Migne Reading Room

PG 44 · cols. 1120–1129 · Read from the page

On the Lord's Prayer

On the Lord's Prayer

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:1120Read from the page
ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
good: in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΛΟΓΟΣ Αʹ.
Oration I.
Προσευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λόγος, δι' ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ τὴν γνῶσιν τῆς προσευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προσήκει τὴν θείαν ἀκοὴν, διὰ τῶν ῥημάτων τῆς προσευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἀντιπροσθείην τοῖς γεγραμμένοις· ὅτι οὐ τὸ πῶς δεῖ προσεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ' ὅτι δεῖ πάντως προσεύχεσθαι· ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή Ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεῖται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προσευχή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν, πρῶτον, ὡς ἔστι δυνατὸν, λόγῳ διαμαρτύρασθαι, τὸ δεῖν πάντως τῇ προσευχῇ προσκαρτερεῖν, καθώς φησιν ὁ Ἀπόστολος· εἶθ' οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς, τῆς ὑποτιθεμένης ἡμῖν τρόπον, ὅπως χρὴ προσάγειν τῷ Κυρίῳ τὴν δέησιν. Ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου· τὸ δὲ τῆς εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν. Ἐπορθρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸν οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προλάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡσαύτως καὶ ὁ ὠνούμενος, τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ' ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων, οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ' ἐπὶ τὸ πρατήριον τρέχει. Καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλονεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προσευχῆς ὥρα εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χειροτέχνης· οὕτως ὁ
The divine word leads us in the teaching of prayer, whereby to His worthy disciples, who earnestly seek out the knowledge of prayer, He sets forth through the words of the prayer how one ought to win over the divine hearing. Yet making bold, I would add a brief remark in turn to the things that are written: namely, that the present assembly ought to be taught not how one must pray, but that one must pray at all—a point which the hearing of the multitude has perhaps not yet received. For in life this sacred and divinely inspired work, prayer, has been neglected and passed by among the multitude. Concerning this, therefore, it seems fitting to me, first, so far as is possible, to testify earnestly in speech that one must altogether persevere in prayer, just as the Apostle says; and then thus to hear the divine voice, which sets before us the manner in which we ought to offer our supplication unto the Lord. For I see that everything else is pursued rather in the present life, as one person is turned in soul towards one thing and another towards another, whereas the good of prayer is not held in earnest among men. The retailer rises at dawn for his traffic, contending before his fellow tradesmen to display his own wares to the buyers, so that he might forestall the need of the one who wants them, stealing a march upon the others, and sell off his own goods. In like manner the buyer as well, keeping before his eyes not to miss what serves his need by being forestalled by another, runs not to the house of prayer, but to the marketplace. And while all hold an equal desire for gain, and contend to outstrip their neighbour, through the things earnestly pursued the hour of prayer has been stolen away, transferred to traffic. Thus the handicraftsman; thus he who is
PG 44:1121Read from the page
περι λόγους ἠσχολημένος· οὕτως ὁ δικαζόμενος· οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυτῷ, τὴν περὶ τὸν Θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν, ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι, τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν, ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν τοῦ δεδωκότος τὰς χεῖρας. Ὡσαύτως καὶ ὁ τὸν λόγον δι' ἐπιμελείας κατορθῶν ἑαυτῷ, οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον· ἀλλ' ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγαγὼν, οὕτως ἑαυτῷ καὶ ταῖς τῶν μαθητῶν προσανέχει σπουδαῖς, οὐδὲν αὐτῆς τοῦ Θεοῦ ἐνεργείας αὐτῷ γενήσεσθαι τῶν ἀγαθῶν νομίζων, προτιμοτέραν ποιεῖται τῆς προσευχῆς τὴν σπουδὴν, τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν, τῇ τῶν σωματικῶν τε καὶ γηΐνων φροντίδι. Διὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ ἁμαρτία, ἀεὶ ταῖς προσθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ Θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐχῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνεφάπτεται· τῇ ἐμπορίᾳ συνεισέρχεται ἡ πλεονεξία. Πλεονεξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν· ἀλλ' ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων, πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ τοῦ ἐπιτηδεύματος εἴσοδον, τοῖς ἀλλοτρίοις ἐκπλατυνόμενος. Ὅθεν αἱ δυσθεράπευτοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγειρομένων ἀλλήλοις, τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κεκρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ, καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ, καὶ αἱ καταλλήλων ἐπιχειρήσεις, αἵματι καὶ φόνῳ πολλάκις καθίστανται. Ὡσαύτως αἱ περὶ τὰ δικαστήρια σπουδαὶ, ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσι, μυρίας τῆς ἀδικίας συνηγορίας εὑρίσκουσαι. Ὁ δικαστὴς ἢ ἑκὼν πρὸς τὸ λῆμμα τὸν τοῦ δικαίου ζυγὸν ἀπέκλινεν, ἢ ἀκουσίως τῇ περιεργίᾳ τῶν τὴν ἀλήθειαν συγχεόντων παρακρουσθεὶς τὴν ἀδικίαν ἐκύρωσεν. Καὶ τί ἄν τις τὰ καθ' ἕκαστον λέγοι, δι' ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρόπως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται; Ἧς αἴτιον οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ συμπάθειαν πρὸς τὰ ἐν χερσὶ σπουδαζόμενα.
occupied with letters; thus the litigant; thus he to whom it has fallen by lot to judge: each one, inclining wholly in his zeal towards the matters in hand, has forgotten the work of prayer, judging occupation with God to be a loss with respect to what lies before himself. For he who pursues a craft supposes the divine alliance towards the matter before him to be some idle and ineffectual thing; wherefore, abandoning prayer, he places his hopes in his hands, forgetful of Him Who gave the hands. In like manner too he who successfully cultivates eloquence for himself through diligence does not reckon Him Who gave speech; but as though having brought himself forth into this nature, he devotes himself thus to himself and to the studies of his pupils, and supposing that none of the good things will come to him from the working of God itself, he accounts his own study more honourable than prayer; and in the same manner the rest of pursuits as well crowd out the soul's occupation with greater and heavenly things by care for bodily and earthly matters. On this account sin is abundant in life, ever growing greater by additions, intertwined with all human pursuits, because forgetfulness of God prevails over all, and the good of prayer does not lay hold alongside men of the things earnestly pursued; along with traffic enters covetousness, and covetousness is idolatry. Thus the husbandman does not measure out his tillage by necessary needs, but ever stretching out his zeal towards more, gives sin wide entrance into his pursuit, spreading himself out over what belongs to others. Whence spring up hard-to-cure contentions concerning the boundaries of land, as those mastered by the like disease of covetousness rise up against one another. Thence outbursts of wrath, and impulses towards evil, and assaults against one another are oftentimes set up in bloodshed and murder. In like manner the pursuits around the lawcourts minister to manifold sins, finding ten thousand pleas in defence of injustice. The judge either willingly inclined the balance of justice towards a bribe, or unwillingly, misled by the meddlesome subtlety of those who confound the truth, ratified injustice. And why should one recount in detail the ways whereby sin is cleft in many parts and blended in many manners with human life? Of this there is no other cause than that God's fellow-feeling is not taken along by men as helper towards the matters earnestly pursued in hand.
Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρτία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει. Τῆς γὰρ τοῦ Θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης, ἄπρακτοι μένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι· πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφισβητουμένοις μεσιτευούσης. Ἐπέχει καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προσευχὴ, ἐν ὀλίγῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ πλείονος ἐπιθυμίᾳ συνεισιέναι τὴν
If prayer precedes earnest pursuit, sin will find no passage against the soul. For once the remembrance of God has been established in the heart, the devices of the adversary remain ineffectual, since righteousness everywhere mediates in matters of dispute. Prayer holds back the husbandman as well from sin, multiplying the fruits in a small parcel of land, so that together with the desire for more there no longer enters along with it
Notes, col. 1121

On the reading

Printed περι, for περὶ.

