Migne Reading Room

PG 44 · cols. 124–133 · Read from the page

On the making of man

On the making of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:124Read from the page
ἔχειν τῶν δοκούντων κατὰ τὴν ἐπιπολαιοτέραν ἀνάγνωσιν, ἃ συμφωνεῖν ἀλλήλοις, καθὼς ἦν δυνατὸν, ἀπεδείξαμεν· τοῖς δὲ λοιποῖς ἐπεξιέναι τῶν κατὰ τὴν ἑξαήμερον κοσμογονίαν πεποιημένων, μάταιον ἐνομίσαμεν, τῆς ὑψηλῆς τοῦ διδασκάλου φωνῆς μηδὲν τῶν ζητουμένων εἰς θεωρίαν παραλειπούσης· πλὴν τῆς τοῦ ἀνθρώπου κατασκευῆς, ἣν ἡμεῖς ἐν ἰδιάζοντι βιβλίῳ πρὸ τούτων πονήσαντες, ἀπεστείλαμέν σου τῇ τελειότητι, τοῦτο καὶ ἐν ἐκείνῳ τῷ λόγῳ καὶ ἐν τῷ παρόντι, σέ τε καὶ πάντας τοὺς ἐντυγχάνοντας παραιτούμενοι, τὸ μὴ οἴεσθαι ἡμᾶς ἀντεγείρειν ἑαυτοὺς ταῖς τοῦ διδασκάλου σπουδαῖς· ἀλλ' ἐκεῖ μὲν ἀναπληροῦντας ὡς ἦν δυνατὸν τὰ ἐλλείμματα, προσθεῖναι τὴν εἰς τὸν ἄνθρωπον θεωρίαν τοῖς κατὰ τὴν Ἑξαήμερον πονηθεῖσιν αὐτῷ· ἐνταῦθα δὲ διὰ τοὺς ἐπιζητοῦντας ἐν τοῖς γραφικοῖς νοήμασι τὸ ἀκόλουθον, ταῦτα γράψαι προθυμηθῆναι, ὡς ὁμοῦ τε τὴν λέξιν ἐπὶ τῶν γεγραμμένων φυλάττεσθαι, καὶ τὴν φυσικὴν θεωρίαν συναγορεύειν τῷ γράμματι. Εἰ δὲ ἐλλειπῶς ἔχει τὰ εἰρημένα, φθόνος οὐδεὶς παρά τε τῆς σῆς συνέσεως, καὶ παρὰ ἑκάστου τῶν ἐντυγχανόντων ἐξεργασθῆναι τὰ λείποντα. Οὐδὲ γὰρ τῶν πλουσίων τὴν δωροφορίαν ἐκώλυσεν ἡ τοῖν δυοῖν ὀβολοῖν γεγενημένη παρὰ τῆς χήρας ἐπίδοσις· οὔθ' ὅσοι τὰ δέρματα, καὶ τὰ ξύλα, καὶ τὰς τρίχας τῷ Μωσῇ πρὸς τὴν σκηνοποιΐαν εἰσήνεγκαν, ἐμπόδιον τοῖς τὸν χρυσὸν καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους τῶν λίθων ἀνατιθεῖσιν ἐγένοντο. Καὶ ἡμεῖς τοίνυν ἀγαπήσομεν εἰ ἐν τριχῶν τάξει τὰ παρ' ἡμῶν κριθείη, μόνον γένοιτο διὰ τῆς ὑμετέρας πορφύρας, τῆς τῷ χρυσίῳ συμπλεκομένης, ἐπιτεθῆναι τῷ λόγῳ τὸν ἐπενδύτην, ᾧ ὄνομά ἐστι, Λόγιόν τε καὶ Δήλωσις καὶ Ἀλήθεια, ⟨…⟩αθώς φησι καὶ ὁ Μωσῆς ὁ τὰ τοιαῦτα κατασκευάζων τῷ ἱερεῖ περιβόλαια, κατὰ τὴν ὑφήγησιν τοῦ Θεοῦ, ᾧ πρέπει ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ Υἱῷ καὶ τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
with the things that seem so upon a more superficial reading, which we demonstrated to agree with one another so far as was possible; whereas to go over the rest of the things wrought in the six-day cosmogony we deemed vain, since the sublime voice of our teacher left aside for contemplation none of the matters inquired into — save the making of man, which we laboured upon before this in a separate book and sent to your perfection, asking both in that treatise and in the present one of you and of all who light upon them not to suppose that we are setting ourselves up in rivalry against the labours of our teacher; rather, that there, filling up what was lacking so far as was possible, we added the contemplation concerning man to the things laboured upon by him regarding the Hexaemeron, while here, on account of those who seek logical sequence in scriptural meanings, we were eager to write these things so that at the same time the wording might be preserved in what is written and natural contemplation might plead in harmony with the letter. And if what has been said is defective, there is no grudging against what is lacking being worked out both by your understanding and by each of those who light upon this work. For neither did the widow's offering of the two obols hinder the gift-bringing of the rich (Luke 21:1-4), nor did those who brought skins and wood and hair to Moses for the making of the tabernacle become a hindrance to those dedicating gold and silver and precious stones (Exod. 35:5-9). We too, therefore, shall be content if what comes from us be judged in the rank of hair, provided only that through your purple interwoven with gold there be laid upon our discourse the upper vestment whose name is Oracle and Manifestation and Truth (Exod. 28:26-30), just as Moses also says, who fashioned such vestments for the priest according to the guidance of God, to Whom belong glory and might, together with the only-begotten Son and the all-holy Spirit, unto the ages of ages. Amen.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ.
Of Gregory of Nyssa, among the Saints: On the Making of Man.
ΕΙΣ ΤΟΝ ΑΓΙΩΝ ΓΡΗΓΟΡΙΟΝ ΝΙΚΗΤ⟨…⟩
On Saint Gregory, by Nicetas.
Βίβλος ἐγὼ μεγάλοιο ἀδελφοῦ τοῦ Βασ⟨…⟩ Γρηγορίου τελέθω τέρματος εὐφυέος. Αὐτίκα γὰρ μετόπισθε τανηλεγέος θανάτοιο, Οἷά τις ἡνίοχος ἅρμασι τῆς σοφίης
I am a book of the noble finish of Gregory, brother of the great Bas[il]. For straightway after long-woeful death, like a charioteer upon the chariot of wisdom,
Notes, col. 124

On the reading

Printed ΑΓΙΩΝ, for ΑΓΙΟΝ.

