Migne Reading Room

PG 44 · cols. 136–145 · Read from the page

On the making of man

On the making of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:136Read from the page
ῥήματι μόνῳ τὸ τοιοῦτον θαῦμα συνίσταται, οὔτε ὅθεν, οὔτε ὅπως, οὔτε ἄλλο τι τοιοῦτον παρασημηναμένου τοῦ λόγου. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα, αἰθήρ, ἀστέρες, ὁ διὰ μέσου ἀήρ, θάλαττα, γῆ, ζῶα, φυτὰ, πάντα λόγῳ πρὸς γένεσιν ἄγεται. Μόνῃ δὲ τῇ τοῦ ἀνθρώπου κατασκευῇ περιεσκεμμένως πρόσεισιν ὁ τοῦ παντὸς ποιητής, ὡς καὶ ὕλην αὐτῷ τῆς συστάσεως προετοιμάσαι, καὶ ἀρχετύπῳ τινὶ κάλλει τὴν μορφὴν ὁμοιῶσαι, καὶ προθέντα τὸν σκοπὸν, οὗ χάριν γενήσεται, κατάλληλον αὐτῷ καὶ οἰκείαν ταῖς ἐνεργείαις δημιουργῆσαι τὴν φύσιν, ἐπιτηδείως πρὸς τὸ προκείμενον ἔχουσαν.
by a word alone is so great a marvel constituted, without the account indicating either whence, or how, or any other such detail. So too all things severally—aether, stars, the intermediate air, sea, earth, living creatures, plants—all are brought into being by a word. Only to the framing of man does the Maker of the universe approach with circumspection, so as both to prepare beforehand material for his constitution, and to liken his form to a certain archetypal beauty, and, having set forth the aim for the sake of which he shall come to be, to fashion a nature conformable to Him and fitting for his operations, suitably disposed towards the purpose set before it.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.
That the constitution of man indicates throughout his ruling authority.
Καθάπερ γὰρ ἐν τῷ βίῳ τούτῳ καταλλήλως τῇ χρείᾳ σχηματίζεται παρὰ τῶν τεχνιτευόντων τὸ ὄργανον· οὕτως οἷόν τι σκεῦος εἰς βασιλείας ἐνέργειαν ἐπιτήδειον τὴν ἡμετέραν φύσιν ὁ ἀριστοτέχνης ἐδημιούργησε, τοῖς τε κατὰ τὴν ψυχὴν προτερήμασι καὶ αὐτῷ τῷ τοῦ σώματος σχήματι τοιοῦτον εἶναι παρασκευάσας, οἷον ἐπιτηδείως πρὸς βασιλείαν ἔχειν. Ἡ μὲν γὰρ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ ἄλλου τοῦτο, καὶ οὐχὶ βασιλέως ἐστίν; Καὶ ἔτι πρὸς τούτοις, τὸ τῆς δυναστευαύσης τῶν πάντων φύσεως εἰκόνα γενέσθαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ εὐθὺς βασιλίδα δημιουργηθῆναι τὴν φύσιν. Ὥσπερ γὰρ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες, τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται, καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι, καὶ λέγεται κατὰ συνήθειαν καὶ ἡ εἰκὼν, βασιλεύς· οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς τὴν ἀρχὴν ἄλλων κατεσκευάζετο, διὰ τῆς πρὸς τὸν βασιλέα τοῦ παντὸς ὁμοιότητος, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη, κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος· οὐ πορφυρίδα περικειμένη, οὐδὲ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐπισημαίνουσα (οὐδὲ γὰρ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν), ἀλλ' ἀντὶ μὲν τῆς ἁλουργίδος τὴν ἀρετὴν ἠμφιεσμένη, ὃ δὴ πάντων βασιλικώτατον ἐσθημάτων ἐστίν· ἀντὶ δὲ τοῦ σκήπτρου τῇ μακαριότητι τῆς ἀθανασίας ἐρειδομένη· ἀντὶ δὲ τοῦ βασιλικοῦ διαδήματος τῷ τῆς δικαιοσύνης στεφάνῳ κεκοσμημένη, ὥστε διὰ πάντων ἐν τῷ τῆς βασιλείας ἀξιώματι δείκνυσθαι δι' ἀκριβείας πρὸς τὸ ἀρχέτυπον κάλλος ὁμοιωθεῖσαν.
