῦ ὄφεως γεννηθὲν, πάντως ὄφις ἐστίν. Οὐκοῦν ἀκολούθως ἡ ἁμαρτία τοῦ γεγεννηκότος αὐτήν ἐστι συνώνυμος. Ἀλλὰ μὴν ἁμαρτίαν δι' ἡμᾶς γενέσθαι τὸν Κύριον, ὁ ἀποστολικὸς διαμαρτύρεται λόγος, τὸν τὴν ἁμαρτητικὴν ἡμῶν φύσιν περιβαλλόμενον. Κατὰ λόγον ἄρα τῷ Κυρίῳ προσαρμόζει τὸ αἴνιγμα. Εἰ γὰρ ὄφις μὲν ἡ ἁμαρτία, ὁ δὲ Κύριος ἁμαρτία ἐγένετο, ὃς οὐδὲν ἄλλο ἢ ἁμαρτία ἐστὶν, ἀλλὰ δι' ἡμᾶς γίνεται ὄφις, ἐφ' ᾧ τε τοὺς Αἰγυπτίους ὄφεις τοὺς παρὰ τῶν γοήτων ζωογονουμένους διαφαγεῖν τε καὶ ἐνδαπανῆσαι· οὗ γενομένου, πάλιν εἰς τὴν βακτηρίαν μεθίσταται δι' ἧς σωφρονίζονται μὲν οἱ ἁμαρτάνοντες, ἀναπαύονται δὲ οἱ τὴν ἀνωφερῆ καὶ δυσπόρευτον τῆς ἀρετῆς πορείαν ἀνιόντες, διὰ τῶν ἀγαθῶν ἐλπίδων τῇ βακτηρίᾳ τῆς πίστεως ἐπερειδόμενοι. « Ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις. « Ὁ τοίνυν ἐν περινοίᾳ τούτων γενόμενος, Θεὸς ἄντικρυς γίνεται, τῶν ἀνθεστηκότων μὲν τῇ ἀληθείᾳ, πρὸς δὲ τὴν ὑλώδη ταύτην καὶ ἀνυπόστατον ἀπάτην ἐπτοημένων, οἷς τὸ ἀκοῦσαι τοῦ ὄντος, ὥσπερ τι τῶν ματαίων καταπεφρόνηται. Φησὶ γὰρ ὁ Φαραὼ, « Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; οὐκ οἶδα τὸν Κύριον. » Μόνον δὲ νομίζεται τίμιον, ὅσον ὑλῶδες καὶ σάρκινον τῶν περὶ τὰς ἀλογωτέρας αισθήσεις ἀναστρεφομένων. Εἰ τοίνυν ἐπὶ τοσοῦτον διὰ τῆς τοῦ φωτὸς ἐκλάμψεως δυναμωθείη, καὶ τοσαύτην ισχύν τε καὶ ἐξουσίαν κατὰ τῶν ἀντιτεταγμένων λάβῃ· τότε, καθάπερ τις ἀθλητὴς, ἱκανῶς ἐν παιδοτρίβου τὴν ἀθλητικὴν ἀνδρείαν ἐκμελετήσας, θαρσῶν ἤδη καὶ πεποιθὼς, πρὸς τὸν ἀγῶνα τῶν ἐχθρῶν ἀποδύεται, διὰ χειρὸς τὴν βακτηρίαν ἔχων ἐκείνην, τοῦτ' ἔστι, τὸν λόγον τῆς πίστεως, ᾧ μέλλει τοὺς Αἰγυπτίους ὄφεις καταγωνίζεσθαι. Ἀκολουθήσει δὲ αὐτῷ καὶ ἡ ἐξ ἀλλοφύλων ὁμόζυγος· ἔστι γάρ τι καὶ τῆς ἔξω παιδεύσεως πρὸς συζυγίαν ἡμῶν εἰς τεκνογονίαν ἀρετῆς οὐκ ἀπόβλητον. Καὶ γὰρ ἡ ἠθικὴ
Now let the changing of the rod into a serpent not trouble lovers of Christ, as though we were adapting the doctrine of the mystery to an unseemly creature. For the Truth Himself, through the voice of the Gospel, does not decline such an image, in the words whereby He says: "For even as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up." And the reasoning is clear. For if the father of sin was named a serpent by divine Scripture, then what is begotten of the serpent is assuredly a serpent. Accordingly, therefore, sin bears the same name as him who begot it. Yet the apostolic word testifies that the Lord became sin for our sake, investing Himself with our sinful nature. With good reason, then, does the enigma fit the Lord. For if sin is a serpent, and the Lord became sin—who is nothing else than sin, yet for our sake He becomes a serpent, to the end that He may devour and consume the Egyptian serpents brought to life by the sorcerers—once this has come to pass, it is changed back again into the rod whereby sinners are chastened, while those ascending the steep and arduous path of virtue find rest, leaning through good hopes upon the rod of faith. "For faith is the substance of things hoped for." He therefore who comes to grasp these things becomes outright a god towards those who resist the truth and flutter excitedly after this material and unsubstantial deceit, by whom hearkening to Him Who is has been despised like some vain thing. For Pharaoh says: "Who is He, whose voice I shall obey? I do not know the Lord." Only so much is deemed precious among those conversant with the more irrational senses as is material and fleshly. If, then, one should be strengthened to such a degree through the shining forth of the light, and receive such strength and authority against the adversaries, then, just like an athlete who has sufficiently practised athletic valour in the trainer's school, taking courage now and confident, he strips for the contest against the foes, holding that rod in his hand—that is, the word of faith, wherewith he is to vanquish the Egyptian serpents. And his consort of foreign race will also follow him; for there is something even of secular learning not to be rejected for union with us towards the begetting of virtue. For indeed moral
Notes, col. 336

On the reading

Printed αισθήσεις, for αἰσθήσεις.

Printed ισχύν, for ἰσχύν.

