Migne Reading Room

PG 43 · cols. 393–404 · Read from the page

Dubia aut Spuria: De Vitis Prophetarum, Recensiones Duae (Περὶ τῶν Προφητῶν)

Dubia aut Spuria: De Vitis Prophetarum, Recensiones Duae (Περὶ τῶν Προφητῶν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:393Read from the page
Ὁ βίος τοῦ Νάθαν προφήτου, καὶ ποῦ κεῖται.
The life of Nathan the prophet, and where he lies.
Αʹ. Νάθαν ὁ προφήτης ἐγένετο ἐν ἡμέραις Δαβὶδ ἐκ φυλῆς Θώκ. Οὗτος δὲ ἦν ἐκ Γαβάθ· καὶ αὐτός ἐστιν ὁ διδάξας τὸν Δαβὶδ τὸν νόμον τοῦ Κυρίου. Καὶ ἔγνω Νάθαν, ὅτι ὁ βασιλεὺς Δαβὶδ ἐν τῇ Βηρσαβεὲ παρέβη, τὸν σπεύδοντα αὐτὸν ἐλθεῖν ἐκ Γαβὰθ εἰς Ἱερουσαλὴμ, καὶ κωλῦσαι τὸν Δαβὶδ ἀπὸ τῆς ἀνομίας ταύτης, ἐκώλυσεν (αὐτὸν) ὁ Βελίαρ, ὅτι κατὰ ὁδὸν εὗρεν νεκρὸν κείμενον γυμνὸν, καὶ ἐπέμεινεν τοῦ θάψαι αὐτὸν ἐκεῖ, ἵνα μὴ ἀπὸ τῶν θηρίων ἀναλωθῇ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησεν ὁ Δαβὶδ τὴν ἁμαρτίαν, καὶ ὑπέστρεψε πενθῶν εἰς Γαβάθ. Καὶ ὡς ἀνεῖλεν Δαβὶδ Οὐρίαν τὸν ἄνδρα τῆς Βηρσαβεὲ, ἀπέστειλεν ὁ Θεὸς τὸν Νάθαν, καὶ ἤλεγξε τὸν Δαβὶδ περὶ τῆς ἁμαρτίας αὐτοῦ. Καὶ ἐφοβήθη Δαβὶδ τὸν Κύριον, ὅτι ἠλέγχθη ὃ ἐποίησεν. Καὶ ἔγνω Δαβὶδ, ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἐπὶ Νάθαν τὸν προφήτην ἐστὶν, καὶ ἐτίμησεν αὐτὸν ὡς ὅσιον Θεοῦ. Καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε, καὶ ἐτάφη ἐν Γαβὰθ, ἐν τῇ γῇ αὐτοῦ.
I. Nathan the prophet lived in the days of David, from the tribe of Thok. And he was from Gabath; and he himself is the one who taught David the law of the Lord. And Nathan knew that King David was transgressing in the matter of Beersheba; as he himself was hastening to come from Gabath unto Jerusalem and hinder David from this iniquity, Beliar hindered (him), because along the way he found a dead man lying naked, and he remained in order to bury him there, lest he be devoured by the wild beasts; and on that night he knew that David had committed the sin, and he returned mourning unto Gabath. And when David slew Uriah the husband of Beersheba, God sent Nathan, and he reproved David concerning his sin. And David feared the Lord, because he was reproved for what he had done. And David knew that the Holy Spirit of God was upon Nathan the prophet, and he honoured him as a holy man of God. And having grown very old himself, he died, and was buried in Gabath, in his own land.
Ὁ βίος τοῦ Ἀχίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Ahijah the prophet, and where he lies.
Βʹ. Ἀχίας ὁ Σηλωνίτης. Οὗτος ἦν ἀπὸ Σηλὼμ ἐκ φυλῆς Ἰούδα, ὅπου ἦν ἡ σκηνὴ τῆς κιβωτοῦ τὸ πάλαι, ἐκ πόλεως Ἀρμαθὲμ Ἡλὶ τοῦ ἱερέως. Οὗτος ὁ προφήτης εἶπεν περὶ Σολομὼν τοῦ υἱοῦ τοῦ Δαβὶδ, ὅτι προσκρούσει τῷ Θεῷ. Οὗτος ἤλεγξε καὶ τὸν Ἱεροβοὰμ, ὅτι ἐὰν βασιλεύσῃ, δόλῳ πορεύσει μετὰ Κύριον· εἶδεν γὰρ ὀπτασίαν, ζεῦγος βοῶν καταπατοῦν τὸν λαὸν, καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον. Καὶ εἶπεν τῷ Σολομών, ὅτι γυναῖκες αὐτὸν ἐκστήσουσιν ἀπὸ τοῦ Κυρίου. Καὶ τῷ Ἱεροβοὰμ εἶπεν, ὅτι Διὰ τῶν δύο δαμαλίων σου προσκρούσεις τῷ Κυρίῳ, καὶ εἰς δουλείαν ἔσται τὸ γένος σου. Ἀπέθανεν δὲ Ἀχίας, καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς τῆς οὔσης Σηλώμ.
