Migne Reading Room

PG 44 · cols. 1328–1337 · Read from the page

What is, According to the image of God, etc

What is, According to the image of God, etc

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1328Read from the page
Οἱ τὴν ἑαυτῶν ἀπλανῶς τοῦ προσώπου θεόκτιστον ὡραιότητα κατανοεῖν βουλόμενοι, οὐκ ἄλλως πως τὴν οἰκείαν εἰκόνα καὶ τοῦ προσώπου τὸν χαρακτῆρα ἐνοπτρίζεσθαι δύνανται ἀλλ' ἢ διά τινος καθαρωτάτου ἐσόπτρου, ἐν ᾧ τὴν οἰκείαν τῆς ὄψεως εἰκόνα προσεγγίζοντες, ἐν αὐτῷ καὶ δι' αὐτοῦ ὁρῶσι τρανῶς ἔνδον ἀντίμιμόν τινα χαρακτῆρα κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἑαυτῶν. Οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν ἐσόπτρῳ τινὶ πρὸς τὴν θείαν ἀκτῖνα τοῦ νοεροῦ ἡλίου ἀτενίσαντες, ἐκεῖθεν ἐναργῶς τὸ ἀποσκίασμα καὶ τὴν μορφὴν καὶ τὴν εἰκόνα τοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τῆς ἡμετέρας καταμάθωμεν φύσεως. Ἔστι γὰρ, ἔστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τοῦ ἀνθρώπου κατασκευὴ φοβερά τις καὶ δυσερμήνευτος, καὶ πολλὰ καὶ ἀπόκρυφα ἐν αὐτῇ μυστήρια Θεοῦ ἐξεικονίζουσα. Καὶ ὥσπερ ἡ τοῦ ὀφθαλμοῦ φύσις τὰ μὲν ἐκτὸς ἑαυτῆς εὐχερῶς κατανοεῖ, ἑαυτὴν δὲ κατανοῆσαι ὁποῖά ἐστιν οὐ δύναται· οὕτω παντὶ ὀφθαλμῷ ἀνθρωπίνης διανοίας δυσθεώρητος καὶ δυσκατάληπτος ὁ τῆς ἡμετέρας δημιουργίας λόγος καθέστηκε. Συντελέσας γὰρ ὁ Κτίστης τὸν ἁπλοῦν καὶ νοερώτατον τῶν ἀοράτων δυνάμεων κόσμον, μεθ' ὃν καὶ τὸν ὑλικὸν τοῦτον καὶ ὁρώμενον, τὸν ἐκ τεσσάρων στοιχείων συγκείμενον, τότε φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ποιεῖ ζῶον, ὥσπερ τινὰ μικτὸν κόσμον συγγενῆ τῶν δύο κόσμων, ἐξ ἀσωμάτου καὶ ἀθανάτου καὶ ἀφθάρτου ψυχῆς, καὶ ἐξ ὑλικοῦ καὶ ὁρωμένου τετραστοίχου σώματος συγκείμενον. Οὗτινος γενομένου πάλιν φησὶν ἡ Γραφὴ, ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· Θεὸν καὶ λέγει τὸν Πατέρα καὶ τὸν Υιὸν καὶ τὸ ἅγιον Πνεῦμα. Πολλαὶ μὲν οὖν καὶ διάφοροι γνῶμαι περὶ τούτου τοῖς ἐξηγηταῖς ἐῤῥήθησαν. Οἱ μὲν γαρ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν εἶπον, ἕτεροι δὲ τὸ νοερὸν καὶ ἀόρατον τῆς ψυχῆς. Ἄλλοι τὸ ἄφθαρτον καὶ ἀναμάρτητον, ὅτε γέγονεν ὁ
Those who wish to perceive unerringly the divinely created beauty of their own countenance can in no other way behold their own image and the impress of their face than by means of some most spotless mirror: drawing near to it with the likeness of their own visage, in it and through it they clearly see within an answering counterpart after their own image and likeness. Let us too, therefore, having gazed steadfastly as if in a mirror towards the divine ray of the intelligible Sun, learn thoroughly from thence in clear outline the adumbration and form and image of that which in our nature is after the image and likeness. For the constitution of man is indeed—it is, so at least it seems to me—something awe-inspiring and hard to interpret, imaging forth within itself many hidden mysteries of God. And just as the nature of the eye readily perceives things outside itself, yet cannot perceive of what sort it is in itself, so too for every eye of human thought the principle of our creation stands hard to contemplate and hard to grasp. For when the Creator had brought to completion the simple and supremely intellectual world of the invisible powers, and after it this material and visible world as well, compounded out of four elements, He then says: Let Us make man after Our image and after Our likeness; and He fashions a living creature like some blended world akin to the two worlds, compounded out of an incorporeal and immortal and incorruptible soul and out of a material and visible four-elemental body. And once this creature had come into being, Scripture says again: And God made man; after the image of God He made him; and by God it also means the Father and the Son and the Holy Spirit. Many and diverse opinions concerning this matter have accordingly been uttered by the expositors. For some said that what is after the image and likeness of God is man's ruling and sovereign faculty, while others said that it is the intellectual and invisible character of the soul. Others said that it was the incorruptible and sinless state when
Notes, col. 1328

