Migne Reading Room

PG 44 · cols. 1180–1189 · Read from the page

On the Lord's Prayer

On the Lord's Prayer

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1180Read from the page
φύσιν πρὸς το θειότερον, καὶ θεοὺς γίνεσθαι τοὺς τῷ Θεῷ προσιόντας νομοθετῶν; Τί δουλοπρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προσέρχῃ Θεῷ; Τί ἀποκλείεις σεαυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυπάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; Τί κολακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; Τί προσάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅτι πέρ ἐστιν ἐκ Θεοῦ χρηστὸν, κατ' ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι· αὐτὸς γενοῦ σεαυτῷ δικαστής· δὸς σεαυτῷ τὴν σώζουσαν ψῆφον· ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ Θεοῦ τὰ ὀφλήματα; σὺ ἄφες, καὶ ὁ Θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, σὺ κύριος, ἴση γίνεται ψῆφος, οἵα δ' ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη.
nature towards what is more divine, and legislating that those who approach God should become gods? Why, He says, do you come before God slavishly, cowering in fear and scourged by your own conscience? Why do you shut off from yourself boldness of speech, which inheres in the freedom of the soul and has from the beginning been bound up essentially with your nature? Why do you flatter with words Him Who cannot be flattered? Why do you bring obsequious and fawning speeches to Him Who looks upon deeds? It lies within your power, being free in mind, to possess with authority every good thing whatsoever comes from God; become yourself your own judge; cast for yourself the saving vote; do you seek from God that your debts be forgiven you? Forgive yourself, and God has ratified the vote. For the judgement concerning your fellow-creature, of which you are master, becomes an equal vote, of whatever sort it may be; for whatever you decide in your own case, those things have been ratified for you through the divine judgement.
Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαίνει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ ὄνομα· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφείλουσιν ἡμῖν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μέν ἐστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λόγῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον; Ὥσπερ ὁ Θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν, καθὼς εἶπεν ὁ Ἀπόστολος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ Θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι βούλεται, ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ Θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν Θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ Θεῷ, ὅτι Ὃ ἐγὼ πεποίηκα, ποίησον· μίμησαι τὸν δοῦλόν σου, ὁ Κύριος, τὸν πτωχὸν καὶ πένητα, ὁ τοῦ παντὸς βασιλεύων, ἀφῆκα τὰ ὀφειλήματα, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφειλέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς τὸν σὸν χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαιτοῦσιν εὐχαριστείτωσαν· ἴση παρ' ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις, τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφειλέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώμην ἐγὼ, αὕτη παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφες· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον· μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν, ὁ Κύριος. Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων· φημὶ κἀγὼ, καὶ τοῦτο λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι· ὀλίγην τὴν φιλανθρωπίαν ἐπεδειξάμην ἐγώ· οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις·
Yet how could anyone worthily unveil the sublimity of the divine utterance? The expression surpasses interpretation in words: Forgive us our debts, as we also have forgiven those who are in debt to us. For what occurs to me to think concerning this is bold even to grasp in mind, and bold also to disclose in speech. For what is it that is being said? Just as God is set before those who achieve the good for imitation, even as the Apostle said, Become imitators of me, even as I also am of Christ, so conversely He wishes your disposition towards the good to become a pattern for God, and the order is in a certain manner reversed, so that we dare—just as the good is accomplished in us by imitation of the Divine—so also to hope that God imitates our deeds whenever we achieve something good, so that you too may say to God: What I have done, do Thou; imitate Thy servant, O Lord, poor and needy as he is, O Thou Who reignest over the universe; I have forgiven debts, do not Thou either thrust away Thy suppliant; I sent my debtor away cheerful, let Thine become such as well; do not make Thy debtor more downcast than mine; let both alike give thanks to their creditors; let equal remission be ratified by both for the contracting parties, mine and Thine. My debtor is so-and-so, whereas Thine am I; the mind that I held regarding him, let this prevail with Thee: I have loosed, loose Thou; I have forgiven, forgive Thou; great mercy have I displayed towards my fellow-creature; imitate, O Lord, the lovingkindness of Thy servant. Yet heavier are my transgressions against Thee than those committed against me by this man: I say so too, and reckon this also—how greatly Thou dost surpass in every good; for Thou art righteous to bestow upon us sinners mercy proportionate to the surpassing greatness of Thy power; slight was the lovingkindness that I displayed, for nature had no room for more;
Notes, col. 1180

On the reading

Printed το, for τὸ.

