PG 43:520Read from the pageἀγνοοῦντες ἄνωθεν κατελθόντα, ἔλεγον, Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγει, Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
did not know that He had come down from above said: Who is this King of glory? And the Holy Spirit says: The Lord of hosts, He is the King of glory.
Ἑτέρα ἑρμηνεία.
Another interpretation.
Οὕτω καὶ σὺ, νοητὲ ἄνθρωπε, ποιοῦντος σοῦ ἐλεημοσύνην, μὴ ἐπιγνώτω ἡ ἀριστερά σου τῆς δεξιᾶς σου τὸ ἔργον, μή πως ἰχνολογήσῃ σε ὁ διάβολος τοῖς ἔργοις σου τοῖς ἀγαθοῖς, καὶ ἐγκλίνῃ σε ἐπὶ τὰ πονηρά.
Thus you also, spiritual man, when you do alms, let not your left hand know the work of your right hand, lest perchance the devil track you by your good works, and turn you aside towards evil things.
Δευτέρα φύσις τοῦ λέοντος.
Second nature of the lion.
Ὅταν τέξηται τὸν αὐτῆς σκύμνον ἡ λέαινα, ἄπνουν τε καὶ τυφλὸν τυγχάνοντα ἐμβλέπουσα, προσκαθέζεται προσέχουσα αὐτῷ τριήμερον. Μετὰ δὲ τὸ συμπληρωθῆναι τὰς τρεῖς τῶν ἡμερῶν, προσπελάζων ὁ ἄῤῥην λέων καὶ ἐμφυσήσας αὐτῷ, καὶ εὐθὺς βλέπει καὶ ζῇ. Ὅταν οὖν κοιμᾶται, γρηγοροῦσιν αὐτοῦ οἱ ὀφθαλμοὶ, καὶ ἀπὸ ἑπτὰ βημάτων τοῦ κυνηγοῦ προαισθάνεται καὶ διαδιδράσκει, τοῦ μὴ συνεμπεσεῖν αὐτῷ.
When the lioness brings forth her whelp, beholding it lifeless and blind, she sits beside it watching over it for three days. And after the three days are fulfilled, the male lion approaches and breathes upon it, and straightway it sees and lives. And when he sleeps, his eyes keep watch, and from seven paces away he perceives the hunter in advance and escapes, so as not to fall in with him.
Οὕτω καὶ τὰ ἄπιστα ἔθνη διὰ τῆς τριημέρου ταφῆς καὶ ἐγέρσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνέβλεψαν καὶ ἐζωοποιήθησαν. Πρὸ γὰρ τοῦ βαπτίσματος νεκροὶ καὶ τυφλοὶ ὠνομάζοντο· διεβλέποντο δὲ ὑπὸ τῆς λεαίνης, τουτέστιν, ὑπὸ τοῦ ἁγίου Πνεύματος ἕως τῆς τριημέρου ταφῆς. Ὅτε δὲ ἦλθεν ὁ ἄῤῥην λέων, τουτέστιν ὁ ζῶν Λόγος, καὶ ἐνεφύσησεν εἰς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, ἐζωοποίησεν αὐτοὺς καὶ ἀπῆρε πάντας ἐκ τοῦ ᾅδου.
Thus also the unbelieving nations, through the three-day burial and rising of our Lord Jesus Christ, recovered their sight and were made alive. For before baptism they were called dead and blind; yet they were watched over by the lioness, that is, by the Holy Spirit, until the three-day burial. And when the male lion came, that is, the living Word, and breathed the Holy Spirit into them, He made them alive and took them all up out of Hades.
Περὶ τοῦ οὔρου.
On the wild ox (urus).
Ὁ οὖρος μέγιστόν ἐστι ζῶον πολὺ ὑπερβάλλον τὰ ἕτερα, βοῒ παραπλήσιος, δύο κέρατα ἐν ἑαυτῷ πρίονι ὅμοια ἔχων, αὐστηρὸς τῇ θεωρίᾳ παρὰ πάντα τὰ ζῶα, ὥστε τὰ μεγάλα δένδρα διακνηθόμενος τοῖς κέρασι διαπρίειν καὶ κλωνοκοπᾷν, καὶ οὐδὲν τῶν ζώων δύνασθαι ὑφ' ἑαυτῷ ποιήσασθαι. Νέμεται δὲ ὁ αὐτὸς οὖρος πλησίον τοῦ Ὠκεανοῦ, καὶ εὐθέως μεθύσκεται, καὶ παλαίει πρὸς γῆν τοῖς κέρασιν ὥσπερ βοῦς. Ἔστι δὲ ἐκεῖ δένδρον ἡ ὀνομαζομένη τάνυς, κλήματος μόρφωσιν ἔχουσα λευκοκλώνου· καὶ κνηθόμενος ὁ αὐτὸς οὖρος τὴν κεφαλὴν πρὸς τὰ ἔρνη τῆς τάνους τὸ κέρας
The wild ox is a very large animal far surpassing the others, like an ox, having upon itself two horns like a saw, fierce in appearance beyond all animals, so that when rubbing against great trees with its horns it saws through them and lops off their branches, and no animal is able to subdue it under itself. This same wild ox grazes near the Ocean, and straightway grows drunk, and wrestles against the earth with its horns like an ox. Now there is a tree there called tanus, having the form of a white-branched vine; and when this same wild ox rubs its head against the shoots of the tanus, its horn
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, νόησον ὅτι οὔρου γενναιότερόν σε ἐποίησεν ὁ Θεός. Ἀντὶ δὲ τῶν κεράτων δέδωκέ σοι τὰς δύο Διαθήκας, τουτέστι, Παλαιὰν καὶ Νέαν Διαθήκην, κεράτιον εἰς τὰς ἐναντίας δυνάμεις, ἵνα μὴ προσεγγίσῃ πρὸς σὲ ὁ πονηρός. Εἶπε γὰρ ὁ Προφήτης· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.