PG 44:337Read from the page
τε καὶ φυσικὴ φιλοσοφία γένοιτο ἄν ποτε τῷ ὑψηλοτέρῳ βίῳ σύζυγός τε καὶ φίλη καὶ κοινωνὸς τῆς ζωῆς· μόνον εἰ τὰ ἐκ ταύτης κυήματα μηδὲν ἐπάγοιτο τοῦ ἀλλοφύλου μιάσματος. Τούτου γὰρ μὴ περιτμηθέντος καὶ περιαιρεθέντος, ὥστε πᾶν ἐπιβλαβὲς καὶ ἀκάθαρτον ἀφαιρεθῆναι· ὁ συναντῶν ἄγγελος τὸν περὶ θανάτου φόβον ἐπάγει, ὃν ἱλεοῦται ἡ σύμβιος, ἡ καθαρὸν ἀποδεικνύουσα τὸ ἑαυτῆς ἔγγονον, τῇ περιαιρέσει τοῦ ἰδιώματος, ἐφ' ᾧ γνωρίζεται τὸ ἀλλόφυλον. Οἶμαι δὲ τῷ μεμυημένῳ τῆς ἱστορικῆς ἀφηγήσεως πρόδηλον εἶναι διὰ τῶν εἰρημένων, τὴν ἀκολουθίαν τῆς κατ' ἀρετὴν ἐπιδόσεως, ἣν ὑποδείπνυσιν ὁ λόγος, τῷ εἱρμῷ τῶν ἱστορικῶν αἰνιγμάτων ἀκολούθως ἑπόμενος.
and natural philosophy may at times become a consort, friend, and partner of life to the loftier way of living, provided only that its offspring bring with them nothing of foreign defilement. For if this is not circumcised and stripped away, so that everything harmful and unclean is removed, the angel who meets him brings on the fear of death; whom his consort appeases by showing her own offspring to be pure through the removal of that distinctive mark whereby the foreigner is recognized. Now I think that to one initiated into the historical narrative, the sequence of progress in virtue which the discourse points out, following in order the thread of the historical enigmas, is manifest from what has been said.
Ἔστι γάρ τι τῆς φιλοσόφου γονῆς ἐν μαθήμασι σαρκῶδές τε καὶ ἀκρόβυστον, οὗ περιαιρεθέντος, τῆς Ἰσραηλιτικῆς εὐγενείας ἐστὶ τὸ λειπόμενον, οἷον, ἀθάνατον εἶναι τὴν ψυχὴν, καὶ ἡ ἔξωθεν φιλοσοφία φησίν. Οὗσος ὁ εὐσεβής ἐστι τόκος. Ἀλλὰ μεταβαίνειν ἀπὸ σωμάτων εἰς σώματα, καὶ ἐκ λογικῆς φύσεως εἰς ἄλογον αὐτὴν μεταφύεσθαι· τοῦτο ἡ σαρκώδης τε καὶ ἀλλόφυλός ἐστιν ἀκροβυστία. Καὶ ἄλλα τοιαῦτα πολλά. Θεὸν εἶναί φησιν, ἀλλὰ καὶ ὑλικὸν αὐτὸν οἴεται· δημιουργὸν αὐτὸν ὁμολογεῖ, ἀλλὰ ὕλης πρὸς δημιουργίαν δεόμενον· ἀγαθόν τε καὶ δυνατὸν εἶναι δίδωσιν, ἀλλὰ παραχωρεῖν ἐν τοῖς πολλοῖς τῇ ἀνάγκῃ τῆς εἱμαρμένης, καὶ τί ἄν τις τὰ καθ' ἕκαστον διηγοῖτο, ὅπως τὰ καλὰ τῶν δογμάτων παρὰ τῇ ἔξω φιλοσοφίᾳ ταῖς ἀτόποις προσθήκαις καταμολύνεται, ὧν περιαιρεθέντων ἵλεως ἡμῖν ὁ τοῦ Θεοῦ ἄγγελος γίνεται, ὡς γνησίῳ τόκῳ τῶν τοιούτων δογμάτων ἐπαγαλλόμενος. Ἀλλ' ἐπανιτέον πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου, ὡς ἂν καὶ ἡμῖν ἀπαντήσειέ ποτε, πλησίον γενομένοις τῶν Αἰγυπτίων ἀγώνων, ἡ ἀδελφικὴ συμμαχία· μεμυήμεθα γὰρ, ὡς κατ' ἀρχὰς μὲν τοῦ κατ' ἀρετὴν βίου, συντυχία γίνεται τῷ Μωϋσεῖ, πολεμική τε καὶ στρατιώδης, Ἑβραῖον καταπονοῦντος τοῦ Αἰγυπτίου· καὶ πάλιν Ἑβραίου πρὸς τὸν ὁμόφυλον στασιάζοντος.
For in the branches of learning there is something fleshy and uncircumcised in philosophical offspring, when which has been stripped away, what remains belongs to Israelite nobility: for instance, secular philosophy also says that the soul is immortal. This is a pious offspring. Yet that it migrates from bodies into bodies, and passes in growth from a rational nature into an irrational one—this is the fleshy and foreign foreskin. And there are many other such things. It says that God exists, yet supposes Him also to be material; it confesses Him to be Creator, yet standing