PG 44:125Read from the page
Αὐτὸς ἐπεμβεβαὼς ὠχήσατο ἰσόθεος φὼς, Οὗ καὶ ἀνεπλήρου τέρματα εὐφραδέως. Ἔπρεπε γὰρ πλάσιν ἀνθρώποιο, κατασκευήν τε Ἧ πολυφραδμοσύνη ἐξερέειν κοσμίως. Τοῦ καὶ ἀπὸ στόματος καταλείβεται ὑγρὸν ἔλαιον Ἦκα μάλα προχέον, ἄφθονον, ἡδύπλεον.
he himself, mounting upon it, rode forth, a godlike man, and eloquently fulfilled his brother's bounds. For it befitted him with his manifold eloquence to set forth in orderly fashion the moulding and making of man. And from his mouth distils liquid oil, pouring forth full gently, ungrudging, brimful of sweetness.
Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.
To his brother Peter, servant of God, Gregory, bishop of Nyssa.
Εἰ ταῖς διὰ τῶν χρημάτων τιμαῖς ἔδει γεραίρειν τοὺς κατ' ἀρετὴν διαφέροντας, μικρὸς ἂν, καθώς φησιν ὁ Σολομὼν, ὅλος ὁ κόσμος τῶν χρημάτων ἐφάνη πρὸς τὸ γενέσθαι τῆς σῆς ἀρετῆς ἰσοστάσιος· ἐπειδὴ κρεῖττον ἢ κατὰ πλούτου τιμὴν ἡ χρεωστουμένη τῇ σεμνότητί σου χάρις ἐστίν. Ἀπαιτεῖ δὲ τὸ ἅγιον Πάσχα τὴν συνήθη τῆς ἀγάπης δωρηφορίαν, ἣν προσάγομέν σου τῇ μεγαλοφροσύνῃ, δῶρον, ὦ ἄνθρωπε Θεοῦ, μικρότερον μὲν ἢ ὡς ἄξιον εἶναί σοι προσκομίζεσθαι, τῆς γε μὴν δυνάμεως ἡμῶν οὐκ ἐνδεέστερον. Τὸ δὲ δῶρον λόγος ἐστὶν, οἷον ἱμάτιόν τι πενιχρὸν ἐκ τῆς πτωχῆς ἡμῶν διανοίας οὐκ ἀπόνως ἐξυφασμένον. Ἡ δὲ τοῦ λόγου ὑπόθεσις τολμηρὰ μὲν ἴσως τοῖς πολλοῖς εἶναι δόξει, πλὴν οὐκ ἔξω τοῦ πρέποντος ἐνομίσθη. Μόνος γὰρ ἀξίως τὴν κτίσιν τοῦ Θεοῦ κατενόησεν, ὁ κατὰ Θεὸν κτισθεὶς ὄντως, καὶ ἐν εἰκόνι τοῦ κτίσαντος τὴν ψυχὴν μεμορφωμένος Βασίλειος, ὁ κοινὸς ἡμῶν πατὴρ καὶ διδάσκαλος, ὃς τὴν ὑψηλὴν τοῦ παντὸς διακόσμησιν εὔληπτον τοῖς πολλοῖς διὰ τῆς ἰδίας θεωρίας ἐποίησε, καὶ τὸν ἐν τῇ ἀληθινῇ σοφίᾳ παρὰ τοῦ Θεοῦ συστάντα κόσμον γνώριμον τοῖς διὰ τῆς συνέσεως αὐτοῦ τῇ θεωρίᾳ προσαγομένοις ποιήσας.
If it were needful to honour with gifts of wealth those who excel in virtue, the whole world of wealth would appear small, just as Solomon says (Prov. 17:6 LXX), towards becoming of equal weight with your virtue, since the gratitude owed to your reverence is superior to honour measured by riches. Yet holy Pascha demands the customary gift-offering of love, which we bring to your magnanimity — a gift, O man of God, smaller indeed than is worthy to be offered to you, yet not falling short of our own ability. And the gift is a discourse, like some poor cloak woven not without toil out of our impoverished mind. Now the subject of the discourse will perhaps seem bold to the many, yet it was not deemed outside what is fitting. For he alone worthily apprehended the creation of God who was truly created according to God and whose soul was formed in the image of the Creator — Basil, our common father and teacher, who by his own contemplation made the sublime ordering of the universe easily grasped by the many, making the cosmos constituted by God in true wisdom familiar to those led through his understanding unto contemplation.
Ἡμεῖς δὲ καὶ τοῦ θαυμάζειν αὐτὸν κατ' ἀξίαν ἐνδεῶς ἔχοντες, ὁμοῦ τὸ λεῖπον τοῖς τεθεωρημένοις τῷ μεγάλῳ προσθεῖναι διενοήθημεν, οὐχ ὡς νοθεύοντες δι' ὑποβολῆς τὸν ἐκείνου πόνον (οὐδὲ γὰρ θέμις τὸ ὑψηλὸν ἐκεῖνο καθυβρισθῆναι στόμα τοῖς ἡμετέροις ἐπιφημιζόμενον λόγοις), ἀλλ' ὡς μὴ δοκεῖν ἐλλιπῆ τοῦ διδασκάλου τὴν δόξαν ἐν τοῖς μαθηταῖς αὐτοῦ εἶναι. Εἰ γὰρ λειπούσης τῆς Ἑξαημέρου τῆς εἰς τὸν ἄνθρωπον θεωρίας, μηδεὶς τῶν μαθητευσάντων αὐτῷ σπουδήν τινα πρὸς τὴν τοῦ λείποντος ἀναπλήρωσιν εἰσενέγκαιτο, ἔσχεν ἂν εἰκότως κατὰ τῆς μεγάλης αὐτοῦ δόξης ὁ μῶμος λαβὴν, ὡς μὴ βουληθέντος ἕξιν τινὰ κατανοητικὴν τοῖς ἀκροαταῖς ἐνεργάσασθαι. Νυνὶ δὲ κατὰ δύναμιν ἡμῶν ἐπιτολμησάντων τῇ ἐξηγήσει τοῦ λείποντος, εἰ μέν τι τοιοῦτον ἐν τοῖς ἡμετέροις εὑρεθείη, οἷον τῆς ἐκείνου διδασκαλίας μὴ ἀνάξιον εἶναι, εἰς τὸν διδάσκαλον πάντως τὴν ἀναφορὰν ἕξει· εἰ δὲ μὴ καθίκοιτο τῆς μεγαλοφυοῦς θεωρίας ὁ ἡμέτερος λόγος, ὁ μὲν ἔξω τῆς τοιαύτης ἔσται κατηγορίας, τοῦ μὴ βούλεσθαι δοκεῖν τοῖς μαθηταῖς ἐγγενέσθαι τι δεξιὸν, ἐκφυγὼν τὴν μέμψιν, ἡμεῖς δ' ἂν εἰκότως ὑπεύθυνοι δόξωμεν τοῖς μωμοσκοποῦσιν, ὡς οὐ χωρήσαντες ἐν τῷ μικροφυεῖ τῆς καρδίας ἡμῶν τοῦ καθηγητοῦ τὴν σοφίαν. Ἔστι δ' οὐ μικρὸς ὁ προκείμενος ἡμῖν εἰς
We, however, falling short even of admiring him according to his worth, nonetheless resolved to add what was lacking to the contemplations of that great man — not as counterfeiting his labour by spurious insertion (for neither is it lawful that that sublime mouth should be insulted by having our discourses ascribed to it), rather lest the teacher's glory should appear defective in his disciples. For if, while the contemplation concerning man was lacking from the Hexaemeron, none of those who had been his disciples brought forward any zeal towards filling up what was lacking, fault-finding would reasonably have had a handle against his great glory, as though he had not wished to instil any habit of comprehension in his hearers. Now, however, since we have ventured according to our ability upon the exposition of what was lacking, if anything of such a kind should be found in our words as not to be unworthy of his teaching, it will altogether have its reference back to our teacher; whereas if our discourse should not attain to his high-minded contemplation, he for his part will be outside such an accusation, escaping the blame of seeming unwilling that anything skilful should arise in his disciples, while we would reasonably appear liable to fault-finders for not having contained our instructor's wisdom within the pettiness of our heart. Now no small matter is set before us for
Notes, col. 125

