PG 43:293Read from the pageπαρ' Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστὶν ἐν Χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο, ὃ ἑρμηνεύεται συνημμένον, ἢ συνεστραμμένον.
pronounced among the Hebrews; this measure is set forth in the Chronographies of Eusebius and of the other chronographers, how each of the emperors of that time out of munificence bestowed it upon the people of the Romans for festivity; which is interpreted joined together, or compacted.
Ἤτησας (παρ' ἐμοῦ), τιμιώτατε (Διόδωρε), περὶ τῶν ἐν τῷ λογίῳ τῆς ἐπωμίδος τοῦ ἱερέως ἐπὶ τοῦ στήθους Ἀαρὼν προστεταγμένων τότε ἐμπεπορπῆσθαι λίθων, τάς τε ὀνομασίας, τάς τε χρόας, εἴτ' οὖν ἰδέας, τούς τε τόπους, καὶ τὰς εἰς θεοσέβειαν φερούσας τῶν αὐτῶν λίθων θεωρίας, καὶ ἕκαστος λίθος, ὑπὲρ ποίας φυλῆς ἐτέτακτο· πόθεν τε εὕρηται, καὶ ποίας πατρίδος.
You have requested (from me), most honoured (Diodorus), concerning the stones that were then commanded to be clasped upon the breastplate of the ephod of the priest upon the breast of Aaron, both their names and their colours, or rather forms, and their places, and the contemplations of those same stones conducive to godliness, and for which tribe each stone was appointed, and whence it is found, and of what native land.
Τετραχῆ δὲ διαιρεῖται τὸ λόγιον, καὶ αὐτὸ τετράγωνον, σπιθαμῆς τὸ μῆκος καὶ εὖρος ὁμοίως. Τοῦ μὲν πρώτου στίχου πρῶτος λίθος σάρδιον, εἶτα τοπάζιον, εἶτα σμάραγδος. Τοῦ δὲ δευτέρου στίχου πρῶτος λίθος ἄνθραξ, εἶτα σάπφειρος, εἶτα ἴασπις. Τοῦ τρίτου στίχου πρῶτος λίθος, λιγύριον, εἶτα ἀχάτης, εἶτα ἀμέθυστος. Τοῦ τετάρτου στίχου πρῶτος, χρυσόλιθος, εἶτα βηρύλλιον, εἶτα ὀνύχιον. Καὶ οὗτοι μὲν εἰσὶν οἱ ιβʹ, οἱ ἐν τῇ ἐπωμίδι τοῦ ἱερέως ἐξηρτημένοι, ὧν καὶ διαφοραὶ, καὶ οἱ τόποι οὗτοι·
Now the breastplate is divided fourfold, and is itself four-square, a span in length and in breadth likewise. Of the first row the first stone is sardion, then topazion, then smaragdos. Of the second row the first stone is anthrax, then sappheiros, then iaspis. Of the third row the first stone is ligyrion, then achates, then amethystos. Of the fourth row the first is chrysolithos, then beryllion, then onychion. And these are the 12 that are suspended upon the ephod of the priest, of which both the differences and the places are these:
Πρῶτος λίθος σάρδιος ὁ Βαβυλώνιος, οὕτω καλούμενος. Ἔστι δὲ πυρωπὸς τῷ εἴδει καὶ αἱματοειδὴς, σαρδίῳ τῷ ἰχθύϊ τεταριχευμένῳ ἐοικώς· διὸ καὶ σάρδιος λέγεται, ἀπὸ τοῦ εἴδους λαβὼν τὸ ἐπώνυμον. Ἐν Βαβυλῶνι δὲ τῇ πρὸς Ἀσσυρίαν γίνεται. Ἔστι δὲ διαυγὴς ὁ λίθος· δυνάμεως δέ ἐστι θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα, καὶ ἄλλας πληγὰς ὑπὸ σιδήρου γιγνομένας. Ἔστι δὲ καὶ ἄλλος, σαρδόνυξ, ὃς καλεῖται μολοχάς· μαλακτικὸς δέ ἐστι στεατωμάτων. Τῆς δὲ αὐτῆς ἰδέας τυγχάνει, ὑπο-
The first stone is the Babylonian sardios, so called. It is fiery in appearance and blood-like, resembling the salted sardion fish; wherefore it is also called sardios, taking its surname from its appearance. It occurs in the Babylon towards Assyria. The stone is translucent; and it is of healing power, which physicians use for swellings and other wounds wrought by iron. There is also another, the sardonyx, which is called molochas; and it is an emollient of fatty tumours. It happens to be of the same form, greenish-
Notes, col. 293
On the reading
Printed Τετραχῆ, for Τετραχῇ.
PG 43:296Read from the pageχλωρίζων. Ἐμβριθέστατος δὲ μᾶλλον παρὰ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅτε ἡ ἀρχὴ τῶν παθῶν.
cast. And it is weightiest rather around the beginning of spring, when the onset of ailments occurs.
