ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ ἄλλῃ ζυγῇ, Λευΐτικὸν τῇ ἄλλῃ, καὶ καθεξῆς ἄλλη βίβλος τῇ ἄλλῃ· καὶ οὕτως αἱ εἰκοσιεπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ τὴν τοῦ ἀλφαβήτου παρ' Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι, ἡρμηνεύθησαν.
pair, the Exodus of the sons of Israel to the next pair, Leviticus to another, and so on in order, one book to another; and thus the twenty-seven canonical and covenantal books, though reckoned as twenty-two according to the elemental arrangement of the alphabet among the Hebrews, were translated.
Δʹ. Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων νοήματα· πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμενα. Τὸ γὰρ κὰφ ἐστὶ διπλοῦν, καὶ τὸ μέν, καὶ τὸ νοῦν, καὶ τὸ φὶ, καὶ τὸ α· διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον, εἰκοσιδύο μὲν ἀριθμοῦνται, εἰκοσιεπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι· συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς, τὸ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος· συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ, καὶ λέγεται μία βίβλος· συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ, καὶ λέγεται μία βίβλος· συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ, καὶ λέγεται μία βίβλος· οὕτως γοῦν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι, καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι· ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικὰς, Γένεσιν, Ἔξοδον, Λευϊτικὸν, Ἀριθμοὺς, Δευτερονόμιον· αὕτη ἡ Πεντάτευχος καὶ ἡ νομοθεσία· πέντε γὰρ στιχήρεις, ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροιμία Σαλομῶντος, Ἐκκλησιαστής, Ἆσμα ᾀσμάτων· εἶτα ἄλλη πεντάτευχος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥοὺθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς τετάρτης· αὕτη τρίτη πεντάτευχος· ἄλλη πεντάτευχος, τὸ Δωδεκαπρόφητον, Ἠσαΐας, Ἱερεμίας, Ἰεζεκιὴλ, Δανιήλ· καὶ αὕτη ἡ προφητικὴ πεντάτευχος· ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα μία καὶ αὕτη λογιζομένη, καὶ ἄλλη βίβλος ἡ τῆς Ἐσθὴρ καλεῖται· ἐπληρώθησαν οὖν αἱ εἰκοσιδύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἰκοσιδύο στοιχείων παρ' Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥτε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σιρὰχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, τοῦ καὶ τὴν Σοφίαν Ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύσας Ἑλληνιστὶ ἔγραψε· καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ' εἰς ἀριθμὸν ῥητῶν οὐκ ἀναφέρονται. Διὸ δὴ ἐν τῷ Ἀαρὼν ἀνετέθησαν, τοῦ τε ἐν τῇ τῆς διαθήκης κιβωτῷ.
4. For they possess twenty-two forms of letters, and five among them are doubled. For kaph is double, and men, and noun, and phi, and alpha; wherefore the books also after this manner are reckoned indeed as twenty-two, yet are found to be twenty-seven, because five among them are doubled: for Ruth is joined to Judges, which is reckoned among the Hebrews as one book; the first of Chronicles is joined to the second, and is called one book; the first of Kingdoms is joined to the second, and is called one book; the third is joined to the fourth, and is called one book; in this way, then, the books lie composed in four pentateuchs, and two others remain left over; so that the covenantal books stand thus: five legal, Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy—this is the Pentateuch and the Legislation; for five are in verse, the book of Job, next the Psalter, the Proverb of Solomon, Ecclesiastes, the Song of Songs; next another pentateuch, the so-called Writings, styled by some Hagiographa, which are as follows: the book of Joshua the son of Nun, Judges together with Ruth, the first of Chronicles together with the second, the first of Kingdoms together with the fourth—this is a third pentateuch; another pentateuch, the Twelve Prophets, Isaiah, Jeremiah, Ezekiel, Daniel—and this is the prophetic pentateuch; and there remained two others, which are one of Ezra, this too being reckoned as one, and another book which is called that of Esther; thus the twenty-two books were completed according to the number of the twenty-two letters among the Hebrews. For as for the two versified books, both that of Solomon which is called Panaretos, and that of Jesus the son of Sirach and grandson of Jesus—seeing that Jesus wrote the Wisdom in Hebrew, which his grandson Jesus translated and wrote in Greek—these too are indeed serviceable and profitable, yet they are not brought into the count of the canonical books. Wherefore indeed they were laid up in the Aaron, and in the ark of the covenant.
Εʹ. Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθοι, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτήριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ, μίαν ἐλογίσαντο βίβλον· ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώτου, δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου; τρίτον βιβλίον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐννάτου ἕως ἑκατοστοῦ πέμπτου, τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντη-
5. Moreover, let not this escape you either, O lover of what is noble, that the Hebrews also divided the Psalter into five books, so that it too constitutes another pentateuch. For from the first psalm up to the fortieth, they reckoned one book; from the forty-first up to the seventy-first, they accounted a second; from the seventy-second unto the eighty-eighth, they made a third book; from the eighty-ninth unto the hundred and fifth, they made a fourth; and from the hundred and sixth unto the hundred and fift-