Migne Reading Room

PG 44 · cols. 1268–1277 · Read from the page

On the Beatitudes

On the Beatitudes

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1268Read from the page
Ἰωάννην, καὶ τὸν Παῦλον, καὶ τὸν Μωσέα, καὶ εἴ τις ἄλλος κατ' ἐκείνους ἐστὶ, μὴ ἐκπεπτωκέναι τῆς ὑψηλῆς ταύτης μακαριότητος, τῆς ἐκ τοῦ ἰδεῖν τὸν Θεὸν προσγινομένης, μηδὲ τὸν εἰπόντα, ὅτι Ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, μήτε τὸν ἐπὶ τὸ στῆθος ἀναπεσόντα τοῦ Ἰησοῦ, μήτε τὸν ἀκηκοότα παρὰ τῆς θείας φωνῆς, ὅτι Ἔγνων σε παρὰ πάντας. Εἰ οὖν ἐκεῖνοι, παρ' ὧν ὑπὲρ δύναμιν ἡ τοῦ Θεοῦ κατανόησις εἶναι κεκήρυκται, μακαριστοὶ εἶναι οὐκ ἀμφιβάλλονται· ἡ δὲ μακαριότης εἰς τὸ ἰδεῖν τὸν Θεόν ἐστιν, τοῦτο δὲ ἐκ τοῦ καθαρὸν τῇ καρδίᾳ γενέσθαι· ἄρα οὐκ ἀδύνατος τῆς καρδίας ἡ καθαρότης, δι' ἧς ἔστι γενέσθαι μακάριον. Πῶς οὖν ἔστι καὶ τοὺς κατὰ Παῦλον ἀληθῆ λέγειν φῆσαι, ὑπὲρ τὴν δύναμιν ἡμῶν ὐποφαινομένους εἶναι τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ τὴν τοῦ Κυρίου φωνὴν μὴ ἀντιδογματίζειν ἐκείνοις, ἐν καθαρότητι ὀφθήσεσθαι τὸν Θεὸν ὑπισχομένην;
John, and Paul, and Moses, and whoever else is like unto them, have not fallen short of this lofty beatitude that accrues from seeing God—neither him who said, There is laid up for me the crown of righteousness, which the righteous Judge shall render unto me, nor him who leaned back upon the breast of Jesus, nor him who heard from the divine voice, I know you above all. If, therefore, those men—by whom the comprehension of God has been proclaimed to be beyond our power—are beyond doubt blessed, and beatitude consists in seeing God, and this comes from becoming pure in heart, then purity of heart, through which it is possible to become blessed, is not impossible. How, then, is it possible both to affirm that those with Paul speak the truth when they declare that the comprehension of God is beyond our power, and that the voice of the Lord does not teach the contrary to them when it promises that in purity God shall be seen?
Δοκεῖ μοι καλῶς ἔχειν περὶ τούτου χρῆναι διὰ βραχέων πρῶτον λαβεῖν, ὡς ἂν καθ' ὁδὸν γένοιτο ἡμῖν περὶ τὸ προκείμενον ἡ θεωρία. Ἡ θεία φύσις αὐτὴ καθ' αὑτὴν ὅ τι ποτὲ κατ' οὐσίαν ἐστὶ, πάσης ὑπέρχεται καταληπτικῆς ἐπινοίας, ἀπρόσιτος καὶ ἀπροσπέλαστος οὖσα ταῖς στοχαστικαῖς ἐπινοίαις, καὶ οὔπω τις ἀνθρώποις πρὸς τὴν τῶν ἐκλήπτων κατανόησιν ἐξεύρηται δύναμις· οὐδέ τις ἔφοδος καταληπτικὴ τῶν ἀμηχάνων ἐπενοήθη. Διὸ καὶ Ἀνεξιχνίαστους τὰς ὁδοὺς αὐτοῦ ὁ μέγας ὀνομάζει Ἀπόστολος, σημαίνων διὰ τοῦ λόγου τὸ ἀνεπίβατον εἶναι λογισμοῖς τὴν ὁδὸν ἐκείνην, ἣ πρὸς τὴν γνῶσιν τῆς θείας οὐσίας ἄγει· ὡς οὔπω τινὸς τῶν προωδευκότων τὸν βίον ἴχνος τι καταληπτικῆς ἐπινοίας σημαινομένου τῇ γνώσει τοῦ ὑπὲρ γνῶσιν πράγματος. Τοιοῦτος δὲ ὢν κατὰ τὴν φύσιν ὁ ὑπὲρ πᾶσαν φύσιν, ἄλλῳ λόγῳ καὶ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀόρατός τε καὶ ἀπερίγραπτος. Πολλοὶ δὲ οι τῆς τοιαύτης κατανοήσεως τρόποι. Ἔστι γὰρ καὶ διὰ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας, τὸν ἐν σοφίᾳ πάντα πεποιηκότα στοχαστικῶς ἰδεῖν. Καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου κατασκευάσματος, τὴν τέχνην τῷ ἔργῳ ἐναποθέμενος. Ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνητεύσαντος, ἀλλὰ μόνον ἡ τεχνικὴ ἐπιστήμη, ἣν ὁ τεχνίτης τῇ κατασκευῇ ἐναπέθετο. Οὕτω καὶ πρὸς τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον, ἔννοιαν οὐ τῆς οὐσίας, ἀλλὰ τῆς σοφίας τοῦ κατὰ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα. Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν λογισώμεθα, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου καθεωρακέναι λέγομεν τὸν Θεὸν, τῆς ἀγαθότητος οὐ τῆς οὐσίας ἐν περινοίᾳ γενόμενοι· οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττόν τε καὶ ὑψηλότερον ἀνάγει τὴν ἔν-
It seems good to me that we ought first to take up this point briefly, so that our contemplation concerning the subject before us may proceed methodically. The divine nature, whatever it is in itself according to essence, transcends every apprehensive conception, being unapproachable and inaccessible to conjectural notions; nor has any faculty yet been discovered among men for the comprehension of things incomprehensible, nor any apprehensive method devised for things unattainable. Wherefore the great Apostle also names His ways Unsearchable, signifying by the word that that road which leads to the knowledge of the divine essence is untrodden by reasonings, since no one among those who have hitherto journeyed through life has marked out any trace of an apprehensive conception for the knowledge of that reality which is above knowledge. Yet though He Who is above all nature is such according to nature, in another way He Who is invisible and uncircumscribed is both seen and apprehended. And many are the modes of such comprehension. For through the wisdom manifested in the universe also, one may by conjecture behold Him Who made all things in wisdom—just as in human works of craftsmanship too, the craftsman of the structure set before us, having deposited his art within the work, is in a certain manner seen by the mind. Yet what is seen is not the nature of the artificer, but only the artistic science which the craftsman deposited in the structure. So too, looking towards the order in creation, we form in mind a notion not of the essence, but of the wisdom of Him Who made all things wisely. And if we reckon up the cause of our life—that not out of necessity, but out of good purpose He came to create man—again through this mode also we say that we have beheld God, having come into a mental grasp of His goodness, not of His essence; and so too with all other things that lead upward towards what is better and loftier our con-
Notes, col. 1268