Λίθος τοπάζιον, ἐρυθρὸς τῷ εἴδει ὑπὲρ τὸν ἄνθρακα. Γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆς Ἰνδίας, ὑπὸ τῶν ἐκεῖσέ ποτε λίθους λατομούντων, ἐν καρδίᾳ ἑτέρου λίθου· ὃν οἱ λατομήσαντες θεασάμενοι φαιδρὸν, καὶ ὑποδείξαντες ἀλάβαστρόν τισιν, ἀπέδοντο ὀλίγου τιμήματος. Θηβαῖοι δὲ προσήνεγκαν τῇ κατ' ἐκεῖνον καιρὸν βασιλίσσῃ· ἡ δὲ λαβοῦσα, ἐν τῷ αὐτῆς διαδήματι μέσον τοῦ μετώπου περιέθετο. Ἔχει δὲ ὁ λίθος δοκιμὴν τοιάνδε· Τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα τὸν χυλὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας ὅσους ἂν θέλῃ ἀποτρίβων, καὶ τοῦ προτέρου σταθμοῦ οὐκ ἐλαττοῦται οὐδ' ὅλως. Χρησιμεύει δὲ καὶ ὁ ἐξ αὐτοῦ οὗτος χυλὸς πρὸς πάθος ὀφθαλμῶν. Καὶ πινόμενος δὲ ἀντιπαθεῖ πρὸς ὕδρωπας, καὶ τοὺς ἀπὸ σταφυλῆς θαλασσίας μαραινομένους.
The stone topazion, red in appearance beyond the anthrax. It occurs in Topaze, a city of India, from those who once quarried stones there, in the heart of another stone; which the quarrymen, beholding it bright and showing it as alabaster to certain men, sold for a small price. And Thebans brought it to the queen of that time; and she, taking it, set it in her diadem in the middle of her forehead. The stone has a test of this sort: when rubbed on a physician's whetstone, it gives forth its juice not red in accordance with its colour, but milky. And he who rubs it off fills as many mixing-bowls as he wishes, and it is not diminished at all from its former weight. This juice from it is also serviceable for ailment of the eyes. And when drunk it counteracts dropsies, and those wasting away from the sea-grape.
Λίθος σμάραγδος. Οὗτος καλεῖται καὶ πράσινος. Ἔστι δὲ καὶ χλωρὸς τῷ εἴδει, καὶ διαφορά τις ἐν αὐτοῖς. Τινὲς μὲν γὰρ αὐτοὺς Νερωνιανοὺς καλοῦσιν· ἄλλοι δὲ Δομετιανούς. Καὶ ὁ μὲν Νερωνιανὸς πικρός ἐστι τῷ εἴδει, σφόδρα χλωρίζων, διειδὴς καὶ στίλβων. Καλεῖσθαι δὲ Νερωνιανὸν λέγουσιν, εἴτουν Δομετιανὸν, διὰ τοιαύτην αἰτίαν· ὅτι φασὶν ἔλαιον Νέρωνα εἴτε Δομετιανὸν ἐν σκεύεσι βαλεῖν ἱκανοῖς, καὶ ἐκ τοῦ ἰοῦ τῷ χρόνῳ χλωραίνεσθαι τὸ ἔλαιον, καὶ ἐκ τούτου τὴν πέτραν ποτιζομένην περισσοτέρως ἐξανθεῖν τῇ χροιᾷ. Ἄλλοι δέ φασι Νέρωνά τινα τεχνίτην τῶν παλαιῶν πιναροποιὸν, εἴτουν λιθουργὸν, ἐφευρεῖν τὸ ἀναγκαιότατον τοῦ σμαράγδου, καὶ ἐκ τούτου Νερωνιανὸν καλεῖσθαι· οἱ δὲ Δομετιανόν. Ἀλλὰ καὶ ἄλλοι εἰσὶ σμάραγδοι. Ὁ μὲν πρῶτος ἐν τῇ Ἰουδαίᾳ, πάνυ ἐοικὼς τῷ Νερωνιανῷ. Ὁ δὲ ἕτερος ἐν τῇ Αἰθιοπίᾳ, ὃν καὶ ἐν τῷ Φεισσῶνι ποταμῷ λέγεται γεγεννῆσθαι. Φεισσὼν δέ ἐστιν ὁ παρὰ τοῖς Ἕλλησιν Ἰνδὸς καλούμενος, παρὰ τοῖς Βαρβάροις δὲ Γάγγης. Λέγουσι δὲ καὶ τὸν ἄνθρακα ἐν αὐτῷ γίνεσθαι. Ἐκεῖ γὰρ, φησὶν, ὁ ἄνθραξ, καὶ ὁ λίθος ὁ πράσινος. Ἡ δὲ δύναμις, φασὶ, τοῦ λίθου, δηλαδὴ τοῦ σμαράγδου, πρὸς τὸ ἐνοπτρίζεσθαι πρόσωπον. Λέγεται δὲ παρὰ τοῖς μυθοποιοῖς προγνωστικὸς εἶναι.