PG 44:1124Read from the page
ἁμαρτίαν. Οὕτως ὁ ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος· οὕτως πᾶς ὁστισοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ μετ' εὐχῆς ἕκαστον πράττοιτο, τῇ πρὸς τὸ σπουδαζόμενον εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὺδενὸς ἐναντίου τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ Θεοῦ ὅλος γένοιτα τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω τοῦ Θεοῦ ὄντα ἐν τῳ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται δὲ τοῦ Θεοῦ, ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ Θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ, ὅτι δεῖ πάντοτε πρσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ Θεοῦ εἶναι. Ὁ δὲ μετὰ Θεοῦ ὢν, τοῦ ἀντικειμένου κεχώρισται. Προσευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγωγία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις. Προσευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνομία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή. Προσευχὴ παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπόροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προσευχὴ κρινημένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνάπαυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πενθούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορτὴ, ἀποθνησκόντων ἐντάφιον. Προσευχὴ Θεοῦ ὁμιλία, τῶν ἀοράτων θεωρία· τῶν ἐπιθυμούντων πληροφορία, τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν ἀνατροπὴ, τῶν ἁμαρτανόντων διόρθωσις, τῶν παρόντων ἀπόλαυσις, τῶν μελλόντων ὑπόστασις. Προσευχὴ τῷ μὲν Ἰωνᾷ, τὸ κῆτος οἶκον ἐποίησεν· τὸν δὲ Ἐζεκίαν αὐτῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν· τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρεψεν· καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε τρόπαιον· καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε χιλιάδας τῶν Ἀσσυρίων μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ, κατέστρωσεν. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη γεγενημένων τὰ ὑποδείγματα, δι' ὧν φανερὸν γίνεται, τὸ μηδὲν τῆς πρασευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προσευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προσθῶμεν τῷ λόγῳ, ὅτι παλλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς θείας χάριτος ἡμῖν ὑπαρξάντων, ἓν τοῦτο πρὸς ἀντίδοσιν ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προσευχῆς τε καὶ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι.
sin. Thus the wayfarer, thus the man setting out for military service or marriage; thus everyone whosoever has an impulse towards anything, if each thing be done with prayer, will be turned away from sinning by being prospered along the path towards what he pursues, with no adversary dragging his soul down towards passion. But if, having departed from God, he should become wholly absorbed in his pursuit, there is every necessity that he who is outside God be altogether in the adversary's power. Now he is separated from God who does not unite himself to God through prayer. Therefore we must first be taught this by the word, that one ought always to pray and not lose heart. For from praying comes being with God; and he who is with God is separated from the adversary. Prayer is a safeguard of temperance, a disciplining of wrath, a subduing of pride, a cleansing of resentment, an abolition of envy, a removal of injustice, an amendment of impiety. Prayer is strength of bodies, prosperity of a household, good order of a city, might of a kingdom, a trophy of war, security of peace, a bringing together of those at variance, a continuance of those united. Prayer is a seal of virginity, fidelity in marriage, armour for wayfarers, a guardian of those asleep, courage of those awake, fruitfulness of husbandmen, preservation of mariners. Prayer is an advocate of those on trial, a release of those in bonds, rest for the weary, consolation for the sorrowing, gladness of heart for the rejoicing, comfort for mourners, a crown for those marrying, the feast of a birthday, a burial shroud for the dying. Prayer is converse with God, contemplation of things unseen, full assurance of things desired, equal honour with the angels, advancement of good things, overthrow of evils, correction of sinners, enjoyment of things present, substance of things to come. Prayer made the sea-monster a home for Jonah; it brought Hezekiah back to life from the very gates of death; for the three youths it turned the flame into a dewy breeze; and for the Israelites it raised up a trophy against the Amalekites; and in a single night it laid low a hundred and eighty-five thousand of the Assyrians with an unseen sword. And besides these, one may find countless examples from events that have already come to pass, through which it becomes evident that nothing among the things held precious in life is superior to prayer. Yet it would now be seasonable to apply ourselves to the prayer itself; or rather, let us add still a little more to our discourse: that whereas many and manifold good things have been bestowed upon us by divine grace, we possess this one means of repayment for what we have received, namely, to requite our Benefactor through prayer and thanksgiving.
Λογίζομαι τοίνυν ὅτι κἂν πάσῃ τῇ ζωῇ τὴν πρὸς τὸν Θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχαριστοῦντες καὶ προσευχύμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντίδοσιν ἀξίας ἀπολειπόμεθα, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμή-
I reckon, therefore, that even if throughout our whole life we prolong our converse with God in giving thanks and praying, we fall just as far short of a worthy repayment as if from the very outset we had never even been eager to make any return to our Benefactor. In three divi-
Notes, col. 1124