You too, therefore, spiritual man, understand that God has made you nobler than the wild ox. And in place of horns He has given you the two Covenants, that is, the Old and the New Covenant, a horn against the opposing powers, lest the evil one draw near to you. For the Prophet said: Through Thee will we push down our enemies with the horn.
Ἑτέρα ἑρμηνεία.
Another interpretation.
Ὠκεανὸς ἑρμηνεύεται τὸ μέγεθος τοῦ πλούτου, τά-
Ocean is interpreted as the greatness of wealth, while ta-
PG 43:521Read from the pageνυς δὲ ἡ ἡδονὴ τοῦ βίου. Ἐμπλεκόμενος ὁ ἄνθρωπος εἰς τὰς ἡδονὰς τοῦ βίου ἀμελεῖ τῆς πίστεως. Ἐπερχομένου δὲ τοῦ κυνηγοῦ, τουτέστι διαβόλου, καὶ εὑρίσκοντος αὐτὸν συμπλεκόμενον, καὶ ἀμελοῦντα τῆς πίστεως, κατακυριεύει αὐτοῦ.
nus is the pleasure of life. Entangled in the pleasures of life, man neglects the faith. And when the hunter, that is, the devil, comes upon him and finds him entangled and neglecting the faith, he gains mastery over him.
Περὶ τοῦ ἐλέφαντος.
On the elephant.
Ἔστι γὰρ ὁ ἐλέφας μέγιστον ζῶον, προβοσκίδα ἔχων τοῦ διαφθεῖραι τὰ ἐπερχόμενα αὐτῷ ζῶα· ὁμοίως καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν διὰ τῆς προβοσκίδος αὐτοῦ κυβερνᾶται· οὐ γὰρ ἔχει ἁρμοσίας· καὶ κύψας νέμεται, καὶ οὐ κάμπτει γόνατα. Ἡ θῆλυς δὲ ζητεῖ βοτάνην τὴν λεγομένην μανδραγόραν, καὶ μεταλαμβάνει ἐξ αὐτῆς, καὶ εὐθέως πυροῦται καὶ πορεύεται πρὸς την ἄῤῥενα, καὶ παραπεζεύουσα κομίζει αὐτῷ τὴν βοτάνην, καὶ μεταλαμβάνει ὁ ἄῤῥην ἐξ αὐτῆς, καὶ εὐθέως πυροῦται, καὶ συγγίνεται τῇ θήλει. Ἐπερχομένου δὲ τοῦ καιροῦ τοῦ τεκεῖν, εἰσβαίνει εἴς τινα λίμνην τοῦ ὕδατος, τὸ ὕδωρ καταμετροῦσα ὡς τοῦ πλησιάσαι τοῖς μαστοῖς, καὶ ταύτῃ γεννᾷ. Ἢν γὰρ τέξηται ἐπὶ τῆς γῆς, ἀδυνατήσει ὁ σκύμνος ἐγερθῆναι ἀμοιρῶν ἁρμοσιῶν.
For the elephant is a very large animal, having a trunk with which to destroy the animals that attack it; likewise both its food and its drink are managed through its trunk; for it has no joints, and stooping down it grazes without bending its knees. Now the female seeks out the herb called mandrake, and partakes of it, and straightway is inflamed and goes to the male, and walking beside him brings him the herb, and the male partakes of it, and straightway is inflamed, and couples with the female. And when the time comes to give birth, she enters a certain pool of water, measuring out the water until it reaches her breasts, and thus gives birth. For if she brings forth upon the land, the calf will be unable to rise, lacking joints.
Πρόδηλον δὲ ὅτι ὁ πρωτόπλαστος Ἀδὰμ οὐχ ὥσπερ ἡ Εὔα τοῦ τῆς παρακοῆς ξύλου προεγεύσατο, ποριζομένη καὶ τῷ ἑαυτῆς γαμέτῃ, ὅστις μετὰ τὴν γεῦσιν εὐθέως τοῦ παραβεβηκέναι ᾔσθετο. Τί δὲ ἐγέννησε; τὸ δὴ δήπου τὸ ἁμαρτάνειν. Τίς γὰρ ἡ τῆς γέννας λίμνη; ὁ παράδεισος.