II. Ahijah the Shilonite. This man was from Shiloh of the tribe of Judah, where the tabernacle of the ark was of old, from the city of Arimathem of Eli the priest. This prophet spoke concerning Solomon the son of David, that he would offend against God. He also reproved Jeroboam, that if he became king, he would walk deceitfully after the Lord; for he saw a vision, a yoke of oxen trampling down the people and rushing against the priests. And he said to Solomon that women would turn him aside from the Lord. And to Jeroboam he said: Through your two heifers you will offend against the Lord, and your race shall be brought into bondage. And Ahijah died, and was buried near the oak that is at Shiloh.
PG 43:396Read from the page
Ὁ βίος τοῦ Ἰωὰμ προφήτου, καὶ ποῦ κεῖται.
The life of Joam the prophet, and where he lies.
Γʹ. Ἰωὰμ ὁ προφήτης ἐγένετο ἐν Σαμαρείᾳ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων ἐν τῇ ὁδῷ, καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς χρυσαῖς δαμάλισιν αὐτοῦ, ἃς ἐποίησεν· ὅτε κατηράσατο τὴν θυσίαν Ἱεροβοάμ. Καὶ ἐξέτεινε τὴν χεῖρα τοῦ κακῶσαι αὐτὸν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ Ἱεροβοάμ. Καὶ μετὰ ταῦτα ἠπατήθη ὑπὸ τοῦ ψευδοπροφήτου, καὶ ἐβιάσατο αὐτὸν φαγεῖν ἄρτον, καὶ πιεῖν ὕδωρ. Καὶ ἐξελθόντα αὐτὸν ἐπάταξεν ὁ λέων, καὶ τὴν ὄνον αὐτοῦ οὐκ ἠδίκησεν. Καὶ ἐτάφη ἐν Βεθὴρ σύνεγγυς τοῦ ψευδοπροφήτου. Καὶ ὕστερον ἀποθνήσκων ὁ ψευδοπροφήτης ὤρκισε τοῖς ἱερεῦσιν, ὅτι Μετὰ τοῦ Ἰωὰμ προφήτου με θάψετε, ὅτι ἠπάτησαν αὐτὸν, καὶ ἐν τῇ ἀναστάσει δίκας εἰσπραξόμεθα. Καὶ ἀμφότεροι κεῖνται ἐν ἑνὶ μνημείῳ.
III. Joam the prophet was born in Samaria. This is he whom the lion struck on the road, and he died, when he reproved Jeroboam over his golden heifers which he had made, when he cursed the sacrifice of Jeroboam. And he stretched out his hand to do him harm, and the hand of Jeroboam withered up. And after these things he was deceived by the false prophet, and he constrained him to eat bread and to drink water. And as he went forth, the lion struck him, and did not harm his ass. And he was buried in Bether near the false prophet. And afterwards, as the false prophet was dying, he adjured the priests, saying: Bury me with Joam the prophet, because they deceived him, and in the resurrection penalties shall be exacted from us. And both lie in one tomb.
Ὁ βίος τοῦ Ἀζαρίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Azariah the prophet, and where he lies.
Δʹ. Ἀζαρίας ὁ προφήτης. Οὗτος ἦν ἐκ τῆς Συνβαθά. Οὗτός ἐστιν ὁ ἀποστρέψας τὴν αἰχμάλωσιν Ἰούδα εἰς Ἱερουσαλὴμ, διὰ προσευχῶν. Πολλὰ δὲ προφητεύσας περὶ τῆς ἐλεύσεως τοῦ Κυρίου, ἐκοιμήθη ἐν τῇ πατρίδι αὐτοῦ.
IV. Azariah the prophet. This man was from Synbatha. This is he who turned back the captivity of Judah unto Jerusalem through prayers. And having prophesied many things concerning the coming of the Lord, he fell asleep in his own homeland.
Ὁ βίος τοῦ Ἠλίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Elijah the prophet, and where he lies.
Εʹ. Ἠλίας ὁ προφήτης. Οὗτος ἦν ἐκ Θεσβῶν, ἐκ γῆς Ἀράβων ἐκ φυλῆς Ἀαρὼν, Λευΐτης, οἰκῶν ἐν Γαλαὰδ, ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσι δεδομένη. Καὶ ὅτε ἔτεκεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἴδεν Σωβὰκ ὁ πατὴρ αὐτοῦ ὀπτασίαν, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὴν προσηγόρευον, ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. Καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἀνήγγειλεν τοῖς ἱερεῦσι, καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· Μὴ δειλιάσῃς. Ἔσται γὰρ ἡ οἴκησις τοῦ παιδίου φῶς, καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρί. Οὗτός ἐστιν Ἠλίας, ὁ τὸ πῦρ τρίτον ἐξ οὐρανοῦ κατενέγκας, καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ γλώττῃ βαστάσας, καὶ νεκροὺς ἐγείρας, καὶ εἰς οὐρανὸν ἀναληφθεὶς ἐν λαίλαπι πυρός.
