Migne Reading Room

PG 44 · cols. 196–205 · Read from the page

On the making of man

On the making of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:196Read from the page
τῆς εἰκόνος μορφή. Ἐν οἷς τοίνυν οὐκ ἠμαυρώθη τὸ κάλλος, ἐν τούτοις ἐναργὴς ἡ τῶν λεγομένων πίστις ἐστὶν, ὅτι ἄνθρωπος τοῦ Θεοῦ μίμημα γέγονεν. Ἀλλ' ἐπαισχύνεταί τις τυχὸν, τῷ διὰ βρώσεως ἡμῖν καθ' ὁμοιότητα τῶν ἀλόγων τὴν ζωὴν συνεστάναι, καὶ διὰ τοῦτο ἀνάξιον ἡγεῖται τὸν ἄνθρωπον τοῦ κατ' εἰκόνα Θεοῦ πεπλάσθαι δοκεῖν. Ἀλλ' ἐλπιζέτω τῆς λειτουργείας ταύτης ἀτέλειαν δοθήσεσθαι τῇ φύσει ποτὲ, κατὰ τὴν προσδοκωμένην ζωήν. Οὐ γάρ ἐστι, καθώς φησιν ὁ Ἀπόστολος, ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις· οὐδὲ ἐπ' ἄρτῳ μόνῳ ζήσεσθαι τὸν ἄνθρωπον ὁ Κύριος προηγόρευσεν, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἀλλὰ καὶ τῆς ἀναστάσεως ἰσάγγελον ἡμῖν ὑποδεικνυούσης τὸν βίον, βρώσεως δὲ παρὰ τοῖς ἀγγέλοις οὐκ οὔσης, ἱκανὴ πίστις τοῦ ἀπαλλαγήσεσθαι τῆς τοιαύτης λειτουργίας τὸν ἄνθοωπον, τὸν καθ' ὁμοιότητα τῶν ἀγγέλων ζησόμενον.
form of the image. In those, therefore, in whom that beauty has not been dimmed, the proof of what has been said is manifest, that man has come to be an imitation of God. Yet someone is perhaps ashamed that our life is sustained by eating after the likeness of irrational creatures, and on this account deems man unworthy to be thought fashioned according to the image of God. Let him hope, however, that exemption from this ministration will one day be granted to our nature in the life that is awaited. For the kingdom of God, as the Apostle says, is not eating and drinking; nor did the Lord declare beforehand that man shall live by bread alone, but by every word proceeding out through the mouth of God. Moreover, since the resurrection points out for us a life equal to the angels, and there is no eating among the angels, there is sufficient assurance that man, who shall live after the likeness of the angels, will be delivered from such a ministration.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι διὰ τούτων τὸν ἄνθρωπον ζῆν.
Against those who say that the enjoyment of the good things hoped for will once again consist in eating and drinking, because it is written that from the beginning man lived in paradise by these.
Ἀλλ' ἴσως τις οὐκ εἰς τὸ αὐτὸ πάλιν τῆς ζωῆς εἶδος ἐπανελεύσεσθαι λέγει τὸν ἄνθρωπον, εἴγε πρότερον μὲν ἐν τῷ ἐσθίειν ἦμεν, μετὰ ταῦτα δὲ τῆς τοιαύτης λειτουργίας ἀφεθησόμεθα. Ἀλλ' ἐγὼ τῆς ἁγίας ἀκούων Γραφῆς, οὐ μόνον σωματικὴν ἐπίσταμαι βρῶσιν, οὐδὲ τὴν διὰ σαρκὸς εὐφροσύνην. ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφὴν, ἀναλογίαν τινὰ πρὸς τὴν τοῦ σώματος ἔχουσαν, ἧς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. Φάγετε τῶν ἐμῶν ἄρτων, ἡ Σοφία τοῖς πεινῶσι διακελεύεται· καὶ μακαρίζει τοὺς τὴν τοιαύτην βρῶσιν πεινῶντας ὁ Κύριος. « Καὶ εἴ τις διψᾷ, φησὶν, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. » Καὶ ὁ μέγας Ἠσαΐας, Πίετε εὐφροσύνην, τοῖς δυνατοῖς ἐπαΐειν τῆς μεγαλοφυΐας αὐτοῦ ἐγκελεύεται. Ἔστι δέ τις καὶ ἀπειλὴ προφητικὴ κατὰ τῶν τιμωρίας ἀξίων, ὡς λιμῷ κολασθησομένων· ὁ δὲ λιμὸς οὐκ ἄρτου τίς ἐστιν ἀπορία καὶ ὕδατος, ἀλλὰ λόγου ἐπίλειψις. Οὐ λιμὸν γὰρ ἄρτου φησὶν, ἢ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγων Κυρίου. Οὐκοῦν τῆς τοῦ Θεοῦ φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα τὸν καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον· καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἀπόῤῥυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐννοεῖν. « Ἀπὸ παντὸς, φησὶ, ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ.» Τίς δώσει τῷ ὑγιεινῶς πεινῶντι τὸ ξύλον ἐκεῖνο, τὸ ἐν τῷ παραδείσῳ, τὸ παντὸς ἀγαθοῦ περιληπτικὸν, ᾧ ὄνομά ἐστι τὸ πᾶν·
Yet perhaps someone says that man will not return again to the same form of life, seeing that formerly we existed in the state of eating, whereas hereafter we shall be released from such a ministration. For my part, however, when I hear Holy Scripture, I understand not bodily food alone, nor gladness through the flesh; rather, I know also another kind of nourishment, bearing a certain analogy to that of the body, the enjoyment of which passes over to the soul alone. Eat of my loaves, Wisdom bids those who hunger; and the Lord pronounces blessed those who hunger for such food. "And if anyone thirst," He says, "let him come unto Me, and let him drink." And the great Isaiah exhorts those able to perceive his sublimity: Drink gladness. There is also a prophetic threat against those worthy of punishment, that they shall be chastised with famine; yet that famine is no lack of bread and water, but a failure of the word. For He says, not a famine of bread, or a thirst for water, but a famine of hearing the words of the Lord. Fitting, therefore, is the fruit that one ought to conceive of God's planting in Edem (and Edem is interpreted "delight"), and not to doubt that man was nourished thereby; nor by any means to understand this transitory and effluvious nourishment in reference to the way of life in paradise. "Of every tree that is in paradise," He says, "you shall eat for food." Who will give to him who hungers healthfully that tree which is in paradise, all-encompassing of every good, whose name is "every,"
Notes, col. 196

On the reading

Printed ἄνθοωπον, for ἄνθρωπον.