On the reading

Printed ὐποφαινομένους, for ὑποφαινομένους.

Printed Ἀνεξιχνίαστους, for Ἀνεξιχνιάστους.

Printed οι, for οἱ.

PG 44:1269Read from the page
νοιαν, Θεοῦ κατανόησιν τὰ τοιαῦτα κατονομάζομεν, ἑκάστου τῶν ὑψηλῶν νοημάτων τὸν Θεὸν ἡμῖν εἰς ὄψιν ἄγοντος. Ἡ γὰρ δύναμις καὶ ἡ καθαρότης, καὶ τὸ ὡσαύτως ἔχειν, καὶ τὸ ἀμιγὲς τοῦ ἐναντίου, καὶ πάντα τὰ τοιαῦτα θείας τινὸς καὶ ὑψηλῆς ἐννοίας ἐντυποῖ ταῖς ψυχαῖς τὴν φαντασίαν. Οὐκοῦν δείκνυται διὰ τῶν εἰρημένων, πῶς καὶ ὁ Κύριος ἀληθεύει, ὀφθήσεσθαι τὸν Θεὸν τοῖς καρδίαν ἔχουσι καθαρὰν ἐπαγγειλάμενος· καὶ ὁ Παῦλος οὐ ψεύδεται, μήτε ἑωρακέναι τινὰ τὸν Θεὸν, μήτ' ἰδεῖν δύνασθαι διὰ τῶν οἰκείων λόγων ἀποφηνάμενος. Ὁ γὰρ τῇ φύσει ἀόρατος, ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἔν τισι τοῖς περὶ αὐτὸν καθορώμενος.
ception—all such things we entitle comprehension of God, each of the lofty thoughts bringing God into view for us. For power, and purity, and abiding ever the same, and being unmixed with its opposite, and all such attributes stamp upon souls the impression of a certain divine and lofty conception. Therefore it is shown through what has been said how both the Lord speaks truly when He promises that God shall be seen by those who possess a pure heart, and Paul does not speak falsely when he declares through his own words that no one has seen God nor is able to see Him. For He Who by nature is invisible becomes visible through His operations, being beheld in certain attributes that are around Him.
Ἀλλ' οὐ πρὸς τοῦτο βλέπει μόνον τοῦ μακαρισμοῦ ἡ διάνοια, τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα δύνασθαι τοιοῦτον ἀναλογίσασθαι· γένοιτο γὰρ ἂν ἴσως καὶ τοῖς τοῦ αιῶνος τούτου σοφοῖς, διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις. Ἀλλ' ἕτερόν μοι δοκεῖ ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα τοῖς δυναμένοις δέξασθαι κατιδεῖν τὸ ποθούμενον, τὴν συμβουλὴν ὑφηγεῖσθαι· τὸ δέ μοι παραστὰν νόημα δι' ὑποδειγμάτων σαφηνισθήσεται. Ἀγαθόν τι κατὰ τὸν ἀνθρώπινόν ἐστι βίον, ὑγίεια τοῦ σώματος· ἀλλὰ μακάριον οὐ τὸ ειδέναι μόνον τῆς ὑγιείας τὸν λόγον, ἀλλὰ τὸ ἐν ὑγιείᾳ ζῇν. Εἰ γάρ τις ἐγκώμια διεξιὼν τῆς ὑγιείας τὴν νοσώδη καὶ κακόχυμον αἱροῖτο τροφήν· τί τῶν ἐγκωμίων τῆς ὑγιείας ἀπώνατο ταῖς ἀῤῥωστίαις ἐπιτριβόμενος; Οὕτω τοίνυν νοήσωμεν καὶ τὸν προκείμενον λόγον, ὅτι οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μακάριον ὁ Κύριος εῖναί φησιν· ἀλλὰ τὸ ἐν ἑαυτῷ σχεῖν τὸν Θεόν. Μακάριοι γὰρ οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐ γάρ μοι δοκεῖ ὡς ἀντιπρόσωπόν τι θέαμα τὸν Θεὸν προτιθέναι τῷ κεκαθαρμένῳ τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἀλλὰ τοῦτο τάχα ἡ τοῦ ῥητοῦ μεγαλοφυΐα ἡμῖν ὑποτίθεται, ὃ καὶ πρὸς