PG 44:1181Read from the page
σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύναμις. Ἀλλὰ φιλανθρωπότερον τὴν προκειμένην τῆς προσευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μέν ἐστιν οἷς ὑπόχρεως ἡ ἀνθρωπίνη φύσις· ποῖα δὲ πάλιν ἐκεῖνα, ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι. Ἐκ γὰρ τοῦ ταῦτα γνῶναι, γένοιτ' ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις. Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν Θεὸν πλημμελημάτων τὴν ἀπαρίθμησιν.
whereas as much as Thou willest, Thy power does not hinder Thy munificence. Yet let us examine more humanely the saying of the prayer set before us, if perchance through contemplation of its meaning some guidance by the hand towards the lofty life might come about for us also. Let us inquire, therefore, what sort of things those are for which human nature is indebted, and what again are those of whose remission we ourselves are masters. For from knowing these things some moderate comprehension of the surpassing greatness of the divine goods might come to us. Accordingly, let us from this point make our enumeration of human transgressions against God.
Πρώτην ὤφλησεν τῷ Θεῷ τιμωρίαν ὁ ἄνθρωπος, ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν, ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησε τοῦ συνεῖναι Θεῷ, τὸ τυραννεῖσθαι παρὰ τῆς καταφθειρούσης δυνάμεως. Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόσωπον, τίνος ἂν δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν ὑπεροψία, καὶ τῶν τοῦ πονηροῦ δελεασμάτων προτίμησις, εἰς ποῖον μέρος τιμωρίας ταχθείη; Ὅ τε τῆς εἰκόνος ἀφανισμὸς, καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀναχώρησις, καὶ ἡ πρὸς τὸν δυσώδη τῶν χοίρων βίον οἰκείωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοιαῦτα διά τε τῆς Γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημμελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἐπειδὴ τοίνυν ἐν τοιούτοις ὑπόδικόν ἐστι πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ Θεῷ, διὰ τοῦτό μοι δοκεῖ παιδεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προσευχῆς ὁ λόγος, μηδαμῶς ἐν τῇ πρὸς Θεὸν ἐντεύξει, ὡς ἐπὶ καθαρῷ τῷ συνειδότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων πλημμελημάτων κεχωρισμένος τις ᾖ. Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας, ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου, καὶ εἰπεῖν τῷ Θεῷ, ὅτι Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπηλειφέναι αὐτῷ, διὰ τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι, μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν. Καί φησι τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεονεξίας εἰδωλολατρήσαντι, ἀναγκαίαν τὴν αἴτησιν τῆς συγγνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι, καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον. Εἰ δὲ Ἠλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ὁ μὲν ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖτ-
Man incurred a first penalty owed to God because he withdrew himself from Him Who made him and deserted to the adversary, becoming a runaway and apostate from his Master by nature; second, because he exchanged self-governing freedom for the wicked slavery of sin, and preferred being tyrannized over by the corrupting power to dwelling with God. Moreover, not looking towards the beauty of Him Who made him, but turning his face towards the ugliness of sin—to which of evils could that be judged second? And disdain for the divine goods, and preference for the baits of the evil one—in what class of punishment should that be ranked? And the effacement of the image, and the defilement of the divine stamp fashioned within us at the first creation, and the loss of the drachma, and the departure from the father's table, and making oneself at home in the foul-smelling life of swine, and the ruin of precious wealth, and all such transgressions as may be seen both through Scripture and through our thoughts—what discourse could enumerate them? Since, therefore, in such matters humanity is liable before God to pay the penalty, on this account it seems to me that the word instructs us by the teaching of the prayer in no wise to speak boldly in our approach to God as though upon a pure conscience, even if someone be ever so far removed from human transgressions. For perhaps someone who, like that youth of great possessions, has trained his own life by the commandments has reason to boast of such a thing regarding his own life and to say to God, All these things have I kept from my youth, and to have supposed that, because he has transgressed in nothing against the commandments, the deprecation over debts does not much suit him, as suiting only those who have sinned outright. And he says that such an utterance befits one defiled through fornication, or that for one who has practised idolatry through covetousness the petition for pardon is necessary, and in general that for everyone who through some transgression has stained the conscience of his soul it is good and fitting to flee for refuge to mercy. Yet if someone should be that great Elijah, or he who came in the spirit and power of Elijah—the one among those born of women—or Peter, or Paul, or John, or someone else among those towards the bet-
Notes, col. 1181

