Migne Reading Room

PG 43 · cols. 237–248 · Read from the page

Liber de Mensuris et Ponderibus (Περὶ μέτρων καὶ σταθμῶν)

Liber de Mensuris et Ponderibus (Περὶ μέτρων καὶ σταθμῶν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 43:237Read from the page
Αʹ. Εἴ τις δὲ θέλει τῶν ἐν ταῖς θείαις Γραφαῖς εἰδέναι τὰ πρὸς πολυπειρίαν μέρη, λέγω δὴ περὶ μέτρων, καὶ σταθμῶν, τούτῳ τῷ Ὑπομνηστικῷ ἐντυγχάνειν μὴ κατοκνείτω. Καὶ πρῶτον μὲν δεῖ εἰδέναι τὸν φιλόλογον, πόσα τυγχάνει ἐν ταῖς προφητείαις μέρη. Εἰς δέκα γὰρ διήρηνται θεωρίας αἱ προφητεῖαι, οὕτως περιέχουσαι· Διδασκαλίας, θεωρίας, προτροπὰς, ἀπειλὰς, ὀλοφυρμοὺς, θρήνους, εὐχὰς, ἱστορίας, προῤῥήσεις. Παράκεινται δὲ ταῖς αὐταῖς προφητείαις σημεῖα ταῦτα· ⋎ περὶ τῆς ἀποβολῆς τοῦ προτέρου λαοῦ· ∝ περὶ τῆς ἀποβολῆς τοῦ κατὰ σάρκα νόμου· ⊻ περὶ τῆς Καινῆς Διαθήκης· Ε περὶ τῶν ἐθνῶν κλήσεως· + περὶ Χριστοῦ· § περὶ ἐπαγγελιῶν τοῦ προτέρου λαοῦ· ξ περὶ τῆς ἐν ταῖς θείαις Γραφαῖς ἀσαφείας· ⊻ περὶ μελλόντων προγνώσεως.
Chapter 1. Now if anyone wishes to know the parts in the divine Scriptures that pertain to manifold learning—I mean concerning measures and weights—let him not hesitate to peruse this Memorandum. And first of all the scholar must know how many parts occur in the prophecies. For the prophecies are divided into ten heads of contemplation, comprising the following: teachings, contemplations, exhortations, threats, lamentations, dirges, prayers, histories, and predictions. And beside these same prophecies stand the following signs: ⋎ concerning the rejection of the former people; ∝ concerning the rejection of the law according to the flesh; ⊻ concerning the New Covenant; E concerning the calling of the nations; + concerning Christ; § concerning the promises of the former people; xi concerning obscurity in the divine Scriptures; ⊻ concerning foreknowledge of things to come.
Βʹ. Ἐπειδὴ δέ τινες κατὰ προσωδίαν ἔστιξαν τὰς Γραφὰς καὶ περὶ τῶν προσῳδῶν τάδε· Ὀξεῖα ´, δασεῖα ῾, βαρεῖα ˋ, ψιλὴ ᾿, περισπωμένη ˜, ἀπόστροφος ', μακρὰ —, ὑφὲν ‿, βραχεῖα ˘, ὑποδιαστολὴ, . Ὡσαύτως καὶ περὶ τῶν λοιπῶν σημείων, περὶ ἀστερίσκου ※. Ὁ ἀστερίσκος οὗτος ἔνθα παράκειται, σημαίνει τὸ ἐμφερόμενον ῥῆμα ἐν τῷ Ἑβραϊκῷ κεῖσθαι, καὶ ἐμφέρεσθαι παρὰ Ἀκύλᾳ,
Chapter 2. Since certain persons have also punctuated the Scriptures according to prosody, here is what pertains to the prosodic marks: acute ´, rough breathing ʽ, grave ˋ, smooth breathing ʼ, circumflex ˜, apostrophe ', long —, hyphen ‿, short ˘, hypodiastole , . Likewise also concerning the remaining signs, concerning the asterisk ※. Wherever this asterisk stands beside the text, it signifies that the word adduced stands in the Hebrew, and is adduced in Aquila,
Notes, col. 237

On the reading

Printed προσωδίαν, for προσῳδίαν.