On the reading

Printed δωρηφορίαν, for δωροφορίαν.

Printed ἐγγενέσθαι τι, for ἐγγενέσθαί τι.

PG 44:128Read from the page
θεωρίαν σκοπὸς, οὐδέ τινος τῶν ἐν κόσμῳ θαυμάτων τὰ δεύτερα φερόμενος, τάχα δὲ καὶ μείζων ἑκάστου τῶν γιγνωσκομένων, διότι οὐδὲν ἕτερον Θεῷ ἐκ τῶν ὄντων ὡμοίωται, πλὴν τῆς κατὰ τὸν ἄνθρωπον κτίσεως, ὥστε παρὰ τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν πρόχειρον ἡμῖν τὴν ἐπὶ τοῖς λεγομένοις συγγνώμην εἶναι, κἂν πολὺ κατόπιν τῆς ἀξίας ὁ λόγος ἔλθοι. Δεῖ γὰρ, οἶμαι, τῶν περὶ τὸν ἄνθρωπον ἁπάντων, τῶν τε προγεγενῆσθαι πεπιστευμένων, καὶ τῶν εἰσύστερον ἐκβήσεσθαι προσδοκωμένων, καὶ τῶν νῦν θεωρουμένων μηδὲν παραλιπεῖν ἀνεξέταστον. Ἧ γὰρ ἂν ἐλλιπεστέρα τοῦ ἐπαγγέλματος ἡ σπουδὴ διελέγχοιτο, εἰ τοῦ ἀνθρώπου προκειμένου τῇ θεωρίᾳ, παρεθείη τι τῶν συντεινόντων πρὸς τὴν ὑπόθεσιν. Ἀλλὰ καὶ τὰ δοκοῦντα περὶ αὐτὸν ἐναντίως ἔχειν, διὰ τὸ μὴ τὰ αυτὰ τοῖς ἐξ ἀρχῆς γεγενημένοις, καὶ νῦν περὶ τὴν φύσιν ὁρᾶσθαι διά τινος ἀναγκαίας ἀκολουθίας· ἔκ τε τῆς γραφικῆς ὑφηγήσεως καὶ ἐκ τῆς παρὰ τῶν λογισμῶν εὑρισκομένης ἐπινοίας συναρτῆσαι προσήκει, ὡς ἂν συμβαίνοι πᾶσα ἡ ὑπόθεσις εἱρμῷ καὶ τάξει τῶν ἐναντίως ἔχειν δοκούντων πρὸς ἓν καὶ τὸ αὐτὸ πέρας συμφερομένων, οὕτω καὶ τῆς θείας δυνάμεως ἐλπίδα τοῖς ὑπὲρ ἐλπίδα, καὶ πόρον τοῖς ἀμηχάνοις ἐφευρισκούσης. Σαφηνείας δὲ χάριν καλῶς ἔχειν ᾠήθην, ἐπὶ κεφαλαίων σοι προθεῖναι τὸν λόγον, ὡς ἂν ἔχοις πάσης τῆς πραγματείας ἐν ὀλίγῳ τῶν καθέκαστον ἐπιχειρημάτων εἰδέναι τὴν ὑπόθεσιν.
contemplation as our aim, nor one taking second place to any of the wonders in the cosmos — and perhaps even greater than every one of the things that are known, because nothing else among existing things has been likened to God save the creation of man — so that among fair-minded hearers pardon for what is said will be ready at hand for us, even should our discourse fall far behind the worth of the subject. For we ought, I think, to leave unexamined none of all the matters concerning man — whether those believed to have come to pass beforehand, or those expected to turn out hereafter, or those contemplated now. For truly our effort would be convicted of falling short of its promise if, when man is set forth for contemplation, anything conducive to the subject should be passed over. Moreover, even the things concerning him that seem to stand in opposition — because the same features are not now beheld around our nature as belonged to what came into being at the beginning — must also be knitted together through a certain necessary sequence, both from scriptural guidance and from the conception discovered by reasoning, so that the entire argument may come into harmony with coherence and order as the things seeming to stand in opposition converge towards one and the same end, divine power thus finding hope for things beyond hope and a way for things without resource. And for the sake of clarity I thought it well to set the discourse before you by chapters, so that within a brief compass you may be able to know the subject of the particular arguments of the entire treatise.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Chapter I.
Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία, καί τις ἁδροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως.
Wherein there is a particular natural account concerning the cosmos, and a fuller narrative concerning the things that preceded the generation of man.
Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, φησὶν ἡ Γραφή· ὅτε συνετελέσθη πᾶν τὸ φαινόμενον, καὶ πρὸς τὴν οἰκείαν θέσιν ἕκαστον τῶν ὄντων ἀποκριθὲν ἀνεχώρησεν· ὅτε περιέσχεν ἐν κύκλῳ τὰ πάντα τὸ οὐράνιον σῶμα, τὴν δὲ μέσην τοῦ παντὸς ἀπέλαβε χώραν τὰ βαρέα καὶ κατωφερῆ τῶν σωμάτων, γῆ τε καὶ ὕδωρ, ἐν ἀλλήλοις διακρατούμενα. Σύνδεσμος δέ τις καὶ βεβαιότης τῶν γεγενημένων ἡ θεία τέχνη καὶ δύναμις τῇ φύσει τῶν ὄντων ἐναπετέθη, διπλαῖς ἐνεργείαις ἡνιοχοῦσα τὰ πάντα. Στάσει γὰρ καὶ κινήσει τὴν γένεσιν τοῖς μὴ οὖσι, καὶ τὴν διαμονὴν τοῖς οὖσιν ἐμηχανήσατο, περὶ τὸ βαρὺ καὶ ἀμετάθετον τῆς ἀκινήτου φύσεως, οἷον περί τινα πάγιον ἄξονα, τὴν ὀξυτάτην τοῦ πόλου κίνησιν τροχοῦ δίκην ἐν κύκλῳ περιελαύνουσα, καὶ δι' ἀλλήλων ἀμφοτέροις συντηροῦσα τὸ ἀδιάλυτον· τῆς τε κυκλοφορουμένης οὐσίας διὰ τῆς ὀξείας κινήσεως τὸ ναστὸν τῆς γῆς ἐν κύκλῳ περισφιγγούσης, τοῦ τε στεῤῥοῦ καὶ ἀνενδότου διὰ τῆς ἀμεταθέτου παγιότητος ἀδιαλείπτως ἐπιτείνοντος τῶν περὶ αὐτὴν κυκλουμένων τὴν δίνησιν. Ἴση δὲ καθ' ἑκάτερον τῶν ταῖς ἐνεργείαις διεστηκότων ἡ ὑπερβολὴ ἐναπειργάσθη, τῇ τε στασίμῳ φύσει καὶ τῇ ἀστάτῳ περιφορᾷ. Οὔτε γὰρ ἡ γῆ τῆς ἰδίας βάσεως μετατίθεται, οὔτε ὁ οὐρανός ποτε τὸ σφοδρὸν ἐνδίδωσι καὶ ὑποχαλᾷ τῆς κινήσεως. Ταῦτα δὲ καὶ πρῶτα
"This is the book of the generation of heaven and earth," says Scripture (Gen. 2:4), when all that is visible had been brought to completion and each of existing things, separated off, withdrew to its proper station; when the heavenly body encompassed all things in a circle, and the heavy and downward-tending bodies, earth and water, received the middle region of the universe, held fast in one another. And a certain bond and stability of the things that had come into being — divine art and power — was implanted in the nature of beings, guiding all things as charioteer by twofold activities. For by rest and motion it contrived generation for the things that were not and permanence for the things that are, driving round in a circle like a wheel the swiftest motion of the vault around the heavy and unshifting mass of the motionless nature as around some fixed axle, and preserving indissolubility for both through one another — the revolving substance compressing the solid mass of the earth round about in a circle through its swift motion, and the firm and unyielding body unceasingly keeping taut through its unshifting fixity the whirling rotation of the bodies circling around it. And an equal extremity was wrought in each of the two opposites parted in their activities, both in the stationary nature and in the restless revolution. For neither is the earth shifted from its own foundation, nor does the heaven ever slacken or relax the vehemence of its motion. And these first of all
Notes, col. 128

On the reading

Printed Ἧ, for Ἦ.

Printed αυτὰ, for αὐτὰ.