On the reading

Printed ὑπηλειφέναι, for ὑπειληφέναι.

PG 44:1184Read from the page
τον μεμαρτυρημένων ὑπὸ τῆς θείας Γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων; ᾯ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα; Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέπων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν οὐδ' ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα, εἰ γὰρ ἐγνώκει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη Γραφῆς, ἥ φησι· Μηδεμιᾶς ἡμέρας ζῆν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ' ἀνθρώπῳ εὑρεῖν. Ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προσευχῆς τῷ Θεῷ προσιόντος ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος παρεγγυᾷ, ἀλλ' ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως· καὶ παρακαλεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι. Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ' ἕκαστον ἄνθρωποι ἕως τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόσκαιρα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἰδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες, κακῶς ἑαυτοῖς συνεῤῥάψαμεν, τρυφὰς καὶ δόξας, καὶ τὰς ἐφημέρους τιμὰς, καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας, ἀντὶ τῶν θείων περιβολῶν μετενδυσάμενοι· καὶ μέχρις ἂν τὸν τῆς σαρκώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν παροικεῖν· ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν· οὐχ ὡς μόνον ἐκεῖ τοῦ Θεοῦ θεωρουμένου· ὁ γὰρ πανταχοῦ ὢν κατ' οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται· ἐπίσης γὰρ περιέχει τὸ πᾶν· ἀλλ' ὡς ἐν ἀνατολαῖς τῆς πρώτης ἡμῖν πατρίδος οὔσης· λέγω δὲ τῆς ἐν παραδείσῳ διαγωγῆς, ἧς ἐκπεπτώκαμεν· Ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς βλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτεινῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων, τῇ διανοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προσβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκιαζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ Θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, ἐσθίοντα καὶ εἰς γῆν ἰλυσπώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πορευόμενον, καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ τὴν γηΐνην ἀπόλαυσιν ἔχειν, καὶ τοῖς χαμαιζήλοις χάι χαμερπέσι τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασι, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τουτέστι, περὶ τὸν ἀπολαυστικὸν ἀσχολεῖσθαι βίον· ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖνον, μετὰ τὴν μακρὰν ταλαιπωρίαν ἣν τοὺς χοίρους ποιμαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν ὥσπερ κἀκεῖνος, καὶ τοῦ οὐρανίου Πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς, ὅτι Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· ὥστε κἂν Μωϋσῆς τις ᾖ, καὶ Σαμουὴλ, κἂν ἕτερός τις τῶν δι' ἀρετῆς ἐξεχόντων, οὐδὲν ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοινωνῶν δὲ καὶ τῆς ἐκπτώσεως.
ter attested by divine Scripture—to what end would he use such an utterance, entreating pardon for himself from debts, when he has no debt arising from sin? Lest anyone looking towards such things should grow presumptuous like that Pharisee who did not even recognize what he was by nature—for had he known that he was a man, he would surely have been taught by Holy Scripture that his nature is not pure from defilement, where it says that it is impossible to find upon man a life of even a single day without stain—in order, therefore, that nothing of this sort may arise in the soul of him who approaches God through prayer, the discourse exhorts us not to look to our achievements, but to recall the memory of the common debts of human nature, in which everyone assuredly has a share himself insofar as he shares in the nature, and to beseech the Judge to grant amnesty for transgressions. For as though Adam were living in us, all we individual human beings, so long as we behold around our own nature these tunics of skin and the fleeting leaves of this material life, which, stripped of our own bright garments, we miserably stitched together for ourselves—putting on luxuries and glories and ephemeral honours and short-lived satisfactions of the flesh in exchange for the divine robes—and so long as we look upon the place of fleshly investiture in which we were condemned to sojourn, whenever we turn ourselves towards the east—not as though God were beheld there alone, for He Who is everywhere is apprehended exclusively in no part at all, since He encompasses the whole alike, but because our first fatherland is in the east, I mean the way of life in paradise from which we have fallen—God planted a paradise in Eden towards the east—whenever, therefore, we look towards the east and call to mind our fall from the luminous and eastern regions of blessedness, with good reason do we put forward such an utterance, shaded as we are beneath the evil fig-tree of life, cast out from before the eyes of God, having deserted to the serpent that eats earth and writhes into it and goes upon its breast and belly, and counsels us to do the like: to be occupied with earthly enjoyment, and to trail our heart along in grovelling and earth-creeping thoughts, and to go upon the belly, that is, to busy ourselves with the life of sensual indulgence; being therefore in this state like that prodigal, after the long misery which he endured tending the swine, once we return to ourselves just as he did and conceive the thought of the heavenly Father, we rightly make use of such utterances: Forgive us our debts; so that even if someone be a Moses, and a Samuel, and even if someone else among those pre-eminent through virtue, nonetheless, insofar as he is a man, he deems this utterance fitting for himself, sharing as he does in the nature of Adam, and sharing also in the fall.
Notes, col. 1184