ἑτέρους ὁ λόγος γυμνότερον παρίστησιν, ἐντὸς ὑμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ εἰπών· ἵνα διδαχθῶμεν, ὅτι ὁ πάσης τῆς κτίσεως καὶ ἐμπαθοῦς διαθέσεως τὴν ἑαυτοῦ καρδίαν ἀποκαθήρας, ἐν τῷ ἰδίῳ κάλλει τῆς θείας φύσεως καθορᾷ τὴν εικόνα. Καί μοι δοκεῖ δι' ὀλίγων ὧν εἶπεν, τοιαύτην συμβουλὴν περιέχειν ὁ Λόγος· ὅτι, Ὦ ἄνθρωποι, ὅσοις ἐστί τις ἐπιθυμία τῆς τοῦ ὄντως ἀγαθοῦ θεωρίας, ἐπειδὰν ἀκούσητε ὑπὲρ τοὺς οὐρανοὺς ἐπῆρθαι τὴν θείαν μεγαλοπρέπειαν, καὶ τὴν δόξαν αὐτῆς ἀνερμήνευτον εἶναι, καὶ τὸ κάλλος ἄφραστον, καὶ τὴν φύσιν ἀχώρητον· μὴ ἐκπίπτετε εις ἀνελπιστίαν τοῦ μὴ δύνασθαι κατιδεῖν τὸ ποθούμενον. Τὸ γάρ σοι χωρητὸν, τῆς τοῦ
Yet the meaning of the beatitude does not look to this alone—that from some operation one is able to infer by analogy that He Who operates is of such a kind; for perhaps even to the wise of this age comprehension of the transcendent wisdom and power might arise through the harmonious order of the universe. Rather, it seems to me that the sublimity of the beatitude guides those capable of receiving it towards another counsel for beholding what is longed for; and the thought that has occurred to me shall be made clear through illustrations. Bodily health is a certain good in human life; yet blessed is not merely knowing the account of health, but living in health. For if someone, while recounting encomiums of health, should choose diseased and unwholesome nourishment, what profit has he gained from his encomiums of health while being worn down by sicknesses? Thus, therefore, let us also understand the saying before us: that the Lord calls blessed not knowing something about God, but possessing God within oneself. For blessed are the pure in heart, for they themselves shall see God. For He does not seem to me to set God before the man purified in the eye of his soul as some spectacle standing opposite; rather, perhaps the sublimity of the utterance suggests to us that very thing which the Word presents more openly to others when He says that the kingdom of God is within you—that we may be taught that he who has purged his own heart from every creature and passionate disposition beholds in his own beauty the image of the divine nature. And it seems to me that in the few words He spoke, the Word embraces such a counsel as this: O men, all you in whom there is some desire for the contemplation of Him Who is truly good, whenever you hear that the divine majesty is exalted above the heavens, and that its glory is inexpressible, its beauty ineffable, and its nature uncontainable, do not fall away into despair of being able to behold what is longed for. For what lies within your capacity
Notes, col. 1269