On the reading

Printed γαρ, for γὰρ.

PG 44:1329Read from the page
Ἀδάμ· ἕτεροι προφητείαν αὐτὸ εἰρήκασι περὶ τοῦ βαπτίσματος.
Adam came into being; others have declared it to be a prophecy concerning baptism.
Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ ἔνια περὶ τούτου εἰπεῖν· καὶ πρῶτόν γε πάντων ἐκεῖνο ζητῆσαι ἄξιον, τὸ, τί δήποτε μὴ μᾶλλον τοὺς νοεροὺς καὶ ἀΰλους, καὶ οὐρανίους, καὶ πλησιοθέους ἀγγέλους ὠνόμασεν ὁ Θεὸς κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτοῦ; Καὶ γὰρ καὶ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν πάσης τῆς γῆς, καὶ αὐτοῦ τοῦ ἀνθρώπου αὐτοὶ ἔχουσι, μᾶλλον δὲ ὑπὲρ τὸν ἄνθρωπον. Ὁμοίως καὶ τὸ ἄφθαρτον, καὶ τὸ ἄϋλον, καὶ τὸ ἀόρατον, καὶ τὸ καθαρὸν, καὶ πάντα ὅσα ἄλλα ἐγκώμια περὶ τοῦ Ἀδὰμ εἴποις, ὑπερβαλλόντως εἰσὶν ἐν τοῖς νοεροῖς καὶ οὐρανίοις τῶν ἀσωμάτων χοροῖς. Οὐκοῦν τι βαθύτερον ἡμῖν τῶν προκειμένων τὸ κατ' εἰκόνα τοῦ ἀνθρώπου αἰνίττεται. Οὐ γὰρ μίαν τινὰ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος κέκτηται, ἀλλὰ καὶ δευτέραν, καὶ τρίτην ἐξεικονίζων ὥσπερ ἐν ἐσόπτρῳ τινὶ καὶ σκιαγραφίᾳ τυπικῇ, οὐ φυσικῇ, τῆς τρισυποστάτου Θεότητος τὸ μυστήριον· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἐνανθρώπησιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Θεοῦ Λόγου σαφῶς προγράφων. Καὶ τάχα κατ' εἰκόνα μέν ἐστι γυμνὴ ἡ ψυχὴ τῆς Θεότητος, καθ' ὁμοίωσιν δὲ τῆς τοῦ Λόγου σαρκώσεως τὸ σύνθετον τῆς ἡμῶν ψυχῆς καὶ τοῦ σώματος. Μᾶλλον δὲ ἐπ' αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου ἀναδράμωμεν, ἐκεῖθεν ὥσπερ ἔκ τινος βαθυτάτης πηγῆς πρῶτον ζητοῦντες τὸ, τί δήποτε μὴ καθ' ὁμοιότητα τῶν λοιπῶν λογικῶν, ἤγουν τῶν ἀγγέλων, ἢ πάλιν κατ' ἰσότητα τῶν ἐμψύχων ζώων ὁμοιοτρόπους τὰς προπατορικὰς καὶ κορυφαίους ἡμῶν ὁ Θεὸς ὑποστάσεις, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας, καὶ τοῦ προελθόντος ἐξ αὐτῶν υἱοῦ πεποίηκεν; Ἀλλὰ τὸν μὲν Ἀδὰμ ἀναιτίως καὶ ἀγεννήτως ὑπέστησε, τὸν δὲ δεύτερον αὐτοῦ ἄνθρωπον τὸν υἱὸν γεννητόν· τὴν δὲ Εὔαν οὐ γεννητῶς, οὐδὲ πάλιν ἀναιτίως, ἀλλὰ ληπτῶς, ἤτοι ἐκπορευτῶς ἐκ τῆς οὐσίας τοῦ ἀναιτίου Ἀδὰμ ἐξελθοῦσα ἀῤῥήτως οὐσιώσης. Καὶ μήπως ἆρα τρεῖς αὗται τῶν πρωτογόνων κεφαλαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ' εἰκόνα τινὰ, ὡς Μεθοδίῳ δοκεῖ, τυπικῶς γεγόνασι τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος; τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος Θεοῦ καὶ Πατρός· τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ Υιοῦ καὶ Λόγου τοῦ Θεοῦ· τῆς δὲ ἐκπορευτῆς Εὔας σημαινούσης τὴν τοῦ ἁγίου Πνεύματος ἐκπορευτὴν ὑπόστασιν; Διὸ οὐδὲ ἐνεφύσησεν αὐτῇ ὁ Θεὸς πνοὴν ζωῆς, διὰ τὸ τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου Πνεύματος πνοῆς καὶ ζωῆς, καὶ διὰ τὸ μέλλειν αὐτὴν δι' ἁγίου Πνεύματος δέξεσθαι Θεὸν τὸν ὄντως ὄντα πάντων πνοὴν καὶ ζωήν. Ὅθεν ἔστιν ἰδέσθαι καὶ θαυμάσαι ὅτι ὁ μὲν ἀγέννητος Ἀδὰμ, ἄλλον ἀγέννητον ἢ ἀναίτιον ἐν ἀνθρώποις οὐκ ἔσχεν ὅμοιον, ὥσπερ οὐδὲ ἡ ἐκπορευτὴ Εὔα, ὡς τύποι ἀληθεῖς ὑπάρχοντες τοῦ ἀγεννήτου Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ γεννητὸς υἱὸς πάντας ἀνθρώπους, γεννητοὺς υἱοὺς ὄντας, ἀδελφοὺς
Last of all, as if to one untimely born, it seemed good to me also to say a few things concerning this subject; and first of all it is worth inquiring why on earth God did not rather call the intellectual, immaterial, heavenly angels, who stand nigh unto God, after His image and after His likeness. For indeed they too possess rule and authority over all the earth, and over man himself—nay rather, above man. Likewise incorruptibility, immateriality, invisibility, purity, and whatever other praises you might utter regarding Adam exist superlatively in the intellectual and heavenly choirs of incorporeal beings. Therefore man's being after the image hints to us at something deeper than what lies on the surface. For man possesses not merely one single image and likeness of God, but both a second and a third, imaging forth as in a mirror and in a typical, not