The stone smaragdos. This is also called prasinos. It is also green in appearance, and there is a certain distinction among them. For some call them Neronian, and others Domitianic. And the Neronian is sharp in appearance, exceedingly green, transparent and gleaming. They say that it is called Neronian, or Domitianic, for a reason of this sort: because they say that Nero or Domitian put oil in sufficient vessels, and from the verdigris over time the oil turned green, and from this the rock, being watered, blossomed out more abundantly in hue. Others say that a certain Nero, a craftsman of the ancients, a polisher of mother-of-pearl, or stone-worker, discovered the chief utility of the smaragdos, and from this it is called Neronian; and others say Domitianic. Yet there are other smaragdoi as well. The first is in Judaea, very like the Neronian. The other is in Ethiopia, which is also said to have been produced in the river Pheisson. And Pheisson is the one called Indus among the Greeks, and Ganges among the barbarians. They say that the anthrax also occurs in it. For there, says he, is the anthrax, and the green stone (Gen. 2:12). And the power, they say, of the stone, namely of the smaragdos, is for mirroring a face. And among the myth-makers it is said to be predictive.
Λίθος ἄνθραξ. Οὗτος εἶδος ξυφοίνικον ἔχει. Γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύης, ἥτις Ἀφρικὴ καλεῖται. Ἕτεροι δέ φασι τὸν λίθον τοῦτον οὕτως εὑρίσκεσθαι, οὐκ ἐν ἡμέρᾳ κατοπτευόμενον, ἀλλὰ κατὰ τὴν νύκτα πόρρωθεν δίκην λαμπάδος ἢ ἄνθρακος σπινθηρίζοντος, καὶ ὡς μακρόθεν φαίνοντος. Καὶ τούτου ἐπιγινώσκοντες, οἱ τοῦτον ἀνερευνῶντες, ῥᾳδίως εὑρίσκουσιν αὐτόν. Βασταζόμενον δὲ ἀδύνατον διαλαθεῖν· ὁποίοις γὰρ ἂν ἱματίοις κατακρυβῇ, ἡ ἀνταύγεια αὐτοῦ ἔξωθεν τῆς περιβολῆς φαίνεται·
The stone anthrax. This has a crimson appearance. It occurs in Carthage of Libya, which is called Africa. Others say that this stone is found thus: not spied out by day, but by night from afar after the manner of a torch or a sparking coal, and shining as from a distance. And recognizing this, those who search for it easily find it. And when carried it is impossible for it to escape notice; for in whatever garments it may be hidden away, its gleam shines forth outside the wrap;
Notes, col. 296
On the reading
Printed ξυφοίνικον, for ὀξυφοίνικον.
PG 43:297Read from the pageὅθεν καὶ ἄνθραξ κέκληται. Ὀλίγον δὲ ὁ κεραύνιος λίθος αὐτῷ ἔοικε. Καλοῦσι δὲ τὸν κεραύνιον, οἰνωπόν. Ἔστι δὲ ὁ Χαλκηδόνιος καλούμενος λίθος παραπλήσιος τούτῳ, ὅτι καὶ ἐκ τοῦ αὐτοῦ τόπου εὑρίσκεται.
whence it has also been called anthrax. The keraunios stone slightly resembles it. And they call the keraunios wine-dark. And the stone called Chalkedonios is similar to this one, because it too is found from the same place.
Λίθος σάπφειρος πορφυρίζων, ὡς βλάττης πορφύρας τῆς μελαίνης τὸ εἶδος. Πολλὰ δὲ γένη τούτου ὑπάρχουσιν. Ἔστι γὰρ ὁ βασιλικὸς, χρυσοστιγής· οὐ πάνυ δὲ οὗτος θαυμαζόμενος, ὡς ὁ διόλου πορφυρίζων. Καὶ οὗτος δὲ λέγεται εἶναι ἐν τῇ Ἰνδίᾳ καὶ Αἰθιοπίᾳ. Διὸ τὸ τέμενος παρὰ Ἰνδοῖς φασὶν εἶναι τοῦ Διονύσου τξεʹ ἀναβαθμοὺς ἔχον ἐκ σαπφείρου λίθου, εἰ καὶ τοῖς πολλοῖς ὑπάρχει ἄπιστον. Ἔστι δὲ θαυμαστὸς ὁ λίθος καὶ εὐειδέστατος, καὶ χαριέστατος. Διὸ καὶ ἐν τοῖς χλιδόσι καὶ ὁρμίσκοις κατατιθέασι τοῦτον, μάλιστα οἱ βασιλεῖς. Ἀλεξίπονος δέ ἐστι. Τριβόμενος γὰρ καὶ ψυδράκων καὶ φυμάτων γινομένας πληγὰς σὺν γάλακτι ἰᾶται, χριόμενος τοῖς ἡλκωμένοις τόποις. Γέγραπται δὲ καὶ ἐν τῷ νόμῳ, τὴν Μωϋσῇ ὀφθεῖσαν ὀπτασίαν ἐν τῷ ὄρει, καὶ δοθεῖσαν νομοθεσίαν, ἐπὶ λίθου σαπφείρου πεφυκέναι λέγεται.
The stone sappheiros, purplish, like the appearance of dark blatta-purple. Many kinds of this exist. For there is the royal one, flecked with gold; yet this one is not so much admired as the one that is wholly purplish. And this too is said to be in India and Ethiopia. Wherefore they say that the shrine of Dionysus among the Indians has 365 steps of sappheiros stone, even though to the many it is incredible. The stone is marvellous, and most comely, and most graceful. Wherefore they also set this one in bracelets and necklaces, especially kings. And it is a warder-off of pain. For when rubbed down with milk it heals sores arising both from pustules and from growths, being smeared upon the ulcerated places. And it is written also in the Law that the vision seen by Moses on the mountain, and the lawgiving that was given, is said to have been upon a stone of sappheiros.