For just as in this life an instrument is fashioned by craftsmen conformably to its use, so the best Artificer fashioned our nature as a kind of vessel suitable for the exercise of kingship, having prepared it, both by the excellences pertaining to the soul and by the very figure of the body, to be such as is suitably disposed for royalty. For the soul directly manifests its royal and exalted character, far removed from private lowliness, in that it is masterless and self-governing, administered with sovereign independence by its own volitions. For to whom else does this belong, if not to a king? And furthermore, to become the image of the nature that holds sovereignty over all things is nothing else than that this nature was straightway fashioned as royal. For just as according to human custom those who fashion images of rulers both mould the impress of their form, and depict alongside it the royal dignity by the vesture of purple, and by custom the image too is called king; so also human nature, since it was framed for rule over others, was set up through its likeness to the King of the universe as a kind of living image, sharing with the Archetype in both dignity and name: not clad in purple, nor indicating its dignity by sceptre and diadem (for neither does the Archetype consist in these), but instead of the purple robe, arrayed in virtue, which indeed is the most royal of all garments; instead of the sceptre, supported upon the blessedness of immortality; and instead of the royal diadem, adorned with the crown of righteousness, so that in all respects, in the dignity of kingship, it is shown to have been accurately likened to the archetypal beauty.
Notes, col. 136

On the reading

Printed δυναστευαύσης, for δυναστευούσης.

PG 44:137Read from the page
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.
That man is a likeness of the divine kingship.
Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι, καὶ μορφῆς εὐμοιρίᾳ, διά τινος εὐχροίας ἀγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι, τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἀπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα· οὕτω μοι νόει καὶ τὸν ἡμέτερον πλάστην, οἷόν τισι βαφαῖς τῇ τῶν ἀρετῶν ἐπιβολῇ πρὸς τὸ ἴδιον κάλλος τὴν εἰκόνα περιανθίσαντα, ἐν ἡμῖν δεῖξαι τὴν ἰδίαν ἀρχήν. Πολυειδῆ δὲ καὶ ποικίλα τὰ οἱονεὶ χρώματα τῆς εἰκόνος, δι' ὧν ἡ ἀληθινὴ ἀναζωγραφεῖται μορφή, οὐκ ἐρύθρημα καὶ λαμπρότης, καὶ ἡ ποιὰ τούτων πρὸς ἄλληλα μίξις, οὐδέ τινος μέλανος ὑπογραφὴ ὀφρύν τε καὶ ὀφθαλμοὺς ὑπαλείφουσα, καὶ κατά τινα κρᾶσιν τὰ κοῖλα τοῦ χαρακτῆρος ὑποσκιάζουσα, καὶ ὅσα τοιαῦτα ζωγράφων χεῖρες ἐπετεχνήσαντο· ἀλλ' ἀντὶ τούτων καθαρότης, ἀπάθεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστὶ, δι' ὧν μορφοῦται τοῖς ἀνθρώποις ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Τοιούτοις ἄνθεσιν ὁ δημιουργὸς τῆς ἰδίας εἰκόνος τὴν ἡμετέραν διεχάραξε φύσιν. Εἰ δὲ καὶ τὰ ἄλλα συνεξετάζοις, δι' ὧν τὸ θεῖον κάλλος χαρακτηρίζεται· εὑρήσεις καὶ πρὸς ἐκεῖνα δι' ἀκριβείας σωζομένην ἐν τῇ καθ' ἡμᾶς εἰκόνι τὴν ὁμοιότητα. Νοῦς καὶ λόγος ἡ θειότης ἐστίν· ἐν ἀρχῇ τε γὰρ ἦν ὁ Λόγος. Καὶ οἱ προφῆται κατὰ Παῦλον νοῦν Χριστοῦ ἔχουσι, τὸν ἐν αὐτοῖς λαλοῦντα. Οὐ πόῤῥω τούτων καὶ τὸ ἀνθρώπινον. Ὁρᾷς ἐν σεαυτῷ καὶ τὸν λόγον, καὶ διάνοιαν, μίμημα τοῦ ὄντως νοῦ τε καὶ λόγου. Ἀγάπη πάλιν ὁ Θεὸς, καὶ ἀγάπης πηγή. Τοῦτο γάρ φησιν Ἰωάννης ὁ μέγας, ὅτι «Ἀγάπη ἐκ τοῦ Θεοῦ·» καὶ, «Ὁ Θεὸς ἀγάπη ἐστί·» τοῦτο καὶ ἡμέτερον πεποίηται πρόσωπον ὁ τῆς φύσεως πλάστης. «Ἐν τούτῳ» γὰρ, φησὶ, «γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστὲ, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Οὐκοῦν μὴ παρούσης ταύτης, ἅπας ὁ χαρακτὴρ τῆς εἰκόνος μεταπεποίηται. Πάντα ἐπιβλέπει, καὶ πάντα ἐπακούει τὸ Θεῖον, καὶ πάντα διερευνᾶται. Ἔχεις καὶ σὺ τὴν δι' ὄψεως καὶ ἀκοῆς τῶν ὄντων ἀντίληψιν, καὶ τὴν ζητητικήν τε καὶ διερευνητικὴν τῶν ὄντων διάνοιαν.