in need of matter for creation; it grants that He is good and powerful, yet yields in most things to the necessity of fate; and why should one recount every detail of how noble doctrines in secular philosophy are defiled by absurd additions, when which are stripped away the angel of God becomes gracious to us, rejoicing over such doctrines as over legitimate offspring? But we must return to the sequence of our discourse, so that brotherly alliance may at length meet us also when we draw near to the Egyptian contests; for we have been instructed how, at the beginning of the virtuous life, a warlike and martial encounter befalls Moses, as the Egyptian oppresses a Hebrew, and again as a Hebrew quarrels against his own kinsman.
Εἰ δὲ πρὸς τὸ μεῖζον τῶν τῆς ψυχῆς κατορθωμάτων, διά τε τῆς μακρᾶς ἐπιμελείας, καὶ διὰ τῆς ἐν τῷ ὕψει γενομένης φωταγωγίας ἐπαρθέντι, φίλιός τε καὶ εἰρήνικὴ γίνεται ἡ συντυχία, θεόθεν τοῦ ἀδελφοῦ πρὸς τὴν ἀπάντησιν αὐτοῦ παρορμηθέντος. Εἰ γὰρ πρὸς τὴν τροπικωτέραν μεταληφθείη θεωρίαν τὸ καθ' ἱστορίαν γεγενημένον· οὐδὲν ἡμῖν ἄχρηστον πρὸς τὸν ἡμέτερον εὑρεθείη σκοπόν. Τῷ ὄντι γὰρ τοῖς ἐν ἀρετῇ κατορθοῦσι καὶ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα τῇ φύσει ἡμῶν συμμαχία συνίσταται, ἣ προγενεστέρα μέν ἐστι κατὰ τὴν πρώτην γένεσιν, τότε δὲ φαίνεται καὶ γνωρίζεται, ὅταν ἱκανῶς τῷ ὑψηλοτέρῳ βίῳ διὰ προσογῆς τε καὶ ἐπιμελείας αὐτοὺς οἰκειώσαντες, πρὸς τοὺς ἰσχυροτέρους τῶν ἄθλων ἀποδυώμεθα. Ὡς δ' ἂν μὴ δι' αἰνίγματος ἡμῖν τὰ αἰνίγματα διαλύοιτο, γυμνότερον ἐκθήσομαι τὴν περὶ τούτου διάνοιαν. Λόγος τίς ἐστιν ἐκ πατρικῆς παραδόσεως τὸ πιστὸν ἔχων, ὅς φησι, πεσούσης ἡμῶν εἰς ἁμαρτίαν τῆς φύσεως, μὴ παριδεῖν τὸν Θεὸν τὴν πτῶσιν ἡμῶν ἀπρονόητον· ἀλλ' ἄγγελόν τινα τῶν τὴν ἀσώματον εἰληχότων φύσιν, παρακαθιστᾷν εἰς συμμαχίαν τῇ ἑκάστου ζωῇ, ἐκ δὲ τοῦ ἐναντίου, τὸν φθορέα τῆς φύσεως ἀντιμηχανᾶσθαι τὸ ἴσον διὰ πονηροῦ τινος καὶ κακοποιοῦ
Yet when he has been lifted up towards the greater achievements of the soul, both through long diligence and through the illumination that took place on the height, the encounter becomes friendly and peaceful, his brother being stirred by God to come to meet him. For if what took place according to history be transferred to a more figurative contemplation, nothing would be found useless to us for our aim. For in truth, with those who succeed in virtue there also joins forces the alliance granted by God to our nature, which is prior in order according to our first creation, yet appears and becomes known at that time when, having sufficiently familiarized ourselves with the loftier life through attentiveness and diligence, we strip for the sterner contests. And lest enigmas be solved for us by an enigma, I shall set forth the meaning of this more plainly. There is a certain teaching deriving its credibility from ancestral tradition, which says that after our nature fell into sin, God did not overlook our fall unprovided for, but stations a certain angel from among those allotted an incorporeal nature as an ally beside each person's life, while on the opposite side the corrupter of our nature contrives a match through some wicked and malevolent
Notes, col. 337