On the reading

Printed αιῶνος, for αἰῶνος.

Printed ειδέναι, for εἰδέναι.

Printed εῖναί, for εἶναί.

Printed τῆ, for τῇ.

Printed εικόνα, for εἰκόνα.

Printed εις, for εἰς.

PG 44:1272Read from the page
Θεοῦ κατανοήσεως μέτρον ἔν σοί ἐστιν. Οὕτω τοῦ πλάσαντός σε τὸ τοιοῦτον ἀγαθὸν εὐθὺς τῇ φύσει κατουσιώσαντος. Τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ Θεὸς ἐνετύπωσε τῇ σῇ κατασκευῇ τὰ μιμήματα, οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. Ἀλλ' ἡ κακία τῷ θεοειδεῖ χαρακτῆρι περιχυθεῖσα ἄχρηστον ἐποίησέ σοι τὸ ἀγαθὸν ὑποκεκρυμμένον τοῖς αἰσχροῖς προκαλύμμασιν. Εἰ οὖν ἀποκλύσειας πάλιν δι' ἐπιμελείας βίου τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον, ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος. Ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν, ὅταν δι' ἀκόνης τοῦ ἰοῦ γυμνωθῇ, ὁ πρὸ ὀλίγου μέλας, αὐγάς τινας ἐφ' ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν· οὕτως καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος, ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ῥύπον τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται. Τὸ γὰρ ἀγαθῷ ὅμοιον, ἀγαθὸν πάντως. Οὐκοῦν ὁ ἑαυτὸν βλέπων, ἐν ἑαυτῷ τὸ ποθούμενον βλέπει· καὶ οὕτω γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων, ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ὁρῶντες τὸν ἥλιον, κἂν μὴ πρὸς αὐτὸν τὸν οὐρανὸν ἀποβλέψωσιν ἀτενὲς, οὐδὲν ἔλαττον ὁρῶσι τὸν ἥλιον ἐν τῇ τοῦ κατόπτρου αὐγῇ, τῶν πρὸς αὐτὸν ἀποβλεπόντων τοῦ ἡλίου τὸν κύκλον· οὕτω, φησὶ, καὶ ὑμεῖς, κἂν ἀτονῆτε πρὸς κατανόησιν φωτὸς, ἐὰν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν ὑμῖν χάριν τῆς εἰκόνος ἐπαναδράμητε, ἐν ἑαυτοῖς τὸ ζητούμενον ἔχετε. Καθαρότης γὰρ, ἀπάθεια, καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θεότης ἐστίν. Εἰ οὖν ταῦτα ἐν σοί ἐστι, Θεὸς πάντως ἐν σοί ἐστιν. Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος, καὶ παντὸς κεχωρισμένος μολύσματος, ὁ ἐν σοὶ λογισμὸς ᾖ, μακάριος εἶ τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαρθεῖσιν ἀθέατον, ἐκκαθαρθεὶς κατενόησας, καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπεις τὸ μακάριον θέαμα. Τοῦτο δέ ἐστι τί; Καθαρότης, ὁ ἁγιασμὸς, ἡ ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι' ὧν ὁ Θεὸς ὁρᾶται.
is the measure within you for the comprehension of God, since He Who fashioned you straightway implanted such a good substantially within your nature. For God stamped upon your constitution the likenesses of the good things of His own nature, as though moulding wax in the form of a carved figure. Yet vice, having been poured over the godlike imprint, rendered that good useless to you by hiding it beneath shameful coverings. If, therefore, through diligence of life you wash away once more the filth that has been plastered over your heart, your godlike beauty will shine forth again for you. Just as happens by nature with iron, when by a whetstone it is stripped of rust, and what a moment ago was dark gleams towards the sun and gives forth rays and flashes of light from itself; so too the inner man, whom the Lord calls the heart, once he has scraped off the rusty filth that broke out upon his form through foul mould, will recover once again his likeness to the archetype and will be good. For what is like the good is altogether good. Accordingly, one who beholds himself beholds within himself that which he desires; and thus the pure in heart becomes blessed, because in looking upon his own purity he perceives the archetype in the image. For just as those who see the sun in a mirror, even if they do not gaze intently at heaven itself, see the sun in the brightness of the mirror no less than those who look directly at the sun's own disc; so too, He says, even if you lack strength for the comprehension of the light, if you return to the grace of the image fashioned within you from the beginning, you possess within yourselves what you seek. For divinity is purity, passionlessness, and alienation from every evil. If, then, these things are in you, God is assuredly in you. Whenever, therefore, the reasoning faculty within you is unmixed with any vice, free from passion, and separated from every defilement, you are blessed for your keenness of sight, because having been cleansed you have perceived what is invisible to the unpurified, and once the material mist has been removed from the eyes of the soul, in the clear sky of the heart you behold afar off in splendour the blessed spectacle. And what is this? Purity, sanctification, simplicity, all such luminous effulgences of the divine nature, through which God is seen.
Ἀλλὰ τὸ μὲν ταῦτα οὕτως ἔχειν ἐκ τῶν εἰρημένων οὐκ ἀμφιβάλλομεν. Ἔτι δὲ ἡμῖν ὁ λόγος τὸ ἐξ ἀρχῆς ἀπορηθὲν ἐπὶ τῆς αὐτῆς ἀμηχανίας βλέπει. Ὡς γὰρ ὁ ἐν οὐρανῷ γενόμενος, ἐν μετουσίᾳ τῶν οὐρανίων θαυμάτων ἐστίν· ὁ δὲ τῆς ἀνόδου τρόπος ἀμήχανος, ὧν οὐδὲν ἡμῖν τῶν διωμολογημένων κέρδος ποιεῖ· οὕτως ἐκ τοῦ καθαρθῆναι τὴν καρδίαν, τὸ μακάριον γενέσθαι οὐκ ἀμφιβάλλεται· τὸ δ' ὅπως ἄν τις αὐτὴν τῶν μολυνθέντων ἀποκαθάρειεν, ἶσον ἀντικρὺς εἶναι δοκεῖ τῆς ἐπὶ τὸν οὐρανὸν ἀναβάσεως. Ποία τοίνυν κλίμαξ τοῦ Ἰακώβ; ποῖον εὑρεθήσεται πύρινον ἅρμα καθ' ὁμοιότητα τοῦ τὸν προφήτην Ἠλίαν πρὸς οὐρανὸν ἀνυψώσαντος, ᾧ πρὸς τὰ ἄνω θαύματα ἡ καρδία
Yet that these things are so, from what has been said we do not doubt. Still, our discourse sees the question raised at the outset remaining in the very same perplexity. For just as one who has come to be in heaven partakes of the heavenly wonders, yet the means of ascent is impossible, which renders the things agreed upon of no profit to us; so too it is not doubted that blessedness comes from the cleansing of the heart, yet how anyone might cleanse it of its defilements seems downright equal in difficulty to ascending into heaven. What ladder of Jacob, then, is there? What fiery chariot will be found like the one that lifted the prophet Elijah up to heaven, whereby the heart
Notes, col. 1272

On the reading

Printed ἔν, for ἐν.

Printed ἶσον, for ἴσον.