PG 44:129Read from the page
κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν, οἷόν τις ἀρχὴ τοῦ παντὸς μηχανήματος προκατεσκευάσθη τῶν ὄντων, δεικνύντος, οἶμαι, τοῦ μεγάλου Μωσέως διὰ τοῦ ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι εἰπεῖν, ὅτι κινήσεώς τε καὶ στάσεως ἔκγονα τὰ ἐν τῇ κτίσει φαινόμενα πάντα, τὰ κατὰ τὸ θεῖον βούλημα παραχθέντα εἰς γένεσιν. Τοῦ τοίνυν οὐρανοῦ καὶ τῆς γῆς ἐκ διαμέτρου πρὸς ἄλληλα κατὰ τὸ ἐναντίον τῆς ἐνεργείας διεστηκότων, ἡ μεταξὺ τῶν ἐναντίων κτίσις ἐν μέρει τῶν παρακειμένων μετέχουσα, δι' ἑαυτῆς μεσιτεύει τοῖς ἄκροις, ὡς ἂν ἐπίδηλον γενέσθαι τὴν πρὸς ἄλληλα τῶν ἐναντίων διὰ τοῦ μέσου συνάφειαν. Τὸ γὰρ ἀεικίνητον καὶ λεπτὸν τῆς πυρώδους οὐσίας μιμεῖται μέν πως ὁ ἀὴρ, ἔν τε τῷ κούφῳ τῆς φύσεως καὶ τῷ πρὸς τὴν κίνησιν ἐπιτηδείως ἔχειν. Οὐ μὴν τοιοῦτός ἐστιν, οἷος τῆς πρὸς τὰ πάγια συγγενείας ἀλλοτριοῦσθαι, οὔτε ἀεὶ μένων ἀκίνητος, οὔτε διαπαντὸς ῥέων καὶ σκεδαννύμενος· ἀλλὰ τῇ πρὸς ἕτερον οἰκειότητι οἷόν τι μεθόριον τῆς τῶν ἐνεργειῶν ἐναντιότητος γίνεται, μιγνὺς ἅμα καὶ διαιρῶν ἐν αὐτῷ τὰ διεστῶτα τῇ φύσει. Κατὰ τὸν αὐτὸν λόγον, καὶ ἡ ὑγρὰ οὐσία διπλαῖς ποιότησι πρὸς ἑκάτερον τῶν ἐναντίων ἁρμόζεται. Τῷ μὲν γὰρ βαρεῖά τε καὶ κατωφερὴς εἶναι, πολλὴν πρὸς τὸ γεῶδες τὴν συγγένειαν ἔχει.
were prepared beforehand according to the wisdom of the Maker as a kind of beginning of the entire mechanism of beings — the great Moses indicating, I think, by saying that in the beginning heaven and earth had come into being from God (Gen. 1:1), that all the visible things in creation, brought forth into generation according to the divine counsel, are offspring of motion and rest. Since heaven and earth, therefore, stand diametrically apart from one another in the opposition of their activity, the creation intervening between the opposites, partaking in turn of the things adjacent to it, mediates of itself between the extremes, so that the union of the opposites with one another through the medium becomes manifest. For the air in some way imitates the ever-moving and subtle quality of the fiery substance, both in the lightness of its nature and in its being aptly disposed towards motion. Yet it is not such as to be estranged from kinship with solid bodies, neither remaining ever motionless nor perpetually flowing and being dispersed; rather, through its affinity towards another element it becomes as it were a borderland of the opposition of activities, at once mingling and dividing within itself the things parted by nature. By the same principle, the moist substance also is fitted by twofold qualities towards each of the opposites. For by being heavy and downward-tending, it possesses close kinship with the earthy element.
Τῷ δὲ μετέχειν ῥοώδους τινὸς καὶ πορευτικῆς ἐνεργείας, οὐ πάντη τῆς κινουμένης ἠλλοτρίωται φύσεως, ἀλλά τίς ἐστι καὶ διὰ τούτου μίξις τῶν ἐναντίων καὶ σύνοδος, τῆς τε βαρύτητος εἰς κίνησιν μετατεθείσης, καὶ τῆς κινήσεως ἐν τῷ βάρει μὴ πεδηθείσης, ὥστε συμβαίνειν πρὸς ἄλληλα τὰ κατὰ τὸ ἀκρότατον τῇ φύσει διεστηκότα διὰ τῶν μεσιτευόντων ἀλλήλοις ἑνούμενα. Μᾶλλον δὲ κατὰ τὸν ἀκριβῆ λόγον οὐδὲ αὐτὴ τῶν ἀντικειμένων ἡ φύσις ἀμίκτως πάντη πρὸς τὴν ἑτέραν τοῖς ἰδιώμασιν ἔχει, ὡς ἂν, οἶμαι, πάντα πρὸς ἄλληλα νεύοι τὰ κατὰ τὸν κόσμον φαινόμενα, καὶ ξυμπνέοι πρὸς ἑαυτὴν ἡ κτίσις ἐν τοῖς τῶν ἀντικειμένων ἰδιώμασιν εὑρισκομένη. Τῆς γὰρ κινήσεως οὐ μόνον κατὰ τὴν τοπικὴν μετάστασιν νοουμένης, ἀλλὰ καὶ ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρουμένης· πάλιν δ' αὖ, τῆς ἀμεταθέτου φύσεως τὴν κατὰ τὸ ἀλλοιοῦσθαι κίνησιν οὐ προσιεμένης· ἐναλλάξασα τὰς ἰδιότητας ἡ τοῦ Θεοῦ σοφία, τῷ μὲν ἀεικινήτῳ τὸ ἄτρεπτον, τῷ δὲ ἀκινήτῳ τὴν τροπὴν ἐνεποίησε, προμηθείᾳ τινὶ τάχα τὸ τοιοῦτον οἰκονομήσασα, ὡς ἂν μὴ τὸ τῆς φύσεως ἴδιον, ὅπερ ἐστὶ τὸ ἄτρεπτόν τε καὶ ἀμετάθετον, ἐπί τινος τῶν κατὰ τὴν κτίσιν βλεπομένων, Θεὸν νομίζεσθαι τὸ κτίσμα ποιήσειεν. Οὐ γὰρ ἔτι θεότητος ὑπόληψιν σχοίη, ὅπερ ἂν κινούμενον ἢ ἀλλοιούμενον τύχῃ. Διὰ τοῦτο ἡ μὲν γῆ στάσιμός ἐστι, καὶ οὐκ ἄτρεπτος· ὁ δὲ οὐρανὸς τοῦ ἐναντίου τὸ τρεπτὸν οὐκ ἔχων, οὐδὲ στάσιμον ἔχει, ἵνα τῇ μὲν φύσει ἑστώσῃ τὴν τροπὴν, τῇ δὲ μὴ τρεπομένῃ τὴν κίνησιν ἡ θεία συμπλέξασα δύναμις, καὶ ἀλλήλαις ἀμφοτέρας τῇ ἐναλλάξει τῶν ἰδιωμάτων προσοικειώσῃ, καὶ τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἀλλοτριώ-