V. Elijah the prophet. This man was from Thesbae, from the land of the Arabs, of the tribe of Aaron, a Levite, dwelling in Gilead, because Thesbis was an abode given to the priests. And when his mother bore him, Sobak his father saw a vision, that men shining in white addressed her, wrapped him in swaddling bands with fire, and gave him a flame of fire to eat. And having come to Jerusalem, he reported it to the priests, and the oracle said to him: Do not be afraid; for the dwelling of the child shall be light, and his word a decree, and he shall judge Israel with sword and fire. This is Elijah, who three times brought down fire from heaven, and withheld the rain by his own tongue, and raised the dead, and was taken up into heaven in a whirlwind of fire.
Ὁ βίος τοῦ Ἐλισσαίου τοῦ προφήτου, καὶ ποῦ κεῖται.
The life of Elisha the prophet, and where he lies.
Ϛʹ. Ἐλισσαῖος ὁ προφήτης. Οὗτος ἦν ἐξ Ἀβελμοὺθ ἐκ τῆς γῆς Ῥουβὶμ, καὶ ἐπὶ τοῦτο γέγονε τεράτιον, ὅτι ἡνίκα ἐτέχθη, ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσῆ ἡ ἐν Σηλὼμ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι Προφήτης ἐτέχθη σήμερον, ὃς καθελεῖ τὰ γλυπτὰ, καὶ συγκλάσῃ τὰ χωνευτά. Πολλὰ δὲ
VI. Elisha the prophet. This man was from Abelmouth from the land of Roubim, and at this a portent came to pass: that when he was born, in Gilgal the golden heifer that was in Shiloh bellowed shrilly, so as to be heard in Jerusalem. And the priest said through the Urim: A prophet has been born today, who shall pull down the graven images and break in pieces the molten images. And many
Notes, col. 396

On the reading

Printed αἰχμάλωσιν, for αἰχμαλωσίαν.

PG 43:397Read from the page
τεράτια ἐποίησεν ὁ Θεὸς διὰ χειρὸς Ἐλισσαίου, καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ, ἐν Σεβαστοπόλει. Οὗτος προεφήτευσε περὶ τῆς τοῦ Κυρίου παρελεύσεως, καὶ τὰ ὕδατα Ἱεριχὼ ἄτεκνα ὄντα ἁλμυρὰ ἰάσατο, εἰπών· Τάδε λέγει Κύριος, Ἴαμαι τὰ ὕδατα ταῦτα· καὶ ἰάθησαν ἕως τῆς σήμερον ἡμέρας. Καὶ νεκροὺς ἤγειρεν, καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθάρισε τῆς λέπρας, καὶ τὸν Γιεζεὶ τὸν ὑπηρέτην αὐτοῦ λεπρὸν ἐποίησε, καὶ νεκρὸς ὢν, νεκρὸν ἤγειρεν.
portents God wrought by the hand of Elisha, and having died he was buried in Samaria, in Sebastopolis. He prophesied concerning the coming of the Lord, and healed the waters of Jericho when they were barren and salt, saying: Thus saith the Lord, I have healed these waters; and they were healed unto this day (2 Kings 2:21). And he raised the dead, and cleansed Naaman the Syrian of his leprosy when he was a leper, and made Gehazi his servant a leper, and even when dead, he raised a dead man.
Ὁ βίος Ἡσαΐου προφήτου, καὶ ποῦ κεῖται.
The life of Isaiah the prophet, and where he lies.