PG 43:240Read from the page
καὶ Συμμάχῳ, σπανίως δὲ καὶ παρὰ Θεοδοτίωνι. Οἱ δὲ Ἑβδομηκονταδύο Ἑρμηνευται παρῆκαν, καὶ οὐκ ἐρμήνευσαν, ὡς δισσολογουμένων τῶν τοιούτων λογίων, καὶ ἐκ περισσοῦ ἀναγινωσκομένων. Λεκτέον δὲ διὰ βραχείας λέξεως, εἰς τὸ ἀπὸ ταύτης περὶ τῶν λοιπῶν σε γνῶναι. Κεῖται ἐν ἀρχῇ τῆς Γενέσεως· Οὐαεεεὶ Ἀδὰμ σαλωεὶμ, σαμηὼθ σανᾶ. Ὃ ἑρμηνεύεται, ᾧ καὶ Ἀκύλας ἠκολούθησε· Καὶ ἔζησεν Ἀδὰμ τριάκοντα ἔτος, καὶ ἐννακόσια ἔτος. Ὅθεν οἱ Ἑβδομηκονταδύο Ἑρμηνευταὶ ἐξ Ἑβραίων ὁρμώμενοι, καὶ ἐξ ἁπαλῶν ὀνύχων τήν τε τῶν Ἑβραίων, οὐ μὴν ἀλλὰ καὶ τῶν Ἑλλήνων ἀκριβῶς πεπαιδευμένοι φωνὴν, οὐ μόνον τὴν ἐκ τῆς Ἑβραΐδος εἰς Ἑλληνίδα ἡρμήνευσαν Γραφήν, ἀλλὰ καὶ τὴν ἐν τῇ Ἑβραΐδι διὰ δισσολογίας, ἐκφωνουμένην διάλεκτον τῇ τρανότητι ἑρμηνεύοντες παρήγαγον. Καὶ ἀντὶ τοῦ εἰς δύο τόπους κεῖσθαι τὸ ὄνομα τοῦ ἔτους ἑνὶ τόπῳ χρησάμενοι, τὴν δοκοῦσαν εἶναι βόμβησιν εἰς λειότητα μετέβαλον, φήσαντες· Ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ ἐννακόσια ἔτη. Οὔτε ἐλλιπές τι ποιήσαντες τῷ λόγῳ, ἀλλὰ καὶ εἰς τρανότητα κατέστησαν τὴν ἀνάγνωσιν, ὅπερ ἐν τῇ Ἑβραΐδι οὐ δύναται διὰ τῆς συντομίας λέγεσθαι οὕτως, ὡς οἱ Ἑβδομηκονταδύο λέγουσιν, ὅτι Ἔζησεν Ἀδὰμ τριάκοντα καὶ ἐννακόσια ἔτη. Οὔτε τῇ Ἑλληνίδι, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν ἐξ ἐπιστολῆς, λέγων· Ἔζησεν Ἀδὰμ ἐννακόσια ἔτος καὶ τριάκοντα ἔτος. Ὁρᾷς γὰρ, ὦ φιλόλογε, ὡς ἀπρέπειαν παρέχει τῷ λόγῳ, οὐ τῇ τρανότητι τοῦ λόγου προσέχων, ἀλλὰ τῇ τῆς δευτερολογίας ἀκριβείᾳ. Καὶ ἔδοξε τοῦτό τισι, παρὰ μὲν τοῖς Ἑβδομηκονταδύο ἐλλιπῶς κεῖσθαι, παρὰ δὲ Ἀκύλᾳ, καὶ Συμμάχῳ, καὶ ἄλλαις ἐκθέσεσιν ἐλλιπῶς ἡρμηνεῦσθαι· ὅπερ οὐδὲ παρὰ τοὺς Ἑβδομηκονταδύο ἐνέλιπεν. Ἀλλὰ καὶ ὑπὸ τῶν περὶ Ἀκύλαν μετὰ καὶ τῆς κακοφωνίας περισσῶς κεῖται, ἐν δυσὶ τόποις ἀνθ' ἑνὸς, τουτέστιν ἀντὶ τοῦ ἔτη, ἔτος καὶ ἔτος. Διὰ τοῦτο ἐν ἑνὶ τόπῳ τὸ τοῦ ἔτους ὄνομα οἱ Ἑβδομηκονταδύο παρέλιπον. Ἐλθόντων δὲ μετέπειτα τῶν περὶ Ἀκύλαν, καὶ τὰ ὑπὸ τῶν Ἑβδομηκονταδύο παραλειφθέντα ἐκδεδωκότων, ἐδόκουν εἶναι περιττότερα. Ὠριγένης δὲ μετὰ ταῦτα ἐλθὼν ἀποκατέστησε τῷ ἑκάστῳ τόπῳ τὸν ἐλλείποντα λόγον. Παρέθετο δὲ αὐτῷ τὸν ἀστερίσκον· οὐχ ὡς χρείας οὔσης τοῦ πάντως ζητηθῆναι τὸν Λόγον (περιττὸς γάρ ἐστιν), ἀλλ' ἵνα μὴ παραλείψῃ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιλαμβάνεσθαι τῶν ἐν ταῖς ἁγίαις Ἐκκλησίαις θείων Γραφῶν, μηδενὸς ἐπιληψίμου πράγματος ὑπάρχοντος κατὰ τῆς πίστεως ἐν τοῖς ἀπεστερημένοις λόγοις. Περιττοὶ γάρ εἰσι, καὶ δισσολογούμενοι, ὡς ἀπὸ τῆς ἀναγνώσεως ἐδιδάξαμεν περὶ τοῦ Ἀδὰμ καὶ τῆς αὐτοῦ ζωῆς· ὡς καὶ ἀπὸ τοῦ βραχυτάτου λόγου δυνατόν σε τοῖς λοιποῖς ἐπιστῆναι λόγοις, ἔνθα οἱ ἀστερίσκοι παράκεινται. Ἵνα δὲ καὶ τοῦτο μάθῃς, διὰ τί ἀστερίσκους παρέθετο τοῖς λόγοις τούτοις, ἀφθόνως καὶ τοῦτο λέξομεν. Ἐπίστασαι τοῦτο, ὦ