Now it is plain that first-formed Adam did not taste beforehand of the tree of disobedience as Eve did, who procured it also for her husband, and straightway after tasting he perceived that he had transgressed. And what did she bring forth? Surely sinning itself. And what was the pool of that birth? Paradise.
Περὶ τῆς ἐλάφου.
On the stag (hart).
Ἔστι δὲ ἡ ἔλαφος μόρφωσιν ἔχουσα ἀγρίας δορκάδος· τὸ δὲ κέρας αὐτῆς τρίαρχον, κατὰ τὰς τρεῖς ἀνακαινίσεις. Ζῇ δὲ ἔτη πεντήκοντα, καὶ διατρέχει ὡς καλὸς δρομεὺς τὰς νάπας τῶν ὑλῶν, καὶ τὰς φάραγγας τῶν ὀρέων, καὶ ὀσφραίνεται τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ τὸν ὄφιν ὅπηπερ διατρίβοντα παραχρῆμα γιγνώσκει, καὶ εὐθέως τίθησι τὴν ῥῖνα αὐτῆς ἐπὶ τὴν θύραν τῆς ὀπῆς, καὶ ἀναιρεῖ τὴν πνοὴν, καὶ ἐξιὼν ὁ ὄφις εἰσβαίνει εἰς τὸν λάρυγγα τῆς ἐλάφου, ἡ δὲ καταπίνει αὐτόν. Διὰ τοῦτο ἔλαφος ὀνομάζεται, διὰ τὸ ἑλεῖν τοὺς ὄφεις ἐκ τοῦ βάθους. Τρέχει γὰρ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἢν μὴ τρεῖς ὥρας γεύσηται τοῦ ὕδατος, τελευτᾷ· εἰ δὲ εὕρῃ ὕδωρ, πάλιν ζῇ ἔτη πεντήκοντα. Διὰ τοῦτο εἶπεν ὁ προφήτης· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.
Now the hart has the form of a wild roe; and its horn is three-branched, corresponding to its three renewals. It lives fifty years, and runs like a swift runner through the glens of the woods and the ravines of the mountains, and scents out the holes of reptiles, and straightway recognizes wherever the serpent lurks, and immediately places its nostrils at the mouth of the hole and draws in its breath, and coming out the serpent enters the throat of the hart, and it swallows it down. For this reason it is named elaphos ('hart'), from drawing (helein) serpents out of the deep. Then it runs to the springs of waters, and unless within three hours it tastes of the water, it dies; but if it finds water, it lives again for fifty years. Therefore the prophet said: As the hart longs for the springs of waters, so longs my soul for Thee, O God.
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, τρεῖς μὲν ἀνακαινίσεις ἔχεις· τούτων ἡ μὲν ἔστι τὸ βάπτισμα τῆς ἀφθαρσίας, ἡ δὲ τὸ χάρισμα τῆς υἱοθεσίας, καὶ ἡ μετάνοια. Καὶ ὅτε εὕρῃς τὸν ὄφιν ἐν τῇ καρδίᾳ σου (τουτέστι τὴν ἁμαρτίαν), δρομαῖος χώρει ἐπὶ τὰς πηγὰς τῶν ὑδά-
You too, therefore, spiritual man, have three renewals: of these, the first is the baptism of incorruption, the second the gift of adoption as sons, and repentance. And whenever you find the serpent in your heart (that is, sin), run swiftly to the springs of the wa-
Notes, col. 521
PG 43:524Read from the pageτων, ἤγουν ἐπὶ τοὺς κρουνοὺς τῶν Γραφῶν (κατὰ τὰς ἐρμηνευούσας προφητείας), καὶ πίε ὕδωρ ζῶν, τουτέστι τὸ ἅγιον δῶρον. Κοινωνῶν γὰρ ἐν μετανοίᾳ, ἀνανεώσῃ σαυτὸν λοιπὸν διὰ τῆς αὐτῆς, καὶ τεθανατωθήσεται ἡ ἁμαρτία.
of them, that is, unto the springs of the Scriptures (according to the interpreting prophecies), and drink living water, that is to say, the holy gift. For partaking in repentance, you shall henceforth renew yourself through the same, and sin shall be put to death.
Περὶ τοῦ ἀετοῦ.
Concerning the eagle.
Ἔστι γὰρ ὁ ἀετὸς βασιλεὺς τῶν ὀρνέων. Ἀετὸς δὲ καλεῖται διὰ τὴν πολυετίαν αὐτοῦ· οὗτος μὲν ζῇ ἔτη ἑκατόν. Καὶ γηράσαντος γρυποῦται ὁ προμυκτήρ, καὶ ἀμβλυώττουσιν οἱ ὀφθαλμοὶ αὐτοῦ, τοῦ μὴ ὁρᾷν, καὶ οὐκ ἰσχύει φαγεῖν. Ἀνέρχεται δὲ εἰς ὕψος λίαν, καὶ ῥίπτει ἑαυτὸν ἐπὶ ἀκροτόμου πέτρας, προσκρούσας αὐτῇ τὸ ῥάμφος, καὶ λούεται εἰς τὴν ψυχρὰν λίμνην, καὶ κάθηται κατὰ τὸ ἡλιακὸν θερμόν. Πίπτουσι δὲ λεπίδες ἀπὸ τῶν ὀφθαλμῶν, καὶ πάλιν ἐς νέους τελεῖν ἄρχεται.