PG 44:1273Read from the page
ἡμῶν ἐπαρθεῖσα, τὸ γήϊνον τοῦτο βάρος ἀποτινάξεται; Εἰ γάρ τις ἐν περινοίᾳ γένοιτο τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων, ἄπορον οἰήσεται καὶ ἀμήχανον τὴν τῶν συνεζευγμένων κακῶν ἀναχώρησιν. Εὐθὺς ἐκ πάθους ἡμῖν ἡ γένεσις ἄρχεται, καὶ διὰ πάθους ἡ αὔξησις πρόεισιν, καὶ εἰς τὸ πάθος ἡ ζωὴ καταλήγει, καὶ ἀνακέκραταί πως τὸ κακὸν πρὸς τὴν φύσιν, διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρακοῆς εἰσοικισαμένων τὴν νόσον. Ὥσπερ δὲ τῇ διαδοχῇ τῶν ἐπιγινομένων καθ' ἕκαστον εἶδος, τῶν ζώων ἡ φύσις συνδιεξέρχεται, ὡς ταὐτὸν εἶναι τὸ γενόμενον κατὰ τὸν τῆς φύσεως λόγον, τοῦ ἐξ οὗ γέγονεν· οὕτως ἐξ ἀνθρώπου ἄνθρωπος γίνεται, ἐξ ἐμπαθοῦς ἐμπαθὴς, ἐξ ἁμαρτωλοῦ τοιοῦτος. Οὐκοῦν συνυφίσταται τρόπον τινὰ τοῖς γινομένοις ἡ ἁμαρτία, συναποτικτομένη τε καὶ συναύξουσα, καὶ τῷ τῆς ζωῆς ὅρῳ συγκαταλήγουσα. Ἀλλὰ δυσεπίτευκτον ἡμῖν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατορθουμένην, πολλαχῆ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τεθλιμμένην καὶ διὰ στενοῦ προϊοῦσαν τὴν ὁδὸν τῆς βασιλείας ἀκούσαντες, πλατεῖάν τε καὶ κατάντη καὶ ἐπίδρομον, τὴν διὰ κακίας τὸν βίον ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οὐ μὴν καθόλου ἀμήχανον τὴν ὑψηλὴν ζωὴν, ἡ Γραφὴ διωρίσατο, ἡ τοσούτων ἀνδρῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἐκθεμένη τὰ θαύματα. Ἀλλ' ἐπειδὴ διπλῆς οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν Θεὸν ἐπαγγελίᾳ· μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν, ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος· τὸ μὲν πρότερον τῆς κατανοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ διορίζεται· τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς παρούσης διδασκαλίας ὁ Κύριος εἰπὼν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
of ours, lifted up, will shake off this earthly weight? For if anyone considers carefully the necessary passions of the soul, he will deem the withdrawal from our yoked evils hopeless and impossible. Straightway from passion our coming-to-be begins, through passion our growth proceeds, and in passion life ends; and evil has somehow been mingled with our nature through those who at the beginning admitted passion, who through disobedience brought the disease into their home. And just as in the succession of offspring within each species the nature of living creatures passes along together with them, so that by the law of nature what has come into being is identical with that from which it came; so too man is born from man, the passible from the passible, the sinner from a sinner of the same kind. Sin, therefore, in a manner co-subsists with those who come into being, born together with them, growing together with them, and ending together with the boundary of life. Moreover, we have been taught in many places by Holy Scripture that virtue is hard for us to attain, achieved scarcely with myriad sweats and labours, with zeal and toil, when we hear that the way of the kingdom is compressed and advances through a narrow passage, whereas the way that leads life through vice unto destruction is broad, downhill, and easily overrun. Yet Scripture has not defined the lofty life as altogether impossible, seeing that in the sacred books it has set forth the wondrous deeds of so many men. Rather, since there is a twofold meaning in the promise of seeing God—the one, to know the nature that transcends the universe; the other, to be united with Him through purity of life—the voice of the saints defines the former mode of comprehension as impossible, whereas the Lord promises the second to human nature through the present teaching when He says, Blessed are the pure in heart, for they shall see God.
Γὸ δὲ ὅπως ἔστι καθαρὸν γενέσθαι, διὰ πάσης σχεδὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἔξεστί σοι τὸ τοιοῦτον μαθεῖν. Τοῖς γὰρ ἐφεξῆς ἐπιδραμὼν παραγγέλμασι, σαφὲς εὑρήσεις τὸ τῆς καρδίας καθάρσιον. Εἰς δύο γὰρ διελὼν τὴν κακίαν, τήν τε διὰ τῶν ἔργων, καὶ τὴν ἐν νοήμασι συνισταμένην, πρότερον μὲν διὰ τοῦ ἀρχαίου νόμου, τὴν διὰ τῶν ἔργων φανερουμένην ἀδικίαν ἐκόλασεν, νυνὶ δὲ περὶ τὸ ἕτερον τῆς ἁμαρτία; εἶδος βλέπειν τὸν νόμον ἐποίησεν, οὐ τὸ ἔργον τὸ πονηρὸν τιμωρούμενος, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν γένοιτο προμηθούμενος. Τὸ γὰρ τῆς προαιρέσεως ἐξελεῖν τὴν κακίαν, ἐκ πολλοῦ τοῦ περιόντος ἐστὶν ἀλλότριον τῶν πονηρῶν ἔργων τὸν βίον ἐργάσασθαι. Πολυμεροῦς δὲ καὶ πολυειδοῦς τῆς κακίας οὔσης, ἑκάστῳ τῶν ἀπηγορουμένων ἰδίαν τὴν διὰ τῶν παραγγελμάτων θεραπείαν ἀντέθηκεν. Καὶ ἐπειδὴ πρόχειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀῤῥώστημα, ἐκ τοῦ μᾶλλον ἐπικρατοῦντος τῆς θεραπείας ἄρχεται, τὸ ἀόργητον ἐν πρώτοις νομοθετήσας. Ἐδιδάχθης, φησὶ, παρὰ τοῦ ἀρχαιο-
As for how it is possible to become pure, throughout virtually the whole evangelical teaching it is open to you to learn such a thing. For if you run over the precepts that follow in order, you will clearly find the means of cleansing the heart. Dividing vice into two kinds—that which is wrought through deeds and that which takes shape in thoughts—formerly through the ancient law He punished the wrongdoing manifested through deeds, whereas now He has caused the law to look towards the other kind of sin, not punishing the wicked deed, but taking forethought lest it should arise at all. For to remove wickedness from deliberate choice is, with abundant surplus, to render one's life alien from wicked deeds. And since vice has many parts and many forms, against each of the things forbidden He set its own specific remedy through His precepts. And seeing that throughout all of life the infirmity of anger is for the most part close at hand, He begins the cure from what is more prevalent, legislating freedom from anger first of all. You were taught, He says, by the more
Notes, col. 1273

On the reading

Printed Γὸ, for Τὸ.

