PG 43:822Read from the page53 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον. Τίνα σεαυτὸν σὺ ποιεῖς;
53 Are You greater than our father Abraham, who died? And the prophets died. Whom do You make Yourself?
54 Ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι.
54 Jesus answered: If I glorify Myself, My glory is nothing; it is My Father Who glorifies Me, of Whom you say that He is your God.
55 Καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτὸν, ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης. Ἀλλ' οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
55 And you have not known Him, yet I know Him; and if I say that I do not know Him, I shall be like you, a liar. Yet I know Him, and I keep His word.
56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη.
56 Abraham your father rejoiced that he might see My day, and he saw it, and was glad.
57 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας,
57 The Jews therefore said to Him: You do not yet have fifty years, and have You seen Abraham,
PG 43:823Read from the page58 Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.
58 Jesus said to them: Amen, amen I say to you, before Abraham came to be, I am.
59 Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.
59 They picked up stones therefore to cast at Him; yet Jesus was hidden, and went out of the temple, passing through the midst of them; and so He passed by.
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
1 And passing by, He saw a man blind from birth.
2 Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
2 And His disciples asked Him, saying: Rabbi, who sinned, this man or his parents, that he should be born blind?
3 Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε
3 Jesus answered: Neither did this man sin, nor
PG 43:824Read from the pageἌντυγα πεντήκοντα διαπλήσας ἐνιαυτῶν, Ἄβραμ πουλυέτηρον ἐσέδρακες; 58 Εἶπε καὶ αὐτός· Ἄβραμ πρὶν γένος ἔσχεν, ἐγὼ πέλον. 59 Αἰνομανὴς δὲ Λᾶας ἔχων δασπλῆτας ἐπέρρεε λαὸς ἀγήνωρ, Εἰσέτι μιν λαλέοντα κατακρύψαι μενεαίνων Τρηχαλέῃ γλωχῖνι λιθοβλήτου νιφετοῖο. Ἰησοῦς δ' ἀκίχητος ὑπὸ πτύχα κεύθετο νηοῦ· Σιγαλέοις δὲ πόδεσσι διερπύζων μέσος αὐτῶν, Ἀπροϊδὴς πεφόρητο, λιθοσσόον ἑσμὸν ἐάσας. Οὕτω μὲν παράμειβε.
having fulfilled the rim of fifty years, have you beheld many-yeared Abram? 58 And He Himself said: Before Abram had race, I was. 59 And the dreadfully frenzied, haughty people streamed on holding frightful stones, eager to bury Him while still speaking with the jagged barb of a stone-hurled snowstorm. Yet Jesus, unreached, hid beneath the fold of the temple; and creeping through the midst of them with silent feet, He moved on unforeseen, leaving behind the stone-hurling swarm. Thus indeed He passed by.
1 Παραστείχων δὲ κελεύθου Ἥμενον ἄνδρ' ἐνόησε, τὸν ἐκ κόλποιο τεκούσης Τυφλὸν ἔτι σπαίροντα λεχωΐδες ἔδρακον ὧραι· Ὅστις ἔην περίφοιτος, ἀφωτίστοιο προσώπου Συμφερτὴν ἀμέριστον ἔχων ἀχάρακτον ὀπωπήν, Ἣν φύσις οὐκ ἐτύπωσε· λιποβλεφάροιο δὲ κύκλου Οἰδαλέον ξένον ὄμμα γενεθλιὰς εἶχεν ὁμίχλη· Καὶ βρέφος οὔποτε τοῖον ἀνόμματον ἥλικι κόσμῳ Ἡνίοχος βιότοιο φυτοσπόρος ἤγαγεν αἰών. 2 Ἰησοῦν δ' ἐρέεινεν ὁμόστολος ἑσμὸς ἑταίρων· Ῥαββὶν, ἀνειρομένοισι τίς ἤλιτεν εἰπὲ μαθηταῖς· Οὗτος ὀλιτραίνων Θεὸν ἤκαχεν, ἠὲ τοκῆες; Εἰσόκε μιν δασπλῆτες ἐμαιώσαντο λοχεῖαι Μητέρος ἐκ λαγόνων, ἀλαώπιδι σύγχρονον ὄρφνῃ. 3 Ἰησοῦς δ' ἐδίδαξεν ἀληθέϊ μάρτυρι φωνῇ· Οὗτος ἀτασθαλέων οὐκ ἤλιτεν, οὐδὲ τοκῆες· Ἀλλὰ λάχεν τόδε πῆμα θεήλατον, ὄφρα δι' αὐτοῦ Ἔργα Θεοῦ Γενετῆρος ἀλεξικάκοιο φανείη. 