For the eagle is king of birds. And it is called eagle because of its longevity; indeed, this one lives a hundred years. And when it grows old, the beak becomes hooked, and its eyes grow dim so as not to see, and it does not have strength to eat. Then it ascends exceedingly high, and casts itself down upon a sheer rock, striking its beak against it, and bathes in the cold pool, and sits facing the solar warmth. And scales fall from its eyes, and again it begins to be counted among the young.
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, ὅταν πολλὰ ἁμαρτήσῃς, ἄνελθε εἰς ὕψος, τουτέστιν εἰς τὸ συνειδός σου, καὶ ῥίψον σὲ κατὰ πέτραν, ἤγουν εἰς τὴν ὀρθόδοξον πίστιν, κλαῦσον τὸ πλῆθος τῶν ἁμαρτιῶν σου. Ἐν τῇ λίμνῃ καθαρίσθητι ταῖς δακρυροαῖς σου. Θερμάνθητι κατὰ τὸν ἥλιον, ἤγουν κατὰ τὴν Ἐκκλησίαν, καὶ κατὰ τὸ ἅγιον Πνεῦμα, σπεῦσον τὴν ταχίστην ἐπὶ τὴν θέρμην τῆς μετανοίας. Ῥίψον ἀπὸ σοῦ τὰς λεπίδας, τὰς ἁμαρτίας, καὶ πάλιν ἀνακαινισθήσεται, ὡς ἀετοῦ, ἡ νεότης σου, καὶ δίκαιος ὀνομάσῃ παρὰ τῷ Θεῷ.
You also, therefore, O spiritual man, when you have sinned much, ascend on high, that is, into your conscience, and cast yourself against a rock, namely into the orthodox faith; weep over the multitude of your sins. Be cleansed in the pool by the streams of your tears. Be warmed facing the sun, namely according to the Church and according to the Holy Spirit; hasten most swiftly unto the warmth of repentance. Cast away from yourself the scales, your sins, and your youth shall be renewed again like an eagle's, and you shall be named righteous before God.
Περὶ τοῦ γυπός.
Concerning the vulture.
Ὁ γὺψ ὄρνεόν ἐστι τῇ ἥττῃ τῆς γαστρὸς τὰ πάντα ὑπερακοντίζον. Οὗτος ἀπαστίαν ἄγει τεσσαράκοντα τῶν ἡμερῶν, ἢν δὲ λαχὼν τύψι (sic) ἐδέσμασιν, ἐσθίει λίτρας τεσσαράκοντα, καὶ ἀναπληροῖ τὴν τῶν τεσσαράκοντα ἡμερῶν ἀσιτίαν.
The vulture is a bird surpassing all things in its subjection to the belly. This one keeps a fast for forty days, and if, chancing upon eatables, it lights upon them [sic], it eats forty pounds, and makes up for the forty days' abstinence from food.
Καὶ σὺ, νοητὲ ἄνθρωπε, ὃς ἀπαστίαν ἦγες ἡμέρας τεσσαράκοντα, προκρίνων τὴν τοῦ Κυρίου ἀνάστασιν, μὴ θέλῃς γαστριμαργίᾳ σχολάζειν, ἵνα μὴ ἀποβάλῃς τὴν τῶν τεσσαράκοντα ἡμερῶν νηστείαν.
You also, O spiritual man, who kept a fast for forty days, honouring above all the resurrection of the Lord, do not wish to devote yourself to gluttony, lest you lose the fast of the forty days.
Περὶ τῆς πελεκᾶνος.
Concerning the pelican.
Ἔστι γὰρ ἡ πελεκὰν φιλότεκνον ὄρνεον παρὰ πάντα τὰ ὄρνεα. Ἡ δὲ θήλεια καθέζεται ἐν τῇ νεοττιᾷ φυλάσσουσα τὰ τέκνα, καὶ περιθάλπει αὐτὰ ἀσπαζομένη καὶ κολαφίζουσα ἐν φιλήματι, ὀπὰς ταῖς πλευραῖς κατεργάζεται, καὶ τελευτῶσι. Καὶ μεθ' ἡμέρας τρεῖς, παραγενομένου τοῦ ἄρρενος πελεκᾶνος, καὶ εὑρίσκοντος αὐτὰ τεθνηκότα, ὀλοφύρεται τὴν καρδίαν λίαν. Πεπληγμένος δὲ τοῦ πόνου, κολαφίζει τὴν ἰδίαν πλευράν, καὶ ὀπὰς αὐτῇ ἐμποιεῖ, καὶ καταῤῥεῖ αἷμα, ἐπιστάζων ἐπὶ τὰς πληγὰς τῶν τεθνηκότων νεοσσῶν, καὶ οὕτως ζωοποιοῦνται.
For the pelican is a bird fond of its offspring beyond all birds. And the female sits in the nest guarding her young, and cherishes them, embracing and buffeting them in kissing; she makes holes in their sides, and they die. And after three days, when the male pelican arrives and finds them dead, he laments exceedingly in his heart. And stricken with grief, he strikes his own side and makes holes in it, and blood flows down, dripping upon the wounds of the dead chicks, and thus they are made alive.
Οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἤνοιξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα
Thus also our Lord Jesus Christ opened His side with a spear, and straightway there came out blood
Notes, col. 524
On the reading
Printed ἐρμηνευούσας, for ἑρμηνευούσας.
Printed δακρυροαῖς, for δακρυρροαῖς.
PG 43:525Read from the pageκαὶ ὕδωρ. Ἐπέσταξεν τὸ αἷμα ἐπὶ τοὺς τεθνηκότας νεοσσοὺς, τουτέστι τὸν Ἀδὰμ, καὶ τὴν Εὔαν, καὶ τοὺς λοιποὺς προφήτας, καὶ ἐπὶ πάντας τοὺς θανόντας, καὶ ἐφώτισε τὴν οἰκουμένην, καὶ ἐζωοποίησεν αὐτοὺς διὰ τῆς τριημέρου ταφῆς, καὶ ἐγέρσεως αὐτοῦ. Διὰ τοῦτο ἐλάλησε διὰ τοῦ Προφήτου· Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.
and water. He dripped the blood upon the dead chicks, that is to say, upon Adam, and Eve, and the rest of the prophets, and upon all the dead, and illumined the inhabited world, and made them alive through His three-day burial and resurrection. On this account He spoke through the Prophet: I am become like a pelican of the wilderness.
Περὶ τῆς πέρδικος.
Concerning the partridge.
Ἔστιν ἡ πέρδιξ πολύτεκνος. Νεοττοποιησαμένη δὲ πορεύεται ἡ θῆλυς, καὶ γεννᾷ τὰ ὠὰ καθ' ἑκάστην· καὶ οὐκ ἀρκεῖ αὐτῇ τῆς ἰδίας γαστρὸς ὁ τόκος, ἀλλὰ κλέπτουσα τὰ ὠὰ τῶν ἀλλοτρίων, φέρει αὐτὰ ἐπὶ τὴν νεοττιὰν αὐτῆς.
The partridge is prolific of offspring. Having built a nest, the female goes forth and lays eggs day by day; and the brood of her own womb does not suffice her, but stealing the eggs of others, she carries them to her own nest.
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, ὅταν πολλὰς ἐλεημοσύνας ποιήσῃς, μὴ ἀρκέσωσί σοι, ἀλλὰ δράμε εἰς ἑτέρας ἐντολὰς, καὶ πλήθυνον σφόδρα τὴν νεοττιάν σου· τουτέστι, ἅγνισον τὴν καρδίαν σου, καὶ σκλήρυνον λίαν σὲ κατὰ τῶν ἐναντίων δυνάμεων.
You also, therefore, O spiritual man, when you perform many almsdeeds, let them not suffice you, but run unto other commandments, and multiply your nest exceedingly; that is to say, purify your heart, and harden yourself exceedingly against the opposing powers.
Περὶ τῆς τρυγόνος.
Concerning the turtledove.
Ἔστι ἡ τρυγὼν φίλανδρον ὄρνεον παρὰ πάντα τὰ πετεινὰ, καὶ πορεύονται ἀμφότεροι, ἄῤῥεν καὶ θῆλυ, καὶ νεοσσοποιοῦσιν· ἀποζευχθέντων δὲ αὐτῶν, φυλάσσουσι τὴν μονογαμίαν ἕως τέλους τῆς ζωῆς αὐτῶν.
The turtledove is a bird fond of its mate beyond all winged creatures, and both go about together, male and female, and rear young; and if they are parted from one another, they keep monogamy until the end of their life.
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, ὅταν πλησθῇς ἀνομιῶν, καὶ δόξῃ σοι καιρὸς τοῦ μετανοῆσαι, ἀπόβαλλε τὸ κακουργεῖν, καὶ μὴ περιπέσῃς εἰς ἕτερον ῥύπον, τουτέστιν εἰς ἑτέραν ἁμαρτίαν, ἀλλὰ φύλασσε τὴν μονογαμίαν σου, τουτέστι τὸν ὅρον τῆς γυναικός σου, ἵνα εὕρῃς μονὴν ἐν τῇ δευτέρᾳ παρουσίᾳ.
You also, therefore, O spiritual man, when you have been filled with iniquities, and it seems to you the season to repent, cast away evildoing, and do not fall into another defilement, that is, into another sin, but keep your monogamy, that is to say, the bound of your wife, that you may find an abode at the second coming.
Περὶ τοῦ φοίνικος.
Concerning the phoenix.