On the reading

Printed ὑποδείπνυσιν, for ὑποδείκνυσιν.

Printed Οὗσος, for Οὗτος.

Printed εἰρήνικὴ, for εἰρηνικὴ.

Printed προσογῆς, for προσοχῆς.

PG 44:340Read from the page
δαίμονος, τῇ τοῦ ἀνθρώπου ζωῇ λυμαινόμενον. Ἐν μέσῳ δὲ ὄντα τῶν δύο τὸν ἄνθρωπον, τὸν ἑκατέρου τῶν παρεπομένων σκοπὸν ὑπεναντίως πρὸς τὸν ἕτερον ἔχοντα, δι' ἑαυτοῦ ποιεῖν κατὰ τοῦ ἄλλου ἐπικρατέστερον. Προδεικνύοντος τοῖς λογισμοῖς τοῦ μὲν ἀγαθοῦ τὰ τῆς ἀρετῆς ἀγαθὰ, ὅσα δι' ἐλπίδος τοῖς κατορθοῦσιν ὁρᾶται· τοῦ δὲ ἑτέρου, τὰς ὑλώδεις ἡδονὰς, ἀφ' ὧν ἐλπὶς μὲν ἀγαθῶν οὐδεμία, τὸ δὲ παρὸν, καὶ μετεχόμενον, καὶ ὁρώμενον, τὰς αἰσθήσεις τῶν ἀνοητοτέρων ἀνδραποδίζεται. Εἴπερ εὖν ἀλλοτριωθείη τῶν ἐπὶ κακῷ δελεαζόντων, πρὸς τὸ κρεῖττον τοῖς λογισμοῖς ἐπιτρέψας, καὶ οιονεὶ κατὰ νώτου τὴν κακίαν ἐποίησεν· ἀντιπρόσωπον τὴν ἑαυτοῦ ψυχὴν, οἷόν τι κάτοπτρον, πρὸς τὴν ἐλπίδα τῶν ἀγαθῶν στήσας, ὡς τῆς προδεικνυμένης αὐτῷ θεόθεν ἀρετῆς τὰς εἰκόνας τε καὶ τὰς ἐμφάσεις τῷ καθαρῷ τῆς ἰδίας ψυχῆς ἐντυπώσασθαι· τότε αὐτῷ ἡ τοῦ ἀδελφοῦ συμμαχία συναντᾷ καὶ συνίσταται. Ἀδελφὸς γὰρ τρόπον τινὰ κατὰ τὸ λογικόν τε καὶ νοερὸν τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὁ ἄγγελος, ὁ τότε (καθὼς εἴρηται) φαινόμενός τε καὶ παριστάμενος, ὅταν τῷ Φαραὼ προσεγγίζωμεν. Μηδεὶς δὲ διόλου τὴν τῆς ἱστορίας ἔκθεσιν παρατεθεῖσθαι τῷ εἱρμῷ τῆς τοιαύτης τοῦ νοῦ θεωρίας νομίζων, εἴ πού τι τῶν γεγραμμένων ἔξω ταύτης τῆς διανοίας εὑρίσκοιτο, δι' ἐκείνου καὶ τὸ πᾶν ἀθετείτω· ἀλλ' ἀεὶ μεμνήσθω τοῦ σκοποῦ τῶν λόγων, πρὸς ὃν βλέποντες ταῦτα διεξερχόμεθα, εὐθὺς ἐν προοιμίοις ἐπειπόντες, τῶν εὐδοκίμων ἀνδρῶν τοὺς βίους εἰς ἀρετῆς ὑπόδειγμα τοῖς ἐφεξῆς προκεῖσθαι.
demon harming human life. And man, standing in the midst between the two, who hold aims attendant upon each contrary to the other, by his own choice makes the one prevail over the other: while the good one sets before his thoughts the goods of virtue, all that are beheld through hope by those who succeed therein, whereas the other sets forth material pleasures, from which there arises no hope of good things, while what is present, partaken of, and seen enslaves the senses of the more foolish. If, then, he has estranged himself from those who entice towards evil, turning by his reasonings towards the better part, and has as it were put wickedness behind his back, setting his own soul face to face like a mirror towards the hope of good things, so as to imprint the images and reflections of the virtue shown beforehand to him by God upon the purity of his own soul—then his brother's alliance meets him and stands beside him. For the angel is in a certain way a brother according to the rational and intellectual part of man's soul, appearing and standing at our side at that time (as has been said) when we draw near to Pharaoh. Yet let no one, supposing that the exposition of the history has been set side by side throughout in every detail with the thread of such intellectual contemplation, reject the whole as well on account of some point among the things written if anywhere it should be found outside this meaning; rather, let him ever remember the aim of our discourses, looking towards which we go through these matters, having stated right in the preface that the lives of illustrious men are set forth as an example of virtue for posterity.