physical, outline the mystery of the three-personed Godhead; and not only so, but also plainly foreshadowing the incarnation of God the Word, One of the Holy Trinity. And perhaps the naked soul is after the image of the Godhead, whereas the compound of our soul and body is after the likeness of the incarnation of the Word. Rather, let us run back to the very beginning of our account, seeking first from thence, as from some deepest spring, why on earth God did not fashion our ancestral and foremost hypostases—I mean those of Adam and Eve and the son who came forth from them—uniform in manner after the likeness of the rest of rational beings, namely the angels, or again after the equality of animate creatures; whereas He brought Adam into subsistence uncaused and unbegotten, and his second man, his son, as begotten, while Eve—not by generation, nor again uncaused, but by taking, that is, by procession, having gone forth ineffably from the substance of uncaused Adam—[He] gave substance. And have not perhaps these three primal head-hypostases, consubstantial with all humanity, come into being typically after a certain image, as seems good to Methodius, of the Holy and Consubstantial Trinity: uncaused and unbegotten Adam bearing a type and image of the uncaused and all-causing Almighty God and Father; his begotten son prefiguring an image of the begotten Son and Word of God; and Eve, who came forth by procession, signifying the hypostasis of the Holy Spirit Who proceeds? Wherefore God did not even breathe into her the breath of life, because she was a type of the breath and life of the Holy Spirit, and because through the Holy Spirit she was going to receive God, Who truly is the breath and life of all. Hence one may behold and marvel that unbegotten Adam had among men no other unbegotten or uncaused counterpart like himself, just as neither did Eve who came by procession, inasmuch as they are true types of the unbegotten Father and of the Holy Spirit; whereas the begotten son [had] all men, since they are begotten sons, as brothers
PG 44:1332Read from the page
ὁμοίους ἔσχεν· ὡς κατ' εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν ὑπάρχων Χριστοῦ τοῦ γεννητοῦ Υιοῦ, ὃς ἐγένετο ἄνθρωπος πρωτότοκος ἄνευ σπορᾶς ἐν πολλοῖς ἀδελφοῖς. Εἰ δὲ μὴ οὕτω, μηδὲ κατὰ τοῦτο τὸ κατ' εἰκόνα, τί δήποτε μὴ τέσσαρες, ἢ δύο ἢ πλείονες ὑποστάσεις τῶν προπατόρων γεγόνασι παρηλλαγμένας ἔχουσαι τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας; λέγω δὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν, ἀλλὰ τρεῖς καὶ μόνας; Οὐκοῦν ἔχεις κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑποστάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα ἐν τριάδι. Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ, ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέγοντος· Εἰ βούλει γνῶναι Θεὸν, προλαβὼν γνῶθι σεαυτόν· ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῆς σαυτοῦ κατασκευῆς, φησὶν, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι ὑποδὺς ἐν σαυτῷ, διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν τῇ ψυχῇ ἑαυτοῦ, διάκρινον τὴν ταύτης κατασκευὴν, καὶ ὄψει σεαυτὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγχάνοντα. Ἀνώνυμός σου καὶ ἄγνωστος ἡ νοερὰ καὶ ἀθάνατος τῆς ψυχῆς οὐσία κατ' εἰκόνα τυπικὴν τοῦ ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου Θεοῦ καθέστηκεν. Οὔτε γὰρ Θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν ἔγνω τῶν ἐξ αἰῶνός τις γεγενημένων ἀνθρώπων. Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως, κατ' εἰκόνα Θεοῦ τοῦ προνοητοῦ πάσης τετραπεράτου καὶ τῆς ἄνω κτίσεως. Διόπερ οὔτε τὸν τοῦ Θεοῦ τόπον ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν, ὅτι πάντη ἐστὶν, οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα οἰκεῖ ἐν σώματι, ἐπιστάμεθα· ἀλλὰ μόνον οἴδαμεν ὅτι ἐν τῷ παντὶ σώματι ἔστι καὶ ἐνεργεῖ.