Φοῖνιξ τοῦ ταῶνος ὡραιοτέρα ὑπάρχει. Ὁ ταὼν γὰρ χρυσίῳ καὶ ἀργυρίῳ καταπετάσας τὰς πτέρυγας κέκτηται· ἡ δὲ φοῖνιξ, ὑακίνθου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν. Τιάραν γὰρ φέρει ἐπὶ τὴν κεφαλὴν, καὶ σφύρας κατέχει ἐπὶ τοῖς ποσὶν αὐτῆς. Ἡ φοῖνιξ τῆς Ἰνδίας ἐγγὺς κοιτάζεται, καὶ ἀμφὶ τὰ πεντακόσια ἔτη τὸν βίον διάγει εἰς τὰς κέδρους τοῦ Λιβάνου ἄβρωτος καὶ ἄποτος, τρέφεται δὲ ἐκ πνεύματος. Καὶ μετὰ τὰ πεντακόσια ἔτη ἀναμέστας ἐμποιεῖ τὰς πτέρυγας αὐτῆς ἀρωμάτων, καὶ ὅταν σημάνῃ ὁ ἱερεὺς τῆς Ἡλιουπάλεως, ἐγείρεται ἐκ τοῦ ἰδίου τόπου, καὶ πορεύεται πρὸς τὸν ἱερέα, καὶ εἰσερχομένη εἰς τὸν ναὸν μετὰ τοῦ ἱερέως, εἰς τὸ ἅγιον θυσιαστήριον, καὶ πάντα τὰ μέλη αὐτῆς σποδὸς γίνεται. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εὑρίσκει αὐτὴν πτερυγουμένηνοὖσαν· τῇ τρίτῃ δὲ ἀναπεπλησμένη πτερύγων ἀσπάζεται τὸν ἱερέα, καὶ ἀνακαινιζομένη ἀπέρχεται πάλιν εἰς τὸν ἴδιον τόπον.
The phoenix is fairer than the peacock. For the peacock possesses wings overspread with gold and silver; whereas the phoenix has hers of hyacinth and emerald and precious stones. For she wears a tiara upon her head, and bears spurs upon her feet. The phoenix roosts near India, and for about five hundred years passes her life in the cedars of Lebanon without food and without drink, and is nourished from the wind. And after the five hundred years she fills her wings full of spices, and when the priest of Heliopolis gives the signal, she rises from her own place and goes to the priest, and entering into the temple with the priest, unto the holy altar, all her limbs become ashes. And on the following day he finds her fledged with wings; and on the third day, filled out with wings, she greets the priest, and being renewed departs again to her own place.
Καὶ πῶς οὖν οἱ παράνομοι Ἰουδαῖοι ἠπίστησαν τὴν τριήμερον ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
How then did the lawless Jews disbelieve the three-day resurrection of our Lord Jesus
Notes, col. 525
On the reading
Printed ἀναμέστας, for ἀναμέστους.
Printed Ἡλιουπάλεως, for Ἡλιουπόλεως.
Printed πτερυγουμένηνοὖσαν, for πτερυγουμένην οὖσαν.
PG 43:528Read from the pageΧριστοῦ, ἐπείπερ τὸ ὄρνεον διὰ τριῶν ἡμερῶν ἐζωοποιήθη, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ τρόπῳ οὐκ ἐδύνατο ἐγεῖραι αὑτὸν ἐκ νεκρῶν; Διὰ τοῦτο ἔλεγεν ὁ Προφήτης· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Christ, seeing that the bird was made alive after three days, and could not our Lord Jesus Christ in like manner raise Himself from the dead? On this account the Prophet said: The righteous shall flourish like a phoenix.
Περὶ τοῦ ταῶνος.
Concerning the peacock.
Ἔστιν ὁ ταὼς τερπόμενον ὄρνεον παρὰ πάντα τὰ πετεινά· ἔστι δὲ μορφόχροος, καὶ πτερύγων ὡραίων. Περιπατῶν γὰρ ὁρᾷ αὑτὸν τερπόμενον, ἐγκεκυφυῖαν δὲ ἔχων τὴν κεφαλὴν ὑποβλέπει. Ὅταν δὲ ἴδῃ τοὺς πόδας αὐτοῦ, φωνεῖ ἀγρίως, αὐτοὺς ἀνομοίως ἔχειν πρὸς τὸ λοιπὸν μέρος τοῦ σώματος φάσκων.
The peacock is a bird delighting itself beyond all winged creatures; and it is shapely of colour and of fair wings. For as it walks about it beholds itself taking delight, and holding its head bent forward it glances sidelong. Yet when it sees its feet, it cries out harshly, declaring that they do not match the rest of its body.
Καὶ σὺ οὖν, νοητὲ ἄνθρωπε, ὁρῶν τὰς ἐντολάς σου καὶ τὰ ἀγαθά σου, τέρπου καὶ ἀγάλλου· ὅταν δὲ ἴδῃς τοὺς πόδας σου, τὰ ἁμαρτήματά σου, φώνησον, καὶ κλαῦσον πρὸς τὸν Θεὸν, καὶ μίσησον τὴν ἁμαρτίαν, ὥσπερ ὁ ταὼς τοὺς πόδας, ἵνα δίκαιος τῷ νυμφίῳ φανῇς.
You also, therefore, O spiritual man, beholding your commandments and your good deeds, delight and exult; yet when you see your feet, your sins, cry aloud and weep unto God, and hate sin, just as the peacock hates its feet, that you may appear righteous unto the Bridegroom.
Περὶ τοῦ ὄφεως.
Concerning the serpent.