4 Ἡμέας Ὑψίστοιο πέλει χρέος ἔργα τελέσσαι, Ἔργα Θεοῦ ζώοντος, ἕως ἔτι φαίνεται ἠώς Νὺξ δνοφερὴ μετὰ βαιὸν ἐλεύσεται· ἐρχομένην δὲ Οὔτις ἀνὴρ κατὰ νύκτα δυνήσεται ἔργον ὑφαίνειν. Ῥέξω δ' εἰσόκεν ἦμαρ ἀέζεται. 5 Εἰμὶ δὲ κόσμου Φέγγος ἐγὼ ζοφόεντος, ἕως ὅτε κόσμον ὁδεύω. 6 Εἶπεν Ἄναξ, καὶ θεῖον ὑπὸ στόμα διψάδι γαίῃ Λυσίπονον πάλλευκον ἀπέπτυεν ἀφρὸν ὀδόντων· Καὶ χθονίῳ κενεῶνι πεφυρμένον ἀφρὸν ἑλίσσων, Πτύσματι πηλὸν ἔτευξε φαεσφόρον. Ἰκμαλέον δὲ Ἀνδρὸς ἐπιχρίσας λιποφεγγέϊ πηλὸν ὀπωπῇ, Ἀνέρος ἔπλασεν ὄμμα, τὸ μὴ φύσις εὗρεν ὀπάσσαι, Ἀνέρος ἔπλασεν ὄμμα, καὶ ἀγλήνοιο προσώπου Γράψας δίπτυχα κύκλα, μέσην ἐχάραξεν ὀπωπήν, Ὀφθαλμοὺς τελέων νεοτευχέας ἠθάδι πηλῷ Ἐκ χοὸς ἀνδρογόνοιο. 7 Καὶ ἔννεπε θέσπιδι φωνῇ·
1 And passing along the road He noticed a man sitting, whom from his mother's womb the childbirth hours beheld blind while still quivering; who was a wanderer, having upon an unlighted face a compacted, undivided, uncarved countenance, which nature did not fashion; and natal mist held the swollen strange eye of an eyelid-lacking socket; and never had the plant-sowing age, charioteer of life, brought such an eyeless babe to its contemporary world. 2 And the companion band of comrades questioned Jesus: Rabbi, tell Your inquiring disciples who sinned: did this man by transgressing grieve God, or did his parents, until frightful birth-pangs delivered him from his mother's flanks coeval with sightless gloom? 3 And Jesus taught with true witnessing voice: Neither did this man sin in recklessness, nor his parents; rather he obtained this God-sent affliction so that through him the works of God the evil-averting Sire might be shown. 4 For Us there is need to accomplish the works of the Most High, the works of the living God, while dawn still shines; murky night will come after a little, and during the coming night no man will be able to weave a work. Yet I shall act so long as day grows. 5 And I am the light of the gloomy world, so long as I travel the world. 6 The Lord spoke, and beneath His divine mouth upon the thirsty earth spat out pain-loosing, all-white foam of the teeth; and rolling the foam mixed in the earthen hollow, with spittle He wrought light-bearing clay. And smearing the moist clay upon the man's light-bereft countenance, He moulded a man's eye, which nature found not how to bestow; He moulded a man's eye, and tracing twin circles upon the pupil-less face, He carved a central sight, perfecting newly wrought eyes with familiar clay from man-begetting dust. 7 And He spoke with prophetic voice:
οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
his parents; but that the works of God might be made manifest in him.
4 Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
4 I must work the works of Him Who sent Me while it is day; night is coming, when no one can work.
5 Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
5 Whenever I am in the world, I am the light of the world.
6 Ταῦτα εἰπὼν, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.
6 Having said these things, He spat on the ground, and made clay from the spittle, and smeared the clay upon the eyes of the blind man.
7 Καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ (ὃ ἑρμηνεύεται, ἀπεσταλμένος) Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
7 And He said to him: Go, wash in the pool of Siloam (which is interpreted, Sent). He went away therefore and washed, and came seeing.
Notes, col. 824
On the reading
Printed ὀλιτραίνων, for ἀλιτραίνων.