On the reading

Printed οὺδενὸς, for οὐδενὸς.

Printed γένοιτα, for γένοιτο.

Printed τῳ, for τῷ.

Printed πρσεύχεσθαι, for προσεύχεσθαι.

Printed κρινημένων, for κρινομένων.

Printed πρασευχῆς, for προσευχῆς.

Printed παλλῶν, for πολλῶν.

Printed προσευχύμενοι, for προσευχόμενοι.

PG 44:1125Read from the page
μασι τὸ χρονικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι, καὶ τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ εὐεργεσία τοῦ Κυρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σαι τῶν προσδοκωμένων ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ' ἐκείνου γενέσθαι. Εὐηργετήθης, αὐτὸ τὸ γενέσθαι παρ' ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργετήθης, ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ Ἀπόστολος· αἱ τῶν μελλόντων ἐλπίδες τῆς αὐτῆς ἐνεργείας ἤρτηνται. Σὺ δὲ μόνον τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε κἂν διαπαντὸς εὐχαριστῶν τῷ Θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀποπληρώσῃς τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ τοσοῦτον τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐγνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ' οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ Θεὸν ἀποκληροῦθτες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσε; Τίς βάσιμον δι' ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; Τίς ἔπηξέ μοι τὸν οὐρανὸν ὡς καμάραν; Τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; Τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; Τίς ἡτοίμασε τοῖς ποταμοῖς τὰς διόδους; Τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέζευξεν; Τίς με κόνιν ἄψυχον ὄντα, ζωῆς τε καὶ διανοίας μετέχειν ἐποίησεν; Τίς τὸν πηλὸν τοῦτον, κατ' εικόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν; Τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εικόνα πάλιν εις τὴν ἀρχαίαν ἐπανήγαγε χάριν; Τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα, ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ Γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες, ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τὴν εὐχαριστίαν ἀπεπληροῦμεν· νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις. Πρὸς τοῦτο ἡ σπουδή· ἐν τούτῳ ἡ προθυμία· περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι, ἐν ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον· εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τούτοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ Θεοῦ ἀγαθῶν, λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προσευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν.
sions the interval of time is measured: by the past, the present, and the future. In these three the beneficence of the Lord is apprehended. If you consider the present, in Him you live; if the future, He is your hope of the things expected; if the past, you would not even have existed before coming into being from Him. You received a benefit in receiving very existence itself from Him, and having come into being you received a benefit, living and moving in Him, even as the Apostle says; and the hopes of things to come hang upon the same working. Yet you are master of the present alone. Wherefore, even if you should never cease continually giving thanks to God, scarcely will you fulfil the gratitude due for the present, discovering no device for repaying what is owed either for the future or for the past. We, however, falling so far short of thanksgiving according to our power, are not even grateful to the extent of what is possible, allotting to leisure with God—I do not say the whole day, but not even the smallest fraction of the day. Who spread out the earth beneath me? Who through wise contrivance made the fluid nature passable? Who fixed the heaven for me like a vaulted chamber? Who bears before me the torch of the sun? Who sends forth springs in the ravines? Who prepared channels for the rivers? Who yoked for me the service of irrational creatures? Who caused me, though lifeless dust, to partake of both life and thought? Who fashioned this clay after the image of the divine stamp? Who restored again to its ancient grace the divine image in me when it had been blurred through sin? Who draws me—banished from paradise, and placed outside the tree of life, and engulfed in the pit of material life—back towards my primal blessedness? There is none that understands, says Scripture. Assuredly, if we looked towards these things, throughout the whole span of our life we would render unceasing and uninterrupted thanksgiving; whereas now almost the whole of human nature is wide awake towards the material alone. Towards this is our zeal; in this is our eagerness; around these things both memory and hope are busied; sleepless and unslumbering is human nature in its desire for more in every matter wherein it is possible for advantage to be found: whether in honour and glory, or in abundance of wealth, or in the malady of wrath, everywhere in these things nature looks for more. Yet of the true goods of God there is no account taken, neither of those that are seen nor of those that are promised. But it would now be seasonable to examine also, so far as is possible, the meaning of the words of the prayer.
Δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα, διὰ τοῦ μαθεῖν ὅπως προσήκει ποιεῖσθαι τὴν αἴτησιν, περιγίνεται. Τίς οὖν ἡ διδαχή; Προσευχόμενοι, φησὶ, μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί. Δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνό-
For it is clear that obtaining the things we wish comes about through learning how it is fitting to make our petition. What then is the teaching? When praying, He says, do not babble vainly, as the Gentiles do; for they suppose that in their much speaking they will be heard. Perhaps indeed the meaning of the teaching possesses clarity straightway of itself, more bare-
Notes, col. 1125

