καρίῳ τὸ ἄθλιον. Ἀθλιότης οὖν ἐστιν, ἡ ἐν τοῖς λυπηροῖς τε καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία. Μεμέρισται δὲ ἐκ τοῦ ἐναντίου ἡ ἐφ' ἑκατέρου τῶν ἐν αὐτοῖς γινομένων διάθεσις. Ὑπάρχει γὰρ τῷ μὲν μακαριζομένῳ τὸ εὐφραίνεσθαι τοῖς προκειμένοις εἰς ἀπόλαυσιν αὐτῷ καὶ ἀγάλλεσθαι· τῷ δὲ ταλανιζομένῳ τὸ ἀνιᾶσθαι τοῖς παροῦσιν αὐτῷ καὶ ἀλγύνεσθαι. Τὸ μὲν οὖν μακαριστὸν ἀληθῶς, αὐτὸ τὸ θεῖόν ἐστιν. Ὅ τί ποτε γὰρ αὐτὸ εἶναι ὑποθώμεθα, μακαριότης ἐστὶν ἡ ἀκήρατος ἐκείνη ζωὴ, τὸ ἄρρητόν τε καὶ ἀκατανόητον ἀγαθὸν, τὸ ἀνέκφραστον κάλλος, ἡ αὐτοχάρις, καὶ σοφία, καὶ δύναμις· τὸ ἀληθινὸν φῶς· ἡ πηγὴ πάσης ἀγαθότητος· ἡ ὑπερκειμένη τοῦ παντὸς ἐξουσία· τὸ μόνον ἐράσμιον, τὸ ἀεὶ ὡσαύτως ἔχον, τὸ διηνεκὲς ἀγαλλίαμα· ἡ ἀΐδιος εὐφροσύνη· περὶ ἧς πάντα τις ἃ δύναται λέγων, λέγει τῶν κατ' ἀξίαν οὐδέν. Οὔτε γὰρ ἡ διάνοια καθικνεῖται τοῦ ὄντος, κἄν τι περὶ αὐτοῦ τῶν ὑψηλοτέρων νοῆσαι χωρήσωμεν, οὐδενὶ λόγῳ τὸ νοηθὲν ἐξαγγέλλεται. Ἐπεὶ δὲ ὁ πλάσας τὸν ἄνθρωπον, κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν· δευτέρως ἂν εἴη μακαριστὸν τὸ κατὰ μετουσίαν τῆς ὄντως μακαριότητος ἐν τῷ ὀνόματι τούτῳ γινόμενον. Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς εὐμορφίας, τὸ μὲν πρωτότυπον κάλλος ἐν τῷ ζῶντι προσώπῳ ἐστὶ καὶ ὑφεστῶτι, δευτερεύει δὲ τούτου τὸ κατὰ μίμησιν ἐπὶ τῆς εικόνος δεικνύμενον· οὕτως καὶ ἡ ἀνθρωπίνη φύσις, εικὼν οὖσα τῆς ὑπερκειμένης μακαριότητος, καὶ αὐτὴ τῷ ἀγαθῷ κάλλει χαρακτηρίζεται, ὅταν ἐφ' ἑαυτῆς δεικνύει τὰς τῶν μακαρίων χαρακτήρων ἐμφάσεις. Ἀλλ' ἐπειδὴ ὁ τῆς ἁμαρτίας ῥύπος τὸ ἐπὶ εικόνος κάλλος ἠχρείωσεν· ἦλθεν ὁ ἐκνίπτων ἡμᾶς τῷ ἰδίῳ ὕδατι, τῷ ζῶντί τε καὶ ἀλλομένῳ εις ζωὴν αιώνιον, ὥστε ἡμᾶς ἀποθεμένους τὸ ἐξ ἁμαρτίας αἶσχος, πάλιν κατὰ τὴν μακαρίαν ἀνακαινισθῆναι μορφήν. Καὶ καθάπερ ἐπὶ τῆς ζωγραφικῆς τέχνης εἴποι ἄν τις πρὸς τοὺς ἀπείρους ὁ ἐπιστήμων, ἐκεῖνο καλὸν εἶναι τὸ πρόσωπον, τὸ ἐκ τοιῶνδε τῶν τοῦ σώματος μορίων συγκείμενον· ᾧ κόμη τε τοιάδε, καὶ ὀφθαλμῶν κύκλοι, καὶ ὀφρύων περιγραφαὶ, καὶ παρειῶν θέσις, καὶ τὰ καθ' ἕκαστον πάντα δι' ὧν συμπληροῦται ἡ εὐμορφία· οὕτως καὶ ὁ τὴν ἡμετέραν πρὸς τὴν τοῦ μόνου μακαρίου μίμησιν ἀναζωγραφῶν ψυχὴ, τὰ καθ' ἕκαστον τῶν εἰς μακαρισμὸν συντεινόντων, ὑπογράφει τῷ λόγῳ, καί φησιν ἐν πρώτοις· Μακάριοι οι πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
sed is the wretched. Wretchedness, then, is misery amid painful and involuntary sufferings. And the disposition arising in either party from the things that befall them is divided contrariwise: for it belongs to him who is accounted blessed to rejoice and exult over the things set before him for enjoyment, whereas to him who is accounted wretched it belongs to grieve and feel pain over the things present to him. Now that which is truly blessed is the Divine itself. For