Ἐπεὶ οὖν δι' αὐτῆς τῶν πραγμάτων τῆς ὕλης ἐλθεῖν τοὺς ζηλοῦντας τὰ ἐκείνων, οὐχ οἷόν τε· (πῶς γὰρ ἂν εὑρεθείη πάλιν ὁ ἐκ μετοικεσίας ἐν Αἰγύπτῳ λαὸς πληθυνόμενος; ἢ πάλιν καταδουλούμενος τύραννος, ὁ πρὸς τὴν ἄῤῥενα γονὴν δυσμενῶς ἔχων, τὸ δὲ μαλακώτερόν τε καὶ ἀσθενέστερον εἰς πλῆθος αὔξων, καὶ τἆλλα πάντα, ὅσα περιέχει ὁ λόγος;) ἐπεὶ οὖν ἀδύνατον ἀπεδείχθη δι' αὐτῶν τῶν πραγμάτων τὰ τῶν μακαρίων μιμήσασθαι θαύματα, μεταληπτέον ἂν εἴη, πρὸς τινα ἠθικὴν διδασκαλίαν, ἐκ τῆς ὑλικῆς ἀκολουθίας τὰ ἐνδεχόμενα· δι' ὧν ἄν τις γένοιτο τοῖς πρὸς ἀρετὴν ἐσπουδακόσι πρὸς τοιοῦτον βίον συνεργία. Εἰ δέ τι τῶν ἐν τῇ ἱστορίᾳ γεγονότων, ἔξω τοῦ εἱρμοῦ τῆς ἀνειμένης διανοίας, ἡ τῶν πραγμάτων ἀνάγκη πεσεῖν ἐβιάσατο· ὑπερβάντας τοῦτο, ὡς πρὸς τὸν ἡμέτερον σκοπὸν ἀλυσιτελὲς καὶ ἀνόνητον, μὴ διακόπτειν ἐν οἷς ἔξεστι τῆς ἀρετῆς τὴν ὑφήγησιν. Ταῦτα δέ φημι περὶ τῶν κατὰ τὸν Ἀαρὼν νοηθέντων, τὸ ἀντιπίπτον ἐκ τοῦ ἀκολούθου θεραπεύων. Ἐρεῖ γάρ τις, τὸ μὲν συγγενῶς ἔχειν πρὸς τὴν ψυχὴν ἐν τῷ νοητῷ τε καὶ ἀσωμάτῳ τὸν ἄγγελον, καὶ τὸ προγενέστερον τῆς ἡμετέρας κατασκευῆς εἶναι, καὶ τὸ συνίστασθαι τοῖς πρὸς τοὺς ἀντιπάλους συμπλεκομένοις, μὴ ἀμφιβάλλειν· μὴ μέν τοι καλῶς ἔχειν, εἰς ἐκείνου τύπον, τὸν Ἀαρὼν νοεῖν, τὸν τῆς ειδωλολατρείας τοῖς Ἰσραηλίταις καθηγησάμενον. Πρὸς ὃν ἐροῦμεν, τὸν εἱρμὸν ὑπερβάντες, ταῦτά τε, ἃ εἰρήκαμεν, ὅτι τὸ ἔξω τοῦ σκοποῦ μὴ λόγοις ἀνατρεπέτω τὴν ἐν τοῖς λοιποῖς ἁρμονίαν, καὶ, ὅτι
Since, therefore, it is impossible for those who emulate their deeds to pass through the very material circumstances of the events themselves (for how could a people multiplying in Egypt after a migration be found again, or a tyrant enslaving them again, hostile towards the male offspring while increasing the softer and weaker sex in number, and all the rest that the narrative contains?), since, then, it has been shown to be impossible to imitate the marvels of the blessed men through the actual events themselves, we should transfer from the material sequence whatever admits of adaptation to a certain moral instruction, whereby some assistance towards such a life may accrue to those earnest after virtue. And if the necessity of events forced anything that happened in the history to fall outside the thread of the continuous meaning, we should pass over this as unprofitable and useless for our aim, so as not to interrupt the guidance in virtue where it is possible. Now I say this concerning the thoughts understood in connection with Aaron, remedying the objection that arises from the sequel. For someone will say that he does not doubt that the angel is akin to the soul in what is intelligible and incorporeal, that he is prior to our framing, and that he stands beside those locked in combat with their adversaries; yet that it is not fitting to understand as a type of him Aaron, who led the Israelites into idolatry. To whom we shall say, stepping beyond the sequence, both what we have already stated—that what lies outside the aim must not by arguments overturn the harmony in the remaining points—and also that
Notes, col. 340

On the reading

Printed εὖν, for οὖν.

Printed οιονεὶ, for οἱονεὶ.

Printed πρὸς τινα, for πρός τινα.

Printed ειδωλολατρείας, for εἰδωλολατρείας.