PG 44:197Read from the page
οὗ χαρίζεται τῷ ἀνθρώπῳ τὴν μετουσίαν ὁ λόγος; τῷ γὰρ γενικῷ τε καὶ ὑπερκειμένῳ λόγῳ πᾶσα τῶν ἀγαθῶν ἰδέα πρὸς ἑαυτὴν συμφυῶς ἔχει, καὶ ἕν τι τὸ ὅλον ἐστί. Τίς δέ με τῆς συμμιγοῦς τε καὶ ἐπαμφοτεριζούσης τοῦ ξύλου γεύσεως ἀποστήσει; πάντως γὰρ οὐκ ἄδηλον τοῖς διορατικωτέροις, τί τὸ πᾶν ἐκεῖνο, οὗ καρπὸς ἡ ζωὴ, καὶ πάλιν, τί τὸ ἐπίμικτον τοῦτο, οὗ πέρας ὁ θάνατος. Ὁ γὰρ τοῦ παντὸς τὴν ἀπόλαυσιν ἀφθόνως προθεὶς, λόγῳ τινὶ πάντως καὶ προμηθείᾳ τῆς τῶν ἐπικοίνων μετουσίας ἀπείργει τὸν ἄνθρωπον. Καί μοι δοκεῖ τὸν μέγαν Δαβὶδ, καὶ τὸν σοφὸν Σολομῶντα διδασκάλους τῆς τοῦ λόγου τούτου παραλαβεῖν ἐξηγήσεως. Ἀμφότεροι γὰρ τῆς συγκεχωρημένης τρυφῆς μίαν ἡγοῦνται τὴν χάριν, αὐτὴ τὸ ὄντως ἀγαθὸν, ὃ δὴ καὶ πᾶν ἐστὶν ἀγαθόν. Δαβὶδ μὲν λέγων, «Κατατρύφησον τοῦ Κυρίου·» Σολομὼν δὲ τὴν σοφίαν αὐτὴν, «ἥτις ἐστὶν ὁ Κύριος, ξύλον ζωῆς ὀνομάζων. Οὐκοῦν ταὐτόν ἐστι τῷ τῆς ζωῆς ξύλῳ τὸ πᾶν ξύλον, οὗ τὴν βρῶσιν τῷ κατὰ Θεὸν πλασθέντι ὁ λόγος δίδωσιν. Ἀντιδιαιρεῖται δὲ τῷ ξύλῳ τούτῳ ἕτερον ξύλον, οὗ ἡ βρῶσις καλοῦ καὶ κακοῦ γνῶσίς ἐστιν, οὐκ ἰδιαζόντως ἑκάτερον τῶν κατὰ τὸ ἐναντίον σημαινομένων ἐν μέρει καρποφοροῦντος· ἀλλά τινα συγκεχυμένον καὶ σύμμικτον καρπὸν ἐξανθοῦντος ταῖς ἐναντίαις συγκεκραμένον ποιότησιν, οὗ κωλύει μὲν τὴν βρῶσιν ὁ ἀρχηγὸς τῆς ζωῆς, συμβουλεύει δὲ ὁ ὄφις, ἵνα τῷ θανάτῳ κατασκευάσῃ τὴν εἴσοδον. Καὶ πιθανὸς γίνεται συμβουλεύσας, εὐχροίᾳ τινὶ καὶ ἡδονῇ τὸν καρπὸν περιχρώσας, ὡς ἂν ὀφθείη τε ἡδέως, καὶ τὴν ὄρεξιν πρὸς τὴν γεῦσιν ὑπερεθίσειεν.
participation in which the word graciously grants to man? For by the generic and overarching term every form of good things is naturally united with itself, and the whole is one single reality. And who will keep me away from the blended and ambiguous tasting of the tree? For assuredly it is not obscure to the more discerning what that "all" is, whose fruit is life, and again what this mixed thing is, whose end is death. For He Who ungrudgingly set forth the enjoyment of the whole assuredly debars man, by a certain reason and forethought, from participation in things of a mixed nature. And it seems to me that I may take the great David and the wise Solomon as teachers of the exposition of this saying. For both consider the grace of the permitted delight to be one: the truly good itself, which indeed is also every good—David saying, "Delight yourself in the Lord," and Solomon naming wisdom itself, which is the Lord, a tree of life. Therefore "every tree," the eating of which the word grants to him who was fashioned according to God, is identical with the tree of life. Set over against this tree by division is another tree, the eating of which is the knowledge of good and evil—not bearing separately in turn each of the things signified as opposites, but putting forth a confused and blended fruit compounded of opposite qualities, the eating of which the Author of life forbids, whereas the serpent counsels it so that he may prepare an entrance for death. And in giving this counsel he becomes persuasive, colouring the fruit round about with a certain fair hue and pleasure, so that it might both be pleasant to look upon and provoke desire to taste it.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον.
What the life in paradise was, and what the forbidden tree was.
Τί οὖν ἐκεῖνό ἐστιν, ὃ καλοῦ τε καὶ κακοῦ συγκεκραμένην ἔχει τὴν γνῶσιν, ταῖς δι' αἰσθήσεως ἡδοναῖς ἐπηνθισμένον; Ἄρα μὴ πόῤῥω τῆς ἀληθείας παραστοχάσομαι, τῇ τοῦ γνωστοῦ διανοίᾳ εἰς ἀφορμὴν τῆς θεωρίας συγχρώμενος. Οἶμαι γὰρ οὐκ ἐπιστήμην ἐνταῦθα παρὰ τῆς Γραφῆς νοεῖσθαι τὴν γνῶσιν, ἀλλά τινα διαφορὰν ἐκ τῆς γραφικῆς συνηθείας εὑρίσκω, γνώσεώς τε καὶ διακρίσεως. Τὸ μὲν γὰρ διακρίνειν ἐπιστημόνως τὸ καλὸν ἐκ τοῦ κακοῦ, τελειοτέρας ἕξεως εἶναί φησιν ὁ Ἀπόστολος, καὶ γεγυμνασμένων αἰσθητηρίων· διὸ καὶ πρόσταγμα ποιεῖται πάντα δοκιμάζειν, καὶ τοῦ πνευματικοῦ τὸ διακρίνειν ἴδιον εἶναί φησιν. Ἡ δὲ γνῶσις οὐ πανταχοῦ τὴν ἐπιστήμην τε καὶ τὴν εἴδησιν ὑφηγεῖται κατὰ τὸ σημαινόμενον, ἀλλὰ τὴν πρὸς τὸ κεχαρισμένον διάθεσιν· ὡς, « Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· » καὶ πρὸς τὸν Μωϋσέα φησὶν, ὅτι « Ἔγνων σε παρὰ πάντας· » περὶ δὲ τῶν ἐν κακίᾳ κατεγνωσμένων λέγει ὁ τὰ πάντα εἰδὼς, ὅτι « Οὐδέποτε ἔγνων ὑμᾶς. » Οὐκοῦν τὸ ξύλον, ἀφ' οὗ
What, then, is that thing which holds the blended knowledge of good and evil, decked out with the pleasures of sense? Surely I shall not shoot far wide of the truth in availing myself of the meaning of the knowable as a starting-point for our contemplation. For I think that by "knowledge" Scripture does not here understand scientific knowledge; rather, from scriptural usage I find a certain distinction between knowledge and discernment. For to discern scientifically the good from the evil belongs, as the Apostle says, to a more mature habit and to faculties trained by practice; wherefore he also lays down the command to test all things, and says that discerning is proper to the spiritual man. "Knowledge," however, does not everywhere suggest scientific knowledge and apprehension according to its signification, but rather a disposition towards what is pleasing—as in, "The Lord knew those who are His"; and to Moses He says, "I have known you above all"; whereas concerning those condemned in wickedness He Who knows all things says, "I never knew you." Therefore the tree from which
Notes, col. 197