Λίθος ἴασπις. Οὗτός ἐστι τῷ εἴδει σμαραγδίζων, παρὰ δὲ τὰ χείλη τοῦ Θερμώδοντος ποταμοῦ εὑρίσκεται, καὶ περὶ Ἀμαθοῦντα, οὐ τοὺς ἐν Κύπρῳ. Ἀλλ' ἔστι γένος πολὺ καλούμενον Ἀμαθούσιον. Τὸ εἶδος δὲ τοιόνδε ἐστὶ τοῦ λίθου· Κατὰ τὴν σμάραγδόν ἐστι χλωρίζουσα, ἀλλὰ ἀμβλυτέρα καὶ ἀμαυροτέρα. Καὶ ἔνδοθεν χλωρὸν ἔχει τὸ σῶμα, ἐοικυῖα ἰῷ χαλκοῦ, ἔχοντι φλέβας τετραστίχους· ὡς δὲ τοῦτο ἠκούσαμεν εἶναι φαντασίας, ὡς οἱ μυθολόγοι λέγουσιν. Ἄλλη δέ ἐστι γλαυκοτέρα θαλάσσης, βαθυτέρα τῷ ἄνθει καὶ τῇ βαφῇ. Ἄλλη δὲ ἐν τοῖς σπηλαίοις, ἐν τῷ ὄρει τῆς Ἴδης ἐν τῇ Φρυγίᾳ, ὁμοιάζουσα τῇ ἀπὸ τοῦ αἵματος κόχλου, διαυγεστέρα μᾶλλον, ὥσπερ οἴνῳ ὁμοιάζουσα, ἢ ἀμεθύστου ξανθοτέρα. Οὐ γάρ ἐστι μιᾶς χροιᾶς, οὐδὲ τῆς σὐτῆς δυνάμεως. Ἀλλ' ἡ μὲν ἔστι χαυνοτέρα, καὶ λευκοτέρα, οὔτε πάνυ στίλβουσα, οὔτε πάλιν ἀποδέουσα· ἄλλη δὲ κρυστάλλου ὕδατι ὁμοία. Λέγεται δὲ ὑπὸ τῶν μυθοποιῶν ἄκος εἶναι φαντασιῶν. Εὑρέθη δὲ παρὰ Ἴβηρσι καὶ ποιμέσιν Ὑρκανῶν τοῖς κατὰ τὴν Κασπίαν γῆν. Ἄλλη δὲ ἴασπις, οὐ πάνυ λάμπουσα, χλωρὰ, ἥτις ἔχει γραμμὰς μέσας. Καὶ ἄλλος ἴασπις ὁ παλαιὸς καλούμενος, ὅμοιος ἢ χιόνι, ἢ ἀφρῷ θαλάσσης. Τοῦτόν φασιν οἱ μυθοποιοὶ τοὺς θῆρας τοὺς ἐν ἀγρῷ φοβεῖσθαι, καὶ τὰ φάσματα.
The stone iaspis. This one is emerald-green in appearance, and is found along the banks of the river Thermodon, and around Amathus, not those in Cyprus. Rather, there is an abundant kind called Amathusian. And the appearance of the stone is of this sort: like the smaragdos it is greenish, yet duller and dimmer. And within it has its body green, resembling verdigris of copper, having four-rowed veins; and as we have heard that this is of phantasms, as the mythologers say. Another is more sea-grey than the sea, deeper in bloom and in dye. Another is in the caves on Mount Ida in Phrygia, resembling that from the blood of the murex-shell, rather more translucent, as though resembling wine, or yellower than amethystos. For it is not of a single hue, nor of the same power. Rather, one is more porous and whiter, neither gleaming very much nor again lacking lustre; and another is like crystal water. It is said by the myth-makers to be a remedy for phantasms. And it was found among the Iberians and Hyrcanian shepherds throughout the Caspian land. Another iaspis, not shining very much, is green, which has lines down the middle. And another iaspis, the one called ancient, is like either snow or foam of the sea. This one, the myth-makers say, the wild beasts in the field fear, as do spectres.
Λίθος λιγύριον. Τούτου δὲ τὴν εὕρεσιν οὐδαμῶς ἔγνωμεν, οὔτε παρὰ φυσιολόγοις, οὔτε παρά τισιν ἀρχαίοις τοῖς περὶ τούτων μεμεριμνηκόσιν. Εὕρομεν δὲ λαγκούριον οὕτω καλούμενον λίθον, ὅν τινες
The stone ligyrion. Of this we have in no wise learned the finding, neither among naturalists nor among certain ancients who have taken care concerning these things. Yet we have found a stone called lankourion, which some
Notes, col. 297
On the reading
Printed σὐτῆς, for αὐτῆς.