On the reading

Printed χάι, for καὶ.

PG 44:1185Read from the page
Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ Ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, εἶναι προσήκει τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης, χάριτι πάλιν ὑπὸ τοῦ Κυρίου σωθείημεν, καθώς φησιν ὁ Ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπισκοπῶν λόγον, τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν· οὐκ οἶμαι χρείαν ἐφ' ἡμῖν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμένων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Πολυειδῶς γὰρ κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης· τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος· δύσκολον, ἢ καὶ παντάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πάθει συνενεχθῆναι, οἷόν τι λέγω· Τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθήσεσι, τῆς δὲ κατὰ ψυχὴν, ἐν τῇ τῆς διανοίας ὁρμῇ θεωρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως· τίς οὕτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι, ὡς δι' ἀμφοτέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; Τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; Τίς κατὰ τὴν ἀκοὴν ἀνυπεύθυνος; Τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; Τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρτίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς Γραφῆς λεγούσης· Διὰ τῶν θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκπίπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ Γραφὴ προσηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανάτῳ τὴν εἴσοδον ὁ Λόγος φησί. Τῷ ὄντι γὰρ πολλῶν θανάτων εἴσοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ὁ θυμούμενον βλέπων, καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος· ἢ εὐημεροῦντα παρ' ἀξίαν, καὶ εἰς φθόνον φλεγόμενος· ἢ ὑπερηφανούμενον, καὶ πρὸς μῖσος ἐκπίπτων· ἤ τινα εὐχροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων. Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι' ὧν ἀκούει, πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος, καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις, μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ' ἕκαστόν ἐστι κακῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημμελημάτων, ἡ περὶ τὸν λαιμὸν ἀσχολία; Ταύτης γὰρ ἐξήρτηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαιταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστί· πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἀντιλήψεως τῆς ἁπτικῆς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν, ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα.
For since, as the Apostle says, in Adam we all die, it is fitting that the utterance suited to Adam in repentance should belong to all who have died together with him, so that once amnesty for our transgressions has been granted to us, we may again be saved by grace by the Lord, as the Apostle says. Yet these things have been said as someone surveying the more general account might contemplate the subject before us. If, however, anyone should seek the true meaning of the saying, I do not think there is need in our case to refer the thought to the common condition of nature; for conscience, from the deeds lived out by each person, suffices to render necessary the petition for mercy. For since life is enacted by us in manifold ways during this existence—partly according to soul and mind, and partly according to the senses of the body—it is difficult, or even altogether impossible, not to be carried away along with some single passion towards sin; as, for instance, I mean: since this life of enjoyment according to the body is parcelled out among our senses, whereas that according to the soul is beheld in the impulse of the mind and in the movement of deliberate choice, who is so lofty and noble in spirit as through both to stay outside the defilement of wickedness? Who is sinless with respect to the eye? Who is unimpeachable with respect to hearing? Who is a stranger to this cattle-like pleasure of the throat? Who through touch keeps pure from the grip of sin? Who does not know the enigma of Scripture when it says that death has entered in through the windows? For Scripture has called windows the senses through which the soul, slipping out towards external things, lays hold of what