Ζʹ. Ἡσαΐας ὁ προφήτης υἱὸς Ἀμὼς, ἐγένετο μὲν ἐν Ἱερουσαλὴμ, ἐκ φυλῆς Ἰούδα· θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα, πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ, ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς, χώσας αὐτά. Ὁ δὲ Θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγωρήσας προσεύξατο πιεῖν ὕδωρ· καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα Σιλωὰμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Καὶ ἐπὶ Ἐζεκίου τοῦ βασιλέως πρὸ τοῦ ποιῆσαι αὐτὸν τοὺς λάκκους καὶ τὰς κολυμβήθρας, ἐπὶ εὐχῇ τοῦ προφήτου Ἡσαΐου, μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ τῶν ἀλλοφύλων, καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις, ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι, Πόθι πίνουσιν; οὐ γὰρ εἴδησαν, ἔχοντες δὲ τὴν πόλιν, παρακαθίζοντο τῷ Σιλωάμ. Ὅτε οὖν οἱ Ἰουδαῖοι ἤρχοντο ἀντλεῖν, ἐξῄρετο αὐτοῦ ὕδωρ καὶ ὑδρεύοντο· οἱ δὲ ἀλλόφυλοι, οὐχὶ εὕρισκον, ἔφευγε γὰρ τὸ ὕδωρ. Διὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἐπιμελῶς ἐθάψατο καὶ ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ἕως τέλους ἔχωσιν τὴν ἀπόλαυσιν τοῦ ὕδατος. Χρησμὸς γὰρ ἐδόθη αὐτοῖς περὶ αὐτοῦ. Ἔστι δὲ ὁ τάφος Ἡσαΐου τοῦ προφήτου ἐχόμενα τοῦ τάφου τῶν βασιλέων, ὀπίσω τοῦ τάφου τῶν ἱερέων, ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν γὰρ οἰκοδομῶν Ἱερουσαλὴμ, ἐποίησε τάφους τῶν βασιλέων, τοῦ Δαβὶδ διαγράψαντος αὐτούς. Ἔστι δὲ κατ' ἀνατολὰς τῆς Σιὼν, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαὼθ, μήκοθεν τῆς πόλεως σταδίους κʹ. Καὶ ἐποίησε σκολιὰν σύνθεσιν, ἀνυπονόητον· καὶ ἔστιν ἕως σήμερον τοῖς πολλοῖς ἀγνοουμένη.
VII. Isaiah the prophet, the son of Amos, was born in Jerusalem, of the tribe of Judah; and he died at the hands of Manasseh king of Judah, sawn in two, and was laid beneath the oak of Rogel, next to the crossing of the waters which King Hezekiah stopped up by filling them in. And God wrought the sign of Siloam for the prophet's sake, because before dying, growing faint, he prayed to drink water, and straightway it was sent to him out of it; therefore its name was called Siloam, which is interpreted Sent. And in the time of King Hezekiah, before he made the cisterns and the pools, at the prayer of Isaiah the prophet a little water came forth, because the people were under siege by the foreigners, so that the city might not perish for lack of water. For the enemies kept asking, Whence do they drink?—for they did not know, and as they held the city hemmed in, they encamped beside Siloam. Whenever, therefore, the Jews came to draw, its water rose up and they drew water; whereas the foreigners did not find any, for the water receded. Wherefore even unto this day it issues forth suddenly, that the mystery may be shown. And since this came to pass through Isaiah, for remembrance' sake the people also buried him nearby with care and in glory, so that through his prayers they might have the enjoyment of the water unto the end; for an oracle had been given to them concerning it. Now the tomb of Isaiah the prophet is next to the tomb of the kings, behind the tomb of the priests, on the side towards the south. For Solomon, when building Jerusalem, made the tombs of the kings, David having designed them. And it lies to the east of Zion, which has an entrance from Gabaoth, twenty furlongs distant from the city. And he made a winding, unsuspected construction; and unto this day it remains unknown to most.
PG 43:400Read from the page
Ὁ βίος τοῦ Ἱερεμίου προφήτου, καὶ ποῦ κεῖται.
The life of Jeremiah the prophet, and where he lies.
Ηʹ. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθώθ· καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησεν. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραὼ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες ὑπ' αὐτοῦ. Ἀσπίδες γὰρ, καὶ τῶν ὑδάτων θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι νεφὼθ, Ἕλληνες τοὺς κροκοδείλους, ἦσαν αὐτοὺς θανατοῦντες, καὶ εὐξαμένου τοῦ προφήτου Ἱερεμίου ἐκωλύθη ἐκ τῆς γῆς ἐκείνης ὁ θυμὸς τῶν ἀσπίδων, καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶν πιστοὶ, ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς δῆγμα ἀσπίδων θεραπεύουσιν, καὶ αὐτὰ τὰ θηρία φυγαδεύουσιν. Οὗτος ὁ προφήτης σημεῖον ἔδωκε τοῖς Αἰγύπτου ἱερεῦσιν, λέγων, ὅτι δεῖ σεισθῆναι πάντα τὰ εἴδωλα αὐτῶν, καὶ συμπεσεῖν τὰ χειροποίητα πάντα, ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα σὺν βρέφει θεοειδεῖ. Καὶ ἐγένετο αὐτοῖς. [Διὸ καὶ νῦν τιμῶσι παρθένον λοχοῦν, καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι· καὶ Πτολεμαίῳ τῷ βασιλεῖ πυνθανομένῳ τὴν αἰτίαν ἔλεγον, ὅτι Πατροπαράδοτον ἡμῖν ἐστι μυστήριον ὑπὸ ὁσίου τοῦ προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθὲν, καὶ ἐκδεχόμεθα τὸ πέρας τοῦ μυστηρίου ἡμῶν.] Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασεν τὴν κιβωτὸν τοῦ νόμου, καὶ τὰ ἐν αὐτῇ πάντα, καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ, καὶ εἶπεν τοῖς ἱερεῦσι τοῦ λαοῦ καὶ τοῖς πρεσβυτέροις παρεστῶσιν· Ἀπεδήμησεν Κύριος ἐκ Σινὰ εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει ἁγίᾳ. Καὶ τοῦτο σημεῖον ἔσται τῆς αὐτοῦ παρουσίας, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν. Εἶπεν δὲ αὐτοῖς, ὅτι Τὴν κιβωτὸν ταύτην οὐδεὶς ἀναπτύξει ἔτι ἱερέων ἢ προφητῶν, εἰ μὴ Μωσῆς ὁ ἐκλεκτὸς τοῦ Θεοῦ· τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπλώσει, εἰ μὴ Ἀαρών. Καὶ ἐν ἀναστάσει πρῶτον ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν τῷ ὄρει Σινᾶ, καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται ἐκεῖ ἐκδεχόμενοι τὸν Κύριον, καὶ τὸν ἐχθρὸν φεύγοντες ἀνελεῖν αὐτοὺς θέλοντα. Καὶ ἐσφράγισε τὴν πέτραν ἐν τῷ δακτύλῳ τὸ ὄνομα Κυρίου, καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὴν πέτραν, καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἐκεῖνον, [ἀλλ' οὔτε ἀναγνῶναι τὸ ὄνομα ἕως τῆς ἡμέρας ταύτης, καὶ] ἕως τῆς συντελείας τοῦ αἰῶνος τούτου. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου ἡ κιβωτὸς πρῶτον γέγονε, μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς κεῖνται Μωσῆς καὶ Ἀαρών. Ἐν δὲ ταῖς νυξὶν νεφέλη ὡς πῦρ γίνεται ἐν τῷ τόπῳ ἐκείνῳ κατὰ τὸν τύπον τῶν ἀρχαίων, ὅτι οὐ μὴ παύσεται ἡ δόξα τοῦ Θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ.
VIII. Jeremiah the prophet was from Anathoth; and in Tahpanhes of Egypt, having been stoned by the people, he died. And he lies in the place of Pharaoh's dwelling, because the Egyptians honoured him after having received benefits from him. For asps and monsters of the waters, which the Egyptians call nephoth and the Greeks crocodiles, were slaying them; and when Jeremiah the prophet prayed, the fury of the asps was banished from that land, and likewise the ambush of the beasts from the river. And all who are faithful pray even unto this day in that place, and taking of its dust they heal the bite of asps, and put the beasts themselves to flight. This prophet gave a sign to the priests of Egypt, saying that all their idols must be shaken and all things made with hands collapse whenever a virgin bringing forth a child steps into Egypt with an infant of divine form. And so it came to pass for them. [Wherefore even now they honour a virgin in childbed, and placing an infant in a manger they worship it; and when King Ptolemy inquired as to the cause, they said: It is an ancestral mystery handed down to our fathers by a holy prophet, and we await the fulfilment of our mystery.] This prophet, before the capture of the temple, seized the ark of the law and all the things within it, and caused them to be swallowed up in a rock, and said to the priests of the people and to the elders standing by: The Lord has departed from Sinai into the heavens, and shall come again in holy power. And this shall be the sign of His coming, when all the nations worship the wood. And he said to them: None of the priests or prophets shall open this ark any more, save Moses the elect of God; and none shall unfold the tablets within it, save Aaron. And in the resurrection the ark shall rise first, and shall come forth out of the rock, and shall be placed on Mount Sinai, and all the saints shall be gathered together unto it there, awaiting the Lord and fleeing the enemy who wishes to destroy them. And with his finger he sealed upon the rock the name of the Lord, and the impression became like an engraving of iron, and a cloud covered the rock, and no one knows that place, [nor is able to read the name unto this day, and] unto the consummation of this age. And the rock is in the wilderness where the ark was first made, between the two mountains wherein lie Moses and Aaron. And at night a cloud like fire comes to be in that place after the pattern of ancient times, because the glory of God shall never cease from His law.
PG 43:401Read from the page
Ὁ βίος τοῦ Ἰεζεκιὴλ προφήτου καὶ ποῦ κεῖται.
The life of Ezekiel the prophet, and where he lies.