PG 43:300Read from the pageτῇ τρανῇ διαλέκτῳ λαγούριον καλοῦσι. Καὶ τάχα τοῦτο οἶμαι τὸ λιγύριον, ἐπειδὴ αἱ θεῖαι Γραφαὶ τὰ ὀνόματα ἑτέρως μετεποιήσαντο· ὡς τὸν σμάραγδον πράσινον. Καὶ ὅτι πως ἐν τῇ τῶν λίθων τούτων ὀνομασίᾳ, οὐκ ἐμνήσθησαν καὶ ὑακίνθου, καίτοι γε προόπτου καὶ ἐντίμου ὄντος λίθου· ὥστε εἰς νοῦν ἡμᾶς λαβεῖν, μήποτε τὸ λιγύριον τοῦτο καλεῖ ἡ θεία Γραφή. Ὑάκινθος οὖν τὰς μὲν ἰδέας ἔχει διαφόρους. Ὅσῳ γὰρ εὑρίσκεται ὁ λίθος βαθὺς τῇ χροιᾷ, τοσοῦτον ἀναγκαιότερός ἐστι τῶν ἄλλων. Ἔοικε δὲ ὑάκινθος τῇ ἐρέᾳ, ἢ ὑποπορφυρίζων ποσῶς. Διὸ καὶ ἡ θεία Γραφὴ ἐξ ὑακίνθου καὶ προφύρας τὰ ἱερατικὰ ἐνδύματα κεκοσμῆσθαί φησι. Καὶ ὁ μὲν πρῶτος λίθος καλεῖται θαλασσίτης· ὁ δὲ δεύτερος, ῥοδινός· ὁ τρίτος, νάτιβος· ὁ τέταρτος λέγεται χαννιαῖος· ὁ δὲ πέμπτος, παραλεύκιος. Εὑρίσκονται δὲ οὗτοι ἐν τῇ ἐσωτέρᾳ βαρβαρίᾳ τῆς Σκυθίας. Οὗτοι δὲ οἱ λίθοι μετὰ τοῦ εἶναι πολύτιμοι, ἔχουσι καὶ ἐνέργειαν τοιαύτην· Βαλλόμενοι εἰς ἄνθρακας πυρὸς, αὐτοὶ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας σβεννύουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ εἰ λαβών τις τὸν λίθον ἐνειλίσσῃ ὀθόνῃ, καὶ ἐπιθῇ ἐπ' ἄνθρακας πυρὸς, οὐδ' αὐτὴ ἡ καλύπτουσα ὀθόνη φλογίζεται, ἀλλὰ μένει ἀσινής. Λέγεται δὲ ὁ λίθος ταῖς τικτούσαις γυναιξὶν εἰς εὐτεκνίαν χρησιμεύειν. Ἔστι δὲ καὶ φασμάτων ἀπελαστικός.
in plain speech call lagourion. And perhaps I think this is the ligyrion, since the divine Scriptures altered the names otherwise, such as calling the smaragdos prasinos. And somehow in the naming of these stones they made no mention of hyakinthos either, even though it is a conspicuous and precious stone, so that we took into mind whether perhaps divine Scripture calls this one ligyrion. Hyakinthos, then, has diverse forms. For the deeper in hue the stone is found, the more valuable it is than the others. And hyakinthos resembles wool, or is somewhat purplish. Wherefore divine Scripture also says that the priestly vestments were adorned with hyakinthos and purple. And the first stone is called thalassites; the second, rhodinos; the third, natibos; the fourth is called channiaios; and the fifth, paraleukios. These are found in the inner barbarian country of Scythia. And these stones, besides being of great price, also have an efficacy of this sort: when cast upon coals of fire, they themselves are not harmed, and they quench the coals. And not only this, but if someone takes the stone and wraps it in linen, and places it upon coals of fire, not even the covering linen itself is scorched, but remains unharmed. And the stone is said to be serviceable to women in childbirth for easy delivery. It is also an expeller of spectres.
Λίθος ἀχάτης. Οὗτος ὑπελήφθη εἶναι περίλευκος καλούμενος, ὃς ὑπὸ τὸν ὑάκινθον εὑρίσκεται. Θαυμαστὸς δέ ἐστι, τῷ εἴδει ὑποκυανίζων, ἔξωθεν περιφέρεταν λευκὴν ἔχων, μαρμάρου τρόπον ἢ ἐλεφαντίνου. Καὶ οὗτος δὲ περὶ τὴν Σκυθίαν εὑρίσκεται. Ἔστι δὲ ἐκ τούτων τῶν λίθων ἀχάτης χρῶμα ἔχων λέοντος· τριβόμενος δὲ μεθ' ὕδατος, καὶ χριόμενος ἐπὶ δήγματος θηρίου, ἀποτρέπει ἰὸν σκορπίου, καὶ ἐχιδνῶν, καὶ τῶν τοιούτων.
The stone achates. This was supposed to be the one called perileukos, which is found under the hyakinthos. It is marvellous, bluish in appearance, having a white circumference on the outside, after the manner of marble or of ivory. And this one too is found around Scythia. And among these stones there is an achates having the colour of a lion; and when rubbed down with water and smeared upon the bite of a venomous beast, it averts the venom of a scorpion, and of vipers, and of such creatures.