like unto himself, being after a typical image and likeness of Christ the begotten Son, Who became man without seed, the firstborn among many brethren. And if it be not so, nor according to this principle of being after the image, why on earth did there not come into being four, or two, or more hypostases of our forefathers possessing distinct hypostatic properties of their own—I mean the unbegotten, the begotten, and that which proceeds—but three and three alone? Accordingly, you have after a typical image and likeness a trinity in unity in three hypostases; it follows next that you should also learn unity in trinity. And how you will be able to discern this rightly, hear from one of the wise men who exhorts you and says: If you wish to know God, know yourself beforehand; from your own composition, from your own constitution, he says, from the things within yourself. Enter within and go down into yourself, gaze as if in a mirror within your own soul, discern its constitution, and you will see yourself existing after the image and likeness of God. Your nameless and unknown, intellectual and immortal substance of the soul is constituted after a typical image of the nameless, unknowable, and immortal God. For neither the substance of God nor that of a rational soul has ever been known by anyone among men born since time began. Life-giving, sustaining, and provident is the soul over the four-elemental nature of the body, after the image of God Who exercises providence over all four-cornered creation and creation on high. Wherefore we neither know the place of God where He dwells, but only believe that He is everywhere, nor indeed do we know the place of the soul where it dwells in the body, but only know that it exists and operates throughout the whole body.
Ἔχει σου καὶ ἕτερόν τι κατ' εἰκόνα Θεοῦ ἡ ψυχὴ, λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης τῆς κτιστῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν ἡμῖν κατ' εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ Θεοῦ ὑπάρξεως τοὺς λόγους, οὔτε μὴν τὴν τῆς ψυχῆς ἡμῶν οὐσίαν, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται. Ὅθεν οἱ ταύτην καταλαβεῖν κακῶς δογματίσαντες οὕτω προσέκοψαν· οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς σώμασι καταπέμπεσθαι· οἱ δὲ σὺν τῷ σώματί φασιν αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὴ Θεοῦ δημιουργουμένας· ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν ὡς κατ' εἰκόνα ὄντα τοῦ Δημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ καὶ τῆς ψυχῆς· ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἄῤῥενος καὶ τῆς θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι, ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων, καὶ τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μὲν φασὶν αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος καὶ τὴν ψυχὴν ὑφίστασθαι· οἱ δὲ τῇ τεσσαρακοστῇ
Your soul possesses yet another feature after the image of God: I mean its being of a different substance from all created nature. And the most paradoxical point of all regarding that which is after the image in us is this: that neither the principles of God's existence, nor indeed how the substance of our soul is by nature brought forth and comes into existence, can a human mind comprehend. Hence those who perversely laid down dogmas claiming to comprehend it stumbled so grievously: some of whom assert that souls are sent down from heaven into bodies; others say that they come into existence together with the body, fashioned by God; others declare that man, inasmuch as he is after the image of the Creator, is generative of the soul as well along with the seed; while others say that the soul is brought forth from both parts of the male and of the female, just as when a stone and iron are struck together and beget fire by friction. And some maintain that the soul too comes into subsistence at the very instantaneous moment of the body's conception, whereas others say on the fortieth
Notes, col. 1332