Θʹ. Ἰεζεκιὴλ ὁ προφήτης υἱὸς Βουζῆ. Οὗτος ἦν ἐκ γῆς Σαρηρὰ ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων, Λευΐτης· ἀπέθανε δὲ ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας, πολλὰ προφητεύσας περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ, καὶ περὶ τῆς ἐπανόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς τοῦ Κυρίου παρουσίας. Ἀπέκτεινε δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν Βαβυλῶνι, ἐλεγχόμενος ὑπ' αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ ἀγρῷ Μαοὺρ, ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ· καὶ ἔστιν ὁ τάφος ἕως σήμερον σπήλαιον διπλοῦν. Καὶ γὰρ Ἀβραὰμ ἐν Χεβρὼν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησεν τὸν τάφον Σάρῥας τῆς γυναικὸς αὐτοῦ. Διπλοῦν δὲ λέγεται, ὅτι ὀρυκτόν ἐστι, καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου, καὶ ὑπερῷόν ἐστιν ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον. Οὗτος οὖν ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν τῷ ποταμῷ Χοβάρ, ὅτι ὅταν ἐκλείπῃ τὸ ὕδωρ αὐτοῦ, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς· καὶ ὅταν πλημμυρίσῃ αὐτοῦ τὸ ὕδωρ, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον αὐτῶν σημαίνῃ· ὃ καὶ γέγονεν. Καὶ εἰς γῆν τῶν Συρίων κεῖται ὁ ὅσιος, καὶ πολλοὶ πρὸς τὸν τάφον αὐτοῦ συνεστρέφοντο, ἐπὶ προσευχὴν καὶ ἱκεσίαν. Καί ποτε πλήθους τῶν Ἰουδαίων συνελθόντος ἐκεῖ ἐπὶ τὴν μνήμην αὐτοῦ, δεδιότες οἱ Χαλδαῖοι μὴ ἀντάρωσι, ἔμελλον ἐπελθεῖν αὐτῶν καὶ ἀναιρεῖν αὐτούς. Ἐποίησεν δὲ ὁ προφήτης στῆναι τὸ ὕδωρ τοῦ ποταμοῦ, ἵνα ἐκφύγωσιν οἱ υἱοὶ Ἰσραὴλ, εἰς τὸ πέραν γινόμενοι. Οἱ δὲ τολμήσαντες τὸν λαὸν ἐπιδιῶξαι, ὀπίσω αὐτῶν κατεποντίσθησαν. Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο, ὅτι λιμῷ διεφθείροντο, καὶ ἐκ τοῦ πλήθους τῶν ἰχθύων διετράφησαν, καὶ πολλοῖς ἐκλείπουσιν ζωὴν ἐλθεῖν ἐκ Θεοῦ παρεκάλεσεν. Οὗτος ὁ προφήτης, ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν, προέστη τοῖς ἡγουμένοις αὐτῶν, καὶ παρηνόχλησεν αὐτοὺς διὰ τερατίων· καὶ φοβηθέντες ἐπαύσαντο οἱ πολέμιοι. Τότε ἔλεγεν τῷ λαῷ ὁ Ἰεζεκιὴλ, ὅτι Διαπεφωνήκαμεν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν· καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν ἔπεισεν αὐτοὺς, ὅτι ἔστιν ἐλπὶς τῷ Ἰσραὴλ, καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οὗτος ἐκεῖ ὢν ἐν τῇ χώρᾳ τῶν Χαλδαίων, ἡρμήνευσεν τῷ λαῷ πάντα τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος [ὁ προφήτης] ἡρπάγη ἐκ τῆς χώρας τῶν Χαλδαίων, καὶ ἠνέχθη εἰς Ἱερουσαλὴμ, εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος [ὁ Ἰεζεκιὴλ] εἶδε κατὰ τὸν Μωσῆν τὸν τόπον τοῦ ναοῦ Κυρίου, τὸ τεῖχός τε πλατὺ, καθὼς εἶπεν καὶ ὁ Δανιὴλ, ὅτι κτισθήσεται. Οὗτος ἐν Βαβυλῶνι ἔκρινεν τὴν φυλὴν Δὰν καὶ Γὰδ, ὅτι ἠσέβουν πρὸς τὸν Κύριον, διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν, καὶ πάντα τὰ κτήνη αὐτῶν. Προέλεγεν δὲ, ὅτι δι' αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς Ἱερουσαλὴμ, ἀλλ' ἐν Μηδίᾳ ἔσονται, ἕως συντελείας πλάνης αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἦν καὶ ὁ ἀνελὼν
IX. Ezekiel the prophet, the son of Buzi. This man was from the land of Sarera, of the sons of the chief priests, a Levite; and he died in the land of the Chaldeans during the captivity, having prophesied many things concerning the conversion of the people, and concerning the return of the sons of Israel, and the coming of the Lord. And the leader of the people in his sojourn in Babylon slew him when reproved by him over the worship of idols. And they buried him in the field of Maour, in the tomb of Shem and Arpachshad, forefathers of Abraham; and unto this day the tomb is a double cave. For indeed Abraham in Hebron made the tomb of Sarah his wife after its likeness. And it is called double because it is hewn out and hidden from ground level, and there is an upper chamber above ground suspended in the rock. This prophet accordingly gave a sign to the people, that they should pay heed to the river Chebar: that whenever its water failed, they should expect the sickle of desolation unto the end of the