whatever we may suppose it to be, blessedness is that pure life, the ineffable and incomprehensible good, the unutterable beauty, very grace itself, and wisdom, and power; the true light; the fountain of all goodness; the authority transcendent above the universe; the sole object of love, that which ever abides in the selfsame state, the perpetual exultation; the everlasting gladness—concerning which someone, even in saying all that he is able, says nothing worthy of its desert. For neither does thought attain unto Him Who is, and even if we prove capable of conceiving something loftier concerning Him, what has been conceived cannot be declared by any speech. Yet since He Who fashioned man made him according to the image of God (Gen. 1:27), that which comes to bear this name through participation in true blessedness would in a secondary sense be blessed. For just as in the case of bodily comeliness the archetypal beauty exists in the living and subsisting countenance, while second to this ranks that which is displayed by way of imitation upon the portrait, so too human nature, being an image of the transcendent blessedness, is itself also stamped with the good beauty whenever it displays upon itself the impressions of the blessed features. Yet since the filth of sin marred the beauty upon the image, He came Who washes us clean with His own water, living and springing up unto eternal life (John 4:14), so that having put off the ugliness arising from sin, we might again be renewed after the blessed form. And just as in the art of painting the expert might tell the uninitiated that a fair face is one composed of bodily parts of such and such a kind—having hair of such a sort, and curves of the eyes, and outlines of the brows, and poise of the cheeks, and all the particular features whereby comeliness is brought to perfection—so too He Who repaints our soul unto the imitation of Him Who alone is blessed sketches out by His word each particular among the things that conduce to blessedness, and says first of all: Blessed are the poor in spirit, for theirs is the kingdom of heaven (Matt. 5:3).
Ἀλλὰ τί κέρδος ἐκ τῆς μεγαλοδωρεᾶς γενήσεται, μὴ φανερωθείσης ἡμῖν τῆς ἐγκειμένης διανοίας τῷ λόγῳ; Καὶ γὰρ ἐπὶ τῆς ιατρικῆς, πολλὰ τῶν τιμίων καὶ δυσπορίστων φαρμάκων ἄχρηστα τοῖς ἀγνοοῦσι καὶ ἀνόνητα μένει, ἕως ἂν εἰς ὅ τι χρήσιμον ἕκαστον τούτων ἐστὶν παρὰ τῆς τέχνης ἀκούσωμεν. Τί οὖν ἐστι τὸ
Yet what profit will arise from this munificent gift if the meaning embedded in the saying has not been made manifest to us? For in medicine also, many precious and hard-won drugs remain useless and unprofitable to the ignorant until we hear from the art for what purpose each of them is serviceable. What then is it to