Λίθος ἀμέθυστος. Οὗτος κατὰ τὴν αὐτοῦ περιφέρειαν φλογίζων ἐστὶ βαθέως. Ἡ δὲ αὐτή ἐστι λευκοτέρα ἐκ τοῦ μέσου, οἰνωπὸν ἀποπέμπουσα εἶδος. Ἡ δὲ μορφὴ αὐτοῦ διάφορος. Τάχα δὲ καὶ αὐτὸς ἐν τοῖς ὄρεσι γίνεται τῆς Λιβύης. Ὁ μὲν γὰρ αὐτῶν ἐστιν ὑακίνθῳ καθαρῷ παραπλήσιος· ὁ δὲ ἀμφικόχλῳ. Γίνεται ἐν ταῖς ὄχθαις τῆς θαλάσσης τῆς αὐτῆς Λιβύης.
The stone amethystos. Around its circumference this is deeply flame-like. And the same is whiter out of the middle, sending forth a wine-dark appearance. Its form is diverse. Perhaps it too occurs in the mountains of Libya. For one of them is similar to pure hyakinthos, and the other to sea-shell purple. It occurs on the shores of the sea of the same Libya.
Λίθος χρυσόλιθος. Τοῦτόν τινες χρυσόφυλλον κεκλήκασι. Χρυσίζων μὲν ἔστιν. Εὑρίσκεται δὲ ἐν τῷ φρέατι διπέτρῳ, παρὰ τὸ τεῖχος τῆς Ἀχαιμενίτιδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο Ἀχαιμενίτιδα καλοῦσιν, ὅτι, φασὶν, ὁ πατὴρ Κύρου τοῦ βασιλέως, Ἀχιμενεὺς ἐκαλεῖτο. Ἔστι
The stone chrysolithos. Some have called this one chrysophyllon. It is golden-hued. And it is found in the twin-rocked well beside the wall of Achaemenid Babylon. For they call Babylon and that well Achaemenid because, they say, the father of Cyrus the king was called Achimeneus. And it is
Notes, col. 300
On the reading
Printed προφύρας, for πορφύρας.
Printed περιφέρεταν, for περιφέρειαν.
PG 43:301Read from the pageδὲ καὶ χρυσόπαστος. Οὗτος στομαχικοῖς καὶ κοιλιακοῖς τριβόμενος, καὶ πινόμενος, ἰαματικὸς ὑπάρχει.
also flecked with gold. When rubbed down and drunk by those suffering in the stomach and bowels, this one is healing.
Λίθος βηρύλλιον, γλαυκίζων μὲν ἔστι, θαλασσοβαφὴς, ἔχων εἶδος καὶ τῆς ὑδαρεστέρας ὑακίνθου. Γίνεται δὲ περὶ τὸ τέρμα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Εἰ δέ τις θελήσῃ κατὰ ἀντικρὺ τοῦ ἡλίου τοῦτον ἀνακαλέσαι, φαίνεται ὡς ὕελος κέγχρους ἔχων ἔνδοθεν διαυγεῖς. Ἄλλη δέ τις βήρυλλος, ταῖς κόραις τῶν ὀφθαλμῶν τοῦ δράκοντός ἐστι παραπλησία. Ἔστι δὲ καὶ ἄλλη πάλιν ὁμοία κηρῷ. Ἐφάνη δὲ αὕτη περὶ τὴν ἔξοδον τοῦ Εὐφράτου ποταμοῦ.
The stone beryllion is sea-grey, sea-dyed, having also the appearance of the more watery hyakinthos. It occurs around the extremity of the mountain called Taurus. And if someone wishes to hold this up opposite the sun, it appears like glass having translucent millet-grains within. Another beryllos is similar to the pupils of the eyes of a serpent. And there is yet another again like wax. This one appeared around the mouth of the river Euphrates.
Λίθος τὸ ὀνύχιον. Οὗτος ὁ λίθος ξανθὴν πάνυ ἔχει τὴν χροιάν. Τέρπεσθαι δὲ τῷ λίθῳ τούτῳ φασὶ τὰς νύμφας τῶν βασιλέων, ἢ καὶ πλουσίων ἀνδρῶν, αἵτινες καὶ εἰς ἐκπτώματα ἴδια ἀνατρέψασαι ἔχουσι τὸν λίθον τοῦτον. Εἰσὶ δὲ καὶ ἄλλοι ὀνυχῖται ὁμωνύμως καλούμενοι, οἵτινες κηρῷ τῷ μελιχρόῳ εἰσὶ παραπλήσιοι. Τινὲς δέ φασιν αὐτοὺς ἐξ ὕδατος ἀταίκτου πεπῆχθαι. Ὀνυχίτας δὲ αὐτοὺς λέγουσι φυσιολογικῶς, ἐπεὶ ὁ ὄνυξ τῶν ἀστείων ἀνδρῶν μαρμάρῳ ἐστὶ συνεδιαζόμενος, σὺν τῇ τοῦ αἵματος ἰδέᾳ. Ἄλλοι δέ που καὶ τὸν λίθον τὸν μαρμάρινον ἀπὸ τοῦ δοκιμίου, ψευδωνύμως ὀνυχίτην καλοῦσι διὰ τὸ καθαρὸν τῆς λευκότητος.
The stone onychion. This stone has an exceedingly yellow hue. They say that the brides of kings, or also of wealthy men, delight in this stone, who also have this stone fashioned into private drinking-cups. There are also other onychitai homonymously so called, which are similar to honey-coloured wax. Some say that they have congealed out of unmelted water. And they call them onychitai on natural grounds, since the fingernail of refined men is matched with marble, together with the appearance of blood. Others somewhere also falsely call the marble stone from the test-quarry onychites because of the purity of its whiteness.
ΠΕΡΙ ΤΟΥ ΑΔΑΜΑΝΤΟΣ ΛΙΘΟΥ,
ON THE ADAMAS STONE,
Ὃν καὶ αὐτὸν ἐφόρει ὁ ἀρχιερεὺς τρὶς ἐνιαυτοῦ εἰσερχόμενος εἰς τὰ Ἅγια τῶν ἁγίων.
Which the high priest himself also wore when entering three times a year into the Holy of Holies.
Ὁ λίθος ὁ ἀδάμας ἐμφερής ἐστί κατὰ τὴν χροιὰν τῷ ἀέρι. Τοῦτον δὲ ἐφόρει ὁ ἀρχιερεὺς ὅτε εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων. Τρὶς δὲ τοῦ ἐνιαυτοῦ εἰσήρχετο· τῇ ἑορτῇ τοῦ Πάσχα, τῆς Πεντηκοστῆς, καὶ τῆς Σκηνοπηγίας. Ἦν δὲ κείμενος ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως ὅτε ἐνεδιδύσκετο τὸν ποδήρη, καὶ ἐπάνω τοῦ ποδήρους ἐπενεδύετο τὴν ἐπωμίδα. Κατέβαινε δὲ ἡ ἐπωμὶς ὀλίγον κατώτερον τοῦ στήθους. Ἦν γὰρ σπιθαμῆς καὶ ἡμισείας τὸ μῆκος. Ἐκ δεξιῶν δὲ καὶ ἐξ εὐωνύμων ἐπάνωθεν τῶν μαζῶν, ἔνθα δύο ἀσπιδίσκοι ἦσαν συνεῤῥαμμένοι, ἀπηώρηντο δύο σμάραγδοι. Εἰς μέσον δὲ τούτων ἦν ἡ δήλωσις, ὃς ἦν ὁ δηλωθεὶς ἀδάμας, τὴν χροιὰν ἀερίζων. Ἐπάνω δὲ τῶν ὤμων οἱ δηλωθέντες δώδεκα λίθοι. Τρὶς δὲ, ὡς εἴρηται, τοῦ ἐνιαυτοῦ ἐδηλοῦτο τῷ λαῷ διὰ τοῦ πετάλου. Καὶ εἰ ἐν ἁμαρτίᾳ εὑρέθησαν, καὶ μὴ ἐν ταῖς ἐντολαῖς, ἃς ἐδεδώκει ὁ Θεὸς, ἐτρέπετο, φασὶν, ἡ χροιὰ τοῦ λίθου, καὶ ἐγένετο μέλας· καὶ ἐκ τούτου ἐγίνω-
The adamas stone is like the air in hue. And the high priest wore this whenever he entered into the Holy of Holies. Three times a year he entered: at the feast of Passover, of Pentecost, and of Tabernacles. It lay upon the breast of the high priest when he put on the ankle-length robe, and over the ankle-length robe put on the ephod. And the ephod came down a little lower than the breast; for it was a span and a half in length. On the right and on the left above the breasts, where two bosses were stitched together, hung two smaragdoi. And in the midst of these was the Manifestation, which was the aforesaid adamas, sky-blue in hue. And above the shoulders were the aforesaid twelve stones. Three times a year, as has been said, manifestation was made to the people through the plate. And if they were found in sin, and not in the commandments which God had given, the hue of the stone changed, they say, and became black; and from this they kn-
Notes, col. 301
On the reading
Printed ἐκπτώματα, for ἐκπώματα.
PG 43:304Read from the pageσκον ὅτι θάνατον ἐξαπέστειλε Κύριος. Ἡνίκα δὲ ἐν μαχαίραις αὐτοὺς ἔπεμπεν, ἐγένετο αἱμάτινος· ὡς ἐν τῷ Ἱερεμίᾳ φησίν· Ἐξαπόστειλον τὸν λαὸν αὐτοῦ, καὶ ἐξελθέτωσαν, ὅσοι εἰς θάνατον, εἰς θάνατον· ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. Εἰ δὲ ἐγίνετο ὡσεὶ χιὼν λαμπρὸς, ἐγίνωσκεν ὁ λαὸς ὅτι οὐδαμοῦ ἁμαρτία· καὶ τότε ἑώρταζον· ὡς λέγει ὁ προφήτης· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου· περιεῖλε Κύριος τὰ ἀδικήματά σου. Λελύτρωκέ σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος ἐν μέσῳ σου. Οὐκ ὄψῃ κακὰ οὐκέτι. Διὸ καὶ ἐπὶ Ζαχαρίου τοῦ πατρὸς Ἰωάννου ἐν τῇ ἐφημερίᾳ αὐτοῦ, ἐν τῷ Πάσχα, λαμπρὸς ἐγίνετο ὁ λίθος. Τότε γὰρ ἀρχὴν ἔλαβε τοῦ ἱερατεύειν τὸν ἐνιαυτόν. Καὶ τῷ ἐπιόντι ἕτερος ἀνελάμβανε τὸν ποδήρη· ὅτε καὶ βραδύνοντος τοῦ Ζαχαρίου εἰς τὰ Ἅγια τῶν ἁγίων ἐν ἀγωνίᾳ ἦν ὁ λαὸς, μή ποτε ἔσται ὁ λίθος αὐτοῖς ἐλεγμὸς ἁμαρτίας. Καὶ ἐξελθόντος αὐτοῦ, καὶ γνόντες ὅτι μεγάλης δόξης ὀπτασίαν ἑώρακεν, ἐχάρησαν σφόδρα. Ἰωάννης γὰρ ἦν μέλλων γεννᾶσθαι ὁ ἄγγελος τοῦ Χριστοῦ. Διὸ καὶ δεδοξασμένον τὸ πέπλον ἐφάνη.
ew that the Lord had sent forth death. And whenever He was sending them among swords, it became blood-red; as He says in Jeremiah: Send forth His people, and let them go forth: whosoever are for death, to death; whosoever are for the sword, to the sword; and whosoever are for famine, to famine; and whosoever are for captivity, to captivity (Jer. 15:1-2). But if it became bright as snow, the people knew that sin was nowhere present; and then they kept feast; as says the prophet: Keep thy feasts, O Judah, pay thy vows; the Lord hath taken away thine iniquities. He hath redeemed thee out of the hand of thine enemies. The Lord shall reign in the midst of thee. Thou shalt see evils no more (Nahum 1:15; Zeph. 3:15). Wherefore also in the time of Zacharias the father of John, in his course, at the Passover, the stone became bright. For then he took the beginning of serving as priest for the year. And in the following year another took up the ankle-length robe; when also, as Zacharias tarried in the Holy of Holies, the people were in anguish, lest perchance the stone should be to them a proof of sin (Luke 1:21). And when he came forth, and they perceived that he had seen a vision of great glory, they rejoiced exceedingly. For John, the messenger of Christ, was about to be born. Wherefore also the veil appeared glorified.
Ἐπειδὴ δὲ κατὰ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ δώδεκα λίθοι οὗτοι προσετάχθησαν ἐγκαταλεχθῆναι, ὡς εἶναι ἕνα λίθον πρὸς μίαν φυλὴν ἡρμοσμένον, ἐλευσόμεθα κατὰ τὴν προτέραν διαίρεσιν, ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγενημένων υἱῶν τοῦ Ἰακώβ. Οὕτω γάρ ἐστιν ἁρμόδιον συντάττειν αὐτούς.
Now since according to the twelve tribes of Israel these twelve stones were commanded to be enrolled, so that one stone should be fitted to one tribe, we shall proceed according to the former division, following the sequence of the sons born of Jacob. For thus it is fitting to arrange them.
Παῖδες Λείας δʹ· Ῥουβὴν, σάρδιον· Συμεὼν, τοπάζιον· Λευῖ, σμάραγδος· Ἰούδας, ἄνθραξ.
Sons of Leah, 4: Reuben, sardion; Simeon, topazion; Levi, smaragdos; Judah, anthrax.
Παῖδες Βαλλᾶς βʹ. Ἡ Βαλλὰ παιδίσκη ἦν τῆς Ῥαχήλ. Καὶ ἐπεὶ οὐκ ἔτικτε, δίδωσι τῷ Ἰακὼβ αὐτὴν γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας. Εἰσὶ δὲ οὗτοι· Δὰν, σάπφειρος· Νεφθαλεὶμ, ἴασπις.
Sons of Bilhah, 2. Bilhah was the maidservant of Rachel. And since she bore no children, she gives her as wife to Jacob in order to beget children. And they are these: Dan, sappheiros; Naphtali, iaspis.
Παῖδες Ζελφᾶς βʹ. Ἡ Ζελφὰ παιδίσκη ἦν τῆς Λείας, καὶ δίδωσι τῷ Ἰακὼβ γυναῖκα πρὸς τὸ ποιῆσαι παῖδας. Εἰσὶ δὲ οὗτοι· Γὰδ, λιγύριον· Ἀσὴρ, ἀχάτης.
Sons of Zilpah, 2. Zilpah was the maidservant of Leah, and she gives her as wife to Jacob in order to beget children. And they are these: Gad, ligyrion; Asher, achates.
Παῖδες Λείας βʹ· Ἰσάχαρ, ἀμέθυστος· Ζαβουλὼν, χρυσόλιθος.
Sons of Leah, 2: Issachar, amethystos; Zebulun, chrysolithos.
Παῖδες Ῥαχὴλ βʹ· Ἰωσὴφ, βηρύλλιον· Βενιαμὶν, ὀνύχιον.
Sons of Rachel, 2: Joseph, beryllion; Benjamin, onychion.
Οὗτοί εἰσιν οἱ ἡρμοσμένοι δώδεκα λίθοι καθ' ἑκάστην φυλὴν τοῦ Ἰσραήλ.
These are the twelve stones fitted to each tribe of Israel.