On the reading

Printed ὑπὴ, for ὑπὸ.

PG 44:1333Read from the page
ἡμέρᾳ μετὰ τὴν σύλληψιν φέροντές τινα, ὡς οἴονται, νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ κάτω, οἱ δὲ ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιεῖναι οὐσίαν. Διὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ' εἰκόνα Θεοῦ οὖσα, καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μένει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε καταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι, οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει, οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ ζηλοτυπεῖσθαι καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων, ὡς κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν. Πᾶσα δὲ ἡ περὶ αὐτὴν ἀκαταληψία καὶ ἀσάφεια καὶ ἀδηλία, οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου Θεοῦ. Ὅθεν πάντα τὰ κατ' αὐτὴν ἀγνοοῦντες, ἐκ μόνων τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν αὐτῆς πιστυύμεθα· καθὰ καὶ τὸν Θεὸν ἐκ τῶν ἐν τῇ ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βεβαιούμεθα ὕπαρξιν. Ἀλλά γε δὴ ἐπ' αὐτὸ τὸ καιριώτατον τοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἔλθωμεν, ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς ἐν Τριάδι Θεότητος. Ποῖον δέ ἐστι τοῦτο; εὔδηλον ὅτι ἡ ἡμετέρα πάλιν ψυχὴ, καὶ ὁ ταύτης νοερὸς λόγος, καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγόρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος, εἰς τύπην τοῦ ἀγεννήτου καὶ τοῦ ἀναιτίου Θεοῦ καὶ Πατρός· οὐκ ἀγέννητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ' ἐξ αὐτῆς γεννώμενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ ἀγέννητος, ἀλλ' ἐκπορευτὸς, παντὶ διατρέχων καὶ τὰ πάντα διασκοπῶν, καὶ ἀοράτως ψηλαφῶν κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ Πνεύματος, περὶ οὗ εἴρηται, ὅτι Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχὴ ἕως οὗ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα ἂν καθ' ὥραν ἀπεθνήσκομεν. Οὐκ ἔστιν ἀγέννητος ὁ λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρχομεν. Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως καὶ νοῦν μοναδικὸν, καὶ ἀσύνθετον· λόγον δὲ διπλοῦν ἔχοντες τὸν αὐτὸν τὴν γέννησιν καὶ ἕνα καὶ ἀμέριστον φυλαττόμενον. Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μένει ἔνδον ἀγνώριστος, καὶ γεννᾶται δευτέραν γέννησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι γνωρίζεται· τῆς δὲ γεννησαμένης αὐτὸν ψυχῆς οὐ χωρίζεται, ἵνα διὰ τοῦ λόγου τῶν δύο ἡμῶν γεννήσεων σαφῶς τὰς δύο τοῦ Θεοῦ Λόγου γεννήσεις κατ' εἰκόνα καὶ ὁμοίωσιν μάθωμεν.
day after conception, adducing, as they suppose, a certain legal warrant concerning this; and some imagined it to be consubstantial with the angels, while others imagined that it goes round below, others in the air, and others throughout the universe as some divine substance. Wherefore even when united to a body, being after the image of God and giving life to that body, it remains impassible to bodily passions and to the corruptions of the body, neither seen, nor expounded, nor comprehended in its nature—neither by species, nor by figure, nor by form, nor by quality, nor by quantity, nor by mode of existence, nor by structure, nor by beauty. Hence Methodius too says in the Symposium that the soul possesses an inconceivable and ineffable beauty, and on this account is, as it were, jealously desired and loved by the opposing spirits, inasmuch as it is clothed with a form superior to those intellectual beings themselves. Now all the incomprehensibility, obscurity, and inscrutability surrounding it hints at nothing else save that it is strictly and truly an image of the incomprehensible God. Hence, though ignorant of everything regarding it in itself, we are assured of its existence solely from its operations within the body, just as we confirm the existence of God as well from His operations within His visible creation. Come now, let us advance to the most vital point of all in being after the image and after the likeness, so that in fulfilment of our promises we may demonstrate the unity of the Godhead in Trinity. And of what sort is this? It is quite plain that it is, once again, our own soul, together with its intellectual word and its mind, which the Apostle called spirit when he bids us be holy in soul and body and spirit. For the soul, again, is unbegotten and uncaused, as a type of the unbegotten and uncaused God and Father; whereas its intellectual word is not unbegotten, but begotten out of it ineffably, invisibly, inexplicably, and impassibly. And the mind is neither uncaused nor unbegotten, but proceeds, coursing everywhere and surveying all things and feeling after them invisibly, after the image and likeness of the All-Holy Spirit Who proceeds, concerning Whom it is said: The Spirit searches all things, even the depths of God. The soul does not proceed forth so long as it is in the body, since if it proceeded forth, we would die every hour. Our word is not unbegotten, since otherwise we would be irrational and brutish creatures. Yet what is more paradoxical still than these paradoxes is this: that while we possess a single simple soul, and likewise a unitary and uncompounded mind, we have a twofold word which yet in its generation is kept selfsame, one, and undivided. For the word is begotten in the heart by a certain incomprehensible and incorporeal generation and abides within unknown, and it is begotten by a second, bodily generation through the lips and then becomes known to all; yet it is not parted from the soul that begot it, so that through the twofold generation of our word we may clearly learn, after the image and likeness, the two generations of God the Word.
Notes, col. 1333