and in Symmachus, and rarely also in Theodotion. The Seventy-two Translators, however, passed them by and did not translate them, inasmuch as such sayings were repetitious and read superfluously. Now we must speak in brief compass, so that from this one instance you may learn concerning the rest. At the beginning of Genesis there stands: Ouaeeei Adam saloeim, sameoth sana; which is translated, as Aquila also followed: And Adam lived thirty year, and nine hundred year. Hence the Seventy-two Translators, being of Hebrew stock, and having been accurately trained from tender nails in the tongue not only of the Hebrews, but also of the Greeks, not only translated the Scripture out of Hebrew into Greek, but also rendered and brought over into clarity the idiom uttered in Hebrew by way of repetition. And instead of the word for year standing in two places, employing it in a single place, they turned what seemed a harsh drone into smoothness, saying: And Adam lived thirty and nine hundred years. Neither did they render anything defective in the expression, and what is more, they brought the reading into clarity—something which cannot be expressed thus concisely in Hebrew, as the Seventy-two express it, namely that Adam lived thirty and nine hundred years; nor yet in Greek, as Aquila translated out of a letter, saying: Adam lived nine hundred year and thirty year. For you see, O scholar, what unseemliness he imparts to the discourse by attending not to the clarity of the discourse, but to the literalness of the repetition. And it seemed to certain persons that in the Seventy-two this stood defectively, whereas in Aquila, and Symmachus, and other editions it had been translated defectively; yet nothing was lacking even in the Seventy-two. Rather, in Aquila and his followers it stands superfluously and with cacophony besides, in two places instead of one—that is, instead of years, year and year. For this reason the Seventy-two omitted the noun for year in one place. When Aquila and his followers came afterwards and published the words omitted by the Seventy-two, they appeared to be superfluous. Origen, however, coming after these things, restored the missing word to each passage, and set the asterisk beside it: not as though there were any need that the Word should by all means be sought after (for it is superfluous), but so that he might leave no pretext for Jews and Samaritans to carp at the divine Scriptures in the holy Churches, since nothing reprehensible against the faith exists in the words omitted. For they are superfluous and repetitious, as we have taught from the reading concerning Adam and his life; so that from this briefest example you are able to understand the remaining passages as well, wherever the asterisks stand beside the text. And in order that you may learn this also—why he set asterisks beside these words—we shall state this too ungrudgingly. You know this, O
Notes, col. 240