PG 44:341Read from the page
ὁμώνυμόν τι χρῆμα καὶ τὸ τοῦ ἀδελφοῦ καὶ τὸ τοῦ ἀγγέλου ἐστὶν, ἴσως ἐφ' ἑκατέρῳ τῶν ἀντικειμένων ταῖς σημασίαις ἐφαρμοζόμενον. Οὐ γὰρ δὴ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τοῦ Σατανᾶ ἄγγελος ὀνομάζεται· καὶ οὐ τὸν χρηστὸν μόνον, ἀλλὰ καὶ τὸν πονηρὸν, ἀδελφὸν καλοῦμεν. Οὕτω γάρ φησιν ἡ Γραφὴ, ἐπὶ μὲν τῶν χρηστοτέρων· Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· ἐπὶ δὲ τῶν ἐναντίων, ὅτι Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ. Ταῦτα δὲ τῇ ἀκολουθίᾳ παραθέντες τοῦ λόγου, καὶ τὴν ἀκριβεστέραν περὶ αὐτῶν θεωρίαν εἰς τὸν ἴδιον ὑπερθέμενοι τόπον, νῦν τῶν προκειμένων ἁψώμεθα. Ὁ τοίνυν ἑαυτόν τε τῷ ἐπιφανέντι φωτὶ δυναμώσας, καὶ τὸν τοιοῦτον ἀδελφὸν σύμμαχόν τε καὶ παραστάτην κτησάμενος, θαρσῶν τῷ λαῷ τοὺς ὑπὲρ τῆς ἀληθείας προσάγει λόγους, καὶ τῆς πατρικῆς εὐγενείας ὑπομιμνήσκει, καὶ ὅπως ἂν ἔξω γένοιντο τῆς παρὰ τὸν πηλὸν καὶ τὴν πλίνθον ταλαιπωρίας, δίδωσι γνώμην. Τί οὖν ἡμᾶς διὰ τούτων παιδεύει ἡ ἱστορία; τὸ μηδὲ κατατολμᾷν τῆς ἐν τῷ λαῷ φωνῆς, τὸν μὴ διὰ τῆς τοιαύτης ἀγωγῆς πρὸς τὴν τῶν πολλῶν ὁμιλίαν τὸν λόγον παρασκευάσαντα. Ὁρᾷς γὰρ, ὡς νέος ὢν ἔτι, πρὶν εἰς τοσοῦτον αὐξηθῆναι τῇ ἀρετῇ, ἐπὶ δύο τινῶν ἀνθρώπων οὐκ ἀξιόπιστος ἐνομίσθη σύμβουλος εἰρήνης γενέσθαι τοῖς στασιάζουσι· νῦν δὲ τοσαύταις μυριάσι κατὰ ταυτὸν διαλέγεται, μονονουχὶ βοώσης σοι τοῦτο τῆς ἱστορίας, μὴ ἐπιτολμᾷν ἐν διδασκαλίᾳ τῇ συμβουλῇ τῶν ἀκουόντων, εἰ μὴ διὰ τοιαύτης καὶ τοσαύτης ἐπιμελείας ἡ περὶ τούτου κατορθωθείη σοι δύναμις. Ἀλλὰ γενομένων τῶν χρηστοτέρων λόγων, καὶ τῆς ἐλευθερίας ὑποδειχθείσης, καὶ τῶν ἀκουόντων πρὸς τὴν ἐπιθυμίαν ταύτην ἐπιῤῥωσθέντων, παροξύνεται ὁ πολέμιος, καὶ ἐπιτείνει τὴν ἀλγηδόνα τοῖς ὑπηκόοις τοῦ λόγου. Οὐδὲ τοῦτο ἔξω τῶν νῦν γινομένων ἐστί.
both the name of brother and that of angel are something shared in common, applying equally in their significations to either of the opposites. For indeed an angel is named not of God alone, but also of Satan; and we call a brother not only the good man, but also the wicked. For thus says Scripture, concerning the better sort: Let brothers be serviceable in distresses; and concerning the opposite sort, that Every brother will utterly supplant with the heel. Having set these points beside the sequence of our discourse, and postponing the more exact contemplation of them to its proper place, let us now take hold of the matters before us. He, therefore, who has both strengthened himself with the light that shone upon him and gained such a brother as ally and supporter, confidently brings before the people his words on behalf of the truth, reminds them of their ancestral nobility, and offers counsel on how they might escape from their misery over the clay and the brick. What, then, does the history teach us through these things? That one who has not prepared his speech through such training for addressing the multitude must not rashly venture upon public speaking among the people either. For you see how, while still young, before having grown to such a stature in virtue, in the case of two men he was not deemed a trustworthy counsellor of peace to those quarrelling; whereas now he discourses to so many tens of thousands at once, the history all but crying this aloud to you: do not rashly venture in teaching upon advising your hearers, unless the capacity for this has been successfully achieved by you through such and so great diligence. Yet once the nobler words have been spoken, freedom has been pointed out, and the hearers have been braced towards this desire, the enemy is provoked to fury and intensifies the pain for those who obey the word. Neither is this foreign to what happens now.
Πολλοὶ γὰρ τῶν παραδεξαμένων τὸν ἐλευθερωτὴν τῆς τυραννίδος λόγον, καὶ προστιθέμενοι τῷ κηρύγματι, μέχρι τοῦ νῦν ταῖς τῶν πειρασμῶν προβολαῖς ὑπὸ τοῦ ἀντικειμένου ἐπηρεάζονται· ἐξ ὧν πολλοὶ μὲν δοκιμώτεροι καὶ βεβαιότεροι περὶ τὴν πίστιν καθίστανται, τῇ προβολῇ τῶν λυπούντων στομούμενοι. Τῶν δὲ ἀσθενεστέρων τινὲς καὶ ἐποκλάζουσι τοῖς τοιούτοις συμπτώμασιν, ἄντικρυς ἐκεῖνα φθεγγόμενοι, τὸ λυσιτελεῖν αὐτοῖς μᾶλλον ἀνηκόοις μεῖναι τοῦ τῆς ἐλευθερίας κηρύγματος, ἢ τοῖς τοιούτοις, διὰ τὴν αἰτίαν ταύτην, συνενεχθῆναι. Ὃ δὴ καὶ τότε συνέβαινεν, ὑπὸ μικραψυχίας τῶν Ἰσραηλιτῶν ἐν αἰτίαις ποιουμένων τοὺς τὴν ἀπαλλαγὴν αὐτοῖς τῆς δουλείας ἀπαγγείλαντας. Ἀλλ' οὐδὲν μᾶλλον ἀνήσει ὁ λόγος πρὸς τὸ καλὸν ἐφελκόμενος, κἂν παιδικῶς ἀποδειλιάση πρὸς τὰς τῶν πειρασμῶν ἀηθίας ὁ νήπιος ἔτι καὶ ἀτελὴς τὴν διάνοιαν. Τῷ μὲν γὰρ βλαπτικῷ καὶ φθοροποιῷ δαίμονι τοῦτο κατὰ τῶν ἀνθρώπων ἐσπουδάζετο, τὸ μὴ εἰς τὸν οὐρανὸν βλέπειν τὸ ὑποχείριον, ἀλλὰ τὸ εἰς γῆν κύπτειν, καὶ ἐν ἑαυτῷ τὸν πηλὸν πλινθεύειν. Ὅ τι γὰρ ἂν ᾖ τῆς ὑλικῆς ἀπολαύσεως, ἐκ γῆς ἐστι πάντως ἢ ὕδατος, παντί
For many of those who have accepted the word that liberates from tyranny and who attach themselves to the proclamation are to this very day harassed by the adversary with the assaults of temptations; whereby many are rendered more tried and steadfast in the faith, tempered like steel by the onset of afflictions. Yet some of the weaker sort even buckle under such mishaps, uttering outright those very words: that it were more profitable for them to have remained unhearing of the proclamation of freedom than to be caught up in such troubles on account of this cause. Which very thing happened at that time also, when out of faint-heartedness the Israelites laid blame upon those who had announced to them deliverance from bondage. Nevertheless, the word drawing men towards the good will slacken none the more, even if one still infantine and immature in mind shrinks back childishly before the unfamiliarity of temptations. For this was eagerly contrived against mankind by the harmful and destructive demon: that his subject should not look up towards heaven, but bend down to the earth and mould clay into bricks within himself. For whatever belongs to material enjoyment comes assuredly from earth or water, as to everyone
Notes, col. 341