suits its liking, and the Word says that these pave the way for death's entry. For in truth the eye often becomes an entrance for many deaths: beholding someone angry and being roused in return to the like passion; or seeing someone prospering beyond desert and blazing into envy; or seeing someone arrogant and falling away into hatred; or seeing some fair-coloured matter or a more shapely moulding of form, and slipping headlong altogether into desire for what has pleased it. Thus the ear opens the windows to death, and through the things it hears admits many passions into the soul: fear, grief, anger, pleasure, desire, dissolute laughter, and things of that sort. And enjoyment in taste is the mother, as one might say, of particular evils; for who does not know that preoccupation with the throat is almost the root of the transgressions committed in life? For upon this hang luxury, drunkenness, gluttony, prodigality in regimen, repletion, satiety, carousing, the beastly and irrational headlong rush into passions of dishonour. Likewise the sense of touch is the uttermost of all sins that are committed; for all things practised through the body by lovers of pleasure are maladies of tactile apprehension, to recount which one by one would take long; nor is it even fitting to mix in alongside weightier discourses all that constitutes the indictments of touch.
PG 44:1188Read from the page
Τῶν δὲ κατὰ τὴν ψυχήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν, τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἔσωθεν, φησὶν, ἐκπορεύονται διαλογισμοὶ πονηροί· καὶ προσέθηκε τῶν ἐνθυμήσεων τῶν κοινούντων ἡμᾶς τὸν κατάλογον. Εἰ τοίνυν οὕτω πανταχόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται, διὰ πάντων τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινημάτων· τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; Τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ τοιοῦτον μαρτύρεται. Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθαρότητος ἡ ἡδονὴ ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀνθρωπίνῳ καταμιγνυμένη βίῳ, διὰ ψυχῆς τε καὶ σώματος, δι' ἐνθυμήσεων, δι' αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; Πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; Πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερηφανίας, ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; Οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; Ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμόλυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν. Ἐπεὶ οὖν τὰ περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπωδέστερα τοῖς κτηνωδεστέροις· πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημμελημάτων τῆς φύσεως· διὰ τοῦτο προσπίπτοντες διὰ προσευχῆς τῷ Θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρακαλοῦμεν. Ἀλλ' ἄπρακτός ἐστιν ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμβοώσης, ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ Θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων· οὐ γὰρ ἂν εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλθεῖν ἠξίου· δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκούσειεν παρὰ τοῦ κριτοῦ, ὅτι Ἰατρὲ, θεράπευσον σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκας; Ἄφεσιν ὀφλημάτων αἰτεῖς· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι' ἐπιμελείας φυλάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια· χρεῶν αἰτεῖς ἀποκοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον· ὁ σὸς ὀφειλέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ· ἐκεῖνος ἐπὶ τοῖς ὀφλήμασιν ὀδυνᾶται· καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς· ἀνήκοός ἐστί σου ἡ προσευχὴ, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή· ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυθήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχωρηθήσεται· σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων.