On the reading

Printed Ἑρμηνευται, for Ἑρμηνευταὶ.

Printed ἐρμήνευσαν, for ἡρμήνευσαν.

PG 43:241Read from the page
ἀκροατὰ, ὅτι ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οἱ ἀστέρες εἰσὶ, κἄν τε ὑπὸ νεφελῶν ἢ ἡλίου καλυφθῶσι· τούτῳ τῷ νοήματι ὁ τοὺς ἀστερίσκους παραθεὶς ἐποίησεν, ἵνα σοι δόξῃ, ὅτι οἱ λόγοι, οἷς παράκεινται οἱ ἀστερίσκοι, πεπήγασι μὲν ἐν ταῖς Ἑβραϊκαῖς λέξεσιν, ὥσπερ οἱ ἀστέρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἐκαλύφθησαν δὲ ὑπὸ τῶν Ἑβδομηκονταδύο ἑρμηνείας, οἱ ἀστέρες ὑπὸ τῶν νεφελῶν καλύπτονται. Αὕτη ἡ ὑπόθεσις τοῦ ἀστερίσκου.
hearer, that the stars are in the firmament of heaven, even if they be hidden by clouds or by the sun; with this thought in mind he who set the asterisks beside the text acted, so that it might be clear to you that the words beside which the asterisks stand are fixed indeed in the Hebrew expressions, just as the stars are in the firmament of heaven, yet they were hidden by the translation of the Seventy-two, as the stars are hidden by the clouds. Such is the rationale of the asterisk.
Γʹ. Τοῦ δὲ ὀβελοῦ τὸ διήγημα τοῦτον ἔχει τὸν τρόπον· Ὀβελὸς οὗτός ἐστιν ὁ παρακείμενος —⸓, παραπλησίως γράφεται τῇ καλουμένῃ γραμμῇ. Ὀβελὸς δὲ κέκληται κατὰ Ἀττικὴν χρῆσιν, ἄλλοις δὲ καλεῖται δόρυ, ὅ ἐστι λόγχη. Παρετέθη δὲ ταῖς τῆς θείας Γραφῆς λέξεσιν, ταῖς παρὰ τοῖς Ἑβδομηκονταδύο Ἑρμηνευταῖς κειμέναις, παρὰ δὲ τοῖς περὶ Ἀκύλαν καὶ Σύμμαχον μὴ ἐμφερομέναις. Ἀφ' ἑαυτῶν γὰρ οἱ Ἑβδομηκονταδύο Ἑρμηνευταὶ ταύτας τὰς λέξεις προσέθηκαν, οὐκ εἰς μάτην, ἀλλὰ μᾶλλον εἰς ὠφέλειαν. Ταῖς γὰρ ἐλλιπῶς ἐχούσαις λέξεσι προστεθεικότες, εἰς σαφήνειαν τὴν ἀνάγνωσιν παρήγαγον· ὥσθ' ὑπολαμβάνειν ἡμᾶς, καὶ εὐμοίρους αὐτοὺς γεγενῆσθαι Πνεύματος ἁγίου. Ὧν γὰρ οὐκ ἦν χρεία, δισσολογεῖν παρῆκαν. Ὅπου δὲ χωλὸν ἐδόκει τὸ ῥῆμα εἶναι, εἰς Ἑλληνικὴν διάλεκτον μεταφερόμενον, ἐκεῖ τὴν προσθήκην ἐποιήσαντο. Θαυμάσαι δὲ ἔστιν ἐπὶ τούτῳ, καὶ μὴ τολμᾷν μέμψιν ἐπάγειν, ἀλλὰ μᾶλλον ἔπαινον, ὡς ἐκ βουλῆς Θεοῦ γεγενημένον συνιέναι τὸν εὐλαβῆ.
Chapter 3. Now the account of the obelus runs in this manner: this is the obelus that stands beside the text —⸓, and it is written in nearly the same way as what is called a stroke. Now it has been called obelos according to Attic usage, whereas by others it is called dory, that is, a lance. And it was set beside those expressions of the divine Scripture which stand in the Seventy-two Translators, yet are not adduced in Aquila and Symmachus and their followers. For of their own accord the Seventy-two Translators added these expressions, not in vain, but rather for profit. For by adding to expressions that stood elliptically, they brought the reading into clarity: so that we suppose them to have been richly endowed with the Holy Spirit as well. For where there was no need, they forbore to repeat words; whereas wherever the expression seemed to be halting when transferred into the Greek idiom, there they made the addition. One ought to marvel at this, and the devout man ought not dare to bring censure, but rather praise, understanding that it came to pass by the counsel of God.
Ἑβδομηκονταδύο γὰρ ὄντες τὸν ἀριθμὸν, καὶ ἐν τῇ Φαρίᾳ νήσῳ, καλουμένῃ δὲ ἄνω γῇ, ἄντικρυ τῆς Ἀλεξανδρείας ἐν λʹ καὶ ἓξ οἰκίσκοις, ζυγὴ ζυγὴ κατὰ οἰκίσκον, ἀπὸ ἕωθεν ἕως ἑσπέρας συγκλειόμενοι, καὶ τὸ ἑσπέρας ἐν τριακονταὲξ σκαφιδίοις περαιούμενοι, εἰς τὸ τοῦ Πτολεμαίου Φιλαδέλφου παλάτιον, καὶ μετ' αὐτοῦ ἑστιώμενοι, καὶ κατὰ ζυγὴν ἐν κοιτῶσι τριακονταὲξ καθεύδοντες, εἰς τὸ μὴ συνδοιάσαι μετ' ἀλλήλων, ἀλλ' ἀνοθεύτως ἑρμηνεῦσαι, οὕτως διετέλουν. Τοὺς γὰρ προειρημένους τριακονταὲξ οἰκίσκους ὁ ῥηθεὶς Πτολεμαῖος κατασκευάσας ἐν τῷ πέραν εἰς τὴν νῆσον, διπλοῦς τε αὐτοὺς ποιήσας, δύο δύο ἐνέκλεισεν, ὡς ἔφην, καὶ παῖδας δύο ὑπηρετεῖν αὐτοῖς ἅμα ἐνέκλειεν, ὀψοποιΐας ἕνεκεν καὶ ὑπηρεσίας, μετὰ καὶ ταχυγράφων. Ἀλλ' οὔτε θυρίδας τοῖς ⟨ο⟩ἰκίσκοις ἐκείνοις ἐκ τῶν τοίχων ἐποίησεν, ἀλλ' ἄνω⟨θ⟩εν ἐκ τῶν δωμάτων τὰς καλουμένας ἀναφωτίδας ἀνέῳξεν· οἱ δὲ οὕτως διάγοντες ἀπὸ πρωῖθεν ἕως ἑσπέρας ὑπὸ κλεῖδα συγκεκλεισμένοι οὕτως ἡρμήνευσαν· ἑκάστῃ δὲ ζυγῇ βίβλος μία ἐπεδίδοτο· ὡς ειπεῖν, ἡ βίβλος τῆς τοῦ κόσμου Γενέσεως μιᾷ
For being seventy-two in number, and being shut up on the Pharian island—which is called the upper land, over against Alexandria—in thirty and six cells, pair by pair in each cell, from dawn until evening, and crossing over in the evening in thirty-six skiffs to the palace of Ptolemy Philadelphus, and dining with him, and sleeping pair by pair in thirty-six bedchambers, so that they might not collude with one another, but might translate unadulteratedly, thus they continued. For the aforesaid Ptolemy, having built the aforementioned thirty-six cells on the opposite shore upon the island, and having made them double, shut them in two by two, as I said, and shut in along with them two attendants to wait upon them, for the sake of cooking and service, together with shorthand writers as well. Yet neither did he make windows out of the walls for those cells, but from above out of the roofs he opened what are called skylights; and passing their time thus from early morning until evening, locked up under key, they translated in this manner. And to each pair one book was delivered: so to speak, the book of the Genesis of the world to one
Notes, col. 241

On the reading

Printed τολμᾷν, for τολμᾶν.