Yet by partaking of a certain fluid and transitive activity, it is not altogether estranged from the moving nature; rather, through this too there is a certain mixture and meeting of the opposites, heaviness being transferred into motion and motion not being fettered in weight, so that the things parted to the utmost extreme in nature come into harmony with one another, united to one another through the mediating elements. Or rather, according to the exact account, not even the nature itself of the opposites stands altogether unmixed in its properties towards the other, so that, I think, all the visible things in the cosmos may incline towards one another, and creation, though found in the properties of opposites, may breathe in harmony with itself. For since motion is understood not only as local change of place, rather is contemplated also in mutability and alteration — while on the other hand again, the unshifting nature does not admit motion by way of alteration — the wisdom of God, interchanging their particularities, wrought immutability in the ever-moving body and mutability in the motionless one, perhaps dispensing such an arrangement by a certain forethought lest the proper attribute of the divine nature — namely the immutable and unshifting — if beheld in any of the things in creation, might cause the creature to be deemed God. For whatever happens to be moved or altered could no longer hold the supposition of deity. On this account the earth is stationary, yet not immutable; whereas the heaven, on the contrary, not having mutability, does not have stationariness either, so that divine power, interweaving mutability with the nature that stands fast and motion with that which does not change, might both render them both akin to one another through the interchange of properties and alien-
PG 44:132Read from the page
σῃ. Οὐδέτερον γὰρ ἂν τούτων, καθὼς εἴρηται, τῆς θειοτέρας φύσεως νομισθείη· οὔτε τὸ ἄστατον, οὔτε τὸ ἀλλοιούμενον. Ἤδη τοίνυν τὰ πάντα πρὸς τὸ ἴδιον ἔφθασε τέλος. Συνετελέσθη γὰρ, καθώς φησι Μωϋσῆς, ὅ τε οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ διὰ μέσου πάντα, καὶ τῷ καταλλήλῳ κάλλει τὰ καθέκαστον διεκοσμήθη· ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων αὐγαῖς, θάλαττα δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς τε καὶ ἐναερίοις τῶν ζώων, γῆ δὲ ταῖς παντοίαις τῶν φυτῶν τε καὶ βοσκημάτων διαφοραῖς, ἅπερ ἀθρόως ἅπαντα θείῳ βουλήματι δυναμωθεῖσα κατὰ ταὐτὸν ἀπεκύησε. Καὶ πλήρης μὲν ἦν τῶν ὡραίων ἡ γῆ, ὁμοῦ τοῖς ἄνθεσι τοὺς καρποὺς ἐκβλαστήσασα· πλήρεις δὲ οἱ λειμῶνες τῶν, ὅσα τοὺς λειμῶνας ἐπέρχεται. Πᾶσαί τε ῥαχίαι καὶ ἀκρώρειαι, καὶ πᾶν ὅσον πλάγιόν τε καὶ ὕπτιον, καὶ ὅσον ἐν κοίλοις, τῇ νεοθαλεῖ πόᾳ καὶ τῇ ποικίλῃ τῶν δένδρων ὥρᾳ κατεστεφάνωτο, ἄρτι μὲν τῆς γῆς ἀνισχόντων, εὐθὺς δὲ πρὸς τὸ τέλειον κάλλος ἀναδραμόντων. Ἐγεγήθει δὲ πάντα κατὰ τὸ εἰκὸς, καὶ διεσκίρτα τὰ τῷ προστάγματι τοῦ Θεοῦ ζωογονηθέντα βοτὰ, κατ' ἀγέλας τε καὶ κατὰ γένη ταῖς λόχμαις ἐνδιαθέοντα. Ταῖς δὲ τῶν μουσικῶν ὀρνίθων ᾠδαῖς ἁπανταχῆ περιηχεῖτο πᾶν, ὅσον κατηρεφές τε καὶ σύσκιον. Ἥ τε κατὰ θάλατταν ὄψις, ὡς εἰκὸς, ἄλλη τοιαύτη τις ἦν, ἄρτι πρὸς ἡσυχίαν τε καὶ γαλήνην ἐν ταῖς συναγωγαῖς τῶν κοίλων καθισταμένη, καθ' ἣν ὅρμοι καὶ λιμένες θείᾳ βουλήσει ταῖς ἀκταῖς αὐτομάτως ἐγκοιλανθέντες, προσημέρουν τῇ ἠπείρῳ τὴν θάλατταν. Αἵ τε ἠρεμαῖαι τῶν κυμάτων κινήσεις τῷ κάλλει τῶν λειμώνων ἀνθωραΐζοντο, ὑπὸ λεπταῖς καὶ ἀπήμοσιν αὔραις κατ' ἄκραν τὴν ἐπιφάνειαν γλαφυρῶς ἐπιφρίσσουσαι. Καὶ ἅπας ὁ κατὰ τὴν κτίσιν πλοῦτος, κατὰ γῆν τε καὶ θάλατταν ἕτοιμος ἦν, ἀλλ' ὁ μετέχων οὐκ ἦν.