And as for the swarm of transgressions committed in soul and deliberate choice, what discourse could enumerate them? From within, He says, proceed evil thoughts; and He added the catalogue of the imaginations that defile us. If, then, the nets of sins have thus been poured around us from every side—through all the organs of sense, through the movements of the soul within the heart—who will boast, as Wisdom says, that he has a chaste heart? Who has been cleansed from defilement? even as Job testifies to such a thing. Pleasure, mingled in many parts and in many ways with human life through both soul and body, through imaginations, through senses, through movements arising from deliberate purpose, through bodily operations, is the defilement of purity in the soul. Who, then, keeps his soul pure from this stain? How was someone not struck by conceit? How was he not trampled by the foot of pride—one whom a sinful hand did not shake, whose foot did not run to wickedness, whom an unruly eye did not defile, whom uninstructed hearing did not befoul, whom taste did not busy with itself, and whose heart remained inactive towards vain movements? Since, therefore, our condition is worse and more grievous in those who are more beastly, yet wholly and altogether among all who share in our nature there exists also the fellowship in the transgressions of nature, on this account we fall down before God in prayer and beseech that our debts be forgiven us. Yet ineffectual is such an utterance, even should it reach divine ears, unless our conscience cries out together with us that the imparting of mercy is good. For he who judges that lovingkindness befits God—since unless he supposed it fitting, he would not think right to ask Him to come to what is unseemly and incongruous—would justly confirm by his own deeds his judgement concerning the good, lest he hear some such word from the Judge: Physician, heal thyself; do you exhort Me to lovingkindness, of which you yourself gave no share to your neighbours? You ask for remission of debts: how then do you throttle him who is indebted to you? You pray that the bond written against you be blotted out, while carefully guarding the contracts of those liable to you; you ask for cancellations of debts, while feeding your loan through usury; your debtor is in prison, and you are in the house of prayer; he is in anguish over his debts, and you ask as your due that your debt be forgiven you; unheard is your prayer, for the voice of him who is in anguish resounds above it; if you loose the bodily debt, the bonds of your soul shall be loosed for you; if you pardon, pardon shall be granted; you shall pass judgement for yourself, you shall lay down the law for yourself, bringing down upon yourself the vote from above by your disposition towards your subordinate.
Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν τῷ ἑτέρῳ λόγῳ διδά-
Something of this sort it seems to me He also teach-
PG 44:1189Read from the page
σχειν ὁ Κύριος διηγηματικῶς τὸ δόγμα τοῦτο παρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος· καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ' ἑκάστου τὴν γνῶσιν ἐπιζητῶν. Προσαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φιλανθρωπίας τετυχηκότος, ἐπειδὴ προσπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προσήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπιμετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπηνῶς διατεθέντος, ὀργιζόμενον ἐποίησε τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα· καὶ προσέταξε τοῖς βασανισταῖς πάγχυ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλλοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀναποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυριάδας ταλάντων παρατιθέμενοι, τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα συγκρίσει τὸν Θεὸν τῶν ἡμετέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶσαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμωρίαν ἀναζητεῖς, οὐ λογίζῃ· εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι· ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν; Τῷ γὰρ ἀνθρώπῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄγονον φύσιν μόνην ἐνομοθέτησε, καθώς φησιν ὁ Προφήτης, ὅτι Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἀπάσας, καὶ τὰ πετεινὰ καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ δοῦλα προσαγορεύει, φησάσης ἑτέρωθι τῆς προφητείας· διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον τῇ αὐτεξουσίᾳ χάριτι κατεκόσμησεν. Ὥστε τὸ ἴσον ἔχει σοι τῷ τῆς φύσεως ἀξιώματι, ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς ψυχικὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ' αὐτοῦ τῷ θυμῷ, ῥαθυμήσαντός