Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ Ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, εἶναι προσήκει τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης, χάριτι πάλιν ὑπὸ τοῦ Κυρίου σωθείημεν, καθώς φησιν ὁ Ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπισκοπῶν λόγον, τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν· οὐκ οἶμαι χρείαν ἐφ' ἡμῖν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμένων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Πολυειδῶς γὰρ κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης· τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος· δύσκολον, ἢ καὶ παντάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πάθει συνενεχθῆναι, οἷόν τι λέγω· Τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθήσεσι, τῆς δὲ κατὰ ψυχὴν, ἐν τῇ τῆς διανοίας ὁρμῇ θεωρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως· τίς οὕτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι, ὡς δι' ἀμφοτέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; Τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; Τίς κατὰ τὴν ἀκοὴν ἀνυπεύθυνος; Τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; Τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρτίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς Γραφῆς λεγούσης· Διὰ τῶν θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκπίπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ Γραφὴ προσηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανάτῳ τὴν εἴσοδον ὁ Λόγος φησί. Τῷ ὄντι γὰρ πολλῶν θανάτων εἴσοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ὁ θυμούμενον βλέπων, καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος· ἢ εὐημεροῦντα παρ' ἀξίαν, καὶ εἰς φθόνον φλεγόμενος· ἢ ὑπερηφανούμενον, καὶ πρὸς μῖσος ἐκπίπτων· ἤ τινα εὐχροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων. Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι' ὧν ἀκούει, πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος, καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις, μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ' ἕκαστόν ἐστι κακῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημμελημάτων, ἡ περὶ τὸν λαιμὸν ἀσχολία; Ταύτης γὰρ ἐξήρτηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαιταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστί· πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἀντιλήψεως τῆς ἁπτικῆς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν, ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα.
For since, as the Apostle says, in Adam we all die, it is fitting that the utterance suited to Adam in repentance should belong to all who have died together with him, so that once amnesty for our transgressions has been granted to us, we may again be saved by grace by the Lord, as the Apostle says. Yet these things have been said as someone surveying the more general account might contemplate the subject before us. If, however, anyone should seek the true meaning of the saying, I do not think there is need in our case to refer the thought to the common condition of nature; for conscience, from the deeds lived out by each person, suffices to render necessary the petition for mercy. For since life is enacted by us in manifold ways during this existence—partly according to soul and mind, and partly according to the senses of the body—it is difficult, or even altogether impossible, not to be carried away along with some single passion towards sin; as, for instance, I mean: since this life of enjoyment according to the body is parcelled out among our senses, whereas that according to the soul is beheld in the impulse of the mind and in the movement of deliberate choice, who is so lofty and noble in spirit as through both to stay outside the defilement of wickedness? Who is sinless with respect to the eye? Who is unimpeachable with respect to hearing? Who is a stranger to this cattle-like pleasure of the throat? Who through touch keeps pure from the grip of sin? Who does not know the enigma of Scripture when it says that death has entered in through the windows? For Scripture has called windows the senses through which the soul, slipping out towards external things, lays hold of what suits its liking, and the Word says that these pave the way for death's entry. For in truth the eye often becomes an entrance for many deaths: beholding someone angry and being roused in return to the like passion; or seeing someone prospering beyond desert and blazing into envy; or seeing someone arrogant and falling away into hatred; or seeing some fair-coloured matter or a more shapely moulding of form, and slipping headlong altogether into desire for what has pleased it. Thus the ear opens the windows to death, and through the things it hears admits many passions into the soul: fear, grief, anger, pleasure, desire, dissolute laughter, and things of that sort. And enjoyment in taste is the mother, as one might say, of particular evils; for who does not know that preoccupation with the throat is almost the root of the transgressions committed in life? For upon this hang luxury, drunkenness, gluttony, prodigality in regimen, repletion, satiety, carousing, the beastly and irrational headlong rush into passions of dishonour. Likewise the sense of touch is the uttermost of all sins that are committed; for all things practised through the body by lovers of pleasure are maladies of tactile apprehension, to recount which one by one would take long; nor is it even fitting to mix in alongside weightier discourses all that constitutes the indictments of touch.