On the reading

Printed σαι, for σοι.

Printed ἀποκληροῦθτες, for ἀποκληροῦντες.

Printed εικόνα, for εἰκόνα.

Printed εικόνα, for εἰκόνα.

Printed εις, for εἰς.

PG 44:1128Read from the page
τερον ἡμῖν ἐκτεθεῖσα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως, πλὴν ἄξιον ἐξετάσαι, τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν, ἔξω τοῦ ἀπηγορευμένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τὴν χαυνότητα τῆς διανοίας, καὶ συστέλλειν τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύτην τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι, ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυμίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς, καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος, κυρίως λέγεται λόγος· ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος, οὐκ ἔστι λόγος, ἀλλὰ βαττολογία· ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; μὴ ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προσευχῶν, οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος. Ὥσπερ γὰρ οἱ ἀτελεῖς τὴν διάνοιαν, οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώμην αὐτῶν ἐπινοοῦσιν, ἀλλὰ κατ' ἐξουσίαν εὐκληρίας τινὰς ἑαυτοῖς ἀναπλάττουσι, θησαυροὺς καὶ βασιλείας καὶ πόλεις μεγάλας ταῖς προσηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι, εἰς ἐκεῖνο εἶναι τῇ διανοίᾳ φαντάζονται, ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν ὑπογράψῃ· εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς ματαιότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ μέτρα τῆς φύσεως, πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυτοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι ἐκ παλαιῶν γινόμενοι· ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιωδεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποιήματα. Ὤσπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ ταῦτα λογιζόμενος, δι' ὧν ἂν γένοιτό τι ἀγαθὰν τῶν βουλευομένων, ἀλλ' ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις, ἀνόητός τις ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτελούντων βουλεύσασθαι καιρὸν, τοῖς ἐνυπνίοις τούτοις προσαναλίσκων· οὕτως ὁ ἐν καιρῷ προσευχῆς πρὸς τὰ συμφέροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν Θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων ματαιοτήτων συνεργὸν καὶ ὑπηρέτην τὸν Θεὸν γίνεσθαι προσευχόμενος. Οἷόν τι λέγω· Πρόσεισί τις διὰ προσευχῆς τῷ Θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς δυνάμεως ᾗ προσέρχεται; λανθάνει καθυβρίζων τὸ μέγεθος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥσπερ ἂν εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι' ὑπερβολὴν πενίας ἢ ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προσελθὼν, πλούτους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ· ὁ δὲ καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις, ἀξιοῖ τὸν τοσοῦτον τῷ ἀξιώματι, πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ καταθυμίων· οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος, οὐ πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν δύναμιν καταβῆναι ποθεῖ· καὶ τούτου χάριν τὰς ἐμπαθεῖς ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν θεραπεύσειε τὰ ἄτοπα