Printed ἁμαρτία;, for ἁμαρτίας.

Printed ἀπηγορουμένων, for ἀπηγορευμένων.

PG 44:1276Read from the page
τέρου νόμου, τὸ Μὴ φονεύσαι, νῦν μάθε τὸ Χωρίσαι τῆς ψυχῆς τὴν κατὰ τῶν ὁμοφύλων ὀργήν. Οὐ γὰρ καθόλου τὴν ὀργὴν ἀπεῖπεν· ἔστι γὰρ καὶ ἐπὶ καλῷ ποτε τῇ τοιαύτῃ τῆς ψυχῆς χρήσασθαι ὁρμῇ, ἀλλὰ τὸ πρὸς τὸν ἀδελφὸν ὀργιστικῶς ποτε σχεῖν ἐπὶ μηδενὶ ἀγαθῷ, τοῦτο ἡ παραγγελία κατέσβεσεν. Πᾶς γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ἐκ τοῦ εἰκῆ. Ἡ γὰρ προσθήκη τοῦ εἰκῆ, δείκνυσι τὸ εὔκαιρον πολλάκις τῆς τοῦ θυμοῦ χρήσεως, ὅταν ἐπὶ κολάσει τῆς ἁμαρτίας ζέσῃ τὸ πάθος. Τοῦτο τὸ εἶδος τῆς ὀργῆς τῷ Φηνεὲς ὁ τῆς Γραφῆς λόγος προεμαρτύρησεν, ὅτε τῇ σφαγῇ τῶν παρανομούντων τὴν κατὰ τοῦ λαοῦ κινηθεῖσαν ἀπειλὴν τοῦ Θεοῦ ἱλεώσατο. Πάλιν μεταβαίνει τῇ θεραπείᾳ πρὸς τὰ διὰ τῆς ἡδονῆς πλημμελούμενα, καὶ τῆς μοιχείας τὴν ἄτοπον ἐπιθυμίαν ἐξαιρεῖ τῆς καρδίας διὰ τοῦ παραγγέλματος. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα εὑρήσεις, ἐν τοῖς ἐφεξῆς διορθοῦντα τὸν Κύριον, πρὸς ἕκαστον τῶν τῆς κακίας εἰδῶν ταῖς νομοθεσίαις ἱστάμενον. Κωλύει τὸ ἄρχειν ἀδίκων χειρῶν, διὰ τὸ μηδὲ ἀμύνεσθαι συγχωρῆσαι. Ὑπερορίζει τὸ κατὰ πλεονεξίαν πάθος, διὰ τοῦ πρὸς τὸ ἀποδύνεσθαι τῷ ἀφελομένῳ, καὶ τὸ ὑπολειφθὲν προστάξαι. Θεραπεύει τὴν δειλίαν, καταφρονητικῶς πρὸς τὸν θάνατον ἔχειν ἐκκελευόμενος. Καὶ ὅλως δι' ἑκάστου τῶν παραγγελμάτων, εὑρήσεις ἀρότρου δίκην τὸν ἀροτριακὸν λόγον, τὰς πονηρὰς τῶν ἁμαρτιῶν ῥίζας ἐκ τοῦ βάθους τῆς καρδίας ἡμῶν ἀνορύσσοντα, δι' ὧν ἔστι τῆς ἀκανθώδους καθαρθῆναι καρποφορίας. Οὐκοῦν δι' ἀμφοτέρων εὐεργετεῖται τὴν φύσιν, οἷς τε τὸ ἀγαθὸν ἐπαγγέλλεται, οἷς τε τὴν πρὸς τὸ προκείμενον διδασκαλίαν ἡμῖν ὑποτίθεται. Εἰ δὲ ἐπίπονος τῶν ἀγαθῶν σπουδή σοι νομίζεται, σύγκρινον τῷ ἐναντίῳ βίῳ· καὶ εὑρήσεις ὅσον ἐπιπονωτέρα ἐστὶν ἡ κακία, εἰ μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ ταῦτα βλέποις. Ὁ γὰρ γεέννας ἀκούσας, οὐκέτι πόνῳ τινὶ καὶ σπουδῇ τῶν κατὰ τὴν ἁμαρτίαν ἡδονῶν χωρισθήσεται· ἀλλ' ἀρκέσει μόνος ὁ φόβος τοῖς λογισμοῖς ἐγγενόμενος, ἐξορίσαι τὰ πάθη. Μᾶλλον δὲ καλῶς ἔχει τῷ σιωπωμένῳ συνυπακουόμενον κατανοήσαντας, σφοδροτέραν ἐντεῦθεν τὴν ἐπιθυμίαν λαβεῖν. Εἰ γὰρ μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ἐλεεινοὶ πάντως οἱ κατεῤῥυπωμένοι τὸν νοῦν· ὅτι πρὸς τὸ τοῦ ἀντικειμένου πρόσωπον βλέπουσιν. Καὶ εἰ αὐτὸς ὁ θεῖος χαρακτὴρ τῷ κατ' ἀρετὴν ἐντυποῦται βίῳ, δῆλον ὅτι ἡ κατὰ κακίαν ζωὴ μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται. Ἀλλὰ μὴν εἰ κατὰ διαφόρους ἐπινοίας ὁ Θεὸς ἑκάστῳ τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ἐπονομάζεται, φῶς, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστίν· πάντως ἐκ τοῦ ἀντιστρόφου, τὸ ἑκάστου τούτων ἀντικείμενον, τῷ τῆς κακίας εὑρέτῃ ὀνομασθήσεται, σκότος καὶ θάνατος καὶ φθορὰ, καὶ ὅσα τούτοις ὁμογενῆ καὶ ὁμόφυλα. Οὐκοῦν μαθόντες, διὰ τίνων ἥ τε κακία καὶ ὁ κατ' ἀρετὴν μορφοῦται βίος, ἐξουσίας ἡμῖν πρὸς ἑκάτερον τούτων κατὰ τὸ αὐτεξούσιον τῆς προαιρέσεως προκειμένης, φύγωμεν τὴν τοῦ διαβόλου μορφήν, ἀποθώμεθα τὸ πονηρὸν προσωπεῖον, ἀναλάβωμεν τὴν θείαν εἰκόνα, γενώμεθα καθαροὶ τῇ
ancient law, Thou shalt not murder; learn now to banish from the soul anger against your kindred. For He did not forbid anger altogether—since it is possible at times to employ such an impulse of the soul even for a good end—but to be angrily disposed at any time towards one's brother for no good purpose, this the commandment quenched. For everyone who is angry with his brother without cause. Indeed, the addition of without cause shows that the use of wrath is oftentimes timely, when the passion boils up for the chastisement of sin. To this kind of anger the word of Scripture bore witness beforehand in the case of Phinehas, when by the slaying of the transgressors he appeased the threat of God stirred up against the people. Again in His cure He passes on to offences committed through pleasure, and by His commandment removes from the heart the unseemly desire of adultery. Thus too in every particular you will find the Lord setting things right in what follows, opposing by His enactments each of the forms of vice. He prevents the initiating of unjust violence by not even permitting self-defence. He banishes the passion of covetousness by commanding us, in addition to stripping ourselves for the one who takes from us, to hand over what is left as well. He heals cowardice by bidding us hold death in contempt. And in general, throughout each of the precepts, you will find the ploughing word, like a plough, digging up the wicked roots of sins from the depth of our heart, whereby we may be cleansed of thorny fruit-bearing. Through both, therefore, He confers benefits upon our nature: both by the good things He promises, and by the teaching He sets before us for the goal at hand. And if zeal for good things seems laborious to you, compare it with the opposite way of life; and you will find how much more laborious wickedness is, if you look not to the present, but to what comes hereafter. For one who has heard of Gehenna will no longer need any toil or effort to be parted from sinful pleasures; rather, fear alone implanted in his thoughts will suffice to banish the passions. Better still is it, by perceiving what is implied in what is left unsaid, to conceive therefrom a more vehement desire. For if blessed are the pure in heart, utterly wretched are those whose mind is befouled, because they look upon the face of the adversary. And if the divine stamp itself is impressed upon the virtuous life, it is plain that a life lived in vice becomes the form and face of the adversary. Furthermore, if according to diverse conceptions God is named after each of the things conceived as good—light, and life, and incorruption, and whatever belongs to such a kind—assuredly, by contrariety, the opposite of each of these will be given as a name to the inventor of wickedness: darkness, and death, and corruption, and whatever is akin and of the same stock with these. Having learned, therefore, through what things both vice and the virtuous life take shape, since power towards either of them lies open before us through the self-determination of free choice, let us flee the form of the devil, let us put off the wicked mask, let us resume the divine image, let us become pure in
PG 44:1277Read from the page
καρδίᾳ, ἵνα γενώμεθα μακάριοι, τῆς θείας εἰκόνος ἐν ἡμῖν μορφωθείσης, διὰ τῆς καθαρᾶς πολιτείας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
heart, that we may become blessed, once the divine image has been formed within us through a pure way of life, in Christ Jesus our Lord, to Whom be glory unto the ages of ages. Amen.
ΑΟΓΟΣ Ζʹ.
Homily VII.
Μακάριοι οι εἰρηνοποιοί· ὅτι αὐτοὶ υιοὶ Θεοῦ κληθήσονται.
Blessed are the peacemakers: for they shall be called sons of God.
Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνοπηγίας, ἣν κατὰ τὸν ἐν τῷ ὄρει παρὰ τοῦ Θεοῦ δειχθέντα τύπον ὁ νομοθέτης τοῖς Ἰσραηλίταις κατεσκευάσατο, πάντα μὲν ἅγιά τε καὶ ιερὰ καθ' ἕκαστον ἦν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον ἐν τούτοις ἄδυτόν τε καὶ ἄβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον· δεικνύσης, οἶμαι, τῆς ἐπιτατικῆς ταύτης ὀνοματοποιΐας, τὸ μὴ κατὰ τὸ ὁμότιμον τοῖς ἄλλοις μετέχειν κἀκεῖνο τῆς ἁγιότητος· ἀλλ' ὅσον διέφερεν τοῦ κοινοῦ καὶ βεβήλου τὸ ἀφιερωμένον καὶ ἅγιον, τοσοῦτον ἐκεῖνο τὸ ἄδυτον τῶν περὶ αὐτὸ ἁγίων ἱερώτερόν τε καὶ καθαρώτερον εἶναι. Οἶμαι τοίνυν ἐγὼ κατὰ τὸν αὐτὸν τρόπον, τῶν ἐν τῷ ὄρει τούτῳ προδειχθέντων ἡμῖν μακαρισμῶν, πάντα μὲν ἱερά τε καὶ ἅγια καθ' ἕκαστον εἶναι, ὅσα προλαβὼν ὁ θεῖος κατεσκεύασε λόγος· τὸ δὲ νῦν τῇ θεωρίᾳ προκείμενον, ἄδυτον ὡς ἀληθῶς καὶ Ἅγιον ἁγίων εἶναι. Εἰ γὰρ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ πᾶσαν εὐκληρίαν πάντως ἐστίν· ποία γὰρ ῥημάτων ἐπίνοια; τίς ἐξ ὀνομάτων σημασία τῆς τηλικαύτης ἐπαγγελίας τὴν δωρεὰν περιλήψεται; Ὅπερ ἄν τις τῇ διανοίᾳ νοήσῃ, ὑπὲρ ἐκεῖνο πάντως ἐστὶ τὸ δηλούμενον· ἐὰν ἀγαθὸν, ἢ τίμιον, ἢ ὑψηλὸν ὀνομάσῃς τὸ κατὰ τὸν μακαρισμὸν τοῦτον δι' ἐπαγγελίας προκείμενον, πλέον ἢ κατὰ τὴν ἔμφασιν τῶν ὀνομάτων ἐστὶ τὸ δηλούμενον· ὑπὲρ εὐχὴν ἡ ἐπιτυχία, ὑπὲρ ἐλπίδα τὸ δῶρον, ὑπὲρ τὴν φύσιν ἡ χάρις. Τί ἐστιν ἄνθρωπος ὡς πρὸς τὴν θείαν φύσιν κρινόμενος; Τίνος εἴπω τῶν ἁγίων φωνήν, δι' ἧς ἐξευτελίζεται τὸ ἀνθρώπινον; κατὰ τὸν Ἀβραὰμ γῆ καὶ σπόδος· κατὰ τὸν Ἠσαΐαν χόρτος· κατὰ τὸν Δαβὶδ οὐδὲ χόρτος, ἀλλ' ἐοικὸς χόρτῳ. Ὁ μὲν γὰρ λέγει, Πᾶσα σὰρξ χόρτος· οὗτος δέ φησι· Ἄνθρωπος ὡσεὶ χόρτος· κατὰ τὸν Ἐκκλησιαστὴν ματαιότης· κατὰ τὸν Παῦλον, ταλαιπωρία. Οἷς γὰρ ἑαυτὸν ὁ Ἀπόστολος κατωνόμασεν, τούτοις ἅπαν κατοικτίζεται τὸ ἀνθρώπινον. Ταῦτα ὁ ἄνθρωπος· ὁ δὲ Θεὸς τί; Πῶς εἴπω τὸ τί, ὃ μήτε ιδεῖν δυνατὸν, μήτε ἀκοῇ χωρῆσαι, μήτε καρδίᾳ λαβεῖν; Ποίαις φωναῖς ἐξαγγείλω τὴν φύσιν; Τί εὖρω τοῦ ἀγαθοῦ τούτου ἐν τοῖς γινωσκομένοις ὑπόδειγμα; Ποίας καινοτομήσω φωνὰς, πρὸς τὴν τοῦ ἀφράστου τε καὶ ἀνεκφωνήτου σημασίαν; Ἤκουσα τῆς θεοπνεύστου Γραφῆς μεγάλα περὶ τῆς ὑπερκειμένης φύσεως διεξιούσης· ἀλλὰ τί ταῦτα πρὸς αὐτὴν τὴν φύσιν; Ὅσον γὰρ ἐγὼ ἐχώρουν δέξασθαι, τοσοῦτον εἶπεν ὁ λόγος, οὐχ ὅσον ἐστὶ τὸ
Of the sacred tabernacle of witness, which the lawgiver constructed for the Israelites according to the pattern shown to him on the mountain by God, all things within, each in its particular part, were holy and sacred, as many as were enclosed inside by the surrounding court; yet the innermost part among them was unenterable and untrodden, called the Holy of Holies—this intensive coinage indicating, I think, that it too did not partake of holiness on equal terms with the rest, rather that by as much as what was consecrated and holy differed from the common and profane, by so much was that shrine more sacred and purer than the holy things around it. I think, then, that in the very same manner, among the beatitudes shown beforehand to us upon this mountain, all that the divine discourse set forth earlier are indeed sacred and holy each in turn; whereas that which is now set before our contemplation is truly an inner shrine and a Holy of Holies. For if seeing God admits of nothing higher in goodness, becoming a son of God assuredly surpasses all good fortune. For what conception of words, what signification drawn from names, shall encompass the gift of so great a promise? Whatever one may conceive in thought, what is declared is altogether beyond that; whether you call that which is set forth by promise in this beatitude good, or precious, or lofty, what is signified exceeds the force of the names: the attainment is beyond prayer, the gift beyond hope, the grace beyond nature. What is man when judged in comparison with the divine nature? Which utterance of the saints shall I cite whereby what is human is shown in its lowliness? According to Abraham, earth and ashes; according to Isaiah, grass; according to David, not even grass, rather like unto grass. For the one says, All flesh is grass; whereas the other declares, Man is as grass; according to Ecclesiastes, vanity; according to Paul, wretchedness. For by the terms wherewith the Apostle named himself, he laments the whole human condition. Such is man; whereas God—what is He? How shall I utter the What, Which neither sight can behold, nor hearing contain, nor heart grasp? With what voices shall I proclaim that nature? What example of this good shall I find among things known? What new words shall I coin to signify the ineffable and unutterable? I have heard divinely inspired Scripture recounting great things concerning the transcendent nature; yet what are these in comparison with that nature itself? For the word spoke as much as I had capacity to receive, not as much as is the
Notes, col. 1277

On the reading

Printed ΑΟΓΟΣ, for ΛΟΓΟΣ.

Printed οι, for οἱ.

Printed υιοὶ, for υἱοὶ.

Printed ιερὰ, for ἱερὰ.

Printed ιδεῖν, for ἰδεῖν.

Printed εὖρω, for εὕρω.