On the reading

Printed πιστυύμεθα, for πιστούμεθα.

Printed τύπην, for τύπον.

PG 44:1336Read from the page
Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀκαταλήπτως ἐκ Πατρὸς πρὸ τῶν αἰώνων. Καὶ ἦν ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν Πατέρα, ἕως ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας Παρθένου ἀφθόρως καὶ ἀσπόρως γεγέννηται κατὰ σάρκα, καὶ ἐνεφανίσθη τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς κρυφίας οὐσίας τοῦ γεννήτορος Θεοῦ. Ὥστε δέδεικται ἐν τῷ μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς οὐσίας ἐν εἰκόνι, τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες, ἀγεννησία ψυχῆς, καὶ γέννησις λόγου, καὶ ἐκπόρευσις πνεύματος, ἤγουν τοῦ νοός. Καὶ καταθαῤῥῶ καὶ ἀποτολμῶ, καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον τριαδικὴν τῆς ψυχῆς θεωρίαν, εἶπεν ὁ θεῖος Ἀπόστολος τὸν ἄνθρωπον εἶναι κατ' εἰκόνα Θεοῦ τοῦ ἀοράτου. Εἰ δὲ μὴ ταῦτα οὕτω, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ τετραμερὴς ὑπὸ Θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα καὶ μόνην ἔχει ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ, κατ' εἰκόνα τῆς ἁγίας καὶ ὁμοιουσίου [ὁμοουσίου] καὶ ζωοποιοῦ Τριάδος, ὥστε, ει θέμις εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος τυπικῶς, ἀλλ' οὐ φυσικῶς, σκιαγραφῶν ἀμυδρῶς πως τὸν ἐν Τριάδι Θεόν; Ὅθεν καὶ τριμερῆ πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ' ἕτερόν τινα τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικὸν, ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ' αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ θυμοῦ πρὸς τὰ πνεύματα τῆς πονηρίας ἀντιτάττηται, καὶ ἐν τούτοις πάλιν αὐτοῖς τοῖς τρισὶ τὸ κατ' εἰκόνα Θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν Τριάδι Θεὸς τρία μέρη διοικεῖ καὶ διέπει, καὶ τὰ ἐπουράνια λέγω, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια, τῇ δημιουργικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κριτικῇ· καὶ πᾶν γὰρ ὃ Θεὸς διαπράττεται, καθ' ἕνα τῶν τριῶν τούτων τρόπων αὐτὸ κατεργάζεται, ἢ δημιουργῶν, ἢ προνοούμενος, ἢ παιδεύων. Καὶ τοῦ μέν δημιουργικοῦ τοῦ Θεοῦ τὸ κατ' εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τῆς ψυχῆς τὸ λογιστικόν· τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία. Πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα εὐθέως ὀρέγονται τοῦ μαζοῦ καὶ τοῦ ὕπνου· τὸ δὲ λογιστικὸν εὔδηλον ὅτι τοῦ λογικοῦ τυγχάνει ἴδιον· τὸ δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος. Εἴ τις τοίνυν τὸ πῶς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσίτω, καὶ τὴν ἑαυτοῦ κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς ψυχῆς· ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω τὰ ταύτης μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρόπους καὶ προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύτης μονοειδὲς, τὸ τριμερὲς, τὸ ἑνιαῖον, τὸ δυῖκὸν, τὸ τριαδικὸν, πῶς καὶ μία ἐστὶ, καὶ ἐν τρισὶ θεωρεῖται, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ μονὰς ἐν τριάδι, καὶ τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία ἐστὶ τῇ οὐσίᾳ, καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς με-