On the reading

Printed αὐτὴ, for αὐτὸ.

PG 44:200Read from the page
ἡ σύμμικτος γνῶσις καρποφορεῖται, τῶν ἀπηγορευμένων ἐστί. Μέμικται δὲ διὰ τῶν ἐναντίων ὁ καρπὸς ἐκεῖνος, ὁ συνήγορον ἔχων ἑαυτοῦ τὸν ὄφιν, τάχα κατὰ τὸν λόγον τοῦτον, ὅτι οὐ γυμνὸν πρόκειται τὸ κακὸν αὐτὸ ἐφ' ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν φαινόμενον. Ἦ γὰρ ἂν ἄπρακτος ἦν ἡ κακία, μηδενὶ προσκεχρωσμένη καλῷ τῷ πρὸς ἐπιθυμίαν αὐτῆς ἐφελκομένῳ τὸν ἀπατώμενον. Νυνὶ δὲ σύμμικτός πώς ἐστιν ἡ τοῦ κακοῦ φύσις, ἐν μὲν τῷ βάθει τὸν ὄλεθρον, οἷόν τινα δόλον ἐγκεκρυμμένον ἔχουσα, ἐν δὲ τῇ κατὰ τὸ φαινόμενον ἀπάτῃ καλοῦ τινα φαντασίαν παραδεικνύουσα. Καλὸν δοκεῖ τοῖς φιλαργύροις ἡ τῆς ὕλης εὔχροια · ἀλλὰ ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία γίνεται. Τίς δ' ἂν ἐπὶ τὸν δυσώδη βόρβορον τῆς ἀκολασίας κατώλισθεν, εἰ μὴ τὴν ἡδονὴν καλόν τι καὶ αἱρετὸν ᾤετο ὁ τῷ δελέατι τούτῳ πρὸς τὸ πάθος κατασυρόμενος; Οὕτω καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἐγκεκρυμμένην ἔχοντα τὴν διαφθοράν, αἱρετὰ παρὰ τὴν πρώτην δοκεῖ, διά τινος ἀπάτης τοῖς ἀνεπισκέπτοις ἀντ' ἀγαθοῦ σπουδαζόμενα. Ἐπειδὴ τοίνυν οἱ πολλοὶ τὸ καλὸν ἐν τῷ τὰς αἰσθήσεις εὐφραίνοντι κρίνουσι, καί τίς ἐστιν ὁμωνυμία τοῦ τε ὄντος καὶ τοῦ δοκοῦντος εἶναι καλοῦ · τούτου χάριν ἡ πρὸς τὸ κακὸν ὡς πρὸς τὸ ἀγαθὸν γινομένη ἐπιθυμία, καλοῦ καὶ κακοῦ γνῶσις ὑπὸ τῆς Γραφῆς ὠνομάσθη, συνδιάθεσίν τινα καὶ ἀνάκρασιν ἑρμηνευούσης τῆς γνώσεως. Οὔτε ἀπολύτως κακὸν, διότι περιήνθισται τῷ καλῷ, οὔτε καθαρῶς ἀγαθὸν, διότι ὑποκέκρυπται τὸ κακόν · ἀλλὰ σύμμικτον δι' ἑκατέρων τοῦ ἀπηγορευμένου ξύλου τὸν καρπὸν εἶναί φησιν, οὗ τὴν γεῦσιν εἰς θάνατον ἄγειν εἶπε τοὺς ἁψαμένους, μονονουχὶ φανερῶς τὸ δόγμα βοῶν, ὅτι τὸ ὄντως ἀγαθὸν ἁπλοῦν καὶ μονοειδές ἐστι τῇ φύσει, πάσης διπλόης καὶ τῆς πρὸς τὸ ἐναντίον συζυγίας ἀλλότριον. Τὸ δὲ κακὸν ποικίλον τε καὶ κατεσχηματισμένον ἐστὶν, ἄλλο τι νομιζόμενον, καὶ ἕτερον διὰ τῆς πείρας ἀνακρινόμενον, οὐ τὴν γνῶσιν, τουτέστι, τὴν διὰ τῆς πείρας ἀνάληψιν, θανάτου καὶ διαφθορᾶς ἀρχήν τε καὶ ὑπόθεσιν γίνεσθαι. Διὰ τοῦτο προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπὸν, οὐχ ὡς εἶχε φύσεως τὸ κακὸν ἐκ τοῦ προφανοῦς ἐπιδείξας · οὐ γὰρ ἂν ἠπατήθη ὁ ἄνθρωπος τῷ προδήλῳ κακῷ · ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαῗσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικὶ, καθώς φησιν ἡ Γραφή · «Καὶ εἶδε γὰρ ἡ γυνή, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν. καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι ·» καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν. Ἡ δὲ βρῶσις ἐκείνη θανάτου μήτηρ τοῖς ἀνθρώποις γέγονεν. Αὕτη τοίνυν ἡ σύμμικτός ἐστι καρποφορία, σαφῶς τοῦ λόγου τὸν νοῦν ἑρμηνεύοντος, καθ' ὃν καλοῦ τε καὶ κακοῦ γνωστὸν ὠνομάσθη τὸ ξύλον ἐκεῖνο, ὅτι κατὰ τὴν τῶν δηλητηρίων κακίαν τῶν παραρτυθέντων τῷ μέλιτι, καθὸ μὲν καταγλυκαίνει τὴν αἴσθησιν, καλὸν εἶναι δοκεῖ, καθὸ δὲ φθείρει τὸν προσαπτόμενον, κακοῦ παντὸς ἔσχατον γίνεται. Ἐπεὶ οὖν ἐνήργησε κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς τὸ πονηρὸν δηλητήριον · τότε ὁ ἄν-