Printed ειπεῖν, for εἰπεῖν.

PG 43:244Read from the page
ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ ἄλλῃ ζυγῇ, Λευΐτικὸν τῇ ἄλλῃ, καὶ καθεξῆς ἄλλη βίβλος τῇ ἄλλῃ· καὶ οὕτως αἱ εἰκοσιεπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ τὴν τοῦ ἀλφαβήτου παρ' Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι, ἡρμηνεύθησαν.
pair, the Exodus of the sons of Israel to the next pair, Leviticus to another, and so on in order, one book to another; and thus the twenty-seven canonical and covenantal books, though reckoned as twenty-two according to the elemental arrangement of the alphabet among the Hebrews, were translated.
Δʹ. Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων νοήματα· πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμενα. Τὸ γὰρ κὰφ ἐστὶ διπλοῦν, καὶ τὸ μέν, καὶ τὸ νοῦν, καὶ τὸ φὶ, καὶ τὸ α· διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον, εἰκοσιδύο μὲν ἀριθμοῦνται, εἰκοσιεπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι· συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς, τὸ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος· συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ, καὶ λέγεται μία βίβλος· συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ, καὶ λέγεται μία βίβλος· συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ, καὶ λέγεται μία βίβλος· οὕτως γοῦν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι, καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι· ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικὰς, Γένεσιν, Ἔξοδον, Λευϊτικὸν, Ἀριθμοὺς, Δευτερονόμιον· αὕτη ἡ Πεντάτευχος καὶ ἡ νομοθεσία· πέντε γὰρ στιχήρεις, ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροιμία Σαλομῶντος, Ἐκκλησιαστής, Ἆσμα ᾀσμάτων· εἶτα ἄλλη πεντάτευχος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥοὺθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς τετάρτης· αὕτη τρίτη πεντάτευχος· ἄλλη πεντάτευχος, τὸ Δωδεκαπρόφητον, Ἠσαΐας, Ἱερεμίας, Ἰεζεκιὴλ, Δανιήλ· καὶ αὕτη ἡ προφητικὴ πεντάτευχος· ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα μία καὶ αὕτη λογιζομένη, καὶ ἄλλη βίβλος ἡ τῆς Ἐσθὴρ καλεῖται· ἐπληρώθησαν οὖν αἱ εἰκοσιδύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἰκοσιδύο στοιχείων παρ' Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥτε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σιρὰχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, τοῦ καὶ τὴν Σοφίαν Ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύσας Ἑλληνιστὶ ἔγραψε· καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ' εἰς ἀριθμὸν ῥητῶν οὐκ ἀναφέρονται. Διὸ δὴ ἐν τῷ Ἀαρὼν ἀνετέθησαν, τοῦ τε ἐν τῇ τῆς διαθήκης κιβωτῷ.
4. For they possess twenty-two forms of letters, and five among them are doubled. For kaph is double, and men, and noun, and phi, and alpha; wherefore the books also after this manner are reckoned indeed as twenty-two, yet are found to be twenty-seven, because five among them are doubled: for Ruth is joined to Judges, which is reckoned among the Hebrews as one book; the first of Chronicles is joined to the second, and is called one book; the first of Kingdoms is joined to the second, and is called one book; the third is joined to the fourth, and is called one book; in this way, then, the books lie composed in four pentateuchs, and two others remain left over; so that the covenantal books stand thus: five legal, Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy—this is the Pentateuch and the Legislation; for five are in verse, the book of Job, next the Psalter, the Proverb of Solomon, Ecclesiastes, the Song of Songs; next another pentateuch, the so-called Writings, styled by some Hagiographa, which are as follows: the book of Joshua the son of Nun, Judges together with Ruth, the first of Chronicles together with the second, the first of Kingdoms together with the fourth—this is a third pentateuch; another pentateuch, the Twelve Prophets, Isaiah, Jeremiah, Ezekiel, Daniel—and this is the prophetic pentateuch; and there remained two others, which are one of Ezra, this too being reckoned as one, and another book which is called that of Esther; thus the twenty-two books were completed according to the number of the twenty-two letters among the Hebrews. For as for the two versified books, both that of Solomon which is called Panaretos, and that of Jesus the son of Sirach and grandson of Jesus—seeing that Jesus wrote the Wisdom in Hebrew, which his grandson Jesus translated and wrote in Greek—these too are indeed serviceable and profitable, yet they are not brought into the count of the canonical books. Wherefore indeed they were laid up in the Aaron, and in the ark of the covenant.
Εʹ. Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθοι, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτήριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ, μίαν ἐλογίσαντο βίβλον· ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώτου, δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ ὀγδόου; τρίτον βιβλίον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐννάτου ἕως ἑκατοστοῦ πέμπτου, τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντη-
5. Moreover, let not this escape you either, O lover of what is noble, that the Hebrews also divided the Psalter into five books, so that it too constitutes another pentateuch. For from the first psalm up to the fortieth, they reckoned one book; from the forty-first up to the seventy-first, they accounted a second; from the seventy-second unto the eighty-eighth, they made a third book; from the eighty-ninth unto the hundred and fifth, they made a fourth; and from the hundred and sixth unto the hundred and fift-
Notes, col. 244

On the reading

Printed ἥτε, for ἥ τε.