earth; and whenever its water flooded, it would signify their return unto Jerusalem; which also came to pass. And the holy man lies in the land of the Syrians, and many used to resort unto his tomb for prayer and supplication. And once, when a multitude of the Jews had gathered there for his memorial, the Chaldeans, fearing lest they revolt, were about to fall upon them and destroy them. But the prophet caused the water of the river to stand still, so that the sons of Israel might escape by crossing to the other side; and those who dared to pursue the people were drowned behind them. Through prayer this prophet of its own accord provided them with an abundant supply of fish because they were perishing of famine, and from the multitude of fishes they were nourished, and for many who were fainting unto death he entreated that life might come from God. When the people were being destroyed by their enemies, this prophet stood before their leaders and troubled them through portents, and the enemies grew afraid and ceased. At that time Ezekiel said to the people: We have perished utterly, our hope is lost (Ezek. 37:11); and through the portent of the bones of the dead he persuaded them that there is hope for Israel, both here and in the age to come. While he was there in the land of the Chaldeans, he interpreted to the people all the things taking place in Jerusalem and in the temple. This man [the prophet] was caught up out of the land of the Chaldeans and brought to Jerusalem for the reproof of the unbelieving. This man [Ezekiel], like Moses, beheld the site of the temple of the Lord and the broad wall, even as Daniel also said that it would be built. In Babylon he judged the tribe of Dan and Gad, because they acted impiously towards the Lord by persecuting those who kept the law, and he wrought a great portent upon them, in that serpents devoured their infants and all their cattle. And he foretold that on their account the people would not return unto Jerusalem, but would remain in Media until the consummation of their error. For from among them also was he who slew
PG 43:404Read from the page
αὐτόν· ἀντέκειτο γὰρ αὐτῷ, ἕως ἡμέρας τελευτῆς αὐτοῦ.
him; for he withstood them unto the day of his death.
Ὁ βίος τοῦ Δανιὴλ προφήτου, καὶ ποῦ κεῖται.
The life of Daniel the prophet, and where he lies.
Ιʹ. Δανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα, γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ' ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας. Ἐγεννήθη δὲ ἐν Βεθεβορῷ τῇ ἀνωτέρᾳ, πλησίον Ἱερουσαλήμ. Καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὴν Ἱερουσαλὴμ, καὶ ἐν νηστείαις ἴσχυσεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς· καὶ ἦν ἀνὴρ ξηρότατος τῇ ἰδέᾳ, ἀλλ' ὡραῖος ἐν χάριτι Θεοῦ. Πολλὰ δὲ ηὔξατο οὗτος περὶ τοῦ Ναβουχοδονόσορ, ὅτε ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν κεφαλῇ, καὶ οἱ πόδες αὐτοῦ σὺν τοῖς ὀπισθίοις, ὡς λέων. Ταῦτα γὰρ ἔχουσιν οἱ δυνάσται ἐν τῇ νεότητι αὐτῶν, τὸ ὡς βοῦς ἀπὸ ζυγοῦ γενόμενοι τοῦ Βελίαρ, διὰ τῆς φιληδονίας· ἐπὶ τέλει θῆρες γινόμενοι, ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες. Ἔγνω οὖν ὁ ἅγιος οὗτος, ὅτι ὡς βοῦς ἤσθιεν χόρτον, καὶ ἐγίνετο αὐτῷ ἀνανθρωπίνης φύσεως τρόφημα. Διὰ τοῦτο ὁ Ναβουχοδονόσορ μετὰ τὴν πέμψιν τῆς μάστιγος αὐτοῦ, ἐν καρδίᾳ ἀνθρώπου γενόμενος, ἔκλαιε καὶ ἠξίου τὸν Θεὸν πᾶσαν ἡμέραν καὶ νυκτὸς τεσσαρακοντάκις, δεόμενος τοῦ Θεοῦ Βεημὼν, ὅ ἐστιν, τοῦ Θεοῦ Ἰσραήλ. Ἐπεγίνετο γὰρ αὐτῷ πνεῦμα Σατὰν, καὶ ἐλάνθανεν αὐτὸν, ὅτι γέγονεν ἄνθρωπος, καὶ γλῶσσα αὐτοῦ ἐδεσμεύετο λαλεῖν, καὶ φωνὴ θηρίου ἐδίδοτο αὐτῷ, καὶ ἐγίνοντο οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς κρέας ἀπὸ τοῦ κλαίειν. Καὶ πολλοὶ δυνάσται καὶ πολῖται ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν. Δανιὴλ δὲ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτὸν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν ταῖς προσευχαῖς ἦν περὶ αὐτοῦ, καὶ ἔλεγεν, ὅτι Πάλιν ἄνθρωπος γενήσεται, καὶ κρατήσει τῆς βασιλείας αὐτοῦ· καὶ ἠπίστουν αὐτῷ. Τὰ ἑπτὰ ἔτη, ἃ εἶπεν αὐτῷ Δανιὴλ ἑπτὰ καιροὺς, ἐποίησεν γενέσθαι ἑπτὰ μῆνας, δεόμενος περὶ αὐτοῦ πρὸς Κύριον. Τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ' αὐτὸν, ὅτι ἀποκατέστησεν ἑπτὰ μεσίτης. Ἓξ οὖν ἔτη καὶ ἓξ μῆνας ὑπέπιπτεν Κυρίῳ τῷ Θεῷ, καὶ ἐξωμολογεῖτο τὴν ἀσέβειαν αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδωκεν αὐτῷ ὁ Θεὸς τὴν βασιλείαν. Καὶ οὔτε κρέα ἔφαγεν, οὔτε οἶνον ἔπιεν, ἐξομολογούμενος τῷ Θεῷ, ὅτι Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρίοις ἢ χλωροῖς ἢ βρεκτοῖς ἐξιλεώσασθαι τὸν Κύριον. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ ἐκάλεσεν τὸν Δανιὴλ Βαλτάσαρ, κατὰ τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, καὶ ἠθέλησεν αὐτὸν συγκληρονόμον ἀποκαταστῆσαι τῶν τέκνων αὐτοῦ, ἀλλ' ὁ ὅσιος εἶπεν· Ἵλεώς μοι, ἀφεῖναι κληρονομίας πατέρων μου, καὶ προσκολληθῆναι κληρονομίᾳ ἀπεριτμήτων. Καὶ ἐν τοῖς βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράτια, ὅσα οὐκ ἐγράψαμεν ἐν τῇ βίβλῳ ταύτῃ· εἰσὶν δὲ γεγραμμένα ἐν τῇ βίβλῳ τοῦ Δανιήλ. Οὗτος ὁ προφήτης ἔδωκεν τέρας ἐν τοῖς ὑψηλοῖς ὄρεσιν Βαβυλῶνος, λέγων, ὅτι Ὅταν ἴδητε καπνι-
X. Daniel the prophet. This man was of the tribe of Judah, of the race of those eminent in the royal service, yet while still an infant he was brought to Babylon out of Judea. And he was born in Upper Betheboron, near Jerusalem. And he was a chaste man, so that the Jews thought him to be a eunuch. Greatly did he mourn over Jerusalem, and in fastings he prevailed in abstaining from all desirable food; and he was a man exceedingly gaunt in appearance, yet comely in the grace of God. And he prayed much on behalf of Nebuchadnezzar, when he became a wild beast and a brute animal, that he might not perish. For his foreparts with his head were like an ox, and his feet with his hindparts like a lion. For rulers in their youth have these traits—becoming like an ox under the yoke of Beliar through love of pleasure, and in the end becoming wild beasts, seizing, destroying, smiting. This saint knew, therefore, that like an ox he was eating grass, and it became for him nourishment of a non-human nature. On this account Nebuchadnezzar, after the sending of his scourge, having come to have the heart of a man, wept and besought God all day long and forty times by night, entreating the God Beemon, that is, the God of Israel. For a spirit of Satan came upon him, and he forgot that he had been born a man, and his tongue was bound from speaking, and the voice of a wild beast was given to him, and his eyes became like flesh from weeping. And many rulers and citizens went out of the city and gazed upon him. Daniel alone refused to see him, because throughout the whole time of his transformation he was in prayer on his behalf, and kept saying: He shall become a man again, and shall hold sway over his kingdom; and they did not believe him. The seven years, which Daniel called seven seasons to him, he caused to become seven months by entreating the Lord on his behalf. The mystery of the seven seasons was accomplished upon him, in that as mediator he restored seven. For six years and six months, therefore, he prostrated himself before the Lord God and confessed his impiety; and after the remission of his iniquity God restored the kingdom unto him. And he neither ate flesh nor drank wine while confessing unto God, because Daniel enjoined upon him to propitiate the Lord with pulse, either green or soaked. On this account also Nebuchadnezzar called Daniel Baltasar, after the name of his only-begotten son, and wished to establish him as joint-heir with his children; but the holy man said: Far be it from me to forsake the inheritance of my fathers and cleave unto the inheritance of the uncircumcised. And under the kings of the Persians he wrought many portents, which we have not written in this book, though they are written in the book of Daniel. This prophet gave a portent in the high mountains of Babylon, saying: Whenever you see smok-
Notes, col. 404

On the reading

Printed τρόφημα, for τροφήμα.