καὶ προορίζει, καὶ καλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει. Ἐπειδὴ τοίνυν συμφύεταί πως ἡ ψυχὴ διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου, καὶ τῇ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκροαμάτων τὴν ῥοπὴν ἔχει, τῇ τε ὀσφρήσει καὶ τῇ γεύσει καὶ τῇ ἁφῇ, καθὸ πέφυκεν οἰκείως ἔχειν ἑκάστῃ συνδιατίθεται. Διὰ τοῦτο οἷόν τινι ἥλῳ πρὸς τὰ ἡδέα τοῦ βίου τῇ αἰσθητικῇ δυνάμει προσκολλωμένη, δυσαποσπάστως ἔχει τούτων, οἷς συνεφύη προσκολληθεῖσα, καὶ κατὰ τὰς χελώνας καὶ τοὺς κοχλίας οἷόν τινι ὀστρακίνῳ καλύμματι ἐνδεδεμένη δυσπόρευτός ἐστι πρὸς τὰς τοιαύτας κινήσεις, ὅλον συνεπισυρομένη τοῦ βίου τὸ ἄχθος. Διὸ καὶ εὐάλωτος γίνεται ἡ οὕτως ἔχουσα τοῖς διώκουσι πρὸς δημεύσεως ἀπειλὴν, ἢ ζημίαν, ἤ τινος ἄλλου τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων, εὐχερῶς ἐνδιδοῦσα καὶ ὑπόχειρος γινομένη τῷ διώκοντι· ἀλλ' ἐπειδὰν ὁ ζῶν λόγος, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐνεργὸς καὶ τμητικὸς ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ἐντὸς γένηται τοῦ ἀληθῶς παραδεξαμένου τὴν πίστιν, καὶ διατέμῃ τὰ κακῶς συμπεφυκότα, καὶ τὰ τῆς συνηθείας δεσμὰ διακόψῃ· τότε, καθάπερ τι ἄχθος τῇ ψυχῇ συνδεδεμένον τὰς κοσμικὰς ἡδονὰς, οἷόν τις δρομεὺς τῶν ὤμων ἀποσεισάμενος, κοῦφος καὶ εὐσταλὴς τὸ τῶν ἀγώνων στάδιον διεξέρχεται, χειραγωγῷ πρὸς τὸν δρόμον αὐτῷ τῷ ἀγωνοθέτῃ χρώμενος. Οὐ γὰρ ὅσα κατέλιπεν βλέπει, ἀλλ' ὅσα μετέρχεται· οὐδὲ πρὸς τὸ κατόπιν ἡδὺ τὸν ὀφθαλμὸν ἐπιστρέφει, ἀλλὰ πρὸς τὸ προκείμενον ἀγαθὸν ἵεται· οὐδὲ τῇ ζημίᾳ τῶν γηῗνων ἀλγύνεται, ἀλλὰ τῷ κέρδει τῶν ἐπουρανίων ἀγάλλεται, διὰ τοῦτο πᾶν κολαστηρίων εἶδος, ὡς ἀφορμὴν καὶ συνέργειαν τῆς προκειμένης χαρᾶς, ἑτοίμως δέχεται· τὸ πῦρ, ὡς τῆς ὕλης καθάρσιον· τὸ ξίφος, ὡς διαιρετικὸν τῆς πρὸς τὰ ὑλώδη καὶ σάρκινα τοῦ νοῦ συμφυῗας· πᾶσαν πόνων τε καὶ ἀλγημάτων ἐπίνοιαν, ὡς τοῦ πονηροῦ δηλητηρίου τοῦ κατὰ τὴν ἡδονὴν ἀντιφάρμακον οὖσαν, προθύμως δέχεται. Καθάπερ οἱ περιττωματικοὶ καὶ χολώδεις, ἑτοίμως σπῶσι τῆς πικρᾶς ἀντιδόσεως, ὡς ἂν δι' ἐκείνης τὸ νοσοποιὸν αἴτιον ἀποκλυσθείη· οὕτω δέχεται ὁ παρὰ τοῦ ἐχθροῦ διωκόμενος καὶ πρὸς τὸν Θεὸν φεύγων, τὴν τῶν ἀλγεινῶν εἰσβολὴν, σβεστήριον οὖσαν τῆς καθ' ἡδονὴν ἐνεργείας· οὐκ ἔστι γὰρ ἡσθῆναι τὸν ἀλγυνόμενον. Ἐπεὶ οὖν δι' ἡδονῆς εἰσῆλθεν ἡ ἁμαρτία, διὰ τοῦτο ἐναντίου πάντως ἐξελαθήσεται. Οὐκοῦν οἱ διώκοντες διὰ τὴν εἰς τὸν Κύριον ὁμολογίαν, καὶ τὰ δυσβάστακτα τῶν κολαστηρίων ἐπινοοῦντες, ἰατρείαν τινὰ ταῖς ψυχαῖς διὰ τῶν πόνων προσάγουσι, ταῖς τῶν ἀλγεινῶν προσβολαῖς τὴν καθ' ἡδονὴν θεραπεύοντες νόσον. Οὕτω δέχεται τὸν σταυρὸν ὁ Παῦλος· τὸ ξίφος Ἰάκωβος· τοὺς λίθους Στέφανος· τὸν ἐπὶ κεφαλὴν ἀνασκολοπισμὸν ὁ μακάριος Πέτρος· πάντες οἱ μετὰ ταῦτα τῆς πίστεως ἀγωνισταὶ, τὰς πολυτρόπους τῶν κολαστηρίων ἰδέας, θηρία, βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις, τὰς τῶν πλευρῶν ἀποσαρκώσεις, τὰς τῶν κεφαλῶν περικυκλώσεις, τὰς τῶν ὀμμάτων
