PG 43:1321Read from the pageεἰς τὸ ἅγιον καὶ ὑπερουράνιον, καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν, καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, δεηθῶμεν. Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
unto His holy and supercelestial and spiritual altar, for a savour of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray. For our deliverance from all affliction, wrath, and necessity, let us pray to the Lord.
Ὁ δὲ ἱερεὺς ἐπεύχεται.
And the priest prays in addition.
Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων μυστηρίων Θεὸς, παρ' ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν, καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, αὐτὸς, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμὸς, ἔπιδε ἐφ' ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ, ὡς τῷ Χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ' ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων, καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ · ἵνα ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, πεφωτισμένῃ καρδίᾳ τῶν θείων τούτων μεταλαμβάνοντες ἁγιασμάτων, καὶ ὑπ' αὐτῶν ζωοποιούμενοι ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι, « Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ · » ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης · καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν σὺν πᾶσι τοῖς ἁγ⟨…⟩
O God of ineffable and unseen mysteries, with Whom are the hidden treasures of wisdom and knowledge, Who hast revealed unto us the ministry of this liturgy, and hast appointed us sinners through Thy great love towards mankind to offer unto Thee gifts and sacrifices for our sins and for the ignorances of the people: do Thou Thyself, O invisible King, Who doest great and unsearchable things, glorious and marvellous, whereof there is no number, look upon us Thine unworthy servants who stand beside this holy altar as beside Thy Cherubic throne, upon which Thine only-begotten Son and our God rests through the dread mysteries set forth; and having freed us and Thy faithful people from all uncleanness, sanctify the souls and bodies of us all with an inalienable sanctification, that with a pure conscience, an unashamed countenance, and an illumined heart partaking of these divine sanctifications, and being quickened by them, we may be united unto Christ Himself, our true God, Who said, "He who eats My flesh and drinks My blood abides in Me, and I in him"; so that with Thy Word indwelling in us and walking among us, O Lord, we may become a temple of Thine all-holy and adorable Spirit, redeemed from every diabolical wile wrought in deed, or word, or thought; and may attain unto the good things promised to us, together with all the saints
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον.
Help, save, have mercy.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν.
That the whole evening may be perfect, holy.
Ἄγγελον εἰρήνης πιστὸν, ὁδηγόν.
An angel of peace, a faithful guide.
Συγγνώμην, καὶ ἄφεσιν τῶν ἁμαρτιῶν.
Pardon and remission of sins.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς.
The things that are good and profitable for our souls.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς.
The remaining time of our life.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν.
A Christian end to our life.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν.
The unity of the faith and the communion.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας ἀκατακρίτως τολμᾷν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν.
And count us worthy, O Master, with boldness and without condemnation to dare to call upon Thee, the heavenly God, as Father, and to say:
Ὁ λαός· Τὸ Πάτερ ἡμῶν.
The people: Our Father.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ
For Thine is the kingdom, and the power, and
PG 43:1324Read from the pageἡ δόξα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσιν.
The priest: Peace be unto all.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Let us bow our heads unto the Lord.
Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται.
The priest, bowing down, prays in addition.
Ὁ Θεὸς ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτὸν, καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων. Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλὰς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
O God, Who alone art good and compassionate, Who dwellest on high and lookest upon lowly things, look with a merciful eye upon all Thy people, and guard them, and count us all worthy to partake without condemnation of these Thy life-giving mysteries; for unto Thee have we bowed down our heads, awaiting from Thee rich mercy.
Χάριτι καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
By the grace and compassions and love towards mankind of Thine only-begotten Son, with Whom Thou art blessed, together with Thine all-holy, and good, and life-giving Spirit, now and ever, and unto the ages of ages.
Ὁ ἱερεὺς ἐπεύχεται.
The priest prays in addition.
Πρόσσχες, Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνὼν, καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.
Attend, O Lord Jesus Christ our God, out of Thy holy dwelling-place, and from the glorious throne of Thy kingdom, and come to sanctify us, O Thou Who sittest on high with the Father and art here invisibly present with us; and vouchsafe by Thy mighty hand to impart unto us Thine immaculate body and precious blood, and through us unto all the people.
Μετὰ δὲ τὴν εὐχὴν ὅ τε ἱερεὺς καὶ ὁ διάκονος προσκυνοῦσι τρὶς λέγοντες · Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ὁ δὲ ἱερεὺς, ἐπικεκαλυμμένων ὄντων τῶν θείων δώρων, βαλὼν τὴν χεῖρα ἅπτεται τοῦ ζωοποιοῦ ἄρτου μετὰ εὐλαβείας καὶ φόβου πολλοῦ, καὶ λέγοντος τοῦ διακόνου· Πρόσσχωμεν, ἐκφωνεῖ ὁ ἱερεύς· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις. Εἶτα ἀνακαλύψας αὐτὸν, ἐκπληροῖ τὴν μετάληψιν τῶν θείων δώρων.
And after the prayer both the priest and the deacon make three reverences, saying: God, be merciful to me a sinner. And while the divine gifts remain covered, the priest puts forth his hand and touches the life-giving bread with reverence and great fear; and as the deacon says: Let us attend, the priest exclaims: The presanctified holy things unto the holy. Then, uncovering it, he completes the communion of the divine gifts.
PG 43:1325Read from the pageΤῆς δὲ μεταλήψεως τελειωθείσης, καὶ τῶν ἁγίων λειψάνων ἀπὸ τῆς ἱερᾶς ἀρθέντων τραπέζης, ἐπεύχεται ὁ ἱερεύς.
And when the communion has been completed, and the sacred remains have been lifted from the holy table, the priest prays in addition.
Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου, καὶ δεόμεθά σου, Δέσποτα φιλάνθρωπε, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου · καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοίας ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
We give thanks unto Thee, O God the Saviour of all, for all the good things which Thou hast bestowed upon us, and for the partaking of the holy body and blood of Thy Christ; and we beseech Thee, O Master Who lovest mankind, keep us beneath the shelter of Thy wings, and grant unto us even until our last breath worthily to partake of Thy sanctifications, unto illumination of soul and body, unto the inheritance of the kingdom of the heavens.
Ὀρθοὶ μεταλαβόντες τῶν θείων, ἁγίων, αχραντων, ἀθανάτων.
Standing upright, having partaken of the divine, holy, immaculate, immortal mysteries.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον.
Help, save, have mercy.
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν.
That the whole evening may be perfect, holy.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For Thou art our sanctification, and unto Thee do we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Εὐχὴ ὀπισθάμβωνος ἐκφωνουμένη.
Prayer behind the ambo, spoken aloud.
Δέσποτα παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως ὁ διὰ τεσσαράκοντα ἡμερῶν, πλάκας χειρίσας καὶ τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ· παράσχου καὶ ἡμῖν, ἀγαθὲ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτέλεσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλᾶσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι, καὶ τὴν ἁγίαν ἀνάστασιν. Ὅτι εὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O almighty Master, Who hast fashioned all creation in wisdom, Who through Thine ineffable providence and abundant goodness hast brought us unto these all-venerable days, for the cleansing of souls and bodies, for the mastery of passions, and for the hope of resurrection; Who after forty days didst deliver into the hands of Thy servant Moses the tablets and the divinely engraven letters: grant unto us also, O good One, to fight the good fight, to finish the course of the fast, to keep the faith undivided, to crush the heads of the invisible dragons, and to prove victorious over sin, and without condemnation to attain to worship also the holy resurrection. For blessed and glorified is Thine all-honourable and majestic name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Εὐχὴ ἐν τῷ συστεῖλαι τὰ ἅγια.
Prayer at the consuming of the holy gifts.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς
O Lord our God, Who hast brought us unto
Notes, col. 1325
On the reading
Printed αχραντων, for ἀχράντων.
Printed ἐκτέλεσαι, for ἐκτελέσαι.
PG 43:1328Read from the pageτὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
these all-venerable days, and hast made us partakers of Thy dread mysteries: join us unto Thy rational flock, and show us to be heirs of Thy kingdom, now and ever, and unto the ages of ages. Amen.
Ὁ δὲ ἱερεὺς ἐξέρχεται, καὶ στὰς ἐν τῷ συνήθει τόπῳ, δίδωσι τὸ ἀντίδωρον · καὶ μετὰ τοῦτο ποιεῖ ἀπόλυσιν.
And the priest goes forth, and standing in the customary place, distributes the antidoron; and after this he makes the dismissal.
Τέλος τῆς θείας λειτουργίας τῶν προηγιασμένων.
End of the divine Liturgy of the Presanctified.
Ἐν τῷ λυχνικῷ μετὰ τὰ ἀναγνώσματα, καὶ τὸ, Κατευθυνθήτω, καὶ τὸ, Κύριε ἐλέησον, γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων.
At the lamp-lighting service, after the readings, and Let my prayer be set forth, and Lord, have mercy, the prayer for the catechumens over the presanctified gifts takes place.
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ut supra col. 1315.
O God, our God, as above, col. 1315.
Εὐχὴ ἐπὶ τοὺς ἐπὶ τὸ ἅγιον βάπτισμα εὐτρεπιζομένους.
Prayer over those preparing for holy baptism.
Ἐπίφανον, Δέσποτα, col. 1317.
Cause Thy countenance to shine forth, O Master, col. 1317.
Εὐχὴ πιστῶν πρώτη.
First prayer of the faithful.
Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός, col. 1317.
O God, great and worthy of praise, col. 1317.
Εὐχὴ πιστῶν δευτέρα.
Second prayer of the faithful.
Δέσποτα ἅγιε, col. 1320.
O holy Master, col. 1320.
Καὶ μετὰ τὸ πληρωθῆναι τὸ, Νῦν αἱ δυνάμεις τῶν οὐρανῶν, ὁ ἱερεὺς ἐπεύχεται ·
And after Now the powers of the heavens has been completed, the priest prays in addition:
Ο τῶν ἀῤῥήτων, col. 1321.
O God of ineffable mysteries, col. 1321.
Ὁ ἱερεύς · Εἰρήνη πᾶσι. Ὁ λαός· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος · Τὰς κεφαλὰς ὑμῶν.
The priest: Peace be unto all. The people: And to thy spirit. The deacon: Your heads.
Ὁ ἱερεὺς ἐπεύχεται·
The priest prays in addition:
Ὁ Θεὸς, ὁ μόνος καὶ ἀγαθὸς, col. 1324.
O God, Who alone art also good, col. 1324.
Ὁ διάκονος · Πρόσσχωμεν.
The deacon: Let us attend.
Ὁ ἱερεύς · Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις.
The priest: The presanctified holy things unto the holy.
Ὁ λαός · Εἷς ἅγιος, εἷς Κύριος, κ. τ. λ.
The people: One is holy, one is Lord, etc.
Εὐχὴ μετὰ τὴν μετάληψιν.
Prayer after communion.
Εὐχαριστοῦμέν σοι, κ. τ. λ.
We give thanks unto Thee, etc.
Ὁ διάκονος · Ἐν εἰρήνῃ προέλθωμεν
The deacon: In peace let us go forth.
Ὁ λαός · Ἐν ὀνόματι τοῦ Κυρίου.
The people: In the name of the Lord.
Notes, col. 1328