mixed knowledge bears its fruit, belongs among the things forbidden. Now that fruit, which has the serpent as its advocate, is mingled out of opposites, perhaps on this account: that evil is not set forth naked by itself, appearing according to its own nature. For wickedness would indeed have remained ineffectual had it been tinged with nothing fair wherewith to draw the person deceived into desire for it. Yet as things stand, the nature of evil is somehow mixed, holding ruin in its depth like some hidden snare, whilst in its outward deceit displaying an illusion of good. The fair sheen of material substance seems good to lovers of money; yet love of money becomes the root of all evils. And who would have slipped down into the foul mire of profligacy, had not he who is dragged down towards passion by this bait supposed pleasure to be something fair and choiceworthy? So too the rest of sins, though keeping corruption hidden within, appear choiceworthy at first sight, being pursued through some deceit by the unreflective in place of the good. Since, therefore, the multitude judge the good to consist in what delights the senses, and there is a certain shared name between that which truly is good and that which merely seems to be so, for this reason the desire arising towards evil as though towards the good was named by Scripture the knowledge of good and evil, knowledge here signifying an inward disposition and commingling. Neither absolutely evil, because it is decked about with flowers of the fair, nor purely good, because evil lies hidden underneath, rather mixed of both does it declare the fruit of the forbidden tree to be, the tasting of which, He said, brings those who touch it unto death—all but crying aloud the doctrine plainly, that what is truly good is simple and uniform by nature, alien to all duplicity and conjunction with its opposite; whereas evil is variegated and tricked out in guise, supposed to be one thing and proved upon trial to be another, the knowledge of which—that is, its reception through experience—becomes the beginning and ground of death and corruption. On this account the serpent displays beforehand the wicked fruit of sin, not exhibiting the evil openly as it was by nature—for man would not have been deceived by manifest evil—but brightening its outward appearance with a certain bloom and bewitching the taste with a certain sensual pleasure, he seemed persuasive to the woman, even as Scripture says: "For the woman saw," it says, "that the tree was good for food, and that it was pleasing to the eyes to behold, and comely to contemplate"; and taking of its fruit, she ate. And that eating became a mother of death unto mankind. This, then, is that mixed fruit-bearing, the account clearly interpreting the sense according to which that tree was named knowable of good and evil: because, after the manner of the malice of poisons seasoned with honey, in so far as it sweetens the sense it seems to be good, whereas in so far as it destroys him who touches it, it becomes the uttermost of every evil. When, therefore, the wicked poison wrought against the life of man, then man
Notes, col. 200

On the reading

Printed οὐ, for οὗ.