He also predestines, and calls, and justifies, and glorifies. Since, therefore, the soul somehow grows together through the bodily senses with the pleasures of life, taking delight through the eyes in the fair bloom of matter, inclining through hearing towards pleasant sounds, and in smell, taste, and touch being affected jointly with each sense according as it is naturally disposed towards what is congenial, for this reason, nailed fast as it were by its sensory faculty to the pleasures of life, it is wrenched away only with difficulty from the things to which it has clave and grown attached, and like tortoises and snails bound within some earthen shell it moves heavily towards such impulses, dragging along with it the entire burden of worldly life. Hence a soul in such a state falls an easy prey to persecutors at the threat of confiscation, or loss, or the forfeiture of anything else prized in this life, readily giving way and surrendering itself to the pursuer. Yet once the living word, as the Apostle says—active and sharper than any two-edged sword—enters within him who has truly embraced the faith, severing those evil attachments and cutting through the bonds of habit, then, shaking off worldly pleasures from his shoulders like a runner casting aside a burden bound upon the soul, light and nimble he traverses the stadium of the contests, taking the Judge of the games Himself as guide for his course. For he looks not upon what he has left behind, but upon what he pursues; nor does he turn his eye back towards pleasant things in the rear, but presses eagerly towards the good set before him; nor is he pained by the loss of earthly things, but exults in the gain of heavenly ones, and therefore readily welcomes every form of torture as an occasion and aid towards the joy laid before him: fire, as the purifier of matter; the sword, as severing the mind's natural fusion with material and fleshly things; every device of toils and torments he eagerly accepts as an antidote against the noxious poison of pleasure. Just as those burdened with superfluities and bile readily quaff a bitter draught so that through it the morbid cause may be washed away, even so he who is pursued by the enemy and flees to God welcomes the onset of sufferings as extinguishing the working of pleasure; for one who is in pain cannot indulge in pleasure. Since, then, sin entered through pleasure, by this [read: the] contrary it shall assuredly be driven out. Those, therefore, who persecute men for their confession of the Lord and devise unendurable tortures apply through toils a kind of healing to their souls, curing the malady of pleasure by the assaults of pain. Thus Paul welcomes the cross; James the sword; Stephen the stones; blessed Peter crucifixion head downwards; and all the combatants of the faith after these welcomed the manifold forms of torture—wild beasts, pits, pyres, the congealing blasts of frost, the tearing of flesh from the ribs, the encircling of heads, the