For He has been begotten invisibly, inexplicably, and incomprehensibly from the Father before the ages. And He was unknown with the Father, as though within some soul, until, as though from some heart, He was begotten according to the flesh without corruption and without seed from the holy Virgin and was manifested to the world, without being parted from the hidden paternal substance of God His Begetter. Thus there have been shown in the unitary nature of our immortal and intellectual psychical substance, as in an image, three certain hypostatic properties: the unbegottenness of the soul, the generation of the word, and the procession of the spirit, that is, of the mind. And I take courage and make bold and declare that it was according to this invisible triadic contemplation of the soul that the divine Apostle said man is after the image of the invisible God. For if these things be not so, why was our soul not rather made by God bipartite or quadripartite, whereas instead it possesses a certain tripartite character alone, unconfused, after the image of the Holy and Like-in-substance [Consubstantial] and Life-giving Trinity—so that, if it be lawful to say so, in man as well, and above all in the righteous man, there dwells all the fulness of the Godhead typically, though not physically, adumbrating somewhat dimly God in Trinity? Hence the wise outside the Church likewise defined this very soul of ours in yet another way as tripartite, asserting that it possesses an appetitive, a rational, and a spirited faculty: so that through the appetitive faculty it may be joined to the love of God, through the rational faculty it may welcome within itself knowledge and wisdom from Him, and through spirit it may array itself against the spirits of wickedness, in these very three faculties once again delineating that which is after the image of God. For in three ways God in Trinity administers and governs three realms—I mean the heavenly, the earthly, and the subterranean—by His creative power, His providential power, and His judicial power; for indeed everything that God accomplishes He works according to one of these three modes: either creating, or exercising providence, or chastening. Now what is after the image of the creative aspect of God is the appetitive faculty of the soul, for desire leads to action; the symbol of His providential aspect, in turn, is the rational faculty of the soul; and the spirited faculty stands as the token of His chastening aspect. And perhaps desire belongs peculiarly to the soul—for prior to all speech, infants, once animate, straightway reach out for the breast and for sleep—whereas the rational faculty plainly belongs peculiarly to the rational principle, and the spirited faculty is by nature constituted around the mind, in which one who grows angry contrary to nature is also troubled. If anyone, therefore, should wish to learn how man is after the image and likeness of God, let him feel after these things, let him enter into these and suchlike sanctuaries of thought, and let him survey the constitution of his own nature, that of his intellectual soul; let him learn with subtle and minute precision all its parts, the parts of its parts, its principles, its modes and processions, its unions, its distinctions, its uniform character, its tripartite character, its unitary, dual, and triadic character—how it is at once one and contemplated in three, known typically after the image and likeness of God as a monad in triad and a triad in monad. For that it is both one in substance and not one in the contemplation of its own
Notes, col. 1336

On the reading

Printed ει, for εἰ.

Printed μέν, for μὲν.

Printed δυῖκὸν, for δυϊκὸν.