Now the divine beauty is not made resplendent by any figure or comeliness of form through some fairness of colour, but is contemplated in ineffable blessedness according to virtue. Just as painters, therefore, transfer human forms onto panels by means of certain colours, laying suitable and corresponding tints upon the copy so that the archetypal beauty may be transferred with precision to the likeness; so, pray, conceive also of our Fashioner as having adorned the image after His own beauty by the application of virtues, as though with certain tints, in order to manifest His own sovereignty within us. Yet manifold and varied are those, so to speak, colours of the image whereby the true form is portrayed: not redness and brightness, and a particular blending of these with one another, nor any under-lining of black pencilling beneath the eyebrow and eyes and shading the hollows of the features according to some mixture, and all such contrivances as painters' hands have devised; but instead of these, purity, passionlessness, blessedness, alienation from every evil, and all things of like kind, whereby likeness towards the Deity is formed in men. With such blossoms did the Maker of His own image engrave our nature. And if you should also examine together the other features whereby the divine beauty is characterized, you will find towards those also the likeness accurately preserved in the image that is in us. The Deity is mind and word: for in the beginning was the Word, and the prophets, according to Paul, have the mind of Christ speaking within them. Not far from these is our human nature also: you behold in yourself both word and understanding, an imitation of Him Who is truly Mind and Word. Again, God is love, and the fountain of love. For this the great John says, that «Love is from God,» and, «God is love;» and the Fashioner of our nature has made this to be our countenance also: «For by this,» says He, «shall all men know that you are My disciples, if you love one another.» Therefore, if this is absent, the entire stamp of the image has been altered. The Deity beholds all things, and hearkens to all things, and searches out all things; and you too possess the apprehension of existing things through sight and hearing, and the understanding that inquires into and searches out existing things.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα.
Examination of the kinship of the mind with nature, wherein by the way the dogma of the Anomoeans is also refuted.
Καί με μηδεὶς οἰέσθω καθ' ὁμοιότητα τῆς ἀνθρωπίνης ἐνεργείας ἐν διαφόροις δυνάμεσι τὸ Θεῖον λέγειν τῶν ὄντων ἐφάπτεσθαι. Οὐ γάρ ἐστι δυνατὸν ἐν τῇ ἁπλότητι τῆς θειότητος τὸ ποικίλον τε καὶ πολυειδὲς τῆς ἀντιληπτικῆς ἐνεργείας κατανοῆσαι. Οὐδὲ γὰρ ἡμῖν πολλαί τινές εἰσιν αἱ ἀντιληπτικαὶ τῶν πραγμάτων δυνάμεις, εἰ καὶ πολυτρόπως διὰ τῶν αἰσθή-
And let no one suppose me to say that after the likeness of human operation the Deity lays hold of existing things by diverse faculties. For it is impossible in the simplicity of the Godhead to conceive of the varied and manifold character of apprehensive operation. Nor indeed are there in us many faculties apprehensive of things, even though in manifold ways through the
PG 44:140Read from the page
σεων τῶν κατὰ ζωὴν ἐφαπτώμεθα. Μία γάρ τίς ἐστι δύναμις, αὐτὸς ὁ ἐγκείμενος νοῦς, ὁ δι' ἑκάστου τῶν αἰσθητηρίων διεξιὼν, καὶ τῶν ὄντων ἐπιδρασσόμενος. Οὗτος θεωρεῖ διὰ τῶν ὀφθαλμῶν τὸ φαινόμενον· οὗτος συνιεῖ διὰ τῆς ἀκοῆς τὸ λεγόμενον, ἀγαπᾷ τε τὸ κατευθύμιον, καὶ τὸ μὴ καθ' ἡδονὴν ἀποστρέφεται, καὶ τῇ χειρὶ χρῆται πρὸς τὸ ὅ τι βούλεται, κρατῶν δι' αὐτῆς καὶ ἀπωθούμενος ἅπερ ἂν λυσιτελεῖν κρίνῃ, τῇ τοῦ ὀργάνου συνεργίᾳ εἰς τοῦτο συγχρώμενος. Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τύχῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα, ὁ διὰ πάντων ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος, εἷς ἐστι καὶ ὁ αὐτὸς, ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ συνεξαλλάσσων τὴν φύσιν· πῶς ἄν τις ἐπὶ τοῦ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων τὸ πολυμερὲς τῆς οὐσίας κατοπτεύσειεν; «Ὁ» γὰρ «πλάσας τὸν ὀφθαλμὸν,» καθώς φησιν ὁ Προφήτης, καὶ «ὁ φυτεύσας τὸ οὖς,» πρὸς τὰ ἐν αὐτῷ παραδείγματα τὰς ἐνεργείας ταύτας οἷόν τινας γνωριστικοὺς χαρακτῆρας τῇ φύσει τῶν ἀνθρώπων ἐνεσημήνατο. «Ποιήσωμεν» γὰρ, φησὶν, «ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν.» Ἀλλὰ ποῦ μοι τῶν Ἀνομοίων ἡ αἵρεσις; τί πρὸς την τοιαύτην ἐροῦσι φωνήν; πῶς διασώσουσιν ἐν τοῖς εἰρημένοις τοῦ δόγματος αὐτῶν τὴν κενότητα; ἆρα δυνατὸν εἶναι φήσουσι, μίαν εἰκόνα διαφόροις ὁμοιωθῆναι μορφαῖς; Εἰ ἀνόμοιος κατὰ τὴν φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, πῶς μίαν κατασκευάζει τῶν διαφόρων φύσεων τὴν εἰκόνα; Ὁ γὰρ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,» εἰπὼν, καὶ διὰ τῆς πληθυντικῆς σημασίας τὴν ἁγίαν Τριάδα δηλώσας, οὐκ ἂν τῆς εἰκόνος μοναδικῶς ἐπεμνήσθη, εἴπερ ἀνομοίως ἔχοι πρὸς ἄλληλα τὰ ἀρχέτυπα. Οὐ γὰρ ἦν δυνατὸν τῶν ἀλλήλοις μὴ συμβαινόντων εἰς ἓν ἀναδειχθῆναι ὁμοίωμα· ἀλλ' εἰ διάφοροι ἦσαν αἱ φύσεις, διαφόρους πάντως καὶ τὰς εἰκόνας αὐτῶν ἐνεστήσατο, τὴν κατάλληλον ἑκάστῃ δημιουργήσας. Ἀλλ' ἐπειδὴ μία μὲν ἡ εἰκὼν, οὐχ ἓν δὲ τὸ τῆς εἰκόνος ἀρχέτυπον· τίς οὕτως ἔξω διανοίας ἐστὶν ὡς ἀγνοεῖν, ὅτι τὰ τῷ ἑνὶ ὁμοιούμενα, καὶ πρὸς ἄλληλα πάντως ὁμοίως ἔχει; Διὰ τοῦτό φησι, τάχα την κακίαν ταύτην ἐν τῇ κατασκευῇ τῆς ἀνθρωπίνης ζωῆς ὁ λόγος ὑποτεμνόμενος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.»
senses we lay hold of the things of life. For there is a single faculty, the indwelling mind itself, passing through each of the sense-organs and grasping existing things. This beholds through the eyes that which appears; this understands through the hearing that which is spoken, loves what is agreeable to the mind, and turns away from what is not according to pleasure, and uses the hand for whatever it wills, holding fast through it and thrusting away whatever it judges profitable, employing to this end the co-operation of the instrument. If, therefore, in man, even though the instruments framed by nature for perception happen to be diverse, that which operates and moves through all of them and suitably uses each for the purpose at hand is one and the same, not altering its nature along with the differences of its operations, how could anyone in the case of God suspect from His varied powers a composite character of essence? For «He that fashioned the eye,» just as the Prophet says, and «He that planted the ear,» stamped upon human nature these operations after the patterns within Himself, like certain recognizable marks: for He says, «Let Us make man according to Our image.» But where, pray, is the heresy of the Anomoeans? What will they say to such a voice? How will they preserve in what has been said the emptiness of their dogma? Will they say that it is possible for one image to be likened to diverse forms? If the Son is unlike the Father in nature, how does He frame one image of the diverse natures? For He Who said, «Let Us make man according to Our image,» and signified the Holy Trinity through the plural expression, would not have made mention of the image in the singular if the Archetypes stood unlikened towards one another. For it was impossible that one likeness should be exhibited of things that do not agree with one another; rather, if the natures had been diverse, He would certainly have set up diverse images of them as well, fashioning the suitable one for each. But since the image is one, while the Archetype of the image is not one Person, who is so far outside understanding as to be ignorant that things likened to one and the same thing are certainly like one another also? On this account Scripture says—perhaps cutting off beforehand this very wickedness at the framing of human life—«Let Us make man according to Our image and likeness.»
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.
Why man is naked of natural weapons and coverings.
Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δὲ οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμάτων, ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος, καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παράγεται, ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαινόμενον ἄξιος, οὐ προβολαῖς κεράτων καθωπλισμένος, οὐχ ὀνύχων ἀκμαῖς, οὐχ ὁπλαῖς, ἢ ὀδοῦσιν, ἢ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι, οἷα δὴ τὰ
Yet what means the uprightness of his posture? And why are the powers required for life not congenital to his body? Rather, naked of natural coverings, unarmed and poor, and lacking all things needed for his requirement, man is brought forth into life, worthy according to appearance rather to be pitied than to be accounted blessed: not armed with jutting horns, nor with sharp points of claws, nor with hooves, nor with teeth, nor with any sting possessing deadly venom by nature, such indeed as
Notes, col. 140

On the reading

Printed πρὸς την τοιαύτην, for πρὸς τὴν τοιαύτην.

Printed τάχα την κακίαν, for τάχα τὴν κακίαν.

PG 44:141Read from the page
πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται· οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται· καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον. οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως, ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικουρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν, καὶ σῦς, καὶ τίγρις, καὶ πάρδαλις, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας, καὶ τῷ λαγωῷ τὸ τάχος, καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς, καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος, καὶ ἑτέροις ἡ προνομαία, καὶ τοῖς πετεινοῖς τὸ πτερὸν, καὶ τῇ μελίσσῃ τὸ κέντρον, καὶ πᾶσι πάντως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε· μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούντων ἀργότερος, τῶν δὲ πολυσαρκούντων βραχύτερος, τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλωτότερος. Καὶ πῶς, ἐρεῖ τις, ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται; Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν δεῖξαι, ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν, ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος, ὡς τῇ μὲν ὠκύτητι παρατρέχειν τὸν ἵππον, ἄτριπτον δὲ ὑπὸ στεῤῥότητος ἔχειν τὸν πόδα, ὁπλαῖς τισιν ἢ χηλαῖς ἐρειδόμενον, κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν ἑαυτῷ φέρειν· πρῶτον μὲν θηριώδης τις ἂν ἦν, καὶ δυσάντητος, τοιούτων αὐτοῦ τῷ σώματι συμπεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων ἀρχὴν, οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεόμενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπεζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν, ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν. Τὸ μὲν βραδὺ τοῦ σώματος δυσκίνητον, τὸν ἵππον τῇ χρείᾳ προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν ἐποίησεν, ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμετέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσόγεσθαι, τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ' ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν, ὑποχείριον τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο, τοῖς ἰδίοις πόνοις τὴν ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν ἄλλων ζώων, διὰ τῆς τῶν ὀδόντων βλάβης, παρέσχεν ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ χρείᾳ, οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενόμενος. Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀνθρώποις ὁ σίδηρος, οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν, ὥσπερ τοῖς θηρίοις ἐκεῖνα, ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας, τὸ λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδείλου φωλίδος, ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον ποιήσασθαι, κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ δὲ μὴ, σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης ὁ σίδηρος, ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετήσας, πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν τῶν ὀρνέων, ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας
many of the living creatures possess within themselves for defence against things that harm them; nor is his body covered by an investment of hair; and yet perhaps one appointed beforehand to rule over the rest ought to have been fenced round by nature with weapons of his own, so that he might not stand in need of succour from others for his own safety. Yet as things stand, the lion, the boar, the tiger, the leopard, and whatever other such creature there may be, possesses sufficient power from nature for preservation. And to the bull belongs the horn, to the hare speed, to the gazelle both leaping and sureness of eye, to another creature size, to others the trunk, to birds the wing, and to the bee the sting, and in every single one without exception some one thing has been implanted by nature for preservation; whereas man alone of all is slower than the swift-footed, smaller than the bulky-bodied, and more easily captured than those secured by congenital weapons. How then, someone will say, has such a being been allotted sovereignty over all? Yet it is not at all difficult, I think, to show that what seems a deficiency of our nature is an occasion for holding dominion over the things subject to us. For had man possessed such power as to outrun the horse by swiftness, and to have a foot unworn through hardness, supported on hooves or cloven feet, and to bear upon himself horns and stings and claws, first of all he would have been some wild-beast-like creature and hard to approach, since such features would have grown together with his body; and in the next place he would have overlooked rule over the rest, standing in no need of the co-operation of subjects. As it is, however, for this sake the needs of our life were parcelled out over each of the creatures brought under our yoke, so as to make rule over them necessary. The slowness and unwieldiness of our body brought the horse to serve our need and tamed him. The nakedness of our flesh made oversight of sheep necessary, filling up from the yearly yield of wool what was lacking to our nature. The fact that resources for life are imported for us from foreign parts as well yoked the burden-bearing animals to such services. Nay more, our inability to eat grass after the likeness of grazing beasts rendered the ox subject to our life, making life easy for us by his own labours. And since there was need also of teeth and biting in order to subdue certain of the other animals through the injury wrought by teeth, the dog furnished along with his speed his own jaw to our need, becoming as it were a living sword for man. Stronger too and sharper-cutting than jutting horns and pointed claws, iron has been devised by men—not permanently grown onto us as those things are onto wild beasts, but having fought alongside us for the occasion, for the rest of the time it abides by itself. And instead of the crocodile's scaly hide, one may even make that very creature into armour by putting its skin around oneself on occasion; or failing that, iron is fashioned by art for this purpose too, which, having served for war upon occasion, leaves the man-at-arms free again of the burden in time of peace. And the wing of birds also serves our life, so that through resourcefulness not even of winged speed
Notes, col. 141

On the reading

Printed προτεταγμένον. οἰκείοις, for προτεταγμένον, οἰκείοις.

Printed εἰσόγεσθαι, for εἰσάγεσθαι.