On the reading

Printed ἀποδειλιάση, for ἀποδειλιάσῃ.

PG 44:344Read from the page
που δῆλον· ἤν τέ τι τῶν περὶ γαστέρα καὶ θοίνην σπουδαζομένων, ἤν τε καὶ ὅσα περὶ τὸν πλοῦτον ὁρᾶται. Ἡ δὲ τῶν στοιχείων τούτων μίξις πηλὸς γίνεται καὶ ὀνομάζεται· οὗ πληροῦντες ἑαυτοὺς οἱ πρὸς τὰς πηλώδεις ἡδονὰς κεχηνότες, οὐδέποτε τὴν δεκτικὴν τῶν ἡδονῶν εὐρυχωρίαν πλήρη φυλάσσουσιν· ἀλλὰ τὸ ἀεὶ πληρούμενον γίνεται πάλιν κενὸν τῷ ἐπιῤῥέοντι. Οὕτω γὰρ ὁ πλινθουργῶν ἄλλοτε ἄλλην βλέπων διάθεσιν, εὐκόλως ἂν νοήσαι τὸ αἴνιγμα. Ὁ γὰρ πληρώσας ἑαυτοῦ τὴν ἐπιθυμίαν ἔν τινι ὧν ἐσπούδασεν, εἰ πρὸς ἕτερόν τι τῇ ἐπιθυμίᾳ ῥέψειε, κενὸς πρὸς ἐκεῖνο πάλιν εὑρίσκεται· κἂν γένηται τούτῳ πλήρης, τῷ ἑτέρῳ πάλιν κενός τε καὶ εὐρύχωρος γίνεται. Καὶ τοῦτο οὐ παύεται διὰ παντὸς ἐν ἡμῖν ἐνεργούμενον, ἕως ἄν τις ὑπεξέλθοι τοῦ ὑλώδους βίου. Ἡ δὲ καλάμη, καὶ τὸ ἐκ ταύτης ἄχυρον, ὃ καταμιγνύειν τῇ πλίνθῳ καταναγκάζεται ὁ τοῖς τυραννικοῖς ὑπακούων προστάγμασι· παρά τε τοῦ θείου Εὐαγγελίου, καὶ παρὰ τῆς ὑψηλῆς τοῦ Ἀποστόλου φωνῆς, ἀμφοτέρων ὁμοίως πυρὸς ὕλην, τό τε ἄχυρον καὶ τὴν καλάμην ἑρμηνευσάντων. Ὅταν τοίνυν τις τῶν ἐν ἀρετῇ προεχόντων, ἀποσπᾶν ἐθέλῃ τοὺς τῇ ἀπάτη δεδουλωμένους εἰς βίον ἐμφιλόσοφόν τε καὶ ἐλεύθερον· οἶδεν ὁ ταῖς ποικίλαις, καθώς φησιν ὁ Ἀπόστολος, μεθοδείαις κατὰ τῶν ψυχῶν ἡμῶν σοφιστεύων, ἀντιπαραγαγεῖν τῷ θείῳ νόμῳ τὰ τῆς ἀπάτης σοφίσματα. Ταῦτα δὲ λέγω, πρὸς τοὺς Αἰγυπτίους δράκοντας βλέπων τῷ λόγῳ, τοῦτ' ἔστι, πρὸς τὰς ποικίλας τῆς ἀπάτης κακίας, ὧν τὸν ἀφανισμὸν ἡ τοῦ Μωσέως ῥάβδος ἐργάζεται, περὶ ἧς μετρίως ἤδη τὰ εἰκότα προτεθεώρηται Οὗτος τοίνυν, ὁ τὴν ἄμαχον ἐκείνην κεκτημένος τῆς ἀρετῆς ῥάβδον, τὴν τὰς σεσοφισμένας ἐξαφανίζουσαν ῥάβδους, ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὰ μείζω πρόεισι τῶν θαυμάτων. Ἡ δὲ θαυματοποιΐα οὐ τῷ σκοπῷ τῆς ἐκπλήξεως τῶν ἐντυγχανόντων γίνεται, ἀλλὰ πρὸς τὸ χρήσιμον τῶν σωζομένων βλέπει. Τοῖς γὰρ αὐτοῖς τῆς ἀρετῆς θαύμασι καθαιρεῖται μὲν τὸ πολέμιον, αὔξεται δὲ τὸ ὁμόφυλον. Πρῶτον δὲ γενικώτατον τῶν ἐπὶ μέρους θαυμάτων, τὸν κατὰ τὴν ἀγωγὴν καταμάθωμεν σκοπόν· εἶθ' οὕτως δυνατὸν ἂν γένοιτο ἡμῖν, καὶ τοῖς καθ' ἕκαστον ἐφαρμόσαι τὸ νόημα.
is surely plain: whether something among the pursuits concerning the belly and banqueting, or whatever is seen concerning wealth. Now the mixture of these elements becomes and is named clay; filling themselves wherewith, those who gape after miry pleasures never keep the capaciousness receptive of pleasures full, but what is ever being filled becomes empty again for the next influx. For thus one who observes the brickmaker adopting now one posture, now another, might easily grasp the enigma. For he who has satisfied his own desire in one of the things he eagerly pursued, should he incline in desire towards something else, is found empty again towards that; and even if he becomes full of this, for the next thing again he becomes empty and capacious. And this never ceases operating continually within us, until one withdraws from the material life. As for the stubble and the chaff therefrom, which he who obeys the tyrannical commands is forced to mix in with the brick, both the divine Gospel and the lofty voice of the Apostle have alike interpreted both the chaff and the stubble as fuel for fire. Whenever, therefore, one of those who excel in virtue wishes to draw away into a philosophical and free life those enslaved to deceit, he who by manifold wiles, as the Apostle says, practises sophistry against our souls knows how to array the sophistries of deceit in opposition to the divine law. Now I say this looking in my discourse towards the Egyptian dragons—that is, towards the manifold wickednesses of deceit, whose destruction the rod of Moses works, concerning which what is fitting has already been moderately considered beforehand. This man, therefore, possessing that invincible rod of virtue which causes the sophistical rods to vanish, advances by a certain methodical order and sequence towards the greater miracles. Now the working of miracles does not take place with the aim of astonishing bystanders, but looks towards the benefit of those being saved. For by the selfsame miracles of virtue what is hostile is overthrown, while what is akin is increased. First, then, as the most general point of the particular miracles, let us learn their guiding aim; and thereafter we may be enabled to fit the meaning to each several detail as well.
Ἡ γὰρ διδασκαλία τῆς ἀληθείας πρὸς τὰς διαθέσεις τῶν δεχομένων τὸν λόγον συμμεταβάλλεται. Ἐπίσης γὰρ πᾶσι τοῦ λόγου τὸ κακὸν ἢ τὸ καλὸν προδεικνύντος, ὁ μὲν εὐπειθῶς πρὸς τὸ δεικνύμενον ἔχων ἐν φωτὶ τὴν διάνοιαν ἔχει· τῷ δὲ ἀντιτύπως διακειμένῳ, καὶ μὴ καταδεχομένῳ πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας τὴν ψυχὴν διαβλέψαι, παραμένει τῆς ἀγνοίας ὁ ζόφος. Εἰ δὴ τὸ καθόλου νοηθὲν ἡμῖν ἐν τοῖς τοιούτοις ψεῦδος οὐκ ἔστιν· οὐδ' ἂν τὰ καθ' ἕκαστον πάντως ἑτέρως ἔχοι, τῆς ἐπὶ μέρους ἐξετάσεως συναποδειχθείσης τῷ λόγῳ. Οὐκοῦν οὐδὲν θαυμαστὸν, ἀπαθῆ τὸν Ἑβραῖον μένειν τῶν Αἰγυπτίων κακῶν, ἐν μέσοις τοῖς ἀλλοφύλοις ἀναστρεφόμενον, ἐπεὶ καὶ νῦν τὸ ἴσον ἔστι γινόμενον ἰδεῖν. Τῶν γὰρ ἐν ταῖς πολυανθρω-
For the teaching of the truth changes in keeping with the dispositions of those who receive the word. For while the word sets forth evil or good equally to all, he who is obediently disposed towards what is shown keeps his mind in light; whereas for him who is obdurately disposed and refuses to open the eyes of his soul towards the ray of truth, the gloom of ignorance abides. If, then, what we have understood in general in such matters is no falsehood, neither could the particular details possibly stand otherwise, once the detailed examination is demonstrated together with the general principle. It is therefore no marvel at all that the Hebrew remains unscathed by the Egyptian evils while dwelling right in the midst of foreigners, since even now the very same thing may be seen taking place. For when in popu-
Notes, col. 344