PG 43:245Read from the page
κοστοῦ, τὴν πέμπτην συνέθηκαν· ἕκαστον γὰρ ψαλμὸν ἔχοντα ἐν τῷ τέλει, Εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέλος εἶναι βιβλίου ἐδικαίωσαν· εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρακοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ, καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ, καὶ ἐν τῷ ἑκατοστῷ πέμπτῳ· ἐν δὲ τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ, Εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέθειται τὸ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούϊα. Αὗται τοίνυν αἱ εἴκοσι καὶ ἑπτὰ βίβλοι, εἰκοσιδύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ (φημὶ δὲ καὶ τῶν Θρήνων αὐτοῦ, καὶ τῶν Ἐπιστολῶν Βαροὺχ, εἰ καὶ οὐ κεῖνται Ἐπιστολαὶ παρ' Ἑβραίοις, ἢ μόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα), τὸν τρόπον ὃν εἴπομεν ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι, καὶ ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ, καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ, καὶ οὕτως παρῆλθον κελεύουσαι ἑκάστη τριακονταεξάκις ἑρμηνευθεῖσαι, ὡς ᾄδεται λόγος. Καὶ εἰκοσιδύο τῶν ἀποκρύφων.
fiftieth, they put together the fifth; for every psalm having at the end, "Blessed be the Lord, so be it, so be it," they judged to be the end of a book; and this is found in the fortieth, and in the seventy-first, and in the eighty-eighth, and in the hundred and fifth; whereas at the end of the fifth book, instead of "Blessed be the Lord, so be it, so be it," there is set, "Let every breath praise the Lord, alleluia." These twenty-seven books, therefore, though reckoned as twenty-two together also with the Psalter and the writings accompanying Jeremiah (I mean both his Lamentations and the Epistles of Baruch, even though no Epistles stand among the Hebrews, save only that of the Lamentations joined to Jeremiah), were translated in the manner we have stated, being handed in rotation to each pair of translators, and from the first pair to the second, and again from the second to the third, and thus they went round, bidding each to be translated thirty-six times, as report runs. And twenty-two of the apocrypha.
Ϛʹ. Ὅτε δὲ ἐτελειώθησαν, ἐκαθέσθη ὁ βασιλεὺς ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τριακονταὲξ ἀναγνῶσται ἔχοντες ἑκάστης βίβλου τὰ τριακονταὲξ ἰσότυπα, ἐξ εἷς ἔχων τῆς βίβλου τῆς Ἑβραϊκῆς ἀντίγραφον. Ἑνὸς δὲ ἀναγινώσκοντος ἀναγνώστου, καὶ τῶν ἄλλων ἐπεχόντων, εὑρέθη διαφωνία. Ἀλλὰ Θεοῦ θαυμάσιον ἔργον εἰς τὸ γνωσθῆναι, ὅτι Πνεύματος ἁγίου ἔχοντες δωρεὰν ἐκεῖνοι οἱ ἄνδρες, ὡμοφώνησαν ἐν τῇ ἐρήμῳ, καὶ ὅπου προσετέθειτο λόγος, ὑπὸ πάντων εὑρέθη προστεθειμένος· ὅπου δὲ ἀφείλοντο, πάντες ἐπίσης εὑρέθησαν ἀφελόμενοι· καὶ ὧν μὲν ἀφείλοντο οὐκ ἔστι χρεία, ὧν δὲ οὐχ ἀφείλοντο ἐστὶ χρεία. Εἰς δὲ τὸ γενέσθαι σοι σαφὲς τὸ εἰρημένον, ὅτι θαυμαστῶς κατὰ Θεοῦ οἰκονομίαν καὶ ἐκ συμφωνίας Πνεύματος ἁγίου συμφώνως ἡρμήνευσαν, καὶ πρὸς ἀλλήλους οὐ διηνέχθησαν, παρέξω σοι διὰ μακροῦ λόγου τὴν τούτων ἀπόδειξιν, ὡς ἂν ἐκ τούτου γνοὺς καὶ πεισθεὶς, συναινέσῃς τῷ ἡμετέρῳ λόγῳ. Ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ψαλμῷ ἔκειτο ἐν τῷ Ἑβραϊκῷ οὕτως· Ἀδωναΐ, ἠλιχὰ, καριθὶ, ἰσμαὴλ, ἰεββιτὰ ἀκώλ· ἅ ἐστιν ἑρμηνευόμενα· Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ. Ὅρα οὖν πῶς χωλὸν εὑρίσκεται. Οἱ δὲ Ἑβδομηκονταδύο Ἑρμηνευταὶ προστεθεικότες τὸ, τῆς δεήσεώς μου, ἀχώλωτον ἐποίησαν τὸν στίχον, καὶ ἡρμήνευσαν· Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Καὶ ὅρα πῶς εὐδιάρθωτος ᾄδεται ὁ ψαλμός. Ἐπίστηθι τοίνυν ἀπὸ τοῦ βραχυτάτου λόγου τοῖς ὁμοίοις αὐτῶν κατὰ τὴν προσθήκην πανταχοῦ ὑπὸ τῶν αὐτῶν Ἑρμηνευτῶν κειμένοις, ὅτι καλῶς οἱ λόγοι προσετέθησαν εἰς φράσιν καὶ ὠφέλειαν τῶν μελλόντων ἐθνῶν εἰς τὴν τοῦ Θεοῦ πίστιν ἄγεσθαι, καὶ τὴν ἐκ τῶν θείων λόγων τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης κτᾶσθαι ζωῆς κληρονομίαν.
6. And when they were finished, the king sat down upon a lofty throne, and thirty-six readers holding the thirty-six identical copies of each book, while one beside them held the copy of the Hebrew book. And as one reader read aloud, and the others attended closely, disagreement was found. Nay rather, it was a wondrous work of God so that it might become known that those men, possessing the gift of the Holy Spirit, agreed with one accord in solitude: wherever a word had been added, it was found added by all; and wherever they took away, all alike were found to have taken away; and of the things they took away there is no need, whereas of the things they did not take away there is need. And to make plain to you what has been said—that wondrously by God's dispensation and out of the harmony of the Holy Spirit they translated harmoniously and did not differ from one another—I shall furnish you through a lengthy discourse the demonstration of these matters, so that learning and being persuaded thereby, you may assent to our account. In the hundred and fortieth psalm there stood in the Hebrew thus: Adonai, elicha, karithi, ismael, iebbita akol; which being interpreted are: "Lord, I have cried unto Thee, hearken unto me; attend to the voice." See, then, how lame it is found to be. But the Seventy-Two Translators, having added the words "of my supplication," rendered the verse free from lameness, and translated: "Lord, I have cried unto Thee, hearken unto me; attend to the voice of my supplication" (Ps. 140:1). And see how well-amended the psalm is sung. Understand, therefore, from the briefest expression, regarding the similar passages of theirs everywhere standing with an addition by the selfsame Translators, that the words were rightly added for clearness of expression and for the profit of the nations destined to be led unto faith in God, and to win from the divine oracles of the Old and New Covenant the inheritance of life.
Notes, col. 245