PG 44:201Read from the page
θρωπος, τὸ μέγα καὶ πρᾶγμα καὶ ὄνομα, τὸ τῆς θείας φύσεως ἀπεικόνισμα, τῇ ματαιότητι, καθώς φησιν ὁ Προφήτης, ὡμοιώθη. Οὐκοῦν ἡ μὲν εἰκὼν πρὸς τὸ κρεῖττον τῶν ἐν ἡμῖν νοουμένων ᾠκείωται · τὰ δὲ, ὅσα περὶ τὸν βίον λυπηρά τε καὶ ἄθλια, πόῤῥω τῆς πρὸς τὸ Θεῖόν ἐστιν ὁμοιώσεως.
—that great reality and name, the likeness of the divine nature—was made like unto vanity, even as the Prophet says. Therefore the image belongs by kinship to the nobler part of the things conceived within us; whereas all the grievous and wretched things that attend our life stand far removed from the likeness to the Divine.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.
That the resurrection is hoped for consequently not so much from the proclamation of Scripture as from the very necessity of things themselves.
Ἀλλ' οὐχ οὕτως ἐστὶν ἰσχυρὸν ἡ κακία, ὡς τῆς ἀγαθῆς ὑπερισχύσαι δυνάμεως · οὐδὲ κρείττων καὶ μονιμωτέρα τῆς Θεοῦ σοφίας ἡ τῆς φύσεως ἡμῶν ἀβουλία. Οὐδὲ γάρ ἐστι δυνατὸν τὸ τρεπόμενόν τε καὶ ἀλλοιούμενον, τοῦ ἀεὶ ὡσαύτως ἔχοντος, καὶ ἐν τῷ ἀγαθῷ πεπηγότος, ἐπικρατέστερόν τε καὶ μονιμώτερον εἶναι · ἀλλ' ἡ μὲν θεία βουλὴ πάντη τε καὶ πάντως τὸ ἀμετάθετον ἔχει, τὸ δὲ τρεπτὸν τῆς φύσεως ἡμῶν οὐδὲ ἐν τῷ κακῷ πάγιον μένει. Τὸ γὰρ ἀεὶ πάντως κινούμενον, εἰ μὲν πρὸς τὸ καλὸν ἔχοι τὴν πρόοδον, διὰ τὸ ἀόριστον τοῦ διεξοδευομένου πράγματος οὐδέποτε λήξει τῆς ἐπὶ τὰ πρόσω φορᾶς. Οὐδὲ γὰρ εὑρήσει ζητουμένου πέρας οὐδὲν, οὗ δραξάμενον στήσεταί ποτε τῆς κινήσεως. Εἰ δὲ πρὸς τὸ ἐναντίον τὴν ῥοπὴν σχοίη, ἐπειδὰν διανύσῃ τῆς κακίας τὸν δρόμον, καὶ ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ μέτρον ἀφίκηται · τότε τὸ τῆς ὁρμῆς ἀεικίνητον οὐδεμίαν ἐκ φύσεως στάσιν εὑρίσκον, ἐπειδὰν διαδράμῃ τὸ ἐκ κακίᾳ διάστημα, κατ' ἀνάγκην ἐπὶ τὸ ἀγαθὸν τρέπει τὴν κίνησιν. Μὴ γὰρ προϊούσης κακίας ἐπὶ τὸ ἀόριστον, ἀλλ' ἀναγκαίοις πέρασι κατειλημμένης, ἀκολούθως ἡ τοῦ ἀγαθοῦ διαδοχὴ τὸ πέρας τῆς κακίας ἐκδέχεται. Καὶ οὕτω, καθὼς εἴρηται, τὸ ἀεικίνητον ἡμῶν τῆς φύσεως πάλιν ὕστατον ἐπὶ τὴν ἀγαθὴν ἀνατρέχει πορείαν, τῇ μνήμῃ τῶν προδεδυστυχημένων πρὸς τὸ μὴ πάλιν ἐναλῶναι τοῖς ἴσοις σωφρονιζόμενον. Οὐκοῦν ἔσται πάλιν ἐν καλοῖς ὁ δρόμος ἡμῖν, διὰ τὸ πέρασιν ἀναγκαίοις περιωρίσθαι τῆς κακίας τὴν φύσιν. Καθάπερ γὰρ οἱ δεινοὶ τὰ μετέωρα, τοῦ μὲν φωτὸς πάντα λέγουσι τὸν κόσμον εἶναι κατάπλεων, τὸ δὲ σκότος τῇ ἀντιφράξει τοῦ κατὰ τὴν γῆν σώματος ἀποσκιαζόμενον γίνεσθαι (ἀλλὰ τοῦτο μὲν κατὰ τὸ σχῆμα τοῦ σφαιροειδοῦς σώματος, κατὰ νώτου τῆς ἡλιακῆς ἀκτῖνος κωνοειδῶς κατακλείεσθαι, τὸν δὲ ἥλιον πολλαπλασίονι τῷ μεγέθει τὴν γῆν ὑπερβάλλοντα, πανταχόθεν αὐτὴν ταῖς ἀκτῖσιν ἐν κύκλῳ περιπτυσσόμενον, συνάπτειν κατὰ τὸ πέρας τοῦ κώνου τὰς τοῦ φωτὸς συμβολάς, ὥστε καθ' ὑπόθεσιν, εἰ γένοιτό τινι δύναμις διαβῆναι τὸ μέτρον, εἰς ὅσον ἐκτείνεται ἡ σκιὰ, πάντως ἂν ἐν φωτὶ γενέσθαι μὴ διακοπτομένῳ ὑπὸ τοῦ σκότους) · οὕτως οἶμαι δεῖν καὶ περὶ ἡμῶν διανοεῖσθαι, ὅτι διεξελθόντες τὸν τῆς κακίας ὅρον, ἐπειδὰν ἐν τῷ ἄκρῳ γενώμεθα τῆς
Yet wickedness is not so strong as to prevail over the power of goodness, nor is the folly of our nature mightier and more enduring than the wisdom of God. For it is impossible that what turns and undergoes alteration should be more dominant and more abiding than Him Who ever remains the same and is firmly fixed in the good; rather, the divine counsel possesses immutability altogether and in every way, whereas the mutable character of our nature does not remain fixed even in evil. For that which is forever altogether in motion, if indeed it holds its advance towards what is noble, will by reason of the boundlessness of the reality traversed never cease from its onward movement; for it will find no limit of what it seeks, upon grasping which it might ever halt from motion. If, however, it should incline towards the opposite, once it has completed the course of wickedness and arrived at the uttermost measure of evil, then the ever-moving impulse, finding by nature no halting-place, once it has run through the interval in wickedness, of necessity turns its motion towards the good. For since wickedness does not advance to infinity, but is hemmed in by necessary limits, the succession of the good consequently awaits the limit of wickedness. And thus, as has been said, the ever-moving element of our nature runs back again at last upon the good path, chastened by the memory of its former misfortunes so as not to be caught again in the like. Therefore our course will once more lie among things noble, because the nature of wickedness has been bounded by necessary limits. For just as those skilled in celestial matters say that the whole universe is full of light, and that darkness comes about as a shadow cast by the interposition of the terrestrial body (yet that this darkness, in accordance with the shape of the spherical body, is shut off in the form of a cone behind the solar ray, whereas the sun, surpassing the earth manifold in magnitude and enfolding it round about on every side with its rays, joins together at the tip of the cone the meetings of light, so that upon supposition, should power be granted to anyone to pass beyond the measure unto which the shadow extends, he would assuredly come to be in light uninterrupted by darkness), so too, I think, ought we to conceive concerning ourselves: that having passed through the boundary of wickedness, once we have come to be at the extremity of the
Notes, col. 201