ly set forth for us, and standing in no need of subtler comprehension, save that it is worth examining what the word vain babbling signifies, so that by learning its meaning we may keep clear of what is forbidden. It seems to me, then, to chasten the slackness of the mind, and to curb the ambition of those who plunge deep into vain desires, and on this account to have coined this strange novelty of diction in reproof of the folly of those who are dissipated by desires over useless and vain things. For speech that is sensible and intelligent, and looks towards what is useful, is properly called speech; whereas that which pours itself out upon non-existent desires through unsubstantial pleasure is not speech, but vain babbling—or, as one rendering the sense into more idiomatic Greek might say, prating, and drivel, and idle chatter, and whatever else is of like signification. What then does the word counsel us? Not to suffer at the time of our prayers the very same affection that arises in the mind of infants. For just as those who are immature in mind do not devise how any of the things according to their purpose might come to pass, but at will fashion for themselves certain strokes of good fortune—supposing treasures, and kingdoms, and great cities called after their own names—and imagine in their mind that they are in whatsoever state the vanity of their thoughts sketches out for them; and there are some who lay hold of this vanity even more extravagantly, and overstepping the measures of nature become winged, or shine like the stars, or carry mountains in their hand, or make the heaven a highway for themselves, or endure unto the ten-thousandth year, becoming young again out of old men, or whatever other such bubble-like and empty figments the heart brings forth in the more childish: even as in practical affairs, therefore, he who does not reckon upon the means through which some good might come of his deliberations, but plays the fool in non-existent desires, is senseless and wretched, squandering upon these dreams the season for deliberating how to do something profitable; so too he who at the season of prayer is not strained towards what profits the soul, but asks that God be jointly disposed towards the passionate movements of his mind, is truly a driveller and a vain babbler, praying that God become a fellow-worker and minister of his own vanities. Such a thing I mean as this: someone approaches God through prayer, and without having perceived in his mind the height of the Power to Whom he approaches, unawares insults that Majesty by disgraceful and base petitions. Just as if someone, through excess of poverty or boorishness, deeming vessels of clay precious, should then approach a king who chooses to distribute wealth and dignities, and forsaking royal requests should ask one so great in dignity to mould clay and make something to his liking; so also he who uses prayer uninstructedly does not lift himself up to the height of the Giver, but longs for the divine Power to come down to the base and earthy level of his own desire; and for this cause puts forward his passionate impulses before Him Who beholds the hearts, not that He might heal the absurd
Notes, col. 1128

On the reading

Printed Ὤσπερ, for Ὥσπερ.

Printed ἀγαθὰν, for ἀγαθὸν.

Printed προσέρχεται;, for προσέρχεται,.