ate them from the supposition concerning the divine. For neither of these, as has been said, could be deemed to belong to the more divine nature — neither that which is restless nor that which is subject to alteration. Already, then, all things had arrived at their own proper end. For, just as Moses says, heaven and earth and all the things in the midst were brought to completion (Gen. 2:1), and each in particular was adorned with its congenial beauty: heaven with the gleams of the luminaries, sea and air with swimming and aerial living creatures, and earth with the manifold varieties of plants and grazing beasts, all of which, empowered by the divine counsel, it brought forth together at one and the same time. And the earth was full of seasonable things, having sprouted forth fruits together with flowers; and the meadows were full of whatever frequents the meadows. And all ridges and mountain peaks, and every slope and hollow, and whatever lies in glens, had been crowned with freshly sprouting grass and with the varied bloom of trees, just risen from the earth yet straightway having shot up to complete beauty. And all things rejoiced, as was fitting, and the grazing creatures quickened by the command of God gambolled about, running through the thickets in herds and according to their kinds. And with the songs of musical birds every roofed and shady place resounded everywhere. And the sight across the sea, as was fitting, was another of like kind, having just settled into quiet and calm within the gatherings of its hollows, along which roadsteads and harbours, spontaneously hollowed out along the shores by the divine counsel, tamed the sea into friendliness with the mainland. And the gentle motions of the waves vied in beauty with the loveliness of the meadows, delicately rippling along their topmost surface beneath light and harmless breezes. And all the wealth in creation, by land and sea, was ready, yet there was none to partake of it.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Δια τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.
Why man came last after the creation.
Οὔπω γὰρ τὸ μέγα τοῦτο καὶ τίμιον χρῆμα ὁ ἄνθρωπος τῷ κόσμῳ τῶν ὄντων ἐπεχωρίαζεν. Οὐδὲ γὰρ ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆναι, ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης, ἀκόλουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα, ἐπειδὴ τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν. Αὕτη δὲ ἦν γῆ τε καὶ νῆσοι, καὶ θάλαττα, καὶ οὐρανὸς ὑπὲρ τούτων ὀρόφου δίκην ἐπικυρτούμενος· πλοῦτος δὲ παντοδαπὸς τοῖς βασιλείοις τούτοις ἐναπετέθη. Πλοῦτον δὲ λέγω πᾶσαν τὴν κτίσιν, ὅσον ἐν φυτοῖς καὶ βλαστήμασι, καὶ ὅσον αισθητικόν τε καὶ ἔμπνουν καὶ ἔμψυ-
Not yet, indeed, was this great and precious thing — man — dwelling in the cosmos of existing beings. For neither was it fitting that the ruler should appear before the ruled; rather, once the dominion had first been prepared, it followed next that he who was to reign should be proclaimed. Since, therefore, the Maker of the universe prepared beforehand as it were a royal palace for him who was about to reign, this palace was earth and islands and sea, and heaven arching like a roof above them; and wealth of every kind was laid up within these royal halls. And by wealth I mean the whole creation — all that is in plants and shoots, and all that is sentient and breathing and
Notes, col. 132