On the reading

Printed ἐκ κακίᾳ, for ἐν κακίᾳ.

PG 44:204Read from the page
κατὰ τὴν ἁμαρτίαν σκιᾶς, πάλιν ἐν φωτὶ βιοτεύσομεν, ὡς κατὰ τὸ ἀπειροπλάσιον πρὸς τὸ τῆς κακίας μέτρον τῆς τῶν ἀγαθῶν φύσεως περιττευούσης. Πάλιν οὖν ὁ παράδεισος, πάλιν τὸ ξύλον ἐκεῖνο, ὃ δὴ καὶ ζωῆς ἐστι ξύλον, πάλιν τῆς εἰκόνος ἡ χάρις, καὶ ἡ τῆς ἀρχῆς ἀξία. Οὔ μοι δοκεῖ τούτων οὐδὲν, ὅσα νῦν πρὸς τὴν τοῦ βίου χρείαν παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὑπέζευκται · ἀλλ' ἑτέρας τινὸς βασιλείας ἐστὶν ἡ ἐλπὶς, ἧς ὁ λόγος ἐν ἀποῤῥήτοις μένει.
shadow of sin, we shall live once more in light, inasmuch as the nature of good things surpasses the measure of wickedness infinitely. Once more, then, paradise; once more that tree, which indeed is the tree of life; once more the grace of the image, and the dignity of sovereignty. It seems to me that our hope is for none of these things which are now subjected by God to mankind for the need of this life, but belongs to another kingdom, whereof the account abides among things ineffable.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται.
Against those who say: If the resurrection is something noble and good, why has it not already come to pass, rather than being hoped for at certain periods of time?
Ἀλλὰ τῆς ἀκολουθίας τῶν ἐξητασμένων ἐχώμεθα. Ἴσως γάρ τις πρὸς τὸ γλυκὺ τῆς ἐλπίδος πτερωθεὶς τὴν διάνοιαν, ἄχθος ἡγεῖται καὶ ζημίαν τὸ μὴ θᾶττον ἐν τοῖς ἀγαθοῖς ἐκείνοις γενέσθαι, ἃ ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστὶ, καὶ δεινὴν ποιεῖται τὴν διὰ μέσου πρὸς τὸ ποθούμενον τοῦ χρόνου παράτασιν. Ἀλλὰ μὴ στενοχωρείσθω, καθάπερ τις τῶν νηπίων, τὴν πρὸς ὀλίγον ἀναβολὴν τῶν καθ' ἡδονὴν δυσχεραίνων. Ἐπειδὴ γὰρ ὑπὸ λόγου καὶ σοφίας τὰ πάντα οἰκονομεῖται, ἀνάγκη πᾶσα μηδὲν ἄμοιρον ἡγεῖσθαι τῶν γινομένων αὐτοῦ τε τοῦ λόγου, καὶ τῆς ἐν αὐτῷ σοφίας. Ἐρεῖς οὖν · Τίς οὗτος ὁ λόγος ἐστὶ, καθ' ὃν οὐκ εὐθὺς ἐπὶ τὸ ποθούμενον ἡ τοῦ λυπηροῦ βίου μετάστασις γίνεται, ἀλλ' εἰς χρόνους τινὰς ὡρισμένους ἡ βαρεῖα καὶ σωματώδης αὕτη παραταθεῖσα ζωὴ, ἀναμένει τὸ πέρας τῆς τοῦ παντὸς συμπληρώσεως, ἵνα τὸ τηνικαῦτα καθάπερ χαλινοῦ τινος ἐλευθερωθεῖσα ἡ ἀνθρωπίνη ζωὴ, πάλιν ἄνετός τε καὶ ἐλευθέρα πρὸς τὸν μακάριον καὶ ἀπαθῆ βίον ἐπαναδράμοι ; Ἀλλ' εἰ μὲν ἐγγίζει τῇ ἀληθείᾳ τῶν ζητουμένων ὁ λόγος, αὐτὴ ἂν εἰδείη σαφῶς ἡ Ἀλήθεια: Ὃ δ' οὖν ἐπὶ τὴν ἡμετέραν ἦλθε διάνοιαν, τοιοῦτον ἐστί. Λέγω δὴ τὸν πρῶτον πάλιν ἐπαναλαβὼν λόγον· « Ποιήσωμεν, » φησὶν ὁ Θεὸς, « ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον · κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. » Ἡ μὲν οὖν εἰκὼν τοῦ Θεοῦ, ἡ ἐν πάσῃ τῇ ἀνθρωπίνῃ φύσει θεωρουμένη, τὸ τέλος ἔσχεν. Ὁ δὲ Ἀδὰμ οὔπω ἐγένετο · τὸ γὰρ γήϊνον πλάσμα κατά τινα ἐτυμολογικὴν ὀνομασίαν λέγεται Ἀδὰμ, καθώς φασιν οἱ τῆς Ἑβραίων φωνῆς ἐπιίστορες. Διὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαιδευμένος φωνήν, τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ Ἀδὰμ κλῆσιν εἰς τὴν Ἑλλάδα φωνήν. Γέγονεν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος, ἡ καθόλου φύσις, τὸ θεοείκελον χρῆμα. Γέγονε δὲ τῇ παντοδυνάμῳ σοφίᾳ οὐχὶ μέρος τοῦ ὅλου, ἀλλ' ἅπαν ἀθρόως τὸ τῆς φύσεως πλήρωμα. Εἶδεν ὁ πάντων τῶν περάτων περιδεδραγμένος, καθώς φησιν ἡ Γραφὴ, ἡ λέγουσα, « Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς · » εἶδεν ⟨ὁ⟩ εἰδὼς τὰ πάντα καὶ πρὶν γενέσεως αὐτῶν, ἐμπεριλα-
Yet let us hold fast to the sequence of what has been examined. Perhaps someone, having had his mind winged towards the sweetness of this hope, accounts it a burden and a loss not to come more swiftly to be among those good things which surpass human sense and knowledge, and regards as grievous the intervening prolongation of time before what is desired. Yet let him not be distressed like some infant chafing at a brief postponement of things pleasant. For since all things are governed by reason and wisdom, there is every necessity to consider nothing that comes to pass devoid of Reason itself and the wisdom inherent therein. You will say, then: What is this reason whereby the transition from this grievous life unto what is desired does not take place straightway, but instead this heavy and corporeal life, prolonged unto certain appointed times, awaits the limit of the completion of the universe, so that then human life, set free as it were from some bridle, might run back once more unconstrained and free unto the blessed and impassible life? Now whether our account comes near to the truth of the matters inquired into, Truth Herself would clearly know; what, at all events, has come to our mind is as follows. I speak, then, taking up once more our first account: "Let Us make," says God, "man according to Our image and likeness. And God made man; according to the image of God He made him." Thus the image of God, contemplated in the whole of human nature, had its completion. Yet Adam had not yet come into being; for the earthy moulded figure is called Adam according to a certain etymological naming, even as those well versed in the tongue of the Hebrews say. Wherefore also the Apostle, pre-eminently trained in the ancestral tongue of the Israelites, names the man from earth earthy-of-dust, translating, so to speak, the appellation of Adam into the Greek tongue. Man, therefore, came into being according to the image—universal nature, the godlike reality. And by omnipotent wisdom there came into being not a part of the whole, but all at once the entire fullness of the nature. He Who holds all the ends in His grasp saw—even as Scripture says, declaring, "In His hand are the ends of the earth"—He Who knows all things even before their coming into being saw, compre-
PG 44:205Read from the page
βὼν τῇ γνώσει ὅσον κατ' ἀριμθὸν ἐν τοῖς καθ' ἕκαστον ἔσται τὸ ἀνθρώπινον. Ἐπεὶ δὲ κατενόησεν ἐν τῷ πλάσματι ἡμῶν τὴν πρὸς τὸ χεῖρον ῥοπήν, καὶ ὅτι τῆς πρὸς τοὺς ἀγγέλους ὁμοτιμίας ἑκουσίως ἀποῤῥυὲν, τὴν πρὸς τὸ ταπεινὸν κοινωνίαν προσοικειώσεται · διὰ ταῦτα κατέμιξέ τι καὶ τοῦ ἀλόγου τῇ ἰδίᾳ εἰκόνι. Οὐ γάρ ἐστιν ἐν τῇ θείᾳ τε καὶ μακαρίᾳ φύσει ἡ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορά · ἀλλὰ τῆς ἀλόγου κατασκευῆς ἐπὶ τὸν ἄνθρωπον μετενεγκὼν τὸ ἰδίωμα, οὐ κατὰ τὸ ὑψηλὸν τῆς κτίσεως ἡμῶν τὸν πλεονασμὸν τῷ γένει χαρίζεται. Οὐ γὰρ ὅτε τὸ κατ' εἰκόνα ἐποίησε, τότε τὴν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι δύναμιν τῷ ἀνθρώπῳ προσέθηκεν, ἀλλ' ὅτε διέκρινε τῇ κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾷ, τότε φησίν· « Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. » Τὸ γὰρ τοιοῦτον οὐ τῆς θείας φύσεως ἴδιον, ἀλλὰ τῆς ἀλόγου ἐστὶ, καθὼς ἡ ἱστορία παρασημαίνεται πρότερον ἐπὶ τῶν ἀλόγων εἰρῆσθαι ταῦτα παρὰ τοῦ Θεοῦ διηγησαμένη, ὡς εἴ γε πρὸ τοῦ ἐπιβαλεῖν τῇ φύσει τὴν κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφοράν, τὴν διὰ τῆς φωνῆς ταύτης δύναμιν εἰς τὸ αὐξάνεσθαι τῷ ἀνθρώπῳ προσέθηκεν, οὐκ ἂν τοῦ τοιούτου τῆς γεννήσεως εἴδους προσεδεήθημεν, δι' οὗ γεννᾶται τὰ ἄλογα.
hending by His knowledge how great in number humanity will be among individuals. And since He perceived within our moulded frame its inclination towards the worse, and that having voluntarily slipped away from equal honour with the angels it would take unto itself fellowship with what is lowly, on this account He mingled with His own image an element also of the irrational. For the distinction according to male and female does not exist in the divine and blessed nature; rather, transferring onto man the property of irrational constitution, He bestows increase upon our race not in accordance with the loftiness of our creation. For it was not when He made that which was according to the image that He added unto man the power to increase and multiply, but when He divided it by the distinction of male and female; then He says: "Increase and multiply, and fill the earth." For such a thing belongs not to the divine nature, but to the irrational, even as the narrative indicates when recounting earlier that these words had been spoken by God over the irrational creatures—implying that if indeed, prior to imposing upon our nature the distinction according to male and female, He had added unto man through this utterance the power to increase, we should have had no additional need of such a mode of generation whereby the irrational creatures are begotten.