PG 43:825Read from the pageἜρχεό μοι, καὶ νίπτε τεὸν ῥέθος ᾗχι Σιλωὰμ Πηγῆς ἀγχιπόροιο ῥέει πανδήμιον ὕδωρ, Ὕδωρ στελλομένοιο προώνυμον ἐκ σέο πομπῆς. Χριστὸς ἔφη· καὶ τυφλὸς ἐπείγετο, καὶ παρὰ πηγῇ Χερσὶ βαθυνομένῃσι φαεσφόρον ἤφυσεν ὕδωρ, Ὕδασι πηγαίοισι λιπόσκια φάεα νίπτων. Σμήξας δ' ἀρτιτύπου τροχοειδέα κύκλον ὀπωπῆς, Ἐξαπίνης φάος ἔσχε, τὸ μὴ φύσις οἶδεν ὀπάσσαι, Ἀθρήσας φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. Νίψατο· καὶ πάλιν ἦλθε, καὶ ἵστατο πάντα δοκεύων. 8 Καί μιν ἐσαθρήσαντες ἐπήλυδες ἄνδρες ὁδῖται Μαρμαρυγὴν πέμποντα νεογλήνοιο προσώπου, Γείτονες ἐφθέγγοντο καὶ ἀνέρες ἴδμονι λαῷ· Οὐ πέλεν οὗτος ἐκεῖνος ἐν ἄστεϊ τυφλὸς ὁδίτης, Ὃς πάρος αἰτίζεσκεν, ἐθήμονα χεῖρα τιταίνων Δεξιτερὴν προβλῆτα παρερχομένοισιν ὁδίταις; 9 Ἄλλοι δ' ἀντιάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· Οὐ πέλεν, οὐ πέλεν οὗτος, ἔοικε δὲ μοῦνον ἐκείνῳ. 10 Κεῖνος ἀνὴρ ἀγόρευεν· Ἐγὼ πέλον. Εἰσαΐων δὲ Λαὸς Ἰουδαίων, φιλοπευθέα ῥήξατο φωνήν· Πῶς δὲ τεαὶ προβλῆτες ἀνωΐχθησαν ὀπωπαί;
Come for Me, and wash your face where flows the public water of the nearby spring of Siloam, water forenamed of one sent from your sending. Christ spoke; and the blind man hastened, and beside the spring with hollowed hands drew light-bearing water, washing shadow-leaving eyes with spring waters. And having wiped the wheel-shaped circle of his newly stamped sight, suddenly he had light, which nature knows not how to bestow, gazing upon the late radiance of an unfamiliar sun. He washed; and he came back, and stood watching all things. 8 And passing wayfarer men, gazing upon him sending forth the gleam of a newly pupilled face—neighbours and men—spoke to a knowing people: Was not this that blind wayfarer in the city, who formerly used to beg, stretching out a familiar outstretched right hand to passing travellers? 9 And others shouted back with an answering speech: It is not, it is not this man, yet he only resembles that one. 10 That man declared: I am he. And the people of the Jews, hearkening, broke forth an inquisitive voice: How then were your prominent eyes opened?
11 Ἑβραίοις δ' ἀγόρευε Θεῷ πεφιλημένος ἀνήρ· Κεῖνος ἀνὴρ ὃς Χριστὸς ἀκούεται, ὅντινα λαοὶ Ἰησοῦν καλέουσιν, ἐμὰς ὤϊξεν ὀπωπάς. Χείλεσι γὰρ σοφὸν ἀφρὸν ἀνήρυγεν· ἐν δαπέδῳ δὲ Ἀκροτάτοις ὀνύχεσσι πολύστροφον ἰκμάδα πάλλων, Πτύσματι πηλὸν ἔτευξεν, ἐμὰς δ' ἔχρισεν ὀπωπάς, Καί με μολεῖν ἐκέλευσεν ὅπῃ ῥόος ἐστὶ Σιλωάμ. Πηγῆς δ' ἐγγὺς ἵκανον· ἀλεξικάκῳ δὲ ῥεέθρῳ Νιψάμενος σκιεροῖο περίτροχον ὄμματος ὕλην, Ἐξαπίνης φάος εἶδον, ὃ μὴ πάρος εἶχον ὀπωπαί. 12 Ἑβραῖοι δ' ἐρέεινον ἀναιδέες ἄφρονι μύθῳ· Πῆ πέλε, πῆ πέλε κεῖνος; Ὁ δ' ἴαχεν ἔμφρονι μύθῳ· Ἀγνώσσω πόθι κεῖνος. 13 Ἐπεσσεύοντο δὲ λαοὶ, Τόν ποτε τυφλὸν ἄγοντες ἐς ἀντιθέους ἱερῆας. 14 Ἑβδομάτη δ' ἄπρηκτος ἔην τότε θέσκελος ἠὼς, Τῇ ἔνι πηλὸν ἔτευξε, καὶ ἔπλασε φέγγος ὀπωπαῖς Χριστὸς, ἀπὸ βλεφάρων ἐλάσας ἀλαωπὸν ὁμίχλην. 15 Καί μιν ἀνείρετο λαὸς ἀπιστοτάτων Φαρισαίων, Πῶς βλεφάρων λάχε φέγγος· ὁ δὲ θρασὺς ἴαχεν ἀνήρ· Θέσκελον ἡμετέραις ἐπεθήκατο πηλὸν ὀπωπαῖς, Ὀφθαλμοὺς δ' ἐχάραξεν· ἐγὼ δ' ὑπὸ γείτονι πηγῇ Ὕδατι πηλὸν ἔνιψα, καὶ ἵσταμαι ἄρτι δοκεύων. 16 Καὶ φθονεροί τινες εἶπον ἀσιγήτων Φαρισαίων· Οὐ θεόθεν πέλεν οὗτος, ὃς ἱερὰ θεσμὰ πατήσας,