PG 44:1337Read from the page
ρῶν, ἐδήλωσε σαφῶς ὁ εἰπὼν, Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. Μᾶλλον δὲ σαφέστερον ἡμᾶς διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ' εἰκόνα τυπικὴν Θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις αἰτίας ψυχὴν μὲν ἔσθ' ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐποροῦντες, νοῦ δὲ καθ' ὅλου ἀποροῦντες· ἄλλοι πάλιν νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι. Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς φῶς τικτομένη καὶ προσερχομένη, εὐθέως τὴν μὲν ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς, δυνάμει μὲν νοερὰν οὖσαν, καὶ ἐν αὐτῇ ἔχουσαν τὸν λόγον, καὶ τὸν νοῦν· κατὰ πρόβασιν δὲ προκόπτοντος καὶ αὔξοντος τοῦ σώματος δεύτερον ἐμφανίζει τὸν λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ προψελλίζουσα, καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμηνύουσα τὴν τοῦ Λόγου διὰ σαρκὸς γέννησιν· καὶ τοῦ νοῦ δηλοῦται ἡ παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προκόψῃ τὸ νήπιον.
parts, he made plain clearly who said, I will sing with the spirit, and I will sing also with the mind; I will pray with the spirit, and I will pray also with the mind. Yet still more clearly do certain men teach us this figurative trinity within us according to the image of God, since from some cause oftentimes they sometimes possess a soul, yet do not possess mind or reason; while others again abound in soul and reason, yet are altogether destitute of mind; and others again possess mind and soul, yet are deprived of speech. Whence also the nature of infants, when brought forth and advancing as out of darkness into light, immediately manifests that it possesses the soul after the type of God and the Father, being potentially intellectual, and holding within itself reason and mind; then, as the body progresses by degrees and grows, in the second place it displays speech, and this not all at once nor suddenly, but lisping beforehand, and as it were sketching in outline and foretelling the birth of the Word through the flesh; and the presence of the mind is made plain when the infant advances unto a mature man.
Ἀλλὰ τί, φησὶ, ταῦτα συντείνει εἰς τὴν προκειμένην τοῦ ἀνθρώπου ὑπόθεσιν; Καὶ πάνυ μὲν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ Θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς Τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος· εἶτα εἰς φῶς θεογνωσίας ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν Πατέρα καὶ Θεὸν ἐν ἑαυτῷ μὲν ἔχοντα, καθάπερ καὶ ἡ ψυχὴ, ἐνούσιον τὸν Λόγον καὶ τὸ Πνεῦμα. Μὴ χωροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθένειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξολισθήσῃ, εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν, ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκομένη ὑπὸ Θεοῦ καὶ Πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων, τῶν προφητικῶν διδαγμάτων τὴν πεῖραν, καὶ προφορὰν, καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου τοῦ Πατρὸς Λόγου. Μεθ' ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος τρανῶς καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος τοῦ τελείου τοῦ Θεοῦ Λόγου, γνωρίζει λοιπὸν μετὰ τούτων καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κόσμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδημῆσαν, ἀλλ' ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι, τῆς ψυ-
But how, says one, do these things bear upon the proposed inquiry concerning man? Very much indeed, O man: through these things we learn the manner of God's manifestation and showing forth in the world, as though in a body, and how step by step our nature came to recognize the mystery of the Trinity. For man was conceived by the seed of the evil one as though in some womb of error, sitting in darkness and in the shadow of death; then, coming forth at the beginning like an infant into the light of the knowledge of God, through the guiding hand of the law he was shown to possess a living soul, having come to recognize the Father and God as possessing within Himself, just like the soul, the enhypostatic Word and the Spirit. And since man, owing to great weakness of judgement and infancy, could not contain the manifestation of the word and of the mind, lest through godliness he should slip away into polytheism, thereafter, as time advanced, our nature of the world, like a growing infant, was made wise as though taught by some soul by God and the Father to recognize dimly, as though through certain indistinct lispings, namely the prophetic teachings, the experience, utterance, and appearing of the Father's enhypostatic and hidden Word. After which lispings, I mean the Mosaic and prophetic riddles of the word, when the perfect Word of God came forth clearly and articulately from the virgin womb as though from certain lips, human nature of the world henceforth comes to know along with these and through Him its complete triadic fullness, having received the Holy Spirit as though a kind of mind, not as having come to dwell within it by transition from things outside, but from the things within itself, that is, of the sou-