On the reading

Printed οὐχ ἀφείλοντο, for οὐκ ἀφείλοντο.

PG 43:248Read from the page
Ζʹ. Τῷ δὲ αὐτῷ τρόπῳ ὁ Ὠριγένης καλῶς ποιῶν ἐποίησεν οὕτως, καὶ περὶ τοῦ ὀβελοῦ τὴν σημείωσιν ἐποιήσατο. Εἴθε οὖν καὶ τὰ ἄλλα οὕτω καλῶς ἐποίησε! Τὰς γὰρ ἓξ ἑρμηνείας καὶ τὴν Ἑβραϊκὴν γραφὴν Ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθεικὼς, ἄλλην σελίδα ἀντιπαράθετον ο⟨ἱ⟩ Ἑλληνικῶν μὲν γραμμάτων, Ἑβραϊκῶν δὲ λέξεων, πρὸς κατάληψιν τῶν μὴ εἰδότων Ἑβραϊκὰ στοιχεῖα, εἰς τὸ διὰ τῶν Ἑλληνικῶν εἰδέναι τῶν Ἑβραϊκῶν λογίων τὴν δύναμιν· καὶ οὕτως τοῖς λεγομένοις ὑπ' αὐτοῦ Ἑξαπλοῖς ἢ Ὀκταπλοῖς, τὰς μὲν δύο Ἑβραϊκὰς σελίδας καὶ τὰς ἓξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς, μεγάλην ὠφέλειαν γνώσεως ἔδωκε τοῖς φιλοκάλοις. Εἴθε δὲ καὶ ἐν τοῖς αὐτοῦ συντάγμασι μὴ παρέπεσε, καὶ ἑαυτὸν καὶ τὸν κόσμον ἠδίκησε, κακῶς δογματίσας τὰ περὶ πίστεως, καὶ τὰ πλεῖστα τῶν Γραφῶν κακῶς φράσας! Ἀλλὰ περὶ τοῦ ὀβελοῦ αὖθις ἐπιλήψομαι τῆς διηγήσεως. Ἔφαμεν, ὅτι ὁ ὀβελὸς λόγχη λέγεται· ξίφος δέ ἐστι τοῦτο ἀναιρετικόν. Ἔνθα τοίνυν ἡ λέξις εὑρίσκεται παρὰ μὲν τοῖς Ἑβδομηκονταδύο κειμένους, ἐν δὲ τῷ Ἑβραϊκῷ μὴ ἀναφερομένους, ἐκ τῆς τοῦ ὀβελοῦ σημειώσεως τοῦ τῇ λέξει παρακειμένου δηλοῦται, ὅτι ἀνῄρηται ὁ λόγος ἀπὸ τοῦ γεννητικοῦ τόπου, ἤτοι τοῦ ἐδάφους τῆς Γραφῆς, ὡς μὴ ὑπάρχων ἐν τῷ τόπῳ τῆς Βίβλου. Καὶ ταῦτα μὲν περὶ τοῦ ἀστερίσκου καὶ τοῦ ὀβελοῦ διηγησάμην.
7. And in the selfsame way Origen acted well in doing thus, and set down the notation concerning the obelus also. Would, then, that he had done all else so well too! For having composed the six translations and the Hebrew Scripture in actual Hebrew characters and words in a single column, and having set side by side over against them another column of Greek letters indeed, yet of Hebrew words, for the comprehension of those unacquainted with Hebrew characters, so that through the Greek letters they might know the force of the Hebrew oracles—and having thus in the works styled by him Hexapla or Octapla set the two Hebrew columns and the six of the translators opposite one another in parallel, he bestowed great benefit of knowledge upon lovers of learning. Yet would that in his own treatises as well he had not gone astray and wronged both himself and the world, laying down evil dogmas concerning the faith and expounding most of the Scriptures amiss! Passing back again, however, to the account of the obelus, I shall resume it. We said that the obelus is called a lance; and this is a weapon for taking away. Wherever, therefore, a word is found standing among the Seventy-Two, yet not recorded in the Hebrew, it is made plain from the notation of the obelus set beside the word that the expression has been removed from its native place, that is, the ground-text of Scripture, as not existing in that passage of the Book. And thus much have I recounted concerning the asterisk and the obelus.