PG 44:1129Read from the page
τῆς διανοίας κινήματα· ἀλλ' ὅπως ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς συνεργίας τοῦ Θεοῦ προσελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα λυπεῖ, καί μοι διάκειται δυσμενῶς ἡ καρδία, Πάταξον αὐτὸν, τῷ Θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βοῶν, ὅτι Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, ἡ ἐμοῦ κακία ἐπὶ σὲ διαβήτω. Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέντα τῷ ὀργιζομένῳ κατὰ τοῦ προσπαλαίοντος· οὕτω δῆλον ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν Θεὸν κινῶν, συνοργισθῆναι παρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι. Τοῦτο δέ ἐστι τὸ εἰς πάθος πεσεῖν τὸ Θεῖον, καὶ κατὰ ἄνθρωπον διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύσεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν· οὕτως ὁ ἐν ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν· ὁ ἐν τῇ διαδικασίᾳ πρὸς τὴν νίκην σπεύδων· ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὸν στέφανον ἐπειγόμενος· ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀντιποιούμενος· πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς νεότητος πάθος ἐκτετηκώς. Πάντες οὗτοι οὐχ ὅπως ἂν ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο, προσάγουσι Θεῷ τὰς δεήσεις, ἀλλ' ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ νόσος ἔλθοι· καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς ἕκαστος κρίνοντες, βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ τὸν νοῦν ἀῤῥωστίας γενέσθαι τὸν Θεὸν ἱκετεύοντες· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρμὰς κινεῖσθαι τὸ Θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότητα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ Θεοῦ τὴν ἐνέργειαν. Ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦτον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων! εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ Θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος. Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει, κατά γε τὴν σὴν ἐλπίδα, πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον εἰς πικρίαν μεθαρμόζων τὸν ἔλεον; Ἀλλὰ πρὸ χειρὸς τῶν ἐριστικῶν ἡ πρὸς τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθενται· τὸν Δαβὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον· τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ Θεῷ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα· τὸν Ὡσηὲ μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον. Καὶ πολλὰ τοιαῦτα σποράδην κείμενα ταῖς ἁγίαις Γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν γενέσθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ἀλλ' ἡμεῖς ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοιαύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα.
movements of his mind, but that they might become worse, his wicked impulse coming into effect through the cooperation of God! For since so-and-so grieves me, and my heart is ill-disposed towards him, Strike him down! he says to God, all but crying out this: Let my passion come to be in Thee; let my malice pass over unto Thee! For just as in human battles it is impossible for anyone to fight as an ally on one side unless he is stirred up together with him who is angry against his opponent; so it is clear that he who stirs up God against his enemy exhorts Him to share his anger, and to become a partner in his wrath. Now this means for the Divine to fall into passion, and to be disposed after the manner of man, and to be transformed out of Its good nature into bestial savagery. Thus behaves the man mad for glory; thus he who in arrogance desires to have the upper hand; he who in a lawsuit hastens towards victory; he who in athletic contests presses eagerly towards the crown; he who in theatres lays claim to applause; and oftentimes also he who has wasted away towards the rabid passion of youth. All these offer up their petitions to God, not that they might be rid of their prevailing infirmity, but that their malady might reach its consummation; and each judging failure in these aims to be a misfortune, they truly babble in vain, supplicating God to become a fellow-worker in the infirmity of their mind; and worst of all, they desire the Divine to be moved for them towards opposite impulses, dividing the working of God between savagery and loving-kindness. For Him Whom they seek to be gracious and gentle towards themselves, they exhort to show Himself bitter and harsh towards their enemies. O the folly of those who babble in vain! For if God is harsh towards them, neither is He altogether gentle towards you. And if in your case He inclines towards mercy, at least according to your hope, how could He change round to the opposite, tuning mercy into bitterness? Yet the objection raised against such a view by the contentious lies ready to hand. For straightway, in defence of their own bitterness, they adduce utterances from prophecy: David longing for sinners to fail from the earth, and invoking shame and confusion upon his enemies; Jeremiah desiring to see vengeance from God upon his adversaries; Hosea begging that a childless womb and dry breasts be given to his enemies. And many such things lying scattered throughout the Holy Scriptures they gather up, maintaining that one ought to pray against adversaries and make the goodness of God a fellow-worker in their own bitterness. We, however, so that in passing we might stop from their vain babbling those who from such a pretext are led away to the opposite course, will set forth the following point concerning each of the instances mentioned.