PG 44:144Read from the page
ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ γίνεται, καὶ συνεργεῖ τοῖς θηρεύουσι· τὰ δὲ δι' ἐκείνων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας ποιησαμένη, τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρίπτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις, ἀναγκαίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖθεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.
do we fall short. For some of them become tame and co-operate with hunters, while others through these are brought under our needs by resourcefulness. Moreover, art through resourcefulness, having made winged arrows for us, bestows winged speed upon our needs by means of the bow. And the fact that the soles of our feet are sensitive to pain and easily worn down in walking makes co-operation from our subjects necessary; for from that source it is possible to fit sandals around our feet.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες· ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία.
Why the posture of man is upright, and that the hands are on account of speech; wherein there is also a certain philosophical inquiry concerning the difference of souls.
Ὄρθιον δὲ τῷ ἀνθρώπῳ τὸ σχῆμα, καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνεται, καὶ ἄνω βλέπει. Ἀρχικὰ καὶ ταῦτα, καὶ τὴν βασιλικὴν ἀξίαν ἐπισημαίνονται. Τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφορὰν, τῶν τε ὑποκυπτόντων τῇ δυναστείᾳ, καὶ τῆς ὑπερανεστώσης αὐτῶν ἐξουσίας. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασι τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσὶ, διότι τὸ κεκυφὸς ἐδεῖτο πάντως τοῦ ὑπερείδοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο. Τοῦ γὰρ ὀρθίου σχήματος αὐτάρκης ἦν πρὸς τὴν χρείαν μία βάσις, διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν στάσιν ἐρείδουσα. Ἄλλως δὲ καὶ τῇ τοῦ λόγου χρείᾳ συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία. Καί τις ἴδιον τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰπὼν, οὐ τοῦ παντὸς ἁμαρτήσεται, οὐ μόνον πρὸς τὸ κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ διανοίᾳ, ὅτι γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυΐας ἐνσημαινόμεθα (ἔστι μὲν γὰρ οὐδὲ τοῦτο λογικῆς χάριτος ἄμοιρον, τὸ φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς, καὶ τρόπον τινὰ διὰ χειρὸς διαλέγεσθαι, τοῖς τῶν στοιχείων χαρακτῆρσι τὰς φωνὰς διασώζοντας)· ἀλλ' ἐγὼ πρὸς ἕτερον βλέπων, συνεργεῖν φημι τὰς χεῖρας τῇ ἐκφωνήσει τοῦ λόγου· μᾶλλον δὲ πρὶν περὶ τούτων διεξετάσαι, τὸν παρεθέντα λόγον κατανοήσωμεν. Μικροῦ γὰρ ἡμᾶς τὸ κατὰ τὴν τάξιν τῶν γεγονότων διέλαθεν· τίνος χάριν προηγεῖται μὲν ἡ βλάστη τῶν ἐκ τῆς γῆς φυομένων, ἐπιγίνεται δὲ τὰ ἄλογα τῶν ζώων, καὶ οὕτω μετὰ τὴν κατασκευὴν τούτων ὁ ἄνθρωπος. Τάχα γὰρ οὐ μόνον τὸ ἐκ τοῦ προχείρου νοούμενον διὰ τούτου μανθάνομεν, ὅτι τῶν ζώων ἕνεκεν ἡ πόα χρήσιμος ἐφάνη τῷ κτίσαντι, διὰ δὲ τὸν ἄνθρωπον τὰ βοτά· οὗ χάριν πρὸ μὲν τῶν βοσκημάτων, ἐκείνων τροφὴ, πρὸ δὲ τοῦ ἀνθρώπου τὸ ὑπηρετεῖν μέλλον τῇ ἀνθρωπίνῃ ζωῇ. Ἀλλ' ἐμοὶ δοκεῖ δόγμα τι τῶν κεκρυμμένων παραδηλοῦν διὰ τούτων ὁ Μωϋσῆς, καὶ τὴν περὶ ψυχῆς φιλοσοφίαν δι' ἀποῤῥήτων παραδιδόναι, ἣν ἐφαντάσθη μὲν καὶ ἡ ἔξωθεν παίδευσις, οὐ μὴν τηλαυγῶς κατενόησε. Διδάσκει γὰρ ἡμᾶς διὰ τούτων ὁ λόγος, ἐν τρισὶ διαφοραῖς τὴν ζωτικὴν καὶ ψυχικὴν δύναμιν θεωρεῖσθαι. Ἡ μὲν γάρ τίς ἐστιν αὐξητική τε μόνον καὶ θρεπτική, τὸ κατάλληλον εἰς προσθήκην τῶν τρεφομένων προσάγουσα, ἣ φυσικὴ λέγεται, καὶ περὶ τὰ φυτὰ θεωρεῖται. Ἔστι γὰρ καὶ ἐν τοῖς φυομένοις ζωτικήν τινα δύναμιν αἰ-