Ηʹ. Λοιπὸν καὶ περὶ τοῦ λιμνίσκου καὶ ὑπολιμνίσκου διηγητέον. Λιμνίσκον γοῦν τὸν οὕτω γραφόμενον ὡς ἔχει τὸ προκείμενον ÷ σημεῖόν ἐστι, γραμμὴ μία, μεσολαβουμένη ὑπὸ κεντημάτων δύο, εἴτουν στιγμῶν, μιᾶς μὲν ἐπάνω οὔσης, τῆς δὲ ἄλλης ὑποκάτω, παρὰ ἰατροῖς φυσιολογικῶς εὑρῆσθαί φασι καὶ ὠνομάσθαι, ἀπὸ τῆς κατὰ τὸ σῶμα χειρουργίας, δύο μὲν ἁπλῶν τομῶν διαιρουμένων, εἴτουν τεμνομένων, μέσον δὲ τῶν δύο αἱρέσεων τοῦ τμηθέντος τόπου διαστὰς παρ' ἑκατέρας ἁπλῶς δύο τομὰς, ὀβελοῦ σχῆμα τοῦ σώματος ἀποτελοῦντος δὲ, ὅ ἐστι λινοῦν ῥάκος, εἰς λεπτὸν καὶ μακρὸν σχῆμα ἀποτμηθέντος, ἐμβαλλομένου ἀπὸ τῆς μιᾶς διαιρέσεως καὶ εἰς τὴν ἄλλην διαπερῶντος. Λιμνίσκος ὑπ' αὐτῶν τῶν ἰατρῶν καλῶς ἐκλήθη, διὰ τὸ λιμνάζειν κλυζόμενον τὸν μοτὸν ἐν τοῖς τόπου ὑγροῖς· διὸ καὶ τοῦτο τὸ τοῦ σημείου σχῆμα τοῖς θείοις λόγοις παρέθετο, ἵν' ὅτε σπανίως που εὕροις ἐν τῇ τῶν Ἑβδομηκονταδύο ἑρμηνείᾳ διαφωνοῦσαν λέξιν, οὐ μὴν παροῦσαν, οὐδὲ προστεταγμένην ταῖς ὁμοίαις αὐτῇ λέξεσι, γνοὺς, ὅτι ὑπὸ μιᾶς ζυγῆς ἢ δύο αὕτη ἡρμηνεύθη ἡ λέξις, διὰ τὰ παρακείμενα δύο κεντήματα· καλεῖται δὲ ταῦτα τὰ συναμφότερα, ἢ ὅμοια. Ἵνα δὲ τοῦτο λεῖόν σοι εἴη καὶ εὐπερίδρακτον, καὶ περὶ τοῦτο ἐρῶ. Ὅταν εὕρῃς, ὡς ἐν ἑβδομηκοστῷ ψαλμῷ ἐμφέρεται·
8. Next we must also give an account concerning the lemniscus and hypolemniscus. The lemniscus, then, written in such manner as the sign set before us ÷ stands, is a single line, flanked on either side by two pricks, that is to say points, one being above and the other underneath; among physicians they say it was devised and named after natural analogy from surgical practice upon the body, when two simple incisions are divided, that is cut, while the intervening space between the two divisions of the incised spot, standing apart alongside both simple incisions, forms the shape of an obelus on the body, and a linen strip—which is a lint dressing—cut into a thin and oblong shape is inserted from the one division and passes across into the other. It was rightly called limniskos by those very physicians, because the lint stagnates like a marsh as it is drenched in the humours of the spot; wherefore he set this form of the sign also beside the divine oracles, so that whenever here or there you rarely find in the translation of the Seventy-Two a divergent word, yet neither standing by itself nor ranged alongside the words akin to it, you may recognize that this word was translated by one pair or two, on account of the two points set beside it; and these words are called "both together" or "similar." And that this may be smooth and easy for you to grasp, I shall speak concerning this also. Whenever you find, as is recorded in the seventieth psalm: