PG 43:273Read from the pageεἴρηται, ὅτι Ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν· ἐν ἀντιγράφοις δὲ, γόμορ κριθῶν, τὸ αὐτό εἰσι· δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. Λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τῷ νεανίᾳ ἐπαρθῆναι τοὺς δεκαπέντε μοδίους, καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. Τὸ δὲ αὐτὸ καὶ τὸ γόμορ καλεῖται. Δύο δέ εἰσι γόμορ, μέγα καὶ μικρόν. Ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ, δεκαπέντε καὶ αὐτὸ ὂν μοδίων· τὸ δὲ μικρὸν δώδεκα βάθου.
it has been said, I hired for myself for a lethek of barley; and in some copies, a gomor of barley, they are the same thing; for fifteen modii are signified by these. And it has been called lethek according to the speech of the Hebrews, which means a lifting, from the fact that the fifteen modii can be lifted up by a young man and placed upon a donkey. And the very same is also called the gomor. There are two gomors, a large and a small; of which the large is equal in measure to the lethek, itself also being of fifteen modii, whereas the small is twelve of the bath.
Καὶ τοῦτο ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρῆκται, συνωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον βίθ. Βάθου γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον, ἔστι δὲ ξέστων πεντήκοντα. Τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνασὶς, ἢ μέδιμνος, οἶμαι,
And this too is derived from the Hebrew language, called bith synonymously with the oil-press. For bathou is translated oil-press, and it is of fifty sextarii. And the measure is that of the oil-presser's labour. The mnasis, or medimnus, I think,
Notes, col. 273
On the reading
Printed ξέστων, for ξεστῶν.
PG 43:276Read from the pageἐκ τῆς Ῥωμαϊκῆς γλώσσης παρήχθησαν. Τὸ γὰρ μεδιοὺμ, μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. Μανασὴς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ' ἄλλοις ἔθνεσιν· εἰσὶ δὲ καὶ μόδιοι σίτου, ἢ κριθῶν εἰς τὴν τῶν δέκα καὶ ἑπτὰ ξέστων, παρὰ Κυπρίοις μόδιον. Μέδιμνος δὲ παρ' αὐτοῖς τοῖς Κυπρίοις διάφορος. Τὸν γὰρ μέδιμνον Σαλαμίνιοι, εἴτουν Κωνστάντιοι, ἐκ πέντε μοδίων ἔχουσι· Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἥμισυ μοδίων αὐτὸν μετροῦσι. Σάτον καλεῖται, ἐξ αὐτῆς τῆς Ἑβραΐδος διαληφθὲν, θηλυκῶς δὲ ἐκφωνούμενον. Ἐν δὲ τῇ Ἑλληνίδι οὐδετέρως. Σάτον γὰρ λέγεται, καὶ οὐχὶ σάτος. Ἔστι δὲ μόδιος ὑπέργομος, ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, διὰ δὲ τοῦ ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. Κέκληται δὲ σάτα, κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον, λῆψις, ἢ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν. Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἰκοσιδύο ξέστων ὑπάρχον, οὐχ ἁπλῶς δὲ, οὐδ' ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. Ὁ γὰρ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον ἐμετρήθη. Τὸ δὲ ἅγιον μέτρον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ κβʹ ἔργα, ἃ ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς ἑβδομάδος.
were derived from the Roman tongue. For medioum is interpreted 'middle' in that same tongue. The manases, accordingly, is measured among the Cyprians and among other nations; and there are also modii of wheat, or of barley, up to the measure of seventeen sextarii for the modius among the Cyprians. Yet the medimnus among those same Cyprians varies. For the Salaminians, that is, the Constantians, hold the medimnus as consisting of five modii; whereas the Paphians and Sicilians measure it at four and a half modii. It is called a saton, taken over from the Hebrew dialect itself, and pronounced in the feminine gender; whereas in the Greek it is neuter, for it is called saton, and not satos. And it is an overfull modius, so that the modius is filled up, and exceeds by the fourth part of the modius. And sata, pronounced according to the same dialect, is called 'taking' or 'lifting', from the fact that the one measuring takes up and lifts the measure with a certain dexterity. Now the name of the modius was found with great exactness by the Hebrews to consist of twenty-two sextarii, not simply nor at random, but through great exactness. For the just modius, as the Law is accustomed to say, was measured according to the sacred measure. And the sacred measure is nothing other than the twenty-two works which God made in the six days of the week.
ΚΒʹ. Τῇ μὲν γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησε τοὺς ἀνωτέρους οὐρανοὺς, τὴν γῆν, τὰ ὕδατα. Ἐξ ὧν στοιχείων, καὶ κρύσταλλος, καὶ χάλαζα, καὶ παγετοὶ, καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου, καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγελοι νεφελῶν καὶ γνόφων, χιόνος καὶ χαλάζης καὶ πάγου· ἄγγελοι φωνῶν, βροντῶν, ἀστραπῶν, ψύχους, καύματος, χειμῶνος, φθινοπώρου, ἔαρος, καὶ θέρους, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς καὶ ἐν τῇ γῇ· τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς, καὶ τοῦ χάως· καὶ σκότος, ἑσπέρα καὶ νὺξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. Ταῦτα τὰ ἑπτὰ μέγιστα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ.
Chapter XXII. For on the first day He made the upper heavens, the earth, the waters — from which elements come also ice, and hail, and frosts, and dew — the spirits that minister before Him, which are these: angels of the presence, and angels of glory, and angels of blowing winds, angels of clouds and of thick darkness, of snow and of hail and of frost; angels of voices, of thunders, of lightnings, of cold, of heat, of winter, of autumn, of spring, and of summer, and of all the spirits of His creatures that are in the heavens and on the earth; the abysses, both that beneath the earth and that of chaos; and darkness, evening and night, the light of day and of dawn. These seven greatest works God made on the first day.
Ἐν δὲ τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων, καὶ τὴν διαμέρησιν τῶν ἐπάνω τοῦ στερεώματος ὑδάτων, καὶ τῶν ὑποκάτω τοῦ στερεώματος
And on the second, the firmament that is in the midst of the waters, and the division of the waters above the firmament and of the waters beneath the firmament
PG 43:277Read from the pageἐπὶ πρόσωπον πάσης τῆς γῆς. Τοῦτο μόνον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ.
upon the face of all the earth. This alone God made on the second day.
Τρίτῃ δὲ ἡμέρᾳ τὰς θαλάσσας, τοὺς ποταμοὺς, τὰς πηγὰς καὶ λίμνας, τὰ σπέρματα τοῦ σπόρου, τὰ βλαστήματα, τὰ ξύλα τὰ κάρπιμά τε καὶ ἄκαρπα, τοὺς δρυμούς. Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέρᾳ.
And on the third day, the seas, the rivers, the springs and lakes, the seeds of sowing, the shoots, the trees both fruitful and fruitless, the woods. These four greatest works God made on the third day.
Τῇ δὲ τετάρτῃ τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας· ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ.
And on the fourth, the sun, the moon, the stars; these three great works God made on the fourth day.
Τῇ δὲ πέμπτῃ τὰ κήτη τὰ μεγάλα, τοὺς ἰχθύας, καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινὰ, τὰ πτερωτά. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πέμπτῃ ἡμέρᾳ.
And on the fifth, the great sea-monsters, the fishes, and the other creeping things that are in the waters, the birds, the winged creatures. These three great works God made on the fifth day.
Τῇ δὲ ἕκτῃ ἡμέρᾳ τὰ θηρία, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς, τὸν ἄνθρωπον. Ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ. Καὶ ἐγένετο πάντα τὰ ἐν ταῖς ἓξ ἡμέραις παρὰ τοῦ Θεοῦ ποιηθέντα, ἔργα κβʹ. Καὶ συνετέλεσεν ὁ Θεὸς πάντα ἐν τῇ ἕκτῃ ἡμέρᾳ, ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει, καὶ ἐν πᾶσι.
And on the sixth day, the wild beasts, the cattle, the creeping things of the earth, man. These four great works God made on the sixth day. And all the things made by God in the six days came to be twenty-two works. And God finished all things on the sixth day, all that are in the heavens and on the earth, in the seas and in the abysses, in the light and in the darkness, and in all things.
Καὶ ἀνεπαύσατο ὁ Θεὸς ἐκ πάντων τῶν ἔργων αὐτοῦ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ, καὶ ηὐλόγησεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ ἐδήλωσε δι' ἀγγέλου τῷ Μωϋσῇ, ὅτι καὶ εἰκοσιδύο κεφάλαια ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰακώβ· Καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν. Αἱ δὲ κεφαλαὶ περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται· Ἀδὰμ, Σὴθ, Ἐνὼς, Ἐνὼχ, Ἀρφαξὰδ, Σάλα, Καϊνὰν, Φαλὲκ, Μαλαλεὴλ, Ἔβερ, Ῥαγαῦ, Ἰάρεδ, Σεροὺχ, Ναχὼρ, Μαθουσάλα, Θάρα, Λάμεχ, Νῶε, Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, Σήμ. Ὁμοῦ εἰκοσιδύο γενεαί. Διὸ καὶ εἰκοσιδύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβραίοις γράμματα, καὶ πρὸς αὐτὰ καὶ τὰς βίβλους αὐτῶν κβʹ ἠρίθμησαν εἰκοσιεπτὰ οὔσας· ἀλλ' ἐπειδὴ διπλοῦνται πέντε παρ' αὐτοῖς στοιχεῖα, εἰκοσιεπτὰ καὶ αὐτὰ ὄντα, καὶ εἰς κβʹ ἀποτελοῦνται, τούτου χάριν καὶ τὰς βίβλους κζʹ οὔσας, κβʹ πεποιήκασιν.
And God rested from all His works on the seventh day, and blessed it, and sanctified it, and made known through an angel to Moses that there are also twenty-two heads from Adam unto Jacob: And I will choose for Myself from his seed a peculiar people out of all the nations. And the heads concerning whom the Lord spoke are these: Adam, Seth, Enos, Enoch, Arphaxad, Sala, Cainan, Phalec, Malaleel, Eber, Ragau, Jared, Seruch, Nachor, Mathusala, Thara, Lamech, Noe, Abraham, Isaac, Jacob, Sem. Together twenty-two generations. Wherefore the letters among the Hebrews are also twenty-two, and in correspondence with them they also numbered their books as twenty-two, though they are twenty-seven; yet since five characters among them are doubled, being themselves also twenty-seven and reduced to twenty-two, for this reason they have made the books also, though twenty-seven, to be twenty-two.
ΚΓʹ. Ὧν πρώτη Βρισὴθ, ἣ καλεῖται Γένεσις κόσμου· Ἐλησιμὼθ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου· Οὐδωϊεκρὰ, ἣ ἑρμηνεύεται Λευϊτικόν· Ἰουδδαβὴρ, ἥ ἐστιν Ἀριθμῶν· Ἐλλεδεβαρεὶμ, τὸ Δευτερονόμιον· Διησοῦ, ἡ τοῦ Ἰησοῦ τοῦ Ναυῆ· Διὼβ, ἡ τοῦ Ἰώβ· Διασωφθεὶμ, ἡ τῶν Κριτῶν· Διαροὺθ, ἡ τῆς Ῥούθ· Σφεργελεὶμ, τὸ Ψαλτήριον· Δεβριιαμεὶμ, ἡ πρώτη τῶν Παραλειπομένω· Δεβριιαμεὶμ, Παραλειπομένων δευτέρα· Δεμουὲλ, Βασιλειῶν πρώτη· Δαδουδεμουὴλ, Βασιλειῶν δευτέρα· Δμαλαχεὶ, Βασιλειῶν τρίτη· Δμαλαχεὶ, Βασιλειῶν τετάρτη· Δμεαλὼθ, ἡ Παροιμιῶν· Δεκωέλεθ, Ἐκκλη-
Chapter XXIII. Of which the first is Briseth, which is called Genesis of the world; Elesimoth, the Exodus of the sons of Israel out of Egypt; Oudoiekra, which is interpreted Leviticus; Iouddaber, which is of Numbers; Elledebareim, Deuteronomy; Diesou, that of Jesus the son of Naue; Diob, that of Job; Diasophtheim, that of Judges; Diarouth, that of Ruth; Sphergeleim, the Psalter; Debriiameim, the first of Paralipomena; Debriiameim, the second of Paralipomena; Demouel, the first of Kingdoms; Dadoudemouel, the second of Kingdoms; Dmalachei, the third of Kingdoms; Dmalachei, the fourth of Kingdoms; Dmealoth, that of Proverbs; Dekoeleth, Ecclesi-
Notes, col. 277
On the reading
Printed Ἰάρεδ, for Ἰάρεδ (no breathing).
Printed Παραλειπομένω, for Παραλειπομένων.
PG 43:280Read from the pageσιαστής· Σιρασισεὶν, τὸ ᾎσμα τῶν ᾀσμάτων· Δαθαριασαρὰ, τὸ Δωδεκαπρόφητον· Δησαΐου, τοῦ προφήτου Ἠσαΐου· Διερεμίου, ἡ τοῦ Ἱερεμίου· Διεζεκιὴλ, ἡ τοῦ Ἰεζεκιήλ· Διδανιὴλ, ἡ τοῦ Δανιήλ· Διδέσδρα, ἡ τοῦ Ἔσδρα πρώτη· Διδέσδρα, ἡ τοῦ Ἔσδρα δευτέρα· Δεσθὴρ, ἡ τῆς Ἐσθήρ· Αὗται δὲ αἱ εἰκοσιεπτὰ βίβλοι κβʹ ἀριθμοῦνται κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων, ἐπειδήπερ καὶ πέντε στοιχεῖα διπλοῦνται, καθὼς ἄνω προείπομεν. Ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται Κινὼθ, ἥτις ἑρμηνεύεται Θρῆνος Ἱερεμίου. Αὕτη δὲ τῷ Ἱερεμίᾳ συνάπτεται, ἥτις ἐστὶ περισσὴ τοῦ ἀριθμοῦ καὶ τῷ Ἱερεμίᾳ συναπτομένη. Οὗτοι οἱ εἰκοσιδύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι, καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἰκοσιδύο ἔργοις, οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιΐας, καὶ ἐν εἰκοσιδύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραὴλ, καὶ ἐν τοῖς εἰκοσιδύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν ταῖς κβʹ βίβλοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθὴρ, μέτρον ἡμῖν ἐγενήθησαν κβʹ ξέστων, ὃ καλεῖται παρ' Ἑβραίοις μόδη, παρ' Ἕλλησι δὲ μόδια, διὰ τὴν τρανότητα· παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέν τοι τοῦτο καλοῦσιν· ὁμοίως δὲ καὶ Σύροι, καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. Πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ, ὅτι Πεπλήρωμαι. Καλεῖται δὲ καὶ γνώμων.
siastes; Sirasisein, the Song of Songs; Dathariasara, the Twelve Prophets; Desaiou, of the prophet Esaias; Dieremiou, that of Jeremias; Diezekiel, that of Ezekiel; Didaniel, that of Daniel; Didesdra, the first of Esdras; Didesdra, the second of Esdras; Desther, that of Esther. Now these twenty-seven books are numbered as twenty-two according to the number of the characters, inasmuch as five characters are also doubled, as we said before above. And there is also another small book, which is called Kinoth, which is interpreted Lamentation of Jeremias. And this is conjoined with Jeremias, being over and above the number and conjoined with Jeremias. These twenty-two numbers, being found everywhere and numbered in diverse kinds — both in the twenty-two works which God made in the six days of the creation of the world, and in the twenty-two generations from Adam unto Israel, and in the twenty-two characters of the letters from aleph unto thau, and in the twenty-two books from Genesis unto Esther — became for us a measure of twenty-two sextarii, which among the Hebrews is called mode, and among the Greeks modia, for clearness of pronunciation; and similarly the Egyptians indeed call it this; and likewise both the Syrians and the Arabs say modia, which is interpreted 'confession'. For when the modius has been filled, it confesses, 'I have been filled.' And it is also called gnomon.
ΚΔʹ. Τῷ δὲ ἀριθμῷ τῶν κβʹ ἔργων τοῦ Θεοῦ τῶν ἀπαρχῆς, καὶ τῶν κβʹ γενεῶν ἕως τοῦ Ἰακὼβ, καὶ τῶν κβʹ βιβλίων ἕως τῆς Ἐσθὴρ, καὶ διὰ τῆς κβʹ γραμμάτων ὑποθέσεως, ἐξ ὧν ὁ νόμος τοῦ Θεοῦ ἡμῶν παρέστη, καὶ Θεοῦ διδασκαλία ἡμῖν προτετύπωται, τοῦτο δηλοῦται, ὅτι ἐκ τοῦ νόμου, καὶ τῶν ἐν αὐτῷ μυστηρίων, ὁ Χριστὸς ἡμῖν ἐρχόμενος ἐμαρτυρήθη καὶ ἀπεκαλύφθη. Ὃς ἐλθὼν ἐν τῷ Εὐαγγελίῳ ἐπλήρωσεν ἡμῖν τὸ μέτρον τῆς ζωῆς διὰ τοῦ μοδίου, τουτέστι, τῆς ὁμολογίας, παντὶ τῷ εἰς αὐτὸν ὁμολογήσαντι καὶ τὴν ζωὴν παρ' αὐτοῦ κομισαμένῳ. Διὸ τὸ μέτρον τὸ ἅγιον Ἑβραῖοι λέγουσιν, ὅ ἐστι κβʹ ξέστων, κατὰ τοὺς προειρημένους. Πολλοὶ γὰρ τῶν ἄλλων ἐθνῶν ἢ προσέθεντο, ἢ ἀφείλαντο ἀπὸ τοῦ μέτρου τούτου, τοῦ ἀκριβῶς παρ' Ἑβραίοις ἀριθμηθέντος. Ἀλλὰ καὶ παρὰ Ῥωμαίοις συμβέβηκεν ὁμοιοκαταλήκτως μοδίου μέτρον καλεῖσθαι, ὥσπερ παρ' Ἑβραίοις τὸ ἄλεφ τῷ παιδίῳ τὸ μανθάνειν παραινεῖ· καὶ παρ' Ἕλλησι τὸ ἀλφεῖν ζητεῖν συμβέβηκε καλεῖσθαι. Ὅθεν δηλονότι καὶ τὸ ἄλφα ἐξ Ἑβραΐδος παρηνέχθη εἰς τὴν Ἑλληνίδα. Τὸ γοῦν μόδιον, ὡς ἐκ τῆς Ἑβραΐδος εὑρέθη, ὁμολογεῖν λεχθὲν, ὡς πολλάκις εἶπον, διὰ τῆς χρήσεως ἑρμηνευόμενον. Εἰ μὴ γὰρ αὐτὸν πληρεστάτως γεμίσειέ τις, οὐχ ὁμολογεῖ, ὅτι Πεπλήρωμαι. Πλήσας δὲ τὸ
Chapter XXIV. Now by the number of the twenty-two works of God from the beginning, and of the twenty-two generations until Jacob, and of the twenty-two books until Esther, and through the foundation of the twenty-two letters, wherefrom the Law of our God stood forth and the teaching of God has been prefigured for us, this is signified: that out of the Law and the mysteries therein Christ coming unto us was borne witness to and revealed; Who, coming in the Gospel, fulfilled for us the measure of life through the modius, that is, confession, for everyone who has confessed in Him and received life from Him. Wherefore the Hebrews call it the sacred measure, which is of twenty-two sextarii, according to the aforesaid reckonings. For many of the other nations have either added to or subtracted from this measure, which was numbered with exactness among the Hebrews. Yet among the Romans also it has come to pass with a similar ending that a measure is called that of a modius, just as among the Hebrews aleph exhorts the little child to learn, and among the Greeks alphein has come to be called 'to seek'. Whence manifestly alpha also was carried over from the Hebrew into the Greek. The modion, at any rate, as was found from the Hebrew, having been said to confess, as I have often stated, is interpreted through its use. For unless one fills it most fully, it does not confess, 'I have been filled.' But when one has filled the
PG 43:281Read from the pageμέτρον καὶ ῥητλιάσας, ὁμολογεῖ, ὅτι Πεπλήρωμαι.
measure and levelled it with a striker, it confesses, 'I have been filled.'
Κάμος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστὶν, ἤγουν τὸ τέταρτον μοδίου.
Now the kamos, from that same dialect, is a distinct measure, namely the fourth part of a modius.
Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν εστι, διττῷ δὲ ὀνόματι κέκληται· ἔστι δὲ δύο ξέστων καὶ ποστημορίου.
And the choenix and the hyphe are one thing, though called by a twofold name; and it consists of two sextarii and a fractional part.
Δρὰξ ἀλεύρου· τοῦτο ἀπερίεργόν ἐστι, καὶ πᾶσι δῆλον.
A handful of flour: this needs no inquiry, and is plain to all.
Ἀρτάβη· τοῦτο τὸ μέτρον παρ' Αἰγυπτίοις ἐκλήθη· ἔστι δὲ ἑβδομηκονταδύο ξέστων. Ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη· ἑβδομηκονταδύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομηκονταδύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν. Ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν. Τὸ δ' αὐτὸ [τὸ] μέτρον καὶ ὁ μετρητὴς ἔχει, κατὰ τὸ μέτρον τὸ ἅγιον.
Artabe: this measure was so called among the Egyptians; and it consists of seventy-two sextarii. And out of great exactness this too was thus gathered: seventy-two men at that time were building the tower, when they were also confounded out of one into seventy-two tongues. Whence men were also called meropes with reference to the divided voice. And the metretes also holds the very same measure, according to the sacred measure.
Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάῤῥᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. Ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμον ἐχώρει.
Three measures of fine flour, which Abraham commanded Sarra to make ready for the angels, out of which measures he charged that an ash-cake of bread be made. Now these measures held a gomon each.
Τὸ δὲ γόμον δέκατον ἦν τοῦ μεγάλου μέτρου,
And the gomon was a tenth of the great measure,
Notes, col. 281
On the reading
Printed εστι, for ἐστι (no breathing).
PG 43:284Read from the pageτουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξέστων καὶ πέμπτον.
that is, of the artabe, which comes to seven sextarii and a fifth.
Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἀποτίθεσθαι τοὺς χονδρίτας. Ἔστι δὲ εἶδος ἄρτου εἰς δύο τεμνομένου.
Three baskets of groat-loaves, wherein they were accustomed at that time to lay away the groat-loaves. And it is a kind of bread cut into two.
Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξέστων ρνʹ.
A nebel of wine, which is a measure of one hundred and fifty sextarii.
Τὸ σάτον νςʹ ξέστων ὑπάρχει.
The saton consists of fifty-six sextarii.
Ἀλάβαστρον μύρου, βικίον μέν ἐστιν ὑέλινον, χωροῦν λίτραν ἔλαιον· τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. Ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον.
An alabaster jar of ointment is a small vessel of glass, holding a pound of oil; and its measure is half a sextarius. And it is called alabastron on account of its fragility.
Καμψάκης ὕδατος, ιβʹ ξέστων ὕδατός ἐστι τὸ μέτρον. Ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς καμψάκης, τεσσάρων ἐστὶ ξέστων.
A cruse of water: its measure is of twelve sextarii of water. Yet the cruse made ready for Elias is of four sextarii.
Ἔστι τὸ μέτρον κοτύλη, ἥμισυ ξέστου ὑπάρχει, κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι.
There is the measure kotyle; it consists of half a sextarius, and is called kotyle from the cutting of the sextarius into two.
Κύαθος, ἔστιν ἕκτον ξέστου. Μεδεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ Γραφή. Τὰ δὲ μασμαρὼθ λέγει τοὺς διϋλιστῆρας, οὓς καὶ ἠθμοὺς καλοῦμεν. Τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότερα κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι.
A kyathos is a sixth of a sextarius. Now Scripture calls kyathoi medekoth; and masmaroth it calls strainers, which we also call colanders. And both have used the same name, since they also have the same function.
Τρυβλίον, ὀψόβαφόν ἐστι τὴν πλάσιν, ἤτοι παροψὶς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ.
A bowl is a sauce-dish in shape, that is, a side-dish, and holds half a sextarius in measure. The Alexandrian sextarius carries a weight of two pounds in oil.
Ἀπόῤῥυμα δὲ παρὰ μόνοις Θηβαίοις μετρεῖται, ἥμισυ γὰρ τοὺ Σαΐτου ἐστίν. Ὁ δὲ ἀληθινὸς Σαΐτης ξέστων ἐστὶν κβʹ.
Now the aporrhyma is measured among the Thebans alone, for it is half of the Saites. And the true Saites is of twenty-two sextarii.
Σαβιθά· τοῦτο Συριατικόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα, παρὰ Ἀσκαλωνίταις ξέστων κβʹ.
Sabitha: this name is Syriac, which is interpreted 'wine-vat bailer', among the Ascalonites consisting of twenty-two sextarii.
Ἴν· τὸ ἲν μέγα, ξέστων ἐστὶν ιηʹ· τὸ δὲ ἅγιον ἲν, ξέστων θʹ.
Hin: the great hin is of eighteen sextarii; and the sacred hin, of nine sextarii.
Χοῦς, ἔστι ξέστων ηʹ· τὸ δὲ καλούμενον ἅγιον, ξέστων ςʹ, ὅ ἐστι δωδέκατον μετρητοῦ.
A chous is of eight sextarii; and that called sacred, of six sextarii, which is a twelfth of a metretes.
Notes, col. 284