11 And the man beloved by God harangued the Hebrews: That man Who is called Christ, Whom the peoples call Jesus, opened my eyes. For with His lips He spouted up wise foam, and on the ground, kneading the much-turned moisture with the tips of His nails, He wrought clay with spittle, and anointed my eyes, and bade me go where the stream of Siloam is. And I came near the spring; and having washed in the evil-averting stream the round substance of my shadowed eye, suddenly I saw light, which my eyes had not before. 12 And the shameless Hebrews questioned with foolish speech: Where is He, where is that one? And he shouted with sensible speech: I know not where that one is. 13 And the peoples rushed on, leading the man formerly blind to the God-opposing priests. 14 Now the divine work-free seventh dawn was then, wherein Christ wrought clay and moulded light for the eyes, driving sightless mist from the eyelids. 15 And the throng of most unbelieving Pharisees questioned him how he obtained the light of eyelids; and the bold man shouted: He laid divine clay upon our eyes, and carved my eyes; and beneath the neighbouring spring I washed off the clay with water, and stand just now beholding. 16 And certain envious ones of the unsilenced Pharisees said: Not from God is this man, who, trampling sacred ordinances,
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
8 The neighbours therefore, and those who beheld him previously that he was blind, were saying: Is not this he who sits and begs?
9 Ἄλλοι ἔλεγον· Ὅτι οὗτός ἐστιν· ἄλλοι δέ· Ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν· Ὅτι ἐγώ εἰμι.
9 Others were saying: It is this man; and others: He is like him. That one was saying: I am he.
10 Ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σοι οἱ ὀφθαλμοί;
10 They were saying to him therefore: How were your eyes opened?
11 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ εἶπέ μοι· Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ, καὶ νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.
11 That man answered and said: A man called Jesus made clay, and smeared my eyes, and said to me: Go to the pool of Siloam, and wash. And having gone away and washed, I recovered sight.
12 Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; Λέγει·
12 They said to him therefore: Where is that one? He says:
Notes, col. 825
On the reading
Printed Πῆ πέλε, πῆ, for Πῇ πέλε, πῇ.
PG 43:826Read from the page13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
13 They bring to the Pharisees him who was formerly blind.
14 Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
14 Now it was a Sabbath when Jesus made the clay and opened his eyes.
15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω.
15 Again therefore the Pharisees also were asking him how he recovered sight. And he said to them: He laid clay upon my eyes, and I washed, and I see.
16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;
16 Certain of the Pharisees therefore were saying: This man is not from God, because He does not keep the Sabbath. Others were saying: How can a sinful man do such signs?
PG 43:827Read from the page17 Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν· Ὅτι προφήτης ἐστίν.
17 And there was a division among them. They say to the blind man again: What do you say concerning Him, seeing that He opened your eyes? And he said: He is a prophet.
18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.
18 The Jews therefore did not believe concerning him that he had been blind and recovered sight, until they called the parents of him himself who had recovered sight.
19 Καὶ ἠρώτησαν αὐτοὺς, λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
19 And they asked them, saying: Is this your son, of whom you say that he was born blind? How then does he now see?
20 Ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.
20 His parents answered them and said: We know that this is our son, and that he was born blind.
21 Πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν
21 Yet how he now sees we do not know, or who opened