Τούτου τοίνυν προκατανοηθέντος διὰ τῆς προγνωστικῆς ἐνεργείας πληρώματος τῶν ἀνθρώπων, διὰ τῆς ζωωδεστέρας γενέσεως ἐπὶ τὴν ζωὴν μέλλοντος παριέναι, ὁ τάξει τινὶ καὶ εἱρμῷ διακυβερνῶν τὰ πάντα Θεὸς, ἐπειδὴ ὅλως τὸ τοιοῦτον τῇ ἀνθρωπότητι τῆς γεννήσεως εἶδος ἀναγκαῖον ἐποίησεν ἡ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἐπίκλισις, ἣν εἶδε πρὶν γενέσθαι ὁ ἐπίσης τῷ ἐνεστῶτι τὸ μέλλον βλέπων, διὰ τοῦτο καὶ τὸν σύμμετρον τῇ κατασκευῇ τῶν ἀνθρώπων χρόνον προκατενόησεν · ὥστε τῇ παρόδῳ τῶν περιορισθεισῶν ψυχῶν συναπαρτισθῆναι τὴν τοῦ χρόνου παράτασιν, καὶ τότε στῆναι τὴν ῥοώδη τοῦ χρόνου κίνησιν, ὅταν μηκέτι φύηται δι' αὐτοῦ τὸ ἀνθρώπινον · τελεσθείσης δὲ τῆς τῶν ἀνθρώπων γενέσεως, τῷ τέλει ταύτης συγκαταλῆξαι τὸν χρόνον, καὶ οὕτω τὴν τοῦ παντὸς ἀναστοιχείωσιν γενέσθαι, καὶ τῇ μεταβολῇ τοῦ ὅλου συναμειφθῆναι καὶ τὸ ἀνθρώπινον, ἀπὸ τοῦ φθαρτοῦ καὶ γεώδους ἐπὶ τὸ ἀπαθὲς καὶ ἀΐδιον. Ὅ μοι δοκεῖ καὶ ὁ θεῖος Ἀπόστολος κατανοήσας, προειπεῖν διὰ τῆς πρὸς Κορινθίους ἐπιστολῆς τὴν αἰφνίδιον τοῦ χρόνου στάσιν, καὶ τὴν εἰς τὸ ἔμπαλιν τῶν κινουμένων ἀνάλυσιν, ἐν οἷς φησιν · « Ἰδοὺ μυστήριον ὑμῖν λέγω · Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. » Τοῦ γὰρ πληρώματος, ὡς οἶμαι, τῆς ἀνθρωπίνης φύσεως κατὰ τὸ προγνωσθὲν μέτρον εἰς πέρας ἐλθόντος, διὰ τὸ μηκέτι λείπειν τῷ τῶν ψυχῶν ἀριθμῷ μηδὲν εἰς ἐπαύξησιν, ἐν ἀκαρεῖ τοῦ χρόνου γενήσεσθαι τὴν ἐναλλαγὴν τῶν ὄντων ἐδίδαξεν, ἄτομον ὀνομάσας καὶ ῥιπὴν ὀφθαλμοῦ τὸ ἀμερὲς ἐκεῖνο
Since, therefore, this fullness of mankind had been foreknown through the foreknowing activity as destined to pass into life by way of the more animal-like generation, God, Who governs all things in a certain order and sequence—inasmuch as the inclination of our nature towards what is lowly, which He Who beholds the future equally with the present saw before it came to be, rendered such a mode of generation altogether necessary for humanity—for this reason foreknew also the span of time commensurate with the framing of mankind; so that the extension of time might be brought to completion together with the passage into being of the predetermined souls, and that the flowing motion of time might then come to a halt when humanity is no longer produced through it; and that once the generation of mankind is accomplished, time should come to an end together with its completion, and thus the refashioning of the universe should take place, and together with the transformation of the whole, humanity also should be changed with it from the corruptible and earthy unto the impassible and everlasting. Perceiving this, as it seems to me, the divine Apostle too foretold through his Epistle to the Corinthians the sudden halting of time and the resolution of moving things back again, wherein he says: "Behold, I tell you a mystery: We shall not all sleep, yet we shall all be changed, in an atom, in the twinkling of an eye, at the last trumpet." For once the fullness of human nature, as I suppose, has reached its limit according to the foreknown measure, because nothing further is lacking to the number of souls for increase, he taught that the exchange of existing things will take place in an instant of time, naming an atom and the twinkling of an eye that indivisible
Notes, col. 205

On the reading

Printed ἀριμθὸν, for ἀριθμὸν.