λο τι τῶν ἐν κακίᾳ θεωρουμένων. Εἰ δὲ παντὸς τοῦ χείρονος ἀμιγὴς ὁ τῆς δικαιοσύνης λόγος ἐστὶν, ἅπαν ἐν ἑαυτῷ πάντως τὸ ἀγαθὸν περιείληφεν· ἀγαθὸν δὲ πᾶν τὸ κατ' ἀρετὴν θεωρούμενον. Οὐκοῦν πᾶσα ἀρετὴ τῷ ὀνόματι τῆς δικαιοσύνης ἐνταῦθα διασημαίνεται, ἧς τοὺς πεινῶντάς τε καὶ διψῶντας μακαρίζει ὁ Λόγος, τὴν πλησμονὴν αὐτοῖς τῶν ἐπιθυμουμένων ἐπαγγελλόμενος.
er of the things beheld in wickedness. And if the principle of righteousness is unmixed with anything worse, it has altogether encompassed every good within itself; and good is everything beheld in accordance with virtue. Therefore every virtue is signified here by the name of righteousness, and the Word pronounces blessed those who hunger and thirst for it, promising them the fulness of the things they desire.
Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τὸ δὲ λεγόμενον τοιοῦτόν μοί τινα νοῦν ἔχειν δοκεῖ· Οὐδὲν τῶν καθ' ἡδονὴν ἐν τῷ βίῳ σπουδαζομένων πλήσμιον γίνεται τοῖς σπουδάζουσιν, ἀλλὰ, καθώς φησί που δι' αἰνίγματος ἡ Σοφία· Πίθος τετρημένος ἐστὶν ἡ περὶ τὰς ἡδονὰς ἀσχολία· ᾧ πάντοτε κατὰ σπουδὴν ἐπαντλοῦντες, ἀπλήρωτόν τινα καὶ ἀνήνυτον ἐπιδεικνῦνται κόπον οἱ περὶ ταῦτα σπουδάζοντες, ἐγχέοντες μὲν ἀεί τι τῷ βυθῷ τῆς ἐπιθυμίας, καὶ τὸ πρὸς ἡδονὴν ἐπεμβάλλοντες, εἰς κόρον δὲ τὴν ἐπιθυμίαν οὐκ ἄγοντες. Τίς ἔγνω τῆς φιλαργυρίας ὅρον, διὰ τοῦ προσγενέσθαι τοῖς φιλαργυροῦσι τὸ σπουδαζόμενον; Τίς δοξομανῶν ἔληξεν, ἐν τῷ τυχεῖν ὧν ἐσπούδαζεν; ὁ δὲ τὴν ἡδονὴν ἐκπλήσας ἐν ἀκροάμασιν ἢ θεάμασιν, ἢ τῇ περὶ γαστέρα καὶ μετὰ γαστέρα μανίᾳ καὶ λύσσῃ· τί εὗρεν ἐκ τῆς ἀπολαύσεως αὐτῷ ταύτης περιγενόμενον; Οὐ πάσης ἡδονῆς εἶδος τῆς διὰ σώματος ἐκπληρουμένης ὁμοῦ τῷ προσπελάσαι παρίπταται, οὐδὲ πρὸς τὸ βραχύτατον τοῖς ἁψαμένοις αὐτῆς παραμενούσης; Τοῦτο τοίνυν τὸ ὑψηλὸν δόγμα παρὰ τοῦ Κυρίου μανθάνομεν, ὅτι μόνη ἡ κατ' ἀρετὴν ἡμῖν ἐγγινομένη σπουδὴ πάγιόν τί ἐστι καὶ ἐνυπόστατον. Ὁ γάρ τι τῶν ὑψηλῶν κατορθώσας, οἷον σωφροσύνην, ἢ μετριότητα, ἢ τὴν πρὸς τὸ Θεῖον εὐσέβειαν, ἢ ἄλλο τι τῶν ὑψηλῶν τε καὶ εὐαγγελικῶν διδαγμάτων, οὐ παροδικὴν ἐφ' ἑκάστῳ τῶν κατορθωμάτων καὶ ἄστατον τὴν εὐφροσύνην ἔχει, ἀλλ' ἐνιδρυμένην καὶ διαμένουσαν, καὶ παντὶ συμπαρατεινομένην τῷ τῆς ζωῆς διαστήματι. Διὰ τί; Ὅτι ταῦτα μὲν ἔξεστι διαπαντὸς ἐνεργεῖν, καὶ οὐδείς ἐστι καιρὸς ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τῆς ἀγαθῆς κόρον ἐμποιῶν ἐνεργείας. Ἥ τε γὰρ σωφροσύνη καὶ ἡ καθαρότης, καὶ τὸ ἐν παντὶ ἀγαθῷ ἀμετάπτωτον, καὶ τὸ πρὸς τὸ κακὸν ἀκοινώνητον ἀεὶ ἐνεργεῖται, ἕως ἄν τις πρὸς ἀρετὴν βλέπῃ, καὶ συμπαρατεινομένην ἔχει τῇ ἐνεργείᾳ τὴν εὐφροσύνην. Ἐπὶ δὲ τῶν ταῖς ἀτόποις ἐπιθυμίαις ἐκκεχυμένων, κἂν διαπαντὸς αὐτοῖς ἡ ψυχὴ βλέπῃ πρὸς τὸ ἀκόλαστον, ἀλλ' οὐκ ἀεὶ τὸ ἥδεσθαι πάρεστιν. Τήν τε γὰρ περὶ τὴν βρῶσιν λιχνείαν ὁ κόρος ἔστησεν, καὶ ἡ τοῦ πίνοντος ἡδονὴ συγκατεσβέσθη τῇ δίψῃ, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνου τινὸς χρήζει, καὶ διαλείμματος, ὥστε μαρανθείσης ἀπὸ τῆς ἡδονῆς καὶ τῆς πλησμονῆς, πάλιν ἀνακληθῆναι τὴν τοῦ ἡδύνοντος ὄρεξιν. Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἅπαξ βεβαίως ἐνιδρυθῇ, οὐ χρόνῳ μετρεῖται, οὔτε κόρῳ περιορίζεται· ἀλλὰ
For blessed, He says, are those who hunger and thirst for righteousness, for they shall be filled. Now what is said seems to me to bear some such sense as this: nothing among the things pursued for pleasure in life becomes satisfying to those who pursue them; rather, as Wisdom says somewhere through a riddle: A pierced jar is the preoccupation with pleasures; continually drawing water into which with eagerness, those who busy themselves about these things display a certain insatiable and endless toil, ever pouring something into the depth of desire and casting in what makes for pleasure, yet never bringing desire to satiety. Who ever knew a limit to avarice through the desired object accruing to the avaricious? Who, mad for glory, ceased upon attaining the things he strove after? And he who has sated his pleasure in recitals or spectacles, or in the madness and frenzy of the belly and of the parts below the belly, what did he find remaining over to him from that enjoyment? Does not every form of pleasure fulfilled through the body fly past the moment it approaches, not abiding even for the briefest instant with those who have touched it? This lofty doctrine, therefore, we learn from the Lord: that only the zeal engendered in us in accordance with virtue is something firm and substantial. For he who has rightly accomplished one of the lofty things, such as temperance, or moderation, or piety towards the Divine, or any other of the lofty and evangelical teachings, possesses a joy over each right accomplishment that is neither transient nor unstable, but firmly planted and enduring, and co-extended with the whole span of life. Why? Because it is possible to practise these things continually, and there is no season in the whole span of life that produces satiety of good activity. For temperance and purity, and unswervingness in every good, and non-communion with evil are ever active so long as one looks towards virtue, and have joy co-extended with their activity. Whereas in the case of those poured out into absurd desires, even if their soul continually looks towards licentiousness, yet taking pleasure is not always present. For satiety halts gluttony for food, and the drinker's pleasure is extinguished together with his thirst, and other things in the same manner require some time and interval so that, once desire has withered away from pleasure and fulness, the appetite for what pleases may be recalled again. Yet the possession of virtue, in whomsoever it has once been firmly planted, is neither measured by time nor bounded by satiety; rather,