τινος, ἢ ἀποστήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόσωπον; Δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ Δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι; Τῷ προθέντι τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς τοῦ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς, καὶ ἀέρος, καὶ ὕδατος; Τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ χείρονος ἐπιστήμην; Πῶς σὺ πρὸς τὸν τοιοῦτον Δεσπότην ἔσῃ καταπειθὴς καὶ ἀπρόσκοπτος; Οὐκ ἀπέστης τῆς δεσποτείας; Οὐκ ἐδραπέτευσας πρὸς τὴν ἁμαρτίαν; Οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσποτείαν; Οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ Δεσπότου κατέλιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσας; Τὰ δὲ καταλελεγμένα πλημμελήματα, οὐχ ὑπὸ μάρτυρι τῷ Θεῷ τῷ πανταχοῦ ὄντι, καὶ πάντα ἐφορῶντι, ἢ πράττεις,
es—the Lord, that is—setting forth this doctrine in narrative form, where there is a certain king in the story, presiding fearfully in judgement, and bringing his household servants to trial, and demanding from each an account of what had been administered by him. And when one of the debtors had been brought forward and had obtained mercy, since by falling prostrate he offered supplication in place of payment of the money, and then was bitterly and pitilessly disposed towards his fellow-servant over a modest debt, by his pitilessness towards his fellow-servant he made the king angry; and he ordered the torturers to banish him altogether from the king's household, and to prolong his punishment to such a point until he should pay in full the due penalty. For truly certain obols are paltry and easily counted when set beside myriads of talents—namely, the debts of our brethren against us in comparison [before] God with our own offences. Doubtless it is a financial loss, or an occasion of insult arising from someone, or a household servant's malice, or even a plot against bodily life; then you are provoked in inflammation of heart to avenge these things, and seek out every device for the punishment of those who first aggrieved you—do you not reckon, if indeed your wrath be inflamed against a household servant, that not nature, but power split humankind into slavery and lordship? For the Steward of the universe enacted by law that irrational [printed: barren] nature alone should serve man, just as the Prophet says: Thou hast subjected all things beneath his feet, sheep and all oxen, and the birds and the beasts, and the fishes (Ps. 8:7-9). And these too it calls slaves, as the prophecy says elsewhere: Who giveth food to the beasts for them, and green herb for the service of men (Ps. 146:8-9). Yet man He adorned with the grace of free will. So then he who has been yoked beneath you by custom and law holds equality with you in the dignity of nature; neither did he come into being from you, nor does he live in you, nor does he possess the bodily and mental faculties of the soul through having received them from you. Why then do you boil up so greatly in wrath against him, when someone has been negligent, or has run away, or perhaps has shown contempt towards you to your face? Whereas one ought to look at oneself—what sort of person have you proved to be towards the Master Who fashioned you and brought you forth through birth, and made you a sharer in the wonders of the world? Towards Him Who set forth the sun for enjoyment, and graciously bestowed all the resources of living from the elements, from earth and fire, and air, and water? Towards Him Who supplied the grace of thought, perceptive sensation, and the discerning knowledge of good and worse? How will you be obedient and blameless towards such a Master? Did you not revolt from His lordship? Did you not run away as a fugitive unto sin? Did you not take an evil lordship in exchange? Did you not, so far as lay in you, leave the Master's house desolate, departing from that place wherein you were stationed to work and to keep guard? And the offences just enumerated—do you not under the witness of God, Who is everywhere and oversees all things, either commit,
Notes, col. 1189

On the reading

Printed ἐπιμετρίῳ, for ἐπὶ μετρίῳ.

Printed συγκρίσει τὸν Θεὸν, for συγκρίσει τῇ πρὸς τὸν Θεὸν.

Printed ἄγονον, for ἄλογον.

Printed ἀπάσας, for ἁπάσας.