On the reading

Printed Δια, for Διὰ.

Printed αισθητικόν, for αἰσθητικόν.

PG 44:133Read from the page
χον. Εἰ δὲ χρὴ καὶ τὰς ὕλας εἰς πλοῦτον καταριθμήσασθαι, ὅσαι διά τινος εὐχροίας τίμιαι τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς ἐνομίσθησαν, οἷον χρυσίον τε καὶ ἀργύριον, καὶ τῶν λίθων δὴ τούτων ἃς ἀγαπῶσιν οἱ ἄνθρωποι· καὶ τούτων πάντων τὴν ἀφθονίαν καθάπερ τισὶ βασιλικοῖς θησαυροῖς τοῖς τῆς γῆς κόλποις ἐγκατακρύψας, οὕτως ἀναδείκνυσιν ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον, τῶν ἐν τούτῳ θαυμάτων, τῶν μὲν θεατὴν ἐσόμενον, τῶν δὲ κύριον, ὡς διὰ μὲν τῆς ἀπολαύσεως τὴν σύνεσιν τοῦ χορηγοῦντος ἔχειν, διὰ δὲ τοῦ κάλλους τε καὶ μεγέθους τῶν ὁρωμένων τὴν ἄῤῥητόν τε καὶ ὑπὲρ λόγον τοῦ πεποιηκότος δύναμιν ἀνιχνεύειν. Διὰ ταῦτα τελευταῖος μετὰ την κτίσιν εἰσήχθη ὁ ἄνθρωπος, οὐχ ὡς ἀπόβλητος ἐν ἐσχάτοις ἀποῤῥιφεὶς, ἀλλ' ὡς ἅμα τῇ γενέσει βασιλεὺς εἶναι τῶν ὑποχειρίων προσήκων. Καὶ ὥσπερ τις ἀγαθὸς ἑστιάτωρ οὐ πρὸ τῆς παρασκευῆς τῶν ἐδωδίμων τὸν ἑστιώμενον εἰσοικίζεται, ἀλλ' εὐπρεπῆ τὰ πάντα παρασκευάσας, καὶ φαιδρύνας τοῖς καθήκουσι κόσμοις τὸν οἶκον, την κλισίαν, τὴν τράπεζαν, ἐφ' ἑτοίμοις ἤδη τοῖς πρὸς τὴν τροφὴν ἐπιτηδείοις, ἐφέστιον ποιεῖται τὸν δαιτυμόνα· κατὰ τὸν αὐτὸν τρόπον ὁ πλούσιός τε καὶ πολυτελὴς τῆς φύσεως ἡμῶν ἑστιάτωρ παντοίοις κάλλεσι κατακοσμήσας τὴν οἴκησιν, καὶ τὴν μεγάλην ταύτην καὶ παντοδαπῆ πανδαισίαν ἑτοιμασάμενος, οὕτως εἰσάγει τὸν ἄνθρωπον, ἔργον αὐτῷ δοὺς οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν παρόντων. Καὶ διὰ τοῦτο διπλᾶς αὐτῷ τῆς κατασκευῆς τὰς ἀφορμὰς καταβάλλεται, τῷ γηΐνῳ τὸ θεῖον ἐγκαταμίξας· ἵνα δι' ἀμφοτέρων συγγενῶς τε καὶ οἰκείως πρὸς ἑκατέραν ἀπόλαυσιν ἔχῃ τοῦ Θεοῦ μὲν διὰ τῆς θειοτέρας φύσεως, τῶν δὲ κατὰ τὴν γῆν ἀγαθῶν διὰ τῆς ὁμογενοῦς αἰσθήσεως ἀπολαύων.
living. And if one ought also to reckon among wealth those materials which on account of a certain beauty of colour have been deemed precious in human eyes, such as gold and silver, and indeed those stones which men love; having hidden away the abundance of all these things, just as in certain royal treasuries, within the bosoms of the earth, He thus brings forth man into the world, to be a beholder of some of the wonders therein, and lord of others, so that through enjoyment he might possess understanding of the Giver, and through the beauty and greatness of the things seen he might trace out the ineffable power of the Maker that surpasses reason. On this account man was brought in last after the creation, not as cast away among the last things like something rejected, but as one to whom it belonged immediately at his birth to be king over the things subject to him. And just as a good host does not bring the guest into his house before the preparation of the viands, but having made all things comely, and having brightened the house, the couch, and the table with fitting ornaments, when the things serviceable for nourishment are already prepared, receives the banqueter beneath his roof; in the same manner the rich and munificent Host of our nature, having adorned the dwelling with beauties of every kind, and having made ready this great and manifold banquet, thus introduces man, assigning to him as his task not the acquisition of things absent, but the enjoyment of things present. And on this account He lays down for him twofold starting-points of his constitution, blending the divine with the earthly; so that through both he might stand in a kindred and fitting relation towards each enjoyment, enjoying God through his more divine nature, and the good things upon earth through the sense that is akin to them.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις.
That the nature of man is more honourable than all the visible creation.
Ἄξιον δὲ μηδὲ τοῦτο παριδεῖν ἀθεώρητον, ὅτι τοῦ τηλικούτου κόσμου καὶ τῶν κατ' αὐτὸν μερῶν στοιχειωδῶς πρὸς τὴν τοῦ παντὸς σύστασιν ὑποβληθέντων, ἀποσχεδιάζεταί πως ἡ κτίσις ὑπὸ τῆς θείας δυνάμεως ὁμοῦ τῷ προστάγματι ὑφισταμένη. Τῆς δὲ τοῦ ἀνθρώπου κατασκευῆς βουλὴ προηγεῖται, καὶ προτυποῦται παρὰ τοῦ τεχνιτεύοντος διὰ τῆς τοῦ λόγου γραφῆς τὸ ἐσόμενον, καὶ οἷον εἶναι προσήκει, καὶ πρὸς ποῖον ἀρχέτυπον τὴν ὁμοιότητα φέρειν, καὶ ἐπὶ τίνι γενήσεται, καὶ τί ἐνεργήσει γενόμενον καὶ τίνων ἡγεμονεύσει· πάντα προδιασκοπεῖται ὁ λόγος, ὡς πρεσβυτέραν αὐτὸν τῆς γενέσεως τὴν ἀξίαν λαχεῖν, πρὶν παρελθεῖν εἰς τὸ εἶναι τὴν τῶν ὄντων ἡγεμονίαν κτησάμενον. «Εἶπε» γὰρ, φησὶν, «ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς.» Ὢ τοῦ θαύματος! ἥλιος κατασκευάζεται, καὶ οὐδεμία προηγεῖται βουλή· οὐρανὸς ὡσαύτως, ὧν οὐδέν τι τῶν κατὰ την κτίσιν ἴσον ἐστὶ,
And it is worthy not to pass over this point either unexamined, that while this so great world and the parts within it were elementally laid down as a foundation towards the constitution of the universe, the creation is in a manner improvised by the divine power, coming into subsistence simultaneously with the command. Yet counsel precedes the framing of man, and that which is to be is sketched beforehand by the Artificer through the verbal delineation: both of what sort it ought to be, and towards what kind of archetype it should bear likeness, and for what purpose it shall come to be, and what it shall accomplish once come into being, and over what things it shall hold sway; reason surveys all things beforehand, so that he obtains his dignity as elder to his birth, having acquired sovereignty over existing things before passing into being. For «God said,» says he, «Let Us make man according to Our image and likeness, and let them have dominion over the fishes of the sea, and the wild beasts of the earth, and the birds of the heaven, and the cattle, and all the earth.» O the wonder! A sun is framed, and no counsel precedes; heaven likewise, to which nothing among the things in creation is equal,
Notes, col. 133

On the reading

Printed μετὰ την κτίσιν, for μετὰ τὴν κτίσιν.

Printed την κλισίαν, for τὴν κλισίαν.

Printed παντοδαπῆ, for παντοδαπὴν.

Printed κατὰ την κτίσιν, for κατὰ τὴν κτίσιν.