On the reading

Printed ἀπάτη, for ἀπάτῃ.

PG 44:345Read from the page
πούσαις πόλεσι πρὸς τὰς ἐναντίας δόξας διεστηκότων, τοῖς μὲν πότιμόν τε καὶ διειδές ἐστι τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ διὰ τῆς πονηρᾶς ὑπολήψεως Αἰγυπτιάζουσι, διαφθορᾶς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἑβραίων ποτὸν, τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τοῦτ' ἔστι, τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα, οἷός ἐστιν· ἀλλ' οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι' ἀπάτης περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἑβραῖος τὸ ἀληθινὸν ὕδωρ, κἂν παρὰ τῶν ἐναντίων πιθανῶς διαβάλληται, οὐδὲν πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. Οὕτω καὶ τὸ βατράχων γένος τὸ εἰδεχθὲς καὶ πολύφωνον, ᾧ ἀμφίβιος μὲν ἡ ζωὴ, ἑρπυστικὸν δὲ τὸ πήδημα (ἀηδὴς δὲ οὐ μόνον ἡ ὄψις, ἀλλὰ καὶ τοῦ χρωτὸς ἡ δυσωδία)· ὃ τοῖς οἴκοις καὶ ταῖς κλίναις καὶ τοῖς ταμείοις τῶν Αἰγυπτίων εισέρπει, τῆς δὲ τῶν Ἑβραίων ζωῆς οὐκ ἐφάπτεται. Ἀληθῶς γὰρ ἄντικρυς βατράχων γένη εἰσὶ, τὰ φθοροποιὰ τῆς κακίας γεννήματα, ἐκ τῆς ῥυπαρᾶς καρδίας τῶν ἀνθρώπων, οἷον ἔκ τινος βορβόρου ζωογονούμενα. Οὗτοι οι βάτραχοι οἰκοῦσι μὲν τὰς οἰκίας τῶν Αἰγυπτιαζόντων, κατὰ τὴν τοῦ βίου προαίρεσιν· δείκνυνται δὲ καὶ ἐπὶ τῶν τραπεζῶν, καὶ τῶν κλινῶν οὐκ ἀπέχονται, καὶ εἰς τὰ ταμεῖα τῶν ἀποθέτων εισδύνουσιν. Ὅταν γὰρ ἴδῃς τὸν ῥυπαρόν τε καὶ ἀκόλαστον βίον, ἀληθῶς ἐκ πηλοῦ τε καὶ βορβόρου τικτόμενον, καὶ τῇ πρὸς τὸ ἄλογον μιμήσει κατὰ τὸ εἶδος τῆς ζωῆς ἐν οὐθετέρᾳ φύσει ἀκριβῶς μένοντα· καὶ ἄνθρωπον μὲν κατὰ τὴν φύσιν ὄντα, κτῆνος δὲ διὰ πάθος γινόμενον, καὶ διὰ τοῦτο ἀμφίβιον ἐκεῖνο καὶ ἐπαμφοτερίζον τὸ τῆς ζωῆς εἶδος ἐπιδεικνύοντα· εὑρήσεις καὶ ἐπὶ τούτου τὰ τῆς τοιαύτης νόσου γνωρίσματα, οὐκ ἐπὶ τῆς κλίνης μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης, καὶ ἐν τοῖς ταμείοις, καὶ κατὰ πάσαν τὴν οἴκησιν. Ἐπισημαίνεται γὰρ διὰ πάντων ὁ τοιοῦτος τὴν ἀσωτίαν, ὥστε πάντας ῥᾳδίως ἐπιγνῶναι διὰ τῶν κατὰ τὸν οἶκον σπουδαζομένων τὸν βίον τοῦ τε ἀκολάστου καὶ τοῦ καθαρεύοντος. Ὅταν ἐν τούτῳ μὲν ἐπὶ τῶν τείχους κονιαμάτων δείκνυται παρὰ τῆς τέχνης διὰ εἰδώλων τινῶν τὰ τῆς ἐμπαθοῦς ἡδονῆς ὑπεκκαύματα· δι' ὧν ὑπομιμνήσκεται τῆς νόσου ἡ φύσις, διὰ τῶν ὄψεων ἐκ τῆς ἀτιμίας τῶν θαυμάτων ἐπὶ τὴν ψυχὴν ἐπεισχεομένου τοῦ πάθους· ἐπὶ δὲ τοῦ σωφρονοῦντος, φυλακὴν πᾶσαν καὶ προμήθειαν, τοῦ καὶ τὸν ὀφθαλμὸν καθαρεύειν τῶν ἐμπαθῶν θεαμάτων. Καὶ ἡ τράπεζα δὲ ὡσαύτως καθαρὰ μὲν ἡ τοῦ σωφρονοῦντος, εὑρίσκεται δὲ βατραχώδης καὶ πολύσαρκος τοῦ πρὸς τὸν βορβορώδη βίον ἰλυσπωμένου. Κἂν τὰ ταμεῖα διερευνήσῃς, τοῦτ' ἔστι, τὰ κρυπτὰ τοῦ βίου αὐτοῦ καὶ ἀπόῤῥητα· πολὺ μᾶλλον ἐν ἐκείνοις σωρείαν βατράχων ἐν τοῖς ἀκολάστοις κατανοήσεις. Ει δὲ ταῦτα ἡ τῆς ἀρετῆς ῥάβδος ποιεῖν κατὰ τῶν Αἰγυπτίων ὑπὸ τῆς ἱστορίας λέγεται, μὴ ξενισθῶμεν περὶ τὸν λόγον· καὶ γὰρ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν τύραννον, ἡ ἱστορία φησί. Πῶς οὖν ἂν εἴη κατάκριτος, τῇ ἄνωθεν ἀνάγκῃ σκληρῶς τε καὶ ἀντιτύπως διαθέμενος; καί που τὸ ἴσον φησὶν ὁ θεῖος Ἀπόστολος, ὅτι καθόσον οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν
lous cities people stand divided towards opposite opinions, for the one sort the stream of faith which they draw through divine teaching is drinkable and limpid, whereas for those who play the Egyptian through their wicked supposition, the water turns into blood of corruption. And oftentimes the fallacious sophistry of deceit attempts to turn even the drink of the Hebrews—that is, our doctrine—into blood by the defilement of falsehood, and to show it to us as not being such as it truly is; yet it could never altogether spoil the drink, even if offhand through deceit it should redden its outward appearance. For the Hebrew drinks the true water, even though it be plausibly slandered by adversaries, paying no heed at all to the outward semblance of deceit. Thus too the loathsome and noisy breed of frogs, whose life is amphibious and whose leap is a creeping motion (unpleasant not only in sight, but also in the foul stench of its skin)—which creeps into the houses, the beds, and the chambers of the Egyptians, yet does not touch the life of the Hebrews. For in truth the destructive offspring of wickedness are outright breeds of frogs, engendered out of the filthy heart of men as though out of some mire. These frogs inhabit the houses of those who live like Egyptians in their choice of life; they show themselves also upon their tables, do not spare their beds, and slip into their innermost storechambers. For whenever you behold the filthy and licentious life, truly bred out of clay and mire, and through imitation of the irrational abiding strictly in neither nature as regards its form of life—being a man by nature, yet becoming a beast through passion, and therefore displaying that amphibious and dual-natured form of life—you will find in such a person also the tokens of this disease, not only upon his bed, but also upon his table, in his chambers, and throughout his whole dwelling. For such a man stamps his profligacy upon everything, so that everyone may easily recognize through the pursuits carried on in the house the life both of the licentious man and of the pure. When in the former case there are displayed by art upon the plastered walls, through certain figures, the provocations of passionate pleasure—whereby the nature of the disease is called to mind, as passion streams in upon the soul through the eyes from the shamefulness of the spectacles—whereas in the case of the temperate man one sees every precaution and forethought that even his eye may keep pure from impassioned sights. And in like manner the table of the temperate man is pure, whereas that of him who wallows towards a miry life is found frog-like and gross with flesh. And if you search his chambers—that is, the hidden and secret things of his life—much more in those will you observe a heap of frogs among the licentious. Now if the rod of virtue is said by the history to work these things against the Egyptians, let us not be unsettled over the account; for indeed the history says that the tyrant was hardened by God. How, then, could he deserve condemnation, if disposed harshly and obdurately by necessity from above? And somewhere the divine Apostle says the very same thing: that inasmuch as they did not see fit to keep God in
Notes, col. 345

On the reading

Printed εισέρπει, for εἰσέρπει.

Printed οι, for οἱ.

Printed εισδύνουσιν, for εἰσδύνουσιν.

Printed πάσαν, for πᾶσαν.

Printed Ει, for Εἰ.