Now the posture of man is upright, and stretches upwards towards heaven, and looks on high. These features too pertain to rule, and signify his royal dignity. For the fact that man alone among existing things is such, whereas in all others their bodies incline downwards, clearly shows the difference in dignity between those that bow beneath sovereignty and the authority that rises above them. For in all the rest the forelimbs of the body are feet, because that which is bent downwards certainly stood in need of something to prop it up; whereas in the constitution of man those limbs became hands. For in the upright posture a single base sufficed for the need, supporting his standing position securely upon two feet. Besides, the ministry of the hands also co-operates with the need of speech. And should someone call the service of the hands peculiar to a rational nature, he will not miss the mark altogether—not merely running off in thought towards this common and ready point, that through the dexterity of the hands we signify speech by letters (for indeed neither is this devoid of the gift of reason, that we utter speech through letters and in a certain manner converse by means of the hand, preserving vocal sounds by the characters of the alphabet); rather, looking towards another point, I affirm that the hands co-operate with the vocal utterance of speech. Yet before examining these matters thoroughly, let us rather consider the topic we passed over. For the point regarding the order of things brought into being nearly escaped us: for what reason the sprouting of things growing out of the earth comes first, irrational living creatures follow next, and thus after the framing of these comes man. For perhaps we learn through this not merely what is understood offhand—that grass appeared useful to the Creator for the sake of living creatures, while grazing beasts exist on account of man, wherefore before the herd-beasts came their nourishment, and before man came that which was to minister to human life. Rather, Moses seems to me to intimate through these things one of the hidden doctrines, and to hand down in secret the philosophy concerning the soul, which external learning indeed dimly imagined, yet did not clearly comprehend. For Scripture teaches us through these things that the vital and psychical faculty is contemplated in three differences. For one kind is solely nutritive and growth-producing, supplying what is suitable towards the increase of the things nourished; this is called vegetative, and is contemplated in plants, since even in growing plants it is possible to perceive a certain vital faculty devoid of
PG 44:145Read from the page
σθήσεως ἄμοιρον κατανοῆσαι. Ἕτερον δὲ παρὰ τοῦτο ζωῆς εἶδός ἐστιν, ὃ καὶ τοῦτο ἔχει, καὶ τὸ κατ' αἴσθησιν οἰκονομῆσαι προσείληφεν, ὅπερ ἐν τῇ φύσει τῶν ἀλόγων ἐστίν. Οὐ γὰρ μόνον τρέφεται καὶ αὔξεται, ἀλλὰ καὶ τὴν αἰσθητικὴν ἐνέργειάν τε καὶ ἀντίληψιν ἔχει. Ἡ δὲ τελεία ἐν σώματι ζωὴ ἐν τῇ λογικῇ, τῇ ἀνθρωπίνῃ λέγω, καθορᾶται φύσει, τρεφομένη τε καὶ αἰσθανομένη, καὶ λόγου μετέχουσα, καὶ νῷ διοικουμένη. Γένοιτο δ' ἂν ἡμῖν τοιαύτη τις ἡ τοῦ λόγου διαίρεσις· Τῶν ὄντων τὸ μέν τι νοητὸν, τὸ δὲ σωματικὸν πάντως ἐστίν. Ἀλλὰ τοῦ μὲν νοητοῦ παρείσθω νῦν ἡ πρὸς τὰ οἰκεῖα τομή· οὐ γὰρ τούτων ὁ λόγος.
sensation. Another form of life besides this is that which both possesses this, and has received in addition the power of regulating itself according to sensation, which is found in the nature of irrational creatures; for it is not only nourished and increased, but also possesses sensory operation and apprehension. Perfect bodily life, however, is beheld in the rational—I mean the human—nature, which is both nourished and endowed with sensation, and partakes of reason, and is governed by mind. And our division of the subject might take some such form as this: Of existing things, one part is intelligible, and the other certainly corporeal. Let the subdivision of the intelligible into its proper kinds be set aside for now, since our discourse is not about these.
Τοῦ δὲ σωματικοῦ τὸ μὲν ἄμοιρον καθόλου ζωῆς, τὸ δὲ μετέχει ζωτικῆς ἐνεργείας. Πάλιν τοῦ ζωτικοῦ σώματος τὸ μὲν αἰσθήσει συζῇ, τὸ δὲ ἀμοιρεῖ τῆς αἰσθήσεως. Εἶτα τὸ αἰσθητικὸν τέμνεται πάλιν εἰς λογικόν τε καὶ ἄλογον. Διὰ τοῦτο πρῶτον μετὰ τὴν ἄψυχον ὕλην οἷον ὑποβάθραν τινὰ τῆς τῶν ἐμψύχων ἰδέας τὴν φυσικὴν ταύτην ζωὴν συστῆναι λέγει ὁ νομοθέτης, ἐν τῇ τῶν φυτῶν βλάστῃ προϋποστᾶσαν· εἶθ' οὕτως ἐπάγει τῶν κατ' αἴσθησιν διοικουμένων τὴν γένεσιν.
Of the corporeal, again, one part is wholly devoid of life, while the other partakes of vital operation. Once more, of the living body, one part lives along with sensation, while the other is devoid of sensation. Next, the sensory is divided again into rational and irrational. On this account the Lawgiver says that first after lifeless matter, as a kind of foundational step for the form of animate beings, this vegetative life was constituted, subsisting beforehand in the sprouting of plants; and then in this way he introduces the generation of creatures governed by sensation.
Καὶ ἐπειδὴ κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων τὰ μὲν αἰσθητικὰ, καὶ δίχα τῆς νοερᾶς φύσεως ἐφ' ἑαυτῶν εἶναι δύναται, τὸ δὲ λογικὸν οὐκ ἂν ἑτέρως γένοιτο ἐν σώματι, εἰ μὴ τῷ αἰσθητῷ συγκραθείη· διὰ τοῦτο τελευταῖος μετὰ τὰ βλαστήματα καὶ τὰ βοτὰ κατεσκευάσθη ὁ ἄνθρωπος, ὁδῷ τινι πρὸς τὸ τέλειον ἀκολούθως προϊούσης τῆς φύσεως. Διὰ πάσης γὰρ ἰδέας τῶν ψυχῶν κατακιρνᾶται τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος. Τρέφεται μὲν γὰρ κατὰ τὸ φυσικὸν τῆς ψυχῆς εἶδος· τῇ δὲ αὐξητικῇ δυνάμει ἡ αἰσθητικὴ προσεφύη, μέσως ἔχουσα κατὰ τὴν ἰδίαν φύσιν τῆς τε νοερᾶς καὶ τῆς ὑλωδεστέρας οὐσίας· τοσούτῳ παχυμερεστέρα ταύτης, ὅσῳ καθαρωτέρα ἐκείνης. Εἶτά τις γίνεται πρὸς τὸ λεπτὸν καὶ φωτοειδὲς τῆς αἰσθητικῆς φύσεως ἡ τῆς νοερᾶς οὐσίας οἰκείωσίς τε καὶ ἀνάκρασις, ὡς ἐν τρισὶ τούτοις τὸν ἄνθρωπον τὴν σύστασιν ἔχειν· καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου τὸ τοιοῦτον ἐμάθομεν, ἐν οἷς πρὸς τοὺς Ἐφεσίους ἔφη, προσευχόμενος αὐτοῖς τὴν ὁλοτελῆ χάριν τοῦ σώματος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύματος ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου φυλαχθῆναι, ἀντὶ τοῦ θρεπτικοῦ μέρους τὸ σῶμα λέγων, τὸ δὲ αἰσθητικὸν τῇ ψυχῇ διασημαίνων, τὸ νοερὸν δὲ τῷ πνεύματι. Ὡσαύτως καὶ τὸν γραμματέα διὰ τοῦ Εὐαγγελίου παιδεύει ὁ Κύριος, πάσης ἐντολῆς προτιθέναι τὴν εἰς Θεὸν ἀγάπην, τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας ἐνεργουμένην. Καὶ γὰρ ἐνταῦθα τὴν αὐτὴν δοκεῖ μοι διαφορὰν ἑρμηνεύειν ὁ λόγος, τὴν μὲν σωματικωτέραν κατάστασιν καρδίαν εἰπὼν, ψυχὴν δὲ τὴν μέσην, διάνοιαν δὲ τὴν ὑψηλοτέραν φύσιν, τὴν
And since according to the same sequence, among creatures that have obtained life through flesh, the sensory ones are able to exist by themselves even apart from the intellectual nature, whereas the rational could not otherwise come to be in a body unless it were blended with the sensory, on this account man was framed last after shoots and grazing beasts, as nature advanced consecutively along a certain road towards perfection. For this rational living creature, man, is blended out of every form of soul. For he is nourished according to the vegetative form of soul; onto the faculty of growth there grew the sensory faculty, which in its own nature stands midway between the intellectual and the more material substance, being as much coarser than the former as it is purer than the latter; and next there takes place a certain affinity and commingling of the intellectual substance with the subtle and luminous element of the sensory nature, so that man has his constitution in these three—just as we learned this very thing from the Apostle also, in what he said to the Ephesians, praying for them that the complete grace of body and soul and spirit might be preserved at the coming of the Lord, calling the nutritive part body, signifying the sensory by soul, and the intellectual by spirit. In like manner also the Lord instructs the scribe in the Gospel to set before every commandment love towards God, exercised out of the whole heart and soul and understanding; for here too the saying seems to me to expound the same distinction, naming the more bodily state heart, the intermediate one soul, and the loftier nature understanding—namely, the