Ὁ Χριστὸς εἶπεν ἐν τῷ Εὐαγγελίῳ· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ὁ φυσιολόγος ἔλεξε περὶ τοῦ ὄφεως, ὅτι πολλαὶ φύσεις εἰσὶν ἐν αὐτῷ.
Christ said in the Gospel: Be wise as serpents, and guileless as doves. The Physiologus stated concerning the serpent that there are many natures in it.
Πρώτη φύσις τοῦ ὄφεως.
First nature of the serpent.
Ὅταν γηράσκῃ, ἀμβλύνονται αὐτοῦ οἱ ὀφθαλμοὶ, καὶ ἐὰν ἀνανεάζειν ἑαυτὸν βούληται, νηστεύει ἡμέρας τεσσαράκοντα, ἕως ἂν τὸ δέμας αὐτοῦ χαυνωθῇ, καὶ εὑρίσκει πέτραν, καὶ ῥαγαδαστεύει, προκύψας δὲ διὰ τῆς ὀπῆς ὠθεῖται περᾶσαι, καὶ ἐκβάλλει τὸ γῆρας, καὶ ἀποβαλὼν αὐτὸ τερπωλὴν παρέχει νεανίσκων.
When it grows old, its eyes grow dim, and if it wishes to renew its youth, it fasts for forty days until its body becomes slack, and it finds a rock and seeks out a cleft, and thrusting forward through the narrow hole pushes itself to pass through, and sheds its old skin, and having cast it off displays the gladsome vigour of youths.
Καὶ σὺ, νοητὲ ἄνθρωπε, ἐὰν θέλῃς τὸ πάλαι ποτὲ γῆρας τοῦ κόσμου ἀποβαλέσθαι, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, διὰ νηστείας, τὸ σῶμα μάστισον. Στενὴ γάρ ἐστιν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
You also, O spiritual man, if you wish to cast off the ancient old skin of the world, scourge your body through the narrow and straitened way, through fasting. For narrow is the gate, and straitened the way that leads unto the kingdom of heaven.
Δευτέρα φύσις τοῦ ὄφεως.
Second nature of the serpent.
Ὀφθεὶς τῷ ὄφει ὁ ἄνθρωπος ἐνδεδυμένος, φοβεῖ αὐτὸν τὰ μάλιστα καὶ διαδιδράσκει, ὁραθεὶς δὲ γυμνὸς καταθαῤῥεῖ αὐτοῦ.
When a man is seen clothed by the serpent, he frightens it exceedingly and it runs away; whereas when he is seen naked, it boldly attacks him.
Καὶ σὺ νοητῶς ἐννόησον, ὅτι ἡνίκα ὁ πατήρ σου ὁ Ἀδὰμ ἦν ἐν τῷ παραδείσῳ ἀναβαλλόμενος τὴν Θεοῦ ὑφαντὸν στολὴν, οὐκ ἴσχυσε ἐμπεσεῖν τῷ ἐχθρῷ, ἀλλὰ ἔφευγε μακρὰν ἀπ' αὐτοῦ· ὅταν δὲ γυμνὸς ἔμεινε, τὴν ἐντολὴν τοῦ Θεοῦ παραβὰς, τότε ὁ Πονηρὸς ἐκράτησεν αὐτόν.
And understand spiritually that when your father Adam was in paradise clothed with the woven robe of God, he could not fall prey to the enemy, rather he fled far from him; yet when he remained naked, having transgressed the commandment of God, then the Evil One overpowered him.
Τρίτη φύσις τοῦ ὄφεως.
Third nature of the serpent.
Τοῦ ἀνθρώπου αὐτὸν ἀποκεραμῆσαι ἰχνεύοντας, ὅλον τὸ σῶμα παραδίδωσι, τὴν κεφαλὴν μόνην φυλάσσει.
When a man tracks it down to slay it, it surrenders its whole body, and guards its head alone.
Notes, col. 528
On the reading
Printed ἰχνεύοντας, for ἰχνεύοντος.
PG 43:529Read from the pageὨφείλομεν οὖν καὶ ἡμεῖς ἐν καιρῷ πειρασμοῦ ὅλον τὸ σῶμα θανάτῳ παραδοῦναι, μόνην τὴν κεφαλὴν φυλάττοντες· τουτέστι, τὸν Χριστὸν μὴ ἀρνούμενοι, ὅπερ ἐποίουν οἱ ἅγιοι μάρτυρες· Ἡ κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, ὡς γέγραπται.
We also, therefore, ought in a time of trial to surrender the whole body unto death, guarding the head alone; that is to say, not denying Christ, just as the holy martyrs did: For the head of every man is Christ, as it is written.
Τετάρτη φύσις τοῦ ὄφεως.
Fourth nature of the serpent.
Ὅταν ἐπὶ τὴν πηγὴν τοῦ ὕδωρ πιεῖν ἔλθῃ ὁ ὄφις, οὐ φέρει τὸν ἰὸν, ἀλλά γε ἀφεὶς αὐτὸν ἐν τῇ νεοττιᾷ, οὕτω καθαρὸς πορεύεται, ἵνα μὴ τοὺς ἐξ αὐτῆς πίνοντας φαρμακεύσηται.
When the serpent comes to the spring to drink water, it does not carry its venom, but leaving it behind in its den, goes thus pure, lest it poison those drinking from it.
Ὀφείλομεν μὲν οὖν καὶ ἡμεῖς ἐπὶ τὸ ἀένναόν τε καὶ ἄκακον ὕδωρ σπεύδοντες, τὸ τῶν θείων καὶ ἐπουρανίων λογίων ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ γέμον, μὴ φέρειν σὺν ἡμῖν τὸν τῆς κακίας ἰὸν, οὐ μὴν ἀλλὰ πᾶσαν κακίαν καὶ λοιδορίαν, πᾶν τε πονηρὸν ἐνθύμημα ἀφεῖναι, καὶ οὕτως ἄμωμοί τε καὶ καθαροὶ πορευθῶμεν ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ὅπως μὴ τὴν ἡμετέραν ψυχὴν καταφαρμακεύσωμεν.
We also, therefore, hastening unto the ever-flowing and guileless water teeming with the divine and heavenly oracles in the Church of God, ought indeed not to carry with us the venom of malice, nay rather to put away all malice and reviling and every evil thought, and thus walk blameless and pure in the Church of Christ, lest we poison our soul.
Περὶ τῆς μύρμηκος.
Concerning the ant.
Ὁ Σολομὼν εἶπεν ἐν ταῖς Παροιμίαις· Ἴθι πρὸς τὴν μύρμηκα, ὦ ὀκνηρέ. Ὁ φυσιολόγος εἶπε περὶ τῆς μύρμηκος τῆς πολλὰς φύσεις ἐχούσης.
Solomon said in the Proverbs: Go to the ant, O sluggard. The Physiologus spoke concerning the ant as having many natures.
Πρώτη φύσις τῆς μύρμηκος.
First nature of the ant.
Ὅταν ἐπιμελῶς βαδίζωσιν ἕκασται κομίζουσαι τὸν κόκκον, καὶ οὐ λέγουσι τοῖς φέρουσι, Δότε ἡμῖν, οὐδ' ἁρπάζουσιν ἀπ' αὐτῶν, ἀλλ' αὐτόματοί τε ξυλλέξουσαι οἴχονται ἀπιοῦσαι.
When they walk diligently in order, each carrying its grain, they neither say to those carrying, Give to us, nor snatch from them, but depart of their own accord to gather for themselves.
Ταῦτα ἐπὶ τῶν σωφρόνων τε καὶ μωρῶν παρθένων εὑρεῖν ἔστι.
These things may be found in the parable of the wise and foolish virgins.
Δευτέρα φύσις τῆς μύρμηκος.
Second nature of the ant.
Ὅταν ἀποταμιεύσῃ τοὺς κόκκους ἐν τῇ ποίμνῃ, διχοτομεῖ αὐτοὺς, μὴ χειμῶνος καταλαβόντος σαπῶσιν οἱ κόκκοι, καὶ λιμοκτονηθῶσιν αὐταί. Ἡ γὰρ μύρμηξ θυμόσοφος τυγχάνουσα, προνοεῖ καῦμα μέγα, ἢ καὶ βροχὴν ἔρχεσθαι. Θεωρουμένου δὲ σοῦ τὴν μύρμηκα τὸν κόκκον τοῦ σίτου εἰς τὴν ὀπὴν εἰσκομίζουσαν, ἐρχόμενον νόει τὸν χειμῶνα· ἢν δὲ ἐκφέρουσαν θεάσῃς, γαλήνην ἐσομένην γνῶθι.
When she stores away the grains in the nest, she cleaves them in two, lest when winter overtakes them the grains rot, and they themselves perish of hunger. For the ant, being sagacious of mind, foresees great heat or rain coming. And when you behold the ant carrying the grain of wheat into her hole, perceive that winter is coming; whereas if you see her bringing it out, know that fair weather will come to be.
Καὶ σὺ οὖν, ὦ ἄνθρωπε, τὰ τῆς Παλαιᾶς ῥήματα ἐκ τῶν πνευματικῶν διάστελλε. Τὸ γὰρ γράμμα ἀποκτείνει. Παῦλος γὰρ εἶπεν· Ὁ νόμος πνευματικός ἐστι. Πρὶν γὰρ τῷ νόμῳ μὴ προσέχοντες οἱ Ἰουδαῖοι ἐλιμοκτονήθησαν.
You also, therefore, O man, distinguish the words of the Old Testament from the spiritual things. For the letter kills. For Paul said: The law is spiritual. For aforetime the Jews, not giving heed to the law, perished of hunger.
Περὶ τῆς ἀλώπεκος.
Concerning the fox.
Ἡ ἀλώπηξ ἐστὶ πολύτροπον ζῶον. Πεινάσασα δὲ καὶ ἀποροῦσα τροφῆς, ἀπέρχεται ἐπὶ τοὺς ἡλιακοὺς τόπους, καταῤῥίπτουσα αὑτὴν ἐς γῆν, καὶ ἀνεχομένη
The fox is a wily animal. When she is hungry and lacking food, she goes